Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2024

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». Τελῶν τὰ φοβερὰ Κοδρᾶτε θαύματα, ἀπίστους εἰς πίστιν θείαν ἐνῆγες, ὡς Ἀπόστολος θεόληπτος, ὡς σεπτὸς Ἱεράρχης ἱερώτατε. Ἐνθέοις διδαχαῖς πολλοὺς ἐφώτισας· φωτὸς γὰρ διάκονος ἀνεδείχθης, τοῦ φωτίσαντος τὰ πέρατα, Ἱεράρχα Κοδρᾶτε, θείαις λάμψεσι. Μεγίστων ἀγαθῶν ὑπῆρξας πρόξενος, τῇ ποίμνῃ ἐξαίρων ταύτης τὸ σκότος, τῆς ἀγνοίας, καὶ φωτίζων αὐτήν, παραδόξων θαυμάτων ἐπιδείξεσιν.

Φωκᾶ παμμακάριστε, Ἱερομάρτυς Χριστοῦ

Ἐκ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Φωκᾶ παμμακάριστε, Ἱερομάρτυς Χριστοῦ· τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ ἐπ' ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς σωτηρίας, δι' ἧς τῶν Ἀγγέλων συνέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ κόσμου πρεσβευτὴς ὤφθης διαπρύσιος.

Τῶν οὐρανίων χαρίτων, ταῖς ἐπιλάμψεσι, καταυγασθεὶς ἐδείχθης, ἐν τῷ κόσμῳ Κοδρᾶτε....

Τῶν οὐρανίων χαρίτων, ταῖς ἐπιλάμψεσι, καταυγασθεὶς ἐδείχθης, ἐν τῷ κόσμῳ Κοδρᾶτε, φωστὴρ πᾶσι προφαίνων, ἀκτῖνας φαιδράς, τοῦ ἐνθέου κηρύγματος, καὶ διὰ τοῦτο τιμῶμέν σε οἱ πιστοί, ὡς Ἀπόστολον καὶ Μάρτυρα.

Εὐλογημένη ἡ κοιλία σου σώφρων Ἄννα· καρπὸν γὰρ ἤνθησε παρθενίας, ....

«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθη ἐν σωτηρίῳ σου». Εὐλογημένη ἡ κοιλία σου σώφρων Ἄννα· καρπὸν γὰρ ἤνθησε παρθενίας, τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν. Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις, ἐξ Ἄννης σήμερον γεννηθεῖσαν, τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον, τὸ ἄνθος Χριστὸν βλαστήσασαν. Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε, δεικνύων ἄχραντε ὁ Υἱός σου, τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν, καὶ πάντας εὐφραίνει σήμερον. Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῷν Ἁγίων, Παρθένε ἄχραντε Θεοτόκε, ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως, τὸν Κτίστην σαρκὶ κυήσασα. Δόξα... Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα συναΐδιον σέβομεν, ὡς ἕνα τὰ τρία φύσει Θεόν. Καὶ νῦν... Θεοτοκίον Τὸν φωτοδότην καὶ ἀρχίζωον τῷν ἀνθρώπων, τεκοῦσα ἄχραντε Θεοτόκε, ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν, καὶ πύλη τοῦ ἀπροσίτου φωτός.

Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.