ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ...


Ἐν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἱερωσύνης, ἠγλαϊσμένος μύρῳ Ὅσιε θείῳ, καὶ Μαρτύρων αἵματι κοσμηθείς, ἀμφοτέρωθεν διέπρεψας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Νομοθεσίᾳ, καταφαιδρύνας κόσμον ἅπαντα, ἄρτῳ οὐρανίῳ ἔθρεψας τοὺς πιστούς, τῷ Δεσπότῃ σου κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἀκτινοβόλοις, αὐγαῖς Παμμάκαρ φωτιζόμενος, αἴγλης ἀρχιφώτου χύσει τε λαμπρυνθείς, τὴν οὐράνιον ἀπείληφας, χαίρων ἀπόλαυσιν, Θεοφόρε Μαρτύρων τὸ καύχημα.

Σῖτος ὑπάρχων, Θεοῦ ὡς ἔφης παναοίδιμε, μύλαις κατηλέσθης Μάρτυς ταῖς τῶν θηρῶν, καὶ τῷ τρέφοντι τὰ σύμπαντα, θείᾳ χρηστότητι, καθαρώτατος ἄρτος γεγένησαι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