Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2012

ΚΗΡΥΓΜΑ 30-09-2012

Εικόνα
ΠΗΓΗ : http://www.youtube.com/user/imthessalonikis

ΜΑΡΤΥΡΩΝ ΕΝ ΑΙΜΑΤΙ, ΤΗΝ ΙΕΡΑΝ ΔΙΠΛΟΪΔΑ

Μαρτύρων ἐν αἵματι, τὴν ἱερὰν διπλοΐδα, φοινίξας εἰσέδραμες, εἰς Ἁγίων Ἅγια, ἀξιάγαστε, ἔνθα φῶς ἄρρητον, ἔνθα θεία δόξα, ὅπου ἦχος ἐορτάζοντος, ἐν ᾧ τῶν πόνων σου, Μάρτυς ἀποδέχῃ τὰ ἔπαθλα, καὶ στέφος τὸ ἀμάραντον, καὶ τὴν αἰωνίζουσαν εὔκλειαν, καὶ τοῦ Παραδείσου, τὴν οἴκησιν Γρηγόριε σοφέ, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Βασάνων οὐκ ἔσεισε, σοῦ τὴν ψυχὴν τρικυμία, οὐ κάθειρξις χρόνιος, ἐν ζοφώδει λάκκῳ σε κατακρύπτουσα, Ἀθλητὰ ἔνδοξε, ἀλλ' ὡς φῶς ἤστραψας, τοῖς ἐν σκότει κινδυνεύουσι, τῆς ματαιότητος, οὓς υἱοὺς ἡμέρας ἀνέδειξας, λουτροῦ διὰ Βαπτίσματος, καὶ ἀναγεννήσεως κρείττονος, καὶ σωτηριώδους, καὶ θείας ἀληθῶς διαγωγῆς, ὡς ἱεράρχης θεόληπτος, πάνσοφε Γρηγόριε. Νυμφίον ἀθάνατον, σὲ τὸν ἁπάντων Δεσπότην, Ῥιψιμία στέργουσα, τὴν δορὰν ἀφήρηται, τὴν τοῦ σώματος, τῶν παθῶν πρότερον, τὸν ζοφώδη σάκκον, ἐγκρατείᾳ διαρρήξασα· μεθ' ἧς ἠγώνισται, καὶ Γαϊανὴ ἡ ἀοίδιμος, παρθένων ἐπιφέρουσα, ὅμιλον στερρῶς ἐναθλήσαντα, καὶ καταβαλόντα, τῆς Εὕας τὸν ἀρχαῖον πτερνιστήν...

ΙΣΧΥΪ ΝΕΥΡΟΥΜΕΝΟΣ ΧΡΙΣΤΟΥ ΥΠΗΝΕΓΚΑΣ

Ἰσχύϊ νευρούμενος Χριστοῦ ὑπήνεγκας, τῶν βασάνων τὸ ἐπίπονον, στήλας κατέαξας δαιμόνων, ναοὺς εἰδωλικοὺς κατηδάφισας, λαούς τε τοὺς ἐν ἀγνοίᾳ ἐφώτισας, Ἱερομάρτυς πανσεβάσμιε. Ὡς ὄρθρος ἀνέτειλεν ἡμῖν ἡ μνήμη σου, χαρισμάτων αἴγλην φέρουσα· σὺ γὰρ φωτὸς ὤφθης δοχεῖον, τοῦ θείου καὶ πρὸς φῶς ἐξεδήμησας, ἀνέσπερον πλουσίως λαμπόμενος, φωτοχυσίαις θείαις Ὅσιε. Συνόμιλος ὤφθης Προφητῶν, Μαρτύρων τε, Ἀποστόλων ὁμοδίαιτος, Ἀρχιερέων καὶ Ὁσιῶν, Ἀγγέλων Ἀρχαγγέλων ἰσόρροπος· μεθ' ὧν ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, Πάτερ δυσώπει τὸν φιλάνθρωπον. Ἠρίστευσαν γύναια σεμνὰ τὴν ἔκπτωσιν, τὴν τῆς Εὕας ἀνορθούμενα, ἤνεγκαν πόνων τρικυμίαν, μεγάλα τὸν εἰς ὕψος καυχώμενον, ποσὶν ὡραιοτάτοις συνέτριψαν· ἃς ἐπαξίως μακαρίζομεν.

Ο ΝΩΤΟΙΣ ΕΠΟΧΟΥΜΕΝΟΣ

Ὁ νώτοις ἐποχούμενος, χερουβικοῖς Πανάχραντε, ἐν ταῖς ἀγκάλαις σου θέλων, σάρκα λαβὼν ἀνεκλήθη, ὅπως ἡμᾶς ἐργάσηται, υἱοὺς Θεοῦ τῇ χάριτι, τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ σε ἀεὶ εὐφημοῦντας, τὴν πρόξενον σωτηρίας.

