Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουάριος, 2012

ΤΑΣ ΧΑΜΑΙΖΗΛΟΥΣ ΗΔΟΝΑΣ ΣΥΜΠΑΤΟΥΝΤΕΣ

Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, Κῦρε Ἰωάννη τε, οἰκουμένης φωστῆρες· ὅθεν ἱκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες

ΤΟΝ ΕΞ ΑΝΑΡΧΟΥ ΤΟΥ ΠΑΤΡΟΣ

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ᾿ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.

ΘΑΛΑΣΣΗΣ ΤΟ ΕΡΥΘΡΑΙΟΝ

«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο». Τὸ κῦρος κατὰ τῆς πλάνης εἴληφας, Κῦρε μακάριε συναθλητὴν τῶν πόνων ἐσχηκώς, Ἰωάννην τὸν ἔνδοξον· διὸ τρυφῆς τῆς κρείττονος, ἐν οὐρανοῖς συναπολαύετε. Στρατείαν πνευματικὴν ζωσάμενος, Κῦρε πανέντιμε, τὴν ἐπὶ γῆς στρατείαν τε λιπών, Ἰωάννη πανεύφημε, κατὰ Δαιμόνων ἤρασθε, παρὰ Χριστοῦ τὰ νικητήρια. Τῆς Θέκλης τὴν ἀρετὴν ζηλώσασαι, γυναῖκες ἔνθεοι, παρθενικὴν ἰσάγγελον στολήν, εὐσεβῶς ἠμφιάσαντο, μαρτυρικῷ δὲ ἔρωτι, πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο.

ΟΥ ΦΕΡΩ ΤΕΚΝΟΝ

Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐν παραβάσεως καρπῷ, ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν παράσχῃς, ἡ Παρθένος ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

ΕΓΩ ΕΙΜΙ ΠΑΝΑΜΩΜΕ

Ἐγὼ εἰμι Πανάμωμε, δένδρον τὸ ἄκαρπον τοῦ θείου λόγου, καρπὸν σωτήριον μηδόλως φέρον, καὶ δειλιῶ τὴν ἐκκοπήν, μήπως εἰς τὸ πῦρ βληθῶ τὸ ἄσβεστον· ὅθεν δυσωπῶ σε. Τούτου ῥῦσαί με, δείξασα καρποφόρον, Ἄχραντε, τῷ Υἱῷ σου τῇ μεσιτείᾳ σου.

ΑΘΛΗΤΑΙ ΓΕΝΝΑΙΟΤΑΤΟΙ

Ἀθληταὶ γενναιότατοι, ἰατροὶ θεοπρόβλητοι, Κῦρε Ἰωάννη τε μεγαλώνυμοι, ὡς τῶν τυράννων ὠλέσατε, τὸ θράσος τὸ ἄθεον, τοῦ νοός μου ἐκτροπάς, τυραννούσας με θραύσατε, καὶ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη, καὶ μελλούσης, ἐκλυτρώσασθέ με δίκης, τὸν Λυτρωτὴν ἱκετεύοντες. Τοῦ συνέχοντος κλύδωνος, καὶ τῆς ζάλης τῶν θλίψεων, τῆς ἐπερχομένης μοι καὶ τοῦ σώματος, τῶν ὀδυνῶν με λυτρώσασθε, κουφίζοντες Ἅγιοι, πάντα πόνον τῆς ψυχῆς, ὁρατῶς ἀοράτως τε, προσγινόμενον, ὅπως πίστει καὶ πόθῳ μακαρίζω, τὴν ὑμῶν σεπτὴν δυάδα, ὑπὲρ Τριάδος ἀθλήσασαν. Ὡς ναοὶ χρηματίσαντες, τοῦ Θεοῦ ὡραιότατοι, Κῦρε Ἰωάννη τε τὸν ναὸν ὑμῶν, πηγὴν ἰάσεων δείκνυσθε, ἐν ᾧ με προστρέχοντᾳ, ἀρρωστήματος παντός, ἀπαλλάξατε Ἅγιοι, εἰρηνεύοντες, τὴν ἀθλίαν ψυχήν μου ἐπηρείαις, τοῦ ἐχθροῦ ταραττομένην, καὶ τῇ κακίᾳ δουλεύουσαν. Δυὰς μαρτύρων σήμερον ἀνέτειλεν ἡμῖν, τὰς ψυχικὰς ἀλγηδόνας ἡμῶν θεραπεύουσα, Κῦρος καὶ Ἰωάννης οἱ θαυματουργοί· ὁ μὲν γὰρ ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν, τῷ μονήρει βίῳ, μέχρι τέλους ἐνδιαπρέψας, αἵματι ...

ΑΓΙΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου. Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου, καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας. Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος, Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ. Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων, Πόθῳ Πατρὸς θνῄσκουσι τοῦ πάντων ξίφει. Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ. Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι, Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη. Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ, Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας. Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος. Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου. Εἰ τοῦ ξίφους στέρξω σὲ τῷ φόβῳ βίε, Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον. Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία, Καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τ...

