Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 29 Ιανουαρίου 2009

ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ.... ΓΕΓΕΝΗΣΑΙ.

Ἐν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες τὴ Περσική, πόθω εὐσεβείας μᾶλλον ἢ τὴ φλογί, πυρπολούμενοι ἐκραύγαζον. Εὐλογημένος εἶ, ἐν τῷ ναῶ τῆς δόξης σου Κύριε.
Ἱερωσύνης, ἠγλαϊσμένος μύρω Ὅσιε θείω, καὶ Μαρτύρων αἵματι κοσμηθείς, ἀμφοτέρωθεν διέπρεψας, Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Νομοθεσία, καταφαιδρύνας κόσμον ἅπαντα, ἄρτω οὐρανίω ἔθρεψας τοὺς πιστούς, τῶ Δεσπότη σου κραυγάζοντας. Εὐλογημένος εἶ, ἐν τῷ ναῶ τῆς δόξης σου Κύριε.
Ἀκτινοβόλοις, αὐγαὶς Παμμάκαρ φωτιζόμενος, αἴγλης ἀρχιφώτου χύσει τε λαμπρυνθείς, τὴν οὐράνιον ἀπείληφας, χαίρων ἀπόλαυσιν, Θεοφόρε Μαρτύρων τὸ καύχημα.
Σῖτος ὑπάρχων, Θεοῦ ὡς ἔφης Παναοίδιμε, μύλαις κατηλέσθης Μάρτυς ταὶς τῶν θηρῶν, καὶ τῶ τρέφοντι τὰ σύμπαντα, θεία χρηστότητι, καθαρώτατος ἄρτος γεγένησαι.