ΕΝΑΘΛΗΣΑΣ ΝΟΜΙΜΩΣ

Ἐναθλήσας νομίμως κατῄσχυνας, τοὺς ἀνόμους ἐχθροὺς κραταιότατα, ἱερουργὲ Γρηγόριε, καὶ Θεῷ προσηγάγω μέλποντα δῆμον· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Νεουργήσας τὴν ἄκαρπον ἄρουραν, κατεβάλου τοῦ λόγου τὰ σπέρματα, εἰς ἑκατὸν δρεψάμενος, λογικῶν ἀσταχύων τὴν εὐκαρπίαν, γεωργῷ τῶν ψυχῶν εὐφορήσασαν. Ἀστραπαῖς σου τῶν λόγων ἐφώτισας, καὶ πολλὰς μυριάδας προσήγαγες, τῷ δι' ἡμᾶς ἑκούσια, ὑπομείναντι πάθη, ᾧ μελωδοῦμεν· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ΦΡΙΚΤΟΝ ΙΔΟΝΤΕΣ ΘΕΑΜΑ

Φρικτὸν ἰδόντες θέαμα, ἐξέστησαν οἱ ἄπιστοι· ὃν γὰρ ἐνόμιζον εἶναι, νεκρὸν ἐν λάκκῳ θηρίων, ζῶντα ἀναβιβάσαντες, προσπίπτουσι κραυγάζοντες· Μέγας Θεὸς Γρηγορίου, ὁ τοῦτον δείξας φωστῆρα.

ΓΡΗΓΟΡΙΟΥ ΑΡΜΕΝΙΑΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Εἰδὼς τό, Γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου, Θεοῦ καλοῦντος, γρηγορῶν ὤφθης Πάτερ, Ἀρμενίης μεγάλης θάνε Γρηγόριος τριακοστή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς, καὶ ἑτέρων λβ' Ὀσιομαρτύρων γυναικῶν καὶ παρθένων. Ἤλγει σπαθισμοῖς οὐδαμῶς Ῥιψιμία, Ἄπειρα τούτοις ἀνταριθμοῦσα στέφη. Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι. Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει. Τιμᾷ Τριάς, δεκὰς σε τριπλῆ Μαρτύρων, Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἑβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν. Τέθνηκεν, ἀνδρῶν ἑβδομηκοντὰς ξίφει, Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις. Δυὰς γυναικῶν, ἀρεταῖς τεθραμμένων, Ἀθλητικῷ τμηθεῖσα κοσμεῖται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Μάρτυ...

ΑΝΤΡΟΝ ΣΕ ΔΕΔΕΚΤΑΙ ΣΟΦΕ, ΤΟΝ ΔΕΞΑΜΕΝΟΝ ΠΗΓΗΝ

Ἄντρον σε δέδεκται σοφέ, τὸν δεξάμενον πηγὴν τὴν θεόσδοτον, τερατουργήσαντος, τοῦ θείου πάλαι Πατρὸς Χαρίτωνος, μωσαϊκῶς Κυριακέ, καὶ τεῖχος ἀκράδαντον, τῇ ποίμνῃ γέγονας, τῇ ἐκείνου φρουρὸς ἀσφαλέστατος. Τῆς ὄντως ἔρωτι ζωῆς, τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἀράμενος, τὸν βίον Κυριακέ, μελέτην ἔθου θανάτου· ὅθεν καὶ νῦν, πρὸς τὴν ἀγήρω μεταστάς, τρυφὴν τὴν ἀκήρατον, τοῖς οὐρανίοις χοροῖς, ἐν φωτὶ περὶ Θεὸν συγχορεύεις ἀεί. Ἤστραψας αἴγλῃ πυρωθείς, τῇ τοῦ Πνεύματος καὶ ὤφθης ταῖς ὕπερθεν, χοροστασίαις φαιδρός, ἀλλ' αὔγασόν μου τὸν νοῦν Μακάριε, τῷ νοερῷ καὶ τριφεγγεῖ, φωτὶ τῆς Θεότητος, ταῖς ἱκεσίαις σου, καὶ παθῶν με καὶ πταισμάτων διάσωσον. Στεφθέντες τῷ νικητικῷ, διαδήματι Χαρίτων θεσπέσιε, Κυριακέ τε μάκαρ, καὶ παρεστῶτες τῷ ἐν ὑψίστοις Θεῷ, ποίμνην ἰδίαν πατρικῶς, κινδύνων λυτρούμενοι, νῦν ἐποπτεύετε, ἐορτάζουσαν ὑμῶν τὰ μνημόσυνα.

ΡΟΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ, ΗΡΔΕΥΣΑΣ

Ῥοαῖς τῶν δακρύων, ἤρδευσας Μακάριε τὴν ἱερὰν σου, κατανύξει θείᾳ ψυχήν, καὶ πολύκαρπον ἔδειξας μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Ὁ Θεσβίτης πάλαι, αὐχμῷ κατεξήρανεν ὄμβρων ψεκάδας· ὑετοῦ δὲ χύσιν, ἐν ἀκμῇ κατήγαγες θέρους σὺ Μάκαρ· Εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Σὺ τῶν κακοδόξων, τὴν ἀπάτην ἤλεγξας τοῦ Ὠριγένους, γενναίοις ἀγῶσι, μαθητῶν τοῦ λήρου τε καὶ μυθολόγου· Εὐλογεῖτε μέλπων, εὐσεβῶς τὸν Κύριον πᾶσα ἡ κτίσις, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Τῆς Τριάδος λίαν, εὐσεβῶς ἐδίδαξας Πάτερ οὐσίαν, τρισὶν ἐν ἡλίοις, ὥσπερ μίαν αἴγλην τε καὶ λαμπηδόνα· Εὐλογεῖτε λέγων, εὐσεβῶς τὸν Κύριον πᾶσα ἡ κτίσις, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

ΤΟΥ ΑΔΑΜ ΠΑΡΘΕΝΕ

Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μεν ὤφθης θυγάτηρ, τοῦ Θεοῦ δὲ Μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ΝΟΜΩΝ ΚΑΙ ΛΟΓΩΝ ΘΕΟΠΝΕΥΣΤΩΝ, ΚΑΤΕΓΛΥΚΑΝΕ