ΑΓΙΟΣ ΦΙΛΟΥΜΕΝΟΣ

Εικόνα

ΙΣΑΑΚ ΤΟΥ ΣΥΡΟΥ

Εικόνα

ΚΥΡΙΑΚΗ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ 29 ΙΑΝΟΥΑΡΙΟΥ 2012 ΚΗΡΥΓΜΑ ΤΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Εικόνα

ΕΚΑΛΥΨΕΝ ΟΥΡΑΝΟΥΣ, Η ΑΡΕΤΗ ΣΟΥ ΧΡΙΣΤΕ

«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος∙ καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».

ΤΗΝ ΤΩΝ ΠΑΡΘΕΝΩΝ ΚΑΛΛΟΝΗΝ

Τὴν τῶν παρθένων καλλονήν, καὶ χαρμονὴν τῶν Νόων, τὴν μόνην Θεοτόκον, καὶ τῶν Πιστῶν ἀρραγὲς περιτείχισμα, συνελθόντες ὧ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες∙ Χαίροις, Παρθενομῆτορ Ἁγνή, Λυχνία χρυσαυγής, καὶ πύλη ἐπουράνιε∙ Χαίροις σκηνὴ ἁγιάσματος, ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ σου Πανάχραντε∙ Χαίροις τῶν οὐρανίων Ταγμάτων ὑπερτέρα, ἁπάντων ἀσυγκρίτως. Διὸ Μητράναδρε Δέσποινα, μὴ λίπῃς φρουροῦσα τοὺς δούλους σου, τοὺς ἀνυμνοῦντάς σε πίστει καὶ πόθῳ ἀεί, καὶ τὸν τόκον σου προσκυνοῦντας τὸν ἄσπορον.

ΧΑΙΡΟΙΣ ΙΕΡΑΡΧΩΝ Η ΤΡΙΑΣ

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες, νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, τοῦ Παραδείσου αἱ εἴσοδοι∙ Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Χαίροις Ἱεραρχῶν ἡ Τριάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι τοῦ Λόγου οἱ πρόμαχοι ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἄπαν πρόσωπον οἱ Θεολόγοι, αἱ Βάσεις, οἱ χρυσολόγοι οἱ ἔνθεοι, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Χαί...

ΤΟΥΣ ΤΡΕΙΣ ΜΕΓΙΣΤΟΥΣ ΦΩΣΤΗΡΑΣ

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τούς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσορρήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

ΣΑΛΠΙΣΩΜΕΝ ΕΝ ΣΑΛΠΙΓΓΙ ΑΣΜΑΤΩΝ

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα, Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πλάκα∙ ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες, οὕτως εἴπωμεν∙ Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

ΤΟΥΣ ΜΕΓΑΛΟΥΣ ΦΩΣΤΗΡΑΣ

Τοὺς μεγάλους φωστῆρας τοὺς φεραυγεῖς, Ἐκκλησίας τοὺς πύργους τοὺς ἀρραγεῖς, συμφώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύοντες, καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χάριτος∙ τὸν σοφὸν Χρυσορρήμονα, καὶ τὸν μέγαν Βασίλειον, σὺν τῷ Γρηγορίῳ, τῷ λαμπρῷ θεολόγῳ∙ πρὸς οὓς καὶ βοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· Ἱεράρχαι τρισμέγιστοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην ὑμῶν. Τὴν σοφίαν λαβόντες παρὰ Θεοῦ, ὡς, Ἀπόστολοι ἄλλοι τρεῖς τοῦ Χριστοῦ, τῷ λόγῳ τῆς γνώσεως, συνιστᾶτε τὰ δόγματα, ἃ τὸ πρὶν ἐν λόγοις, ἁπλοῖς κατεβάλλοντο, Ἁλιεῖς, ἐν γνώσει, δυνάμει τοῦ Πνεύματος∙ ἔδει γὰρ καὶ οὕτω, τὸ ἁπλοῦν ἡμῶν σέβας, τὴν σύστασιν κτήσασθαι, δι᾿ ὑμῶν Πανσεβάσμιοι· ὅθεν πάντες βοῶμεν ὑμῖν∙ Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ΔΕΥΤΕ ΤΗΣ ΟΥΡΑΝΙΟΥ ΤΡΙΑΔΟΣ

