Ἀθληταὶ γενναιότατοι, ἰατροὶ θεοπρόβλητοι, Κῦρε Ἰωάννη τε μεγαλώνυμοι, ὡς τῶν τυράννων ὠλέσατε, τὸ θράσος τὸ ἄθεον, τοῦ νοός μου ἐκτροπάς, τυραννούσας μὲ θραύσατε, καὶ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη, καὶ μελλούσης, ἐκλυτρώσασθέ με δίκης, τὸν Λυτρωτὴν ἱκετεύοντες.