Νόμων καὶ λόγων θεοπνεύστων, κατεγλύκανε τὸν λάρυγγα μελέτῃ, ὑπὲρ μέλι ὁ σός, πιστότατος θεράπων· Εὐλογητὸς εἶ Κύριε, μελῳδῶν εἰς τοὺς αἰῶνας. Μάκαρ θεσπέσιε προσάγοις, τοὺς ὑμνοῦντάς σε Θεῷ κεκαθαρμένους, ἐξ ἰλύος παθῶν, πρεσβείαις σου βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὅλην τοῦ Πνεύματος τὴν χάριν, εἰσῳκίσατο Χριστέ· σοῦ ἐραστὴς γάρ, τοῦ ἀφράστου φωτός, ὁλόψυχος ὑπῆρχε, Κυριακὸς κραυγάζων σοι, ὁ Θεὸς εὐλογητὸς εἶ. Ἵνα λεόντων διαδράσῃ, τὴν ὠμότητα Δανιὴλ ἐδοξάσθη, ὑπουργοῖς δὲ αὐτοῖς, ἐκέχρηστο προστάσσων, Κυριακὸς κραυγάζων σοι, ὁ Θεὸς εὐλογητὸς εἶ. Πράξει προσθεὶς τὴν θεωρίαν, Τρισυπόστατον ἐκήρυξας οὐσίαν, ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πνεύματι κραυγάζων, Κυριακὲ θεόληπτε, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΚΥΡΙΑΚΟΥ ΑΝΑΧΩΡΗΤΟΥ, ΔΑΔΑΣ, ΠΕΤΡΩΝΙΑΣ ...

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ. Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ, Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης. Σκιλλοβόρος δ' ἐννάτῃ μύσεν εἰκάδι Κυριακός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν πεντήκοντα Μαρτύρων τῶν ἐν Παλαιστίνῃ, καὶ τῶν Ἁγίων Μαρτύρων Τρύφωνος, Τροφίμου καὶ Δορυμέδοντος, καὶ τῆς Ἁγίας Μάρτυρος Πετρωνίας. Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία, Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γουδελίας. Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων, Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κασδόου καὶ Κασδόας. Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα, Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δάδα, Γοβδελαᾶ, υἱοῦ Σαβωρίου βασιλέως Περσῶν. Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος, Τὸ πνεῦμα σῴζεις, Μάρτυς Ὑψίστου ...

ΤΑ ΣΤΕΡΝΑ ΠΥΡΟΥΜΕΝΟΣ

Τὰ στέρνα πυρούμενος φλογί, ἀδίκους Ὅσιε ταύτῃ κατέφλεξας, αὐτὸς δὲ ἄφλεκτος ἔμεινας, ἐνεργείᾳ θείου Πνεύματος, καὶ πρὸς εὐσέβειαν λαούς, ψάλλειν διήγειρας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Χριστὸν ἐνεδύσω ἀληθῶς, τὸν πάλαι ἄνθρωπον, ἀπεκδυσάμενος, καὶ ἐθριάμβευσας Ὅσιε, τὸν τοῦ σκότους κοσμοκράτορα, ἐν αἰκισμοῖς μαρτυρικοῖς, μετ' εὐφροσύνης βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Τοῦ Παύλου Χαρίτων ἀψευδῶς, γενόμενος φοιτητής, τοῖς τούτου ἴχνεσιν, ἐπηκολούθησας Ὅσιε, καὶ ἀλείπτης ἐχρημάτισας, τῶν μοναζόντων γεγονώς, πᾶσι κανὼν ἀρετῆς, τοῖς βοῶσι· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

ΧΑΡΙΣ Η ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ

Χάρις ἡ τοῦ Πνεύματος, Χαρίτων Πάτερ σοι λάμψασα, τηλαυγῶς κατεφώτισεν, ἐντεῦθεν ἐμείωσας, τῶν παθῶν τὴν νύκτα, καὶ τῆς ἀπαθείας, ἡμέραν φθάσας καθαρῶς, καθαρωτάτῳ φωτὶ ὡμίλησας, ἐν ᾧ ἐνδιαιτώμενος, μὴ ἐπιλάθῃ Θεσπέσιε, τῶν ἐν πίστει ὑμνούντων σου, ἱερῶς τὰ μνημόσυνα. Χάριν ἐπανθοῦσάν σοι, Χαρίτων φέρων οὐράνιον, ἐπιγείων ἠλόγησας· ἐντεῦθεν ὡς ἄσαρκος, κακουχίαις εἵλου, ζῆν ὡς ἀϊδίου, τρυφῆς χειμάρρουν εὐσεβῶς, περιπολεύειν μέλλων θεόληπτε, καὶ δάκρυσιν ἐξήρανας τὴν θολερὰν πηγὴν Ὅσιε, τῶν παθῶν καὶ κατήρδευσας, ψυχοτρόφους τοὺς στάχυας. Χάριν τῶν ἰάσεων, Χαρίτων θείας ἐκ χάριτος, ἐπαξίως ἀπείληφας· ἐντεῦθεν πνευμάτων σοι, τῶν τῆς πονηρίας, τέτραπται ἡ πλάνη, καὶ νοσημάτων δυσχερῶν, λύμη φυγοῦσα οἴχεται Ὅσιε· πηγάζεις γὰρ ὡς νάματα, τῶν χαρισμάτων τὰ ῥεῖθρά σου, ἀφ' ὧν νῦν ἀρδευόμενοι, ἀνυμνοῦμεν τὴν μνήμην σου.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον

ΑΘΛΗΣΕΙ ΜΕΝ ΤΟ ΠΡΟΤΕΡΟΝ

Ἀθλήσει μεν τὸ πρότερον, καλῶς ἐγγυμνασάμενος, τὸ δεύτερον δὲ ἀσκήσει, δρόμον τὸν θεῖον τελέσας, εἰς οὐρανοὺς ἀνέδραμες, καὶ τῷ Χριστῷ παρίστασαι, Χαρίτων πάτερ Ὅσιε, ὑπὲρ ἡμῶν ἐντυγχάνων, τῶν σὲ θερμῶς ἀνυμνούντων.