Δεῦτε τῆς οὐρανίου Τριάδος οἱ λατρευταί, τὴν ἐπίγειον τριάδα, τῶν θείων Ἱεραρχῶν εὐφημήσωμεν, τὸν Γρηγόριον, τῆς θεολογίας τὸν ἐπώνυμον· τὸν Βασίλειον, τῆς βασιλείας τὸν φερώνυμον∙ καὶ Ἰωάννην, τὸν ὄντως χαριτώνυμον∙ τοὺς σοφίας βυθούς, τοῦ Πνεύματος τὰ ῥεῖθρα τὰ ὠκεάνεια∙ τὰς πηγὰς τὰς ἀεὶ βλυζούσας, τὸ ὕδωρ τὸ ζῶν τὸ ἁλλόμενον∙ τοὺς διαυγεῖς μαργαρίτας∙ τοὺς ἐπιγείους φωστῆρας∙ τῆς Ἐκκλησίας τοὺς οἴακας∙ τὰ ἀγλαόκαρπα δένδρα∙ τοὺς οἰκονόμους τῆς χάριτος∙ Χριστοῦ μου τὸ στόμα, καὶ τῆς Τριάδος τοὺς ὑπερμάχους, τοὺς ἐξ αὐτῆς ἀμέσως ἐλλαμπομένους, καὶ πρεσβεύοντας ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τοὺς ἀναφθέντας ἄνθρακας, ἐκ τοῦ ἀστέκτου πυρός, οἱ δι᾿ αὐτῶν φωτισθέντες, πιστῶς ἀνευφημήσωμεν. Οὗτοι γὰρ τῇ πρὸς αὐτὸ ἑνώσει ἐκπυρωθέντες, φωστῆρες τοῦ κόσμου ἐγένοντο, ζωτικὴ τοῖς πτωχοῖς χρηματίζοντες δύναμις, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, εὐσεβῶς ἀνακηρύττοντες∙ οἷς καὶ ἡμεῖς προσείπωμεν∙ Χαίροις τριάδος, Τριὰς ἡ θεόσοφος. Τοῦ Δαυΐδ τὴν σφενδόνην τὴν τρίπλοκον, τοῦ Σολομῶντος σπαρτίον ...

ΗΤΤΑΤΑΙ ΜΑΚΑΡΙΟΙ ΚΑΙ ΔΡΑΠΕΤΕΥΕΙ

Ἡττᾶται Μακάριοι καὶ δραπετεύει, ἡ πρὶν ἀνυπόστατος, θρασύτης τῶν αἱρέσεων∙ κηρὸς δὲ τηκόμενος, ἀπὸ προσώπου πυρός, νόθον ἅπαν δόγμα τοῖς ὑμῶν, πυρπνόοις φθόγγοις, προσβάλλον δείκνυται. Ψευδεῖς μὲν ἐξέκλιναν Ἑλλήνων ὕθλους, πειθὼ δὲ τὴν τύραννον, ἀνθρώποις μόνην εἵλκοντο· ὑφ᾿ ἧς τὴν ἀλήθειαν, οἱ τρεῖς τονώσαντες, οὕτως ἅπαν σύστημα Πιστῶν, χειροῦνται λόγοις καὶ καταπείθουσι.

ΕΙΚΟΝΟΣ ΧΡΥΣΗΣ, ΕΝ ΠΕΔΙΩ ΔΕΗΡΑ

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος∙ μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον∙ ὃν νῦν δυσώπει Πανάμωμε, ἅπαντας κινδύνων ῥυσθῆναι, τοὺς ἐν πίστει κράζοντας∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐλπὶς ἀγαθή, προσδοκία τε Πιστῶν ὑπάρχεις Δέσποινα∙ καὶ νῦν δεόμεθα δωρήσασθαι, σῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον∙ τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιασάμενος ἀπημαύρωσα, δι᾿ ἀμελείας ὁ δείλαιος∙ νῦν δὲ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης δι...

ΕΝ ΤΩ ΥΨΕΙ ΒΑΣΙΛΕΙΕ

Ἐν τῷ ὕψει Βασίλειε, τῆς Χριστοῦ ἀγαπήσεως, ἀναβὰς κατώπτευσας τὰ ἀπόρρητα, αὐτοῦ καὶ θεῖα μυστήρια, ἅπερ ἀνεκάλυψας, καὶ ἐτράνωσας λαοῖς, εὐσεβείας ὡς κήρυξ σοφός∙ διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς ἐφεπομένους, τοῖς σοῖς διδάγμασιν Ὅσιε. Τοὺς συνδέσμους διέλυσας, τῶν αἱρέσεων Ὅσιε, τῇ σοφίᾳ λόγων καὶ τῶν δογμάτων σου, καὶ εἰς ὁμόνοιαν ἤθροισας, ὀρθοδόξου Πίστεως, τοὺς εὐγνώμονας Χριστόν, εὐφημοῦντας Γρηγόριε, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς προσδεχομένους, τὰ σὰ θεόφθογγα δόγματα. Ἀρραγῆ σε θεμέλιον, ὁ Χριστὸς ὑπεστήριξε, τῇ αὐτοῦ Ἐκκλησίᾳ Πάτερ Ὅσιε, τηροῦντα ταύτην ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταῖς προσβολαῖς, θεορρῆμον Χρυσόστομε, καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθόρων λυτρωθῆναι, τοὺς διψῶντας τῶν σῶν λόγων, καὶ νοημάτων τὸ πέλαγος. Τῆς Τριάδος ἐκλόγια, ἀκηράτου λειμῶνός τε, ἄνθη τὰ μυρίπνοα καὶ τερπνότατα, τοῦ νοητοῦ, ὡς ὑπάρχοντας, ἀκτῖνας Ἠλίου τε, καὶ φωτίσαντας τὴν γῆν, ταῖς αὐτῶν θείαις λάμψεσιν, εὐφημήσ...

ΑΜΗΤΩΡ ΠΡΟ ΤΗΣ ΣΑΡΚΟΣ, ΑΠΑΤΩΡ ΜΕΤΑ ΤΗΝ ΣΑΡΚΩΣΙΝ

Ἀμήτωρ πρὸ τῆς σαρκός, ἀπάτωρ μετὰ τὴν σάρκωσιν∙ Υἱὸς Πατρὸς καὶ Μητρός, ὁ ταῦτα καλούμενος, ὑπὲρ νοῦν ἀμφότερα∙ τῷ Θεῷ γὰρ πρέπει, τῶν θαυμάτων τὰ παράδοξα.

Ο ΤΟΥ ΦΩΤΟΣ ΧΟΡΗΓΟΣ, ΚΑΙ ΤΩΝ ΑΙΩΝΙΩΝ ΠΟΙΗΤΗΣ

«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν». Ὅπλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν, πάσης ἐπηρείας, λυτρούμεθα ἀεί, οἱ σὲ Θεοτόκον, Ἁγνὴ ἐπιστάμενοι. Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβὶμ τέτοκας, τὸν τοῦ Θεοῦ, ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενῆ, ὃν ὑπὲρ τῶν δούλων, τῶν σῶν ἐξιλέωσαι. Τὸν τοῦ παντὸς Ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν, ταῖς σαῖς ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν. Ἀπὸ στενώσεως, τῆς κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνη τῇ τεκούσῃ, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας, οἰκτείρασα σῶσόν με.

ΕΒΟΗΣΕ ΣΟΙ, ΙΔΩΝ Ο ΠΡΕΣΒΥΣ, ΤΟΙΣ ΟΦΘΑΛΜΟΙΣ ΤΟ ΣΩΤΗΡΙΟΝ

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη∙ Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου

ΤΟΥΣ ΙΕΡΟΥΣ ΚΑΙ ΘΕΟΦΘΟΓΓΟΥΣ

Τοὺς Ἱεροὺς καὶ θεοφθόγγους Κήρυκας, τὴν κορυφὴν τῶν Διδασκάλων Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν κάματον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.

ΤΙΣ ΙΚΑΝΟΣ ΤΑ ΧΕΙΛΗ ΔΙΑΡΑΙ...

Τὶς ἱκανὸς τὰ χείλη διᾶραι, καὶ κινῆσαι τὴν γλῶσσαν πρὸς τοὺς πνέοντας πῦρ, δυνάμει Λόγου καὶ Πνεύματος; ὅμως τοσοῦτον εἰπεῖν θαρρήσω, ὅτι πᾶσαν παρῆλθον τὴν ἀνθρωπίνην φύσιν οἱ τρεῖς, τοῖς πολλοῖς καὶ μεγάλοις χαρίσμασι, καὶ ἐν πράξει καὶ θεωρίᾳ, τοὺς κατ᾿ ἄμφω λαμπροὺς ὑπεράραντες∙ διὸ μεγίστων δωρεῶν τούτους ἠξίωσας, ὡς πιστούς σου θεράποντας, ὁ μόνος δοξάζων τούς Ἁγίους σου.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΠΠΟΛΥΤΟΥ, ΠΑΠΑ ΡΩΜΗΣ

  Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, Πάπα Ῥώμης. Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους, Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ. Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις, Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν. Ἔαρ χελιδὼν οὐ καθίστησι μία· Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ. Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν, Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην. Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας, Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως∙ Κὰλλ ο ς γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος, Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας. Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν, Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας, Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων, Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν. Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην, Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις. Οἱ δ᾿ αὖ συνιστῶντές...

Ο ΑΓΙΑΣΜΟΣ ΣΤΟΝ ΙΟΡΔΑΝΗ

Εικόνα

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟΣ

Εικόνα

Υπεραγία Θεοτόκος

Εικόνα
Υπεραγία Θεοτόκος

ΚΗΡΥΓΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΘΗΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΕΛΛΑΔΟΣ 29 - 01 - 2012

Εικόνα

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ ΑΙΝΕΣΕΩΣ

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι ᾿  οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Σοφίας, ἑλληνικῆς διέλυσας δόγματα, τὴν ἐνυπόστατον ἔχων, τοῦ Θεοῦ σοφίαν ἱερομύστα, καὶ μετ ᾿  ἤχου, τὸ τῆς πλάνης μνημόσυνον ὤλεσας. Μὴ παύσῃ, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου, καθικετεύων Παμμάκαρ, πειρασμῶν ῥυσθῆναι χαλεπωτάτων, καὶ κινδύνων, Ἱερεὺς δεδειγμένος εὐπρόσδεκτος. Ἀνδρείᾳ, καὶ φρονήσει διέπρεψας Ὅσιε, δικαιοσύνης τε κάλλει, Θεοφόρε Μάρτυς καὶ σωφροσύνης, καὶ τῷ κύκλῳ τῶν ἀρετῶν, ἐφάνης κοσμούμενος.

ΕΞ ΕΩΑΣ ΣΗΜΕΡΟΝ ΕΞΑΝΑΤΕΙΛΑΣ

Ἐξ Ἑῴας σήμερον ἐξανατείλας, καὶ τὴν κτίσιν ἅπασαν, καταλαμπρύνας διδαχαῖς, τῷ Μαρτυρίῳ κεκόσμηται, ὁ Θεοφόρος καὶ θεῖος Ἰγνάτιος.

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ, ΕΞ ΑΛΑΞΕΥΤΟΥ ΣΟΥ ΠΑΡΘΕΝΕ

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις ·  διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν. Ἔρως ὁ θειότατος Μάκαρ, κατακρατήσας τῆς ψυχῆς σου, κόσμου τὰς ὑλώδεις φροντίδας, πυρὶ ἀΰλῳ πάσας κατέφλεξε, καὶ ὀρεκτῶν ἀκρότητι, στεφανηφόρον σε κατέστησε. Λιμένι λαμπρῶς καθωρμίσθης, γαληνοτάτῳ Θεοφόρε, ζάλην τῶν κυμάτων ἐκφυγών, ὁρμὰς ἀγρίων καὶ λογικῶν θηρίων· καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως. Ποικίλῳ κοσμούμενος στέφει, ἱερομύστα διαπρέπεις· τῆς ἱερωσύνης γὰρ ἐν σοί, εἰς ἓν συνῆλθε καὶ μαρτυρίου κλέος· καὶ δι ᾿  ἀμφοῖν ὡς μέτοχος, τοῦ σοῦ Δεσπότου συνδεδόξασαι. Ὡς ἱεροφάντωρ ὑπάρχων, τῇ παρρησίᾳ κεχρημένος, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, ἐκ πειρασμῶν Ἰγνάτιε, νῦν λυτρωθῆναι καθικέτευε.

ΙΕΡΕΜΙΑΝ Ο ΘΕΟΣ ΕΚ ΜΗΤΡΑΣ ΑΓΙΑΣΑΣ, ΚΑΙ ΠΡΟ ΤΟΥ ΓΕΝΝΗΘΗΝΑΙ

Ἱερεμίαν ὁ Θεὸς ἐκ μήτρας ἁγιάσας, καὶ πρὸ τοῦ γεννηθῆναι γινώσκων ὡς προγνώστης, δοχεῖον ἔσεσθαι αὐτὸν Πνεύματος Ἁγίου, ἐμπιπλᾷ τοῦτον εὐθύς, ἐκ νεαρᾶς βιώσεως, καὶ Προφήτην τοῦτον, καὶ κήρυκα πᾶσιν ἀποστέλλει, προαγγέλλειν τὴν ἁγίαν ἐπὶ τῆς γῆς αὐτοῦ παρουσίαν. Τεχθεὶς οὖν ὁ αὐτὸς Θεὸς ἐκ Παρθένου, πρός τὸ κήρυγμα ἐλθών, εὗρεν ἐκ βρέφους, ἄξιον αὐτοῦ τῆς χάριτος ὑποφήτην, τὸν θεοφόρον καὶ θεῖον Ἰγνάτιον.

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις ·  διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

ΤΟΥΣ ΠΟΘΩ ΕΟΡΤΑΖΟΝΤΑΣ, ΤΗΝ ΣΗΝ ΦΑΙΔΡΑΝ

Τοὺς πόθῳ ἑορτάζοντας, τὴν σὴν φαιδρὰν ἐπάνοδον, Ἰγνάτιε Θεοφόρε, Ἱερομάρτυς παμμάκαρ λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, διδοὺς πταισμάτων ἄφεσιν, ὡς εἰληφὼς ἐξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος.

ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ...

Ἐν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Ἱερωσύνης, ἠγλαϊσμένος μύρῳ Ὅσιε θείῳ, καὶ Μαρτύρων αἵματι κοσμηθείς, ἀμφοτέρωθεν διέπρεψας ·  Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος. Νομοθεσίᾳ, καταφαιδρύνας κόσμον ἅπαντα, ἄρτῳ οὐρανίῳ ἔθρεψας τοὺς πιστούς, τῷ Δεσπότῃ σου κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Ἀκτινοβόλοις, αὐγαῖς Παμμάκαρ φωτιζόμενος, αἴγλης ἀρχιφώτου χύσει τε λαμπρυνθείς, τὴν οὐράνιον ἀπείληφας, χαίρων ἀπόλαυσιν, Θεοφόρε Μαρτύρων τὸ καύχημα. Σῖτος ὑπάρχων, Θεοῦ ὡς ἔφης παναοίδιμε, μύλαις κατηλέσθης Μάρτυς ταῖς τῶν θηρῶν, καὶ τῷ τρέφοντι τὰ σύμπαντα, θείᾳ χρηστότητι, καθαρώτατος ἄρτος γεγένησαι.

ΕΝ ΔΥΟ ΤΑΙΣ ΘΕΛΗΣΕΣΙ, ΚΑΙ ΦΥΣΕΣΙ ΠΑΝΑΜΩΜΕ

Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι ᾿  ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε.

ΤΟ ΤΟΥ ΥΨΙΣΤΟΥ, ΗΓΙΑΣΜΕΝΟΝ ΘΕΙΟΝ ΣΚΗΝΩΜΑ

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν. Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ...

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἑστὼς ἐπὶ βήματος σοφέ, Τριάδα ἄκτιστον, ἐθεολόγησας· νοῦ καθαρότητι Ἅγιε, διανοίας τε λαμπρότητι, μὴ πτοηθεὶς τυραννικῶν θρόνων ὠμότητα, ἀλλ ᾿  ἐβόας ·  Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ῥυθμίσας ἐμφρόνως σου τὸν νοῦν, τοῖς θείοις δόγμασι, μάκαρ Ἰγνάτιε, τὸν δεισιδαίμονα τύραννον, τῆς ἀπάτης προϊστάμενον, τοῖς σοφίας ὀχετοῖς, ἄρδην κατέκλυσας, Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον. Ἀπείρῳ λαμπόμενος φωτί, τῶ τῆς θεότητος Μάρτυς ἀήττητε, τῆς ἀθεότητος ἄστατον, ἐξηφάνισας σκοτόμαιναν, ἐπιστολὰς φωτοειδεῖς, πέμπων τοῖς μέλπουσιν ·  Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΣΤΗΛΗ ΕΜΨΥΧΟΣ, ΚΑΙ ΕΜΠΝΟΥΣ ΕΙΚΩΝ

Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν ἡ ἐτήσιός σου ἐπέστη Ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς πίστεως μέχρις αἵματος ἀντικατάστασιν· τὴν μακαρίαν ἐκείνην καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ, λέγουσαν, καὶ δι ᾿  ὀδόντων θηρίων ἀλήθομαι. Διὸ μιμητής τοῦ πάθους τοῦ Χριστοῦ σου γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΝΟΣΟΥΣΑΝ ΠΑΝΥΜΝΗΤΕ ΔΕΙΝΩΣ

Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσιν, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ὑμᾶς ἀπαλλάξαντα.

ΣΦΑΓΗΝ ΣΟΥ ΤΗΝ ΑΔΙΚΟΝ ΧΡΙΣΤΕ, Η ΠΑΡΘΕΝΟΣ ΒΛΕΠΟΥΣΑ

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν μητέρα, καὶ δούλην σου δέομαι.

Η ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ

Τ ῌ  ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Χάρις λέουσιν Ἰγνάτιε παμβόροις, Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος. Τῇ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου. Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου, Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κ ά ραι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου. Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίῳ, Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης. Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος, Σύν...

ΝΟΕΙΝ ΟΥ ΔΥΝΑΤΑΙ

Νοεῖν οὐ δύναται νοῦς ἀνθρώπινος, τὸ ὑπὲρ νοῦν τοῦ τόκου σου Παρθένε μυστήριον∙ὁ Θεὸς γὰρ σκηνώσας ἐν μέσῳ σου, κλεῖθρα τῆς παρθενίας, οὐ παρεσάλευσε, μόνος ὡς ἐπίσταται αὐτός, ὁ ἀκατάληπτος.

ΘΕΟΝ ΑΝΘΡΩΠΟΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν». Τρωθεὶς ἀγάπῃ τοῦ Παντοκράτορος, ὅλον σαυτοῦ τὸν βίον, θρηνῳδῶν διετέλεσας, ἐκβοῶν μετ’ ἐκπλήξεως Ὅσιε∙ Ἄνες τὰ κύματά σου, Σῶτερ τῆς χάριτος, ταύτην μοι πλουσίως συντηρῶν, ἐν τῇ μελλούσῃ ζωῇ. Ἡδὺς ὁ λόγος σου κατανύξεως, παρεκτικὸς καὶ πλήρης φωτισμοῦ τοῖς προστρέχουσι, θεοφόρε Ἐφραὶμ ἀξιάγαστε∙ ἄμεμπτος δὲ ὁ βίος, πάσαις κοσμούμενος, ταῖς θεοφεγγέσιν ἀρεταῖς, καὶ λαμπρυνόμενος. Ναὸς τοῦ Πνεύματος ἐχρημάτισας, καὶ ποταμὸς ναμάτων ζωηρύτων πληρούμενος, Ἐκκλησίας θεμέλιος ἄσειστος, ἔρεισμα μοναζόντων, ῥεῖθρον ἀέναον, θείας κατανύξεως, Ἐφραὶμ ἀξιοθαύμαστε.

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι∙ Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας». Φωτοφόρος ὡς ἄλλος ἐδείχθης ἥλιος, διδαγμάτων ἀκτῖνας πέμπων τοῖς πέρασι, σκότος ἀφεγγές, ἐκμειώσας Μακάριε, πάσης ἁμαρτίας, φωτὶ τῆς μετανοίας. Ῥείθροις θείων δογμάτων περικυκλούμενος, ποταμὸς ὡς ἐξ ἄλλης Ἐδὲμ πεπόρευσαι, πρόσωπον τῆς γῆς, καταρδεύων θεσπέσιε, καὶ τῆς ἀσεβείας, ζιζάνια συμπνίγων.

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι∙ Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

ΥΠΕΡ ΛΟΓΟΝ ΣΟΥ Η ΣΥΛΛΗΨΙΣ ΘΕΟΝΥΜΦΕ...

Ὑπὲρ λόγον σου ἡ σύλληψις Θεόνυμφε· Θεὸν γὰρ Λόγον τέτοκας, τὸν ῥυσάμενον, ἀλογίας πάντας τοὺς βροτούς, καὶ λόγον παρέχοντα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΩΣ ΠΟΤΑΜΟΣ ΥΠΑΡΧΕΙΣ

Ὡς ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόρρυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Πάτερ, Ἐφραὶμ σωθῆναι τὸν κόσμον.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί∙ τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Νομοθέτης Μοναζόντων ἀκριβέστατος, ὤφθης σεβασμιώτατε, ὑπαλείπτης τε, πρὸς ἐχθρῶν παντοίων συμπλοκάς∙ διό σου τιμῶμεν τὸ σεπτόν, καὶ ἱερὸν ἐπὶ τῆς γῆς Πάτερ μνημόσυνον. Ἐναρμόνιον τοῦ Πνεύματος ἀοίδιμε, ὄργανον ἐχρημάτισας, ὑπηχούμενος, ταῖς αὐτοῦ ἑκάστοτε πνοαῖς, καὶ μέλος σωτήριον ἡμῖν, τῆς μετανοίας μελῳδοῦν, τοῖς ἀνυμνοῦσί σε.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου. Ἤκουσε γλῶτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω, Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος. Εἰκάδι ὀγδοάτῃ Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παλλαδίου. Κρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων, Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀσκητοῦ. Ἀπῆλθε σαρκός, ὥσπερ ἒκ τινος πάγης, Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι δύο Μάρτυρες, μήτηρ καὶ θυγάτηρ, ξίφει τελειοῦνται. Τῇ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν, Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Χάρις τοὺς πόδας ἐκκοπεῖσα τελειοῦται. Πόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει∙ Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΕΡΩΤΑΤΗΝ ΣΤΗΣΩΜΕΘΑ ΧΟΡΕΙΑΝ...

Ἱερωτάτην στησώμεθα χορείαν· στέφος γὰρ χρυσόμορφον, τῆς Ἐκκλησίας Χριστοῦ, βασιλικῇ δόξῃ σήμερον, ἀπὸ Κομάνων, πρὸς πόλιν ἥκει τὴν Βασιλεύουσαν, λάμπει στίλβον ἄνωθεν, τῇ ἐπανόδῳ αὐτοῦ, πρὸς βασιλείαν τὴν ἄϋλον, πιστοὺς εἰσάγει, καὶ τῷ τῶν ὅλων προσοικειοῖ Βασιλεῖ· διὸ βοῶμεν· Χρυσεπώνυμε, Πάτερ θεῖε Χρυσόστομε πάγχρυσε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὡς οὐρανὸς φαεινὸς τῆς Ἐκκλησίας, δύσιν ὦ Χρυσόστομε τὴν ὑπερόριον, καθυποστὰς ἀπηνέστατα, ἐπανατέλλεις, σήμερον χαίρων τῇ κτίσει ἄδυτος· θάλπεις ἐγκοσμούμενος, θαυμάτων ἄστροις σοφέ, φέρεις Χριστὸν ὑπερλάμποντα, ἡλίου δίκην, σοῦ δᾳδουχοῦντα νῦν τὴν ἐπάνοδον· διὸ βοῶμεν· Φωταυγέστατε, φωτολόγε Χρυσόστομε πάνσοφε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Νῦν οὐρανὸς τοῖς Ἀγγέλοις συγχορεύει, κτίσει συνευφραίνονται, βροτῶν συστήματα· ὁ γὰρ ἐν γῇ οὐρανόφρονας, δεικνὺς τοὺς πάντας, κλίμακι θείᾳ, σεπτῶν ῥημάτων αὐτοῦ· οὗτος τὴν ἐπάνοδον, τῶν θεοδρόμων βαθμῶν, ὡς, Ἰακὼβ νέος δείκνυσιν, Ἀγγέλων θείων, ἀγαλλομέ...

ΜΑΣΤΟΙΣ ΕΥΣΕΒΕΙΑΣ ΣΕ ΠΑΤΕΡ ΟΣΙΕ

Μαστοῖς εὐσεβείας σε Πάτερ Ὅσιε, τὴν θρέψασαν ἐκτρέφεις Ἐκκλησίαν, ἀπονέμων ἑπταπλασίῳ, ἄρτῳ θείας χάριτος, ταύτῃ θρέπτρα∙ γλεῦκος προχέων, ὡς πόμα δέ, τὸ τῶν ἰαμάτων, παμμάκαρ Χρυσόστομε. Εἰς πᾶσαν τὴν γῆν ἐπεξῆλθε, Πάτερ σου ὁ φθόγγος τῶν δογμάτων∙ ἀλλ᾿ ἡ ἔκφρων βασιλὶς σε περιορίζειν, τοπικῶς ὑπείληφεν, ἀλλ᾿ ἐψεύσθη∙ σὺ γὰρ ὡς γίγας ὑψίδρομος, τὸ πᾶν περιλάμπεις, τῶν λόγων ταῖς ἀκτῖσι. Λαμπρύνθητι σήμερον σύλλογος, Πιστῶν μέτ' εὐφροσύνης ὑπαντῶντες, τῷ προκρίτῳ τῶν διδασκάλων· ἥκει γὰρ ἐφέστηκε διανέμων, πᾶσι τὴν χάριν τὴν ἄφθονον, ἧς ἐμφορηθῶμεν, γηθόμενοι πλουσίως.

ΤΗΝ ΧΡΥΣΗΛΑΤΟΝ ΣΑΛΠΙΓΓΑ, ΤΟ ΘΕΟΠΝΕΥΣΤΟΝ ΟΡΓΑΝΟΝ...

Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς εὐφημήσωμεν. Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν. Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδων ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος.

ΟΡΩ ΣΕ ΜΗΤΡΟΣ ΕΝ ΑΓΚΑΛΑΙΣ

Ὁρῶ σε Μητρὸς ἐν ἀγκάλαις, οἶδὰ σε δ᾿ ἀπρόσιτον Θεότητος τῇ φύσει∙ πῶς οὖν Λόγε χερσὶ κατέχῃ, ὃς χειρὶ τὴν σύμπασαν ἔχεις κτίσιν ;  ἔφη Συμεὼν Θεάνθρωπε, τὴν ἀπόρρητόν σου, δοξάζων δυναστείαν

ΕΥΛΟΓΕΙΤΕ ΠΑΙΔΕΣ

Εὐλογεῖτε παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν∙ ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα Πανάγιον, εἰς τοὺς αἰῶνας . Ἰεσσαὶ ἐκ ῥίζης, χαῖρε ῥάβδος βλαστήσασα, χαῖρε ἀποτίστως ἀνθηφοροῦσα, ἄνθος τὸν Χριστὸν ὡραῖον, χαῖρε πῖον ὄρος, χαῖρε κατάσκιον∙ χαῖρε Θεοῦ ὄρος, ἐν ᾧ κατοικεῖν ὁ Λόγος, πάντων ηὐδόκησε πρὸ τῶν αἰώνων. Σιδηρᾷ σου ῥάβδῳ, κραταιᾶς ἀντιλήψεως, ὡς ὑλακτοῦντας κύνας, ὡς ὠρυομένους θῆρας, τὰ περικυκλοῦντα τὴν ταπεινήν μου ψυχήν, ἀποσόβει πάθει, δεινῶς με πολιορκοῦντα, ἵνα τὸ χαῖρέ σοι Παρθένε κράζω. Ὡραιώθης ὅλη, τὸν ὡραῖον ἐν κάλλεσιν, ὑπὲρ υἱοὺς ἀνθρώπων, Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶν ὡραία∙ διὸ σοι τὸ χαῖρε κράζομεν χαίροντες, χαῖρε Θεοτόκε, Ἀγνὴ κεχαριτωμένη, χαῖρε τῆς κτίσεως ἐνδοξοτέρα. Δανιὴλ ὃ εἶδεν, ὄρος πρὶν ἀλατόμημον, Θεογεννῆτορ χαῖρε, ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος λίθος. Χαῖρε θεοδόχε, ἀνθρακοφόρε λαβίς, χαῖρε τῶν ἀΰλων, Ἀγγέλων ἁγιωτέρα, χαῖρε τῆς κτίσεω...