ΦΩΤΟΛΑΜΠΕΙΣ ΛΑΜΠΗΔΟΝΑΣ ΕΞ ΟΥΡΑΝΟΥ, ΗΜΙΝ ΕΞΑΠΟΣΤΕΙΛΟΝ

Φωτολαμπεῖς λαμπηδόνας ἐξ οὐρανοῦ, ἡμῖν ἐξαπόστειλον, ταῖς πρεσβείαις σου σοφέ, Ῥωμανὲ θεσπέσιε, τὴν σήν, εὐφημῆσαι ἱερὰν μνήμην ἐν ᾄσμασιν. Ἀπὸ νεότητος ὅλον σὺ τῷ Χριστῷ, σαυτὸν παραθέμενος, ἠκολούθησας αὐτῷ, φεγγοβόλοις λάμψεσι τὸν νοῦν, οὐρανόθεν, Ῥωμανὲ καταστραπτόμενος. Ὡραϊσμένος τῷ κάλλει τοῦ παντουργοῦ, καὶ Ἁγίου Πνεύματος, ὡς ἀστὴρ φωτολαμπής, ἀρετῶν φαιδρότητι σοφέ, ἀνεδείχθης Ῥωμανέ, κόσμου τοῖς πέρασιν.

ΣΥ ΜΟΝΗ ΕΝ ΠΑΣΑΙΣ ΓΕΝΕΑΙΣ

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεονυμφε.

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν. Οὐ τάφος ὁ πρόξενος λήθης, ἐmκαλύψαι ἴσχυσέ σου, Ὅσιε Χαρίτων ἀρετάς· ἡ σὴ γὰρ μνήμη διαιωνίζουσα, ἡλιακῶς ἐξέλαμψεν· ἣν ἐπαξίως μεγαλύνομεν. Δεῦτε τὴν ἐτήσιον μνήμην, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν θεοφόρον πάντες ζηλώσωμεν, καὶ σὺν αὐτῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΧΑΡΙΤΩΝΟΣ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων, Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων. Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Βαρούχ. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων, καὶ αὐταδέλφων, Ἀλεξάνδρου, Ἀλφειοῦ, καὶ Ζωσίμου, καὶ τοῦ Ἁγίου Μάρτυρος Μάρκου τοῦ ποιμένος, καὶ τῶν Ἁγίων Μαρτύρων Νίκωνος, Νέωνος, Ἡλιοδώρου, καὶ τῶν λοιπῶν παρθένων καὶ παίδων. Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου, Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον. Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος, Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ. Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων, Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα. Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια, Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ Ῥωμαίου. Ῥωμαῖός ἐσ...

ΤΡΙΒΟΝ ΔΙΟΔΕΥΣΑΣ ΑΚΛΙΝΩΣ, ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ ΓΕΓΟΝΑΣ

Τρίβον διοδεύσας ἀκλινῶς, τοῦ μαρτυρίου γέγονας, πεπλανημένοις ὁδός, πρὸς θείας καταπαύσεις, παμμάκαρ εἰσάγουσα· ὅθεν σε συνελθόντες, εὐφημοῦμεν Καλλίστρατε πίστει. Ὥσπερ φαεινότατος ἀστήρ, ἑξανατείλας ηὔγασας, θεογνωσίας φωτί, Χριστοῦ τὴν Ἐκκλησίαν, τὸ σκότος δὲ ἤλασας, Μάρτυς τῆς ἀγνωσίας, καὶ τεμένη τῆς πλάνης καθεῖλες. Πάντα πειρασμὸν καρτερικῶς, ὑπενέγκων Καλλίστρατε, διὰ τὴν πάντων ζωήν, θανεῖν οὐ παρῃτήσω· διὸ πρὸς ἀθάνατον, χαίρων λῆξιν μετέβης, καὶ Ἀγγέλων χοροῖς συναγάλλῃ. Ἄνθραξ θείου Πνεύματος πυρί, ὁ ἱερὸς Γυμνάσιος, προσαναπτόμενος, ἐδείχθη καὶ τῆς πλάνης, τὴν ὕλην κατέφλεξε, θαύμασι δὲ δροσίζει, φλεγομένους καύσει παθημάτων.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ, ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ, ΣΤΕΦΑΝΟΥΣ ΕΚΟΜΙΣΑΝΤΟ

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σου τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

ΘΕΟΠΑΡΟΧΩΝ ΜΕΓΕΘΟΣ

Θεοπαρόχων μέγεθος, δωρεῶν καὶ χαρίτων, ὧν περ ἡμᾶς ἠξίωσας, Δέσποτα πανοικτίρμον, τὶς λόγος δύναται φράσαι; ῥεύσαντας γὰρ ἀθλίως, ζωῆς Χριστὲ τῆς κρείττονος, ἐπανήγαγες αὖθις, οὐσιωθείς, ὅλον με τὸν ἄνθρωπον ἐκ Παρθένου, καὶ σώσας ὡς φιλάνθρωπος, καὶ Θεὸς ἐλεήμων.

ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ ΚΑΛΛΙΣΤΡΑΤΕ

Μάρτυς ἀθλητὰ Καλλίστρατε τῆς εὐσεβείας φωτί, φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν ἐβάδισας, ἀκλινῶς τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικήσας πάντα τὰ μηχανήματα, τοῦ πολεμήτορος· ὅθεν εὐφημοῦμεν σε, τὴν ἱεράν, μνήμην σου γεραίροντες, μακαριώτατε. Μάρτυς θέοφρον Καλλίστρατε, λόγον πλουτήσας ζωῆς, πρὸς ζωὴν καθωδήγησας, τοὺς ἀγνοίᾳ πρότερον, ἐν νεκρώσει ὑπάρχοντας· οἳ καὶ θανόντες, προθύμως ἔνδοξε, διὰ τὴν πάντων, ἡμῶν ἀνάστασιν, ζῆν ἀληθέστατα, ἐν Χριστῷ πιστεύονται, μεθ' ὧν ἡμῶν, μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον. Μάρτυς Ἱερὲ Γυμνάσιε, ξίφει τὴν κάραν τμηθείς, τῇ πλημμύρᾳ τοῦ αἵματος, Φαραὼ τὸν δόλιον, ἀληθῶς κατεπόντισας, καὶ νῦν πηγάζεις, πᾶσιν ἰάματα, τοῖς τῷ ναῷ σου, πίστει προστρέχουσι, καὶ τοὺς ἀγῶνάς σου, ἐν αὐτῷ γεραίρουσι, καὶ τὴν σεπτήν, μνήμην σου μακάριε, πανηγυρίζουσιν. Πρὸ τοῦ τιμίου Σταυροῦ σου, φοβερὸς ὁ θάνατος τοῖς ἀνθρώποις, μετὰ τὸ ἔνδοξον πάθος, φοβερὸς ὁ ἄνθρωπος τῷ θανάτῳ, οὕτως ἐνίσχυσεν ὁ Ἀθλοφόρος, οὕτω κατήργησεν πᾶσαν τοῦ ἐχθροῦ τὴν δύ...

ΙΑΣΙΝ ΠΑΣΙΝ Η ΣΟΡΟΣ

Ἴασιν πᾶσιν ἡ σορός, τῶν λειψάνων σου πηγάζει τοῖς χρῄζουσι, Μάρτυς Καλλίστρατε, καὶ πάθη παύει ὄντως δυσίατα, καὶ ἀπελαύνει πονηρῶν, πνευμάτων σκοτόμαιναν, τοῦ θείου Πνεύματος, ἐνεργείᾳ καὶ δυνάμει καὶ χάριτι. Ὤφθητε Μάρτυρες Χριστοῦ, ὡς θεόπλοκος σειρὰ ἐξαρτώμενοι, ἀλλήλων χάριτι, καὶ πρὸς τὸ ὕψος ἐπανατρέχοντες, καὶ ἁγιάζοντες τὴν γῆν, τῷ λύθρῳ τοῦ αἵματος· διὸ τὴν μνήμην ὑμῶν, ἑορτάζομεν πιστῶς εὐφραινόμενοι. Στέφανον εἴληφας σαφῶς, ἀμαράντινον καὶ δόξαν οὐράνιον, καὶ ἀγαλλίασιν, καὶ εὐφροσύνην πέρας οὐκ ἔχουσαν, καὶ βασιλείαν οὐρανῶν θέοφρον Καλλίστρατε, σὺν τοῖς συνάθλοις σου, μεθ' ὧν μέμνησο ἡμῶν πρὸς τὸν Κύριον. Ἡ θεία μνήμη τοῦ σοφοῦ, Καλλιστράτου Γυμνασίου τε σήμερον, καὶ τῶν συνάθλων αὐτῶν, ἡλίου πλέον ἑξανατείλασα, φωτιστικαῖς μαρμαρυγαῖς, φωτίζει τὰ πέρατα, ὧν ταῖς πρεσβείαις Χριστέ, κατακρίσεως ἡμᾶς ἐλευθέρωσον.

ΛΑΜΠΡΥΝΘΕΙΣ ΩΣ ΧΡΥΣΙΟΝ

Λαμπρυνθεὶς ὡς χρυσίον, τῷ πυρὶ τῶν βασάνων, τῶν παθημάτων Χριστοῦ, ἐκσφράγισμα ἐδείχθης, καὶ νῦν ἐναπετέθης, θησαυροῖς θείοις Ἔνδοξε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ. Λιπανθεὶς τοῖς βασάνοις, ξίφος ὤφθης παμμάκαρ, οὐρανοχάλκευτον, συγκόπτων ἀοράτων, τάς φάλαγγας δαιμόνων, καὶ κραυγάζων Καλλίστρατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἰσχυρὸς ἀπεφάνθης, κατὰ τῆς ἀσεβείας, Μάρτυς Καλλίστρατε, ἰσχύϊ τῆς Τριάδος, ἧς νῦν ταῖς λαμπηδόσιν, ἐκβοᾷς φωτιζόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Σταθηρᾷ διανοίᾳ, τὸν Χριστὸν ἀγαπήσας, Μάρτυς Γυμνάσιε, σὺν πᾶσιν ὁμοζήλοις, ἐτύθης ἀναμέλπων, εὐχαρίστως θεόπνευστε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ΜΗ ΕΠΙΘΥΣΑΣ ΟΛΩΣ ΓΛΥΠΤΟΙΣ ΘΕΟΙΣ, ΚΑΘΑΡΑ

Μὴ ἐπιθύσας ὅλως γλυπτοῖς θεοῖς, καθαρὰ θυσία προσηνέχθης Θεῷ, ὑπὲρ ἡμῶν τῷ τυθέντι, Μάρτυς ἀθλοφόρε Καλλίστρατε. Ἐστολισμένος χλαῖναν ἐξ ἱερῶν, βεβαμμένην Μάρτυς ὄντως αἱμάτων σου, τῷ βασιλεῖ τῶν αἰώνων, μάκαρ στεφηφόρος παρίστασαι. Γεγυμνωμένος ὤφθη ὁ δυσμενής, σοῦ τὴν θείαν δόξαν, καὶ τῶν σὺν σοι ἀθλητῶν, ἐνδυσαμένων ἐξ ὕψους, βλέπων ἀθλοφόρε Γυμνάσιε.

ΦΩΝΗΝ ΣΟΙ ΤΗΝ ΤΟΥ ΓΑΒΡΙΗΛ

Φωνήν σοι τὴν τοῦ Γαβριήλ, γεγηθότι λογισμῷ ἀνακράζομεν· Χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε λυχνία χρυσῆ καὶ τράπεζα, ὅρος καὶ πύλη νοητή, χαῖρε θεῖον ὄχημα τοῦ Βασιλέως Χριστοῦ, χαῖρε λύσις τῆς ἀρᾶς παντευλόγητε.

ΚΡΑΤΑΙΩΘΕΝΤΕΣ ΠΝΕΥΜΑΤΙΝ

Κραταιωθέντες Πνεύματι, τῷ Ἁγίῳ καθεῖλον, οἱ ἀθλοφόροι Μάρτυρες, τῶν τυράννων τὰ θράση, διὰ Χριστὸν ὑποστάντες, πᾶσαν πεῖραν βασάνων, ὁ πάνσοφος Καλλίστρατος, καὶ Γυμνάσιος ὄντως, ὁ θαυμαστός, μετὰ τῶν συνάθλων, ὧν τὴν φωσφόρον, μνήμην τελοῦντες εὕροιμεν, ψυχικὴν σωτηρίαν.

ΤΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΑΘΛΗΤΗΝ, ΚΑΙ ΜΕΓΑΝ ΣΤΡΑΤΙΩΤΗΝ

Τὸν τοῦ Κυρίου ἀθλητήν, καὶ μέγαν στρατιώτην, καὶ φίλον τῆς Τριάδος, καὶ μύστην τῶν ἀρρήτων, καὶ μιμητὴν τοῦ Ἰησοῦ, ᾄσμασιν ἐν πίστει συνελθόντες οἱ πιστοὶ χαρμονικῶς ὑμνήσωμεν, γεραίροντες αὐτοῦ τὰ παλαίσματα καὶ τάς ἀριστείας, τοὺς πόνους, οὓς ὑπέστη διὰ Χριστὸν τὸν παμβασιλέα, αἰτούμενοι τυχεῖν αὐτοῦ ταῖς πρεσβείαις, τῆς ἀμείνονος ζωῆς τοῦ Παραδείσου, ἔνθα οἱ χοροὶ εὐφραίνονται τῶν κραζόντων· Χαίροις Μαρτύρων τὸ κλέος Καλλίστρατε.

ΩΣΠΕΡ ΑΣΤΡΟΝ ΜΕΓΙΣΤΟΝ

Ὥσπερ ἄστρον μέγιστον, ἔλαμψας κόσμῳ, τάς ἀκτῖνας ἅπασι, τῶν σῶν ἀγώνων ἐφαπλῶν, καὶ τῶν θαυμάτων τοῖς κράζουσι· Χαίροις Μαρτύρων, τὸ κλέος Καλλίστρατε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΑΛΛΙΣΤΡΑΤΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων. Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει, Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων. Εἰς τοὺς ἁγίους μθ' Μάρτυρας Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι, Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν. Εἰκάδι ἑβδομάτῃ Καλλίστρατος ἔνθεν ἀέρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Ἐπιχάρεως. Εὔτολμος Ἐπίχαρις ἦν πρὸς τὸ ξίφος, Συλλήπτορα πλουτοῦσα τὴν θείαν χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Ἡγουμένου γενομένου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Γαϊανῆς. Γαϊανὴ φλεχθῆναι τὰ νῶτα δίδου, Ὡς ἂν φλογίνης ῥομφαίας νῶτα φύγῃς. Τῇ ...

ΥΨΗ ΟΥΡΑΝΙΑ ΕΚΜΑΝΘΑΝΕΙΝ

Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἔρευναν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν ἔστεψεν! οὗ τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

ΑΝΑΡΧΟΥ ΓΕΝΝΗΤΟΡΟΣ, ΥΙΟΣ ΘΕΟΣ ΚΑΙ ΚΥΡΙΟΣ, ΣΑΡΚΩΘΕΙΣ ΕΚ ΠΑΡΘΕΝΟΥ ΗΜΙΝ ΕΠΕΦΑΝΕ

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν». Γευσάμενος βρώσεως, μὴ προσηκούσης θάνατον, ὁ Ἀδὰμ ἐκ τοῦ ξύλου πικρῶς ἐτρύγησε, ξύλῳ δὲ παγεὶς ὁ Υἱός σου, τὸν γλυκασμὸν τῆς ἀθανασίας, ἐπήγασεν Ἄχραντε· διὰ τοῦτό σε γεραίρομεν. Βασίλισσα πέφυκας, τὸν Βασιλέα Κύριον, ὑπὲρ λόγον τεκοῦσα τὸν διαλύσαντα, ᾍδου τὰ βασίλεια Κόρη, ὃν ἐκτενῶς, δυσώπει τῆς ἄνω, βασιλείας ἅπαντας, ἀξιῶσαι τοὺς τιμῶντας σε. Ἀγάθυνον Δέσποινα, τὴν ταπεινὴν καρδίαν μου, ἡδονῶν κακωθεῖσαν ταῖς ἐπικλύσεσιν, ὡς τὸν ἀγαθὸν τετοκυῖα, καὶ ἀγαθὴ ὑπάρχουσα ὅλη, καὶ πρὸς μετανοίας με, ἀγαθὰς πύλας εἰσάγαγε.

ΚΑΜΙΝΟΣ ΠΟΤΕ, ΠΥΡΟΣ ΕΝ ΒΑΒΥΛΩΝΙ

«Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Ζήλου τὰ καλά, κακῶν μακρυνομένη, δι' ἐμμελείας θείων πράξεων, ψυχή μου πρεσβεύουσαν, ὑπὲρ σοῦ τὴν Θεομήτορα, καὶ πάντων ἀκαταίσχυντον, ἔχουσα προστασίαν, ὡς συμπαθῆ καὶ φιλάνθρωπον. Ἔλυσας δεσμοῦ, τῆς πάλαι καταδίκης, Θεοκυῆτορ τὸ ἀνθρώπινον· ὅθεν ἱκετεύω σε, διαλῦσαι πάντα σύνδεσμον, κακίας τῆς καρδίας μου, Ἄχραντε συνδεσμοῦσα, θείᾳ στοργῇ με τοῦ κτίσαντος. Δόξης τοῦ Πατρός, ἀπαύγασμα, τεκοῦσα, τὴν ἀδοξίᾳ σκυθρωπάζουσαν πταισμάτων καρδίαν μου, Θεοτόκε καταφαίδρυνον, καὶ δόξης με ἀνάδειξον, μέτοχον ἀϊδίου, ὅπως ἐν πίστει δοξάζω σε.

ΩΣΠΕΡ ΑΣΤΡΑΠΗ, ΦΩΤΟΣ ΔΙΕΡΧΟΜΕΝΗ, ΤΗ ΟΙΚΟΥΜΕΝΗ ΜΑΚΑΡ ΕΦΑΝΑΣ, ΑΓΝΕΙΑΣ

Ὥσπερ ἀστραπή, φωτὸς διερχομένη, τῇ οἰκουμένῃ Μάκαρ ἔφανας, ἁγνείας λαμπρότητι, παρθενίας τε φανότητι, καὶ εὐσεβείας δόγμασι, κόσμον καταλαμπρύνων, ἠγαπημένε Χριστῷ τῷ Θεῷ. Σῶμα καὶ ψυχήν, καὶ νοῦν κεκαθαρμένος εὐηγγελίσω τὸ οὐράνιον, Χριστοῦ Εὐαγγέλιον, καὶ Ἀγγέλοις ὁμοδίαιτος, ἐν οὐρανοῖς γενόμενος, κράζεις νῦν· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον. Ἄγαλμα φαιδρόν, ἀνάθημά τε θεῖον, ἐπουρανίου ναοῦ γέγονας, καὶ θρόνου αἰσθήσεως, καὶ σοφίας ἐνδιαίτημα, θεολογίας ὄργανον, μέλπων, Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.

ΤΗΝ ΒΡΟΝΤΗΝ ΤΗΝ ΔΙΗΧΗΣΑΣΑΝ ΕΙΣ ΑΠΑΝΤΑ

Τὴν βροντὴν τὴν διηχήσασαν εἰς ἅπαντα, τὰ πέρατα ὑμνήσωμεν, τὸν Θεολόγον, δι' οὗ πᾶσα ὄντως ἀκοή, ἐμβρόντητος ἤρθη ἀπὸ γῆς, καὶ μεγαλύνεται Χριστός, ὁ τοῦ παντὸς Ποιητής. Ἡ περίβλεπτος τοῦ οἴκου σου εὐπρέπεια, πᾶσαν φαιδρύνει ἔννοιαν, ἐν ᾧ πάντοτε ἀθροιζόμενοι θεοπρεπῶς, ὑμνοῦμεν τὸν πάντων Ποιητήν, καὶ εὐφημοῦμέν σε πιστῶς, ὄντα προστάτην ἡμῶν. Φωτοβόλον ὡς ἀστέρα σε γινώσκοντες, ταῖς σελασφόροις λάμψεσι, σου φωτίζεσθαι, μαθητὰ δεόμεθα Χριστοῦ, ῥυόμενοι σκότους τῶν παθῶν, καὶ πειρασμῶν παντοδαπῶν τῇ μεσιτείᾳ σου.

ΠΑΝΑΧΡΑΝΤΟΥ ΣΥΛΛΗΨΙΝ

Πανάχραντον σύλληψιν, ἄφθορον τόκον, σὺ μόνη ὑπέδειξας, παρθένος διαμείνασα· Θεὸν γὰρ συνέλαβες, τὸν ἐπὶ πάντων Ἁγνή, ἄνθρωπον γενόμενον πιστῶν, πρὸς σωτηρίαν καὶ ἀπολύτρωσιν.

ΤΗ ΘΕΙΑ ΛΑΜΠΟΜΕΝΟΣ ΦΩΤΟΧΥΣΙΑ

Τῇ θείᾳ λαμπόμενος φωτοχυσίᾳ, τὸ Πνεῦμα τὸ Ἅγιον, τρανῶς ἐθεολόγησας, τὸ ἐκπορευόμενον ἐκ τοῦ ἀνάρχου Πατρός, καὶ ἀναπαυόμενον Υἱῷ, ἀνεκφοιτήτως ὡς ὁμοούσιον. Ἐν σοὶ Μάκαρ ἔθετο δικαιοσύνης, ὁ ἥλιος σκήνωμα, οὐρανὸν ἀεικίνητον, ὁ σὲ ἐργασάμενος, καὶ θεολόγῳ σου, γλώττῃ κηρυττόμενος Χριστός, ἠγαπημένε ὁ ὑπερένδοξος. Ῥημάτων ἡ δύναμις, ὁ θεῖος φθόγγος, τῶν σῶν ἐξελήλυθε, Παμμάκαρ ἀξιάγαστε, καὶ τὸ ὑπερκόσμιον σου Εὐαγγέλιον, πᾶσαν περιέλαβε τὴν γῆν, τῇ τῶν δογμάτων μεγαλειότητι.

Η ΜΕΤΑΣΤΑΣΙΣ ΤΟΥ ΑΓΙΟΥ, ΕΝΔΟΞΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΘΕΟΛΟΓΟΥ, ΙΩΑΝΝΟΥ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ Μετάστασις τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Θεολόγου, Ἰωάννου τοῦ Εὐαγγελιστοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου, καὶ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ, Φίλου, Ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου. Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ, Πάντων μαθητῶν Ἠγαπημένε πλέον. Πρός γε Θεὸν μετέβη βροντῆς παῖς εἰκάδι ἕκτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΝ ΣΟΙ ΜΗΤΕΡ ΑΚΡΙΒΩΣ

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Εὐφροσύνη, τὸ πνεῦμά σου.

ΜΗΤΕΡ ΟΣΙΑ, ΕΥΦΡΟΣΥΝΗ ΑΞΙΑΓΑΣΤΕ, ΤΗΝ ΟΝΤΩΣ ΕΥΦΡΟΣΥΝΗΝ

Μῆτερ Ὁσία, Εὐφροσύνη ἀξιάγαστε, τὴν ὄντως εὐφροσύνην ἐπιποθήσασα, τὴν ταύτην προξενοῦσαν ὥδευσας τρίβον· πλούτου ἠλλάξω γάρ, πτωχείαν πολλήν, σαρκικοῦ μνηστῆρος, τὸν ζῶντα εἰς αἰῶνας, τρυφῆς ῥεούσης, τὸ ἐγκρατές, τῆς ἀναπαύσεως, πόνους τοὺς ἐν ἀσκήσει, τὴν ὑπερκόσμιον ζωὴν τὴν ἐν τῷ κόσμῳ, ἧς καὶ ἐπέτυχες φρονίμοις σὺν Παρθένοις, διατηρήσασα τὴν σὴν λαμπάδα ἄσβεστον, καὶ νυμφῶνος ἀξιωθεῖσα, ὡς παρθένος, ὡς νύμφη Χριστοῦ πανεύφημε. Ῥείθροις δακρύων, ἀρδευθεῖσα τὴν διάνοιαν, εὐθήνησας ἀσκήσει, τοὺς ἐναρέτους καρπούς, ἄμπελος καθάπερ ὡραιοτάτη, ἤνεγκας βότρυας ὡραίους σεμνή, ὧν τοῦ θείου γλεύκους, σαφῶς ἐμφορηθέντες, τὰ αἰσθητήρια τῆς ψυχῆς, καταγλυκαίνομεν ὄντως σοῦ τῇ μιμήσει, καὶ εὐφραινόμεθα τὴν θείαν εὐφροσύνην, μέθην ὠθούμενοι τὴν ἐκ τῆς ἁμαρτίας, βοῶντες· Πάνσεμνε, Χριστὸν δυσώπει πάντοτε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν εἰρήνην καὶ μέγα ἔλεος. Θέαμα ξένον, καὶ τῇ φύσει δυσπαράδεκτον! πῶς ἔλαθες τῆς Εὔας τοῦ παλαιοῦ πτερνιστοῦ, δεινὰς μηχανουργίας, μέσον ἀνδρῶν, κατασκηνώσα...

ΙΕΡΑΝ ΠΑΝΗΓΥΡΙΝ

Ἱερὰν πανήγυριν, μοναζόντων δῆμος συγκροτεῖ, τὴν μνήμην σου ἐκτελῶν τὴν θεολαμπῆ· χορὸς ἐπαγάλλεται, μοναζουσῶν· ὤφθης γὰρ σεμνή, πάντων ἀγλάϊσμα, Εὐφροσύνη ἀξιάγαστε. Ὡς σεπτὸν ἀνάθημα, οὐρανίου γέγονας ναοῦ, ὡς κρίνον ἐν ταῖς αὐλαῖς, ἤνθησας Θεοῦ, ὡς ῥόδον ἡδύπνοον, προσηνέχθης τῷ Παμβασιλεῖ, μύρον ὡς τίμιον, Εὐφροσύνη παμμακάριστε. Σεαυτὴν ἐφαίδρυνας, ἀρετῶν σου κόσμῳ φωτεινῷ, καὶ ἤχθης πρὸς νοητὸν θάλαμον ἁγνή, καὶ νῦν τὸ ἀμήχανον, κατανοεῖς, κάλλος τοῦ Χριστοῦ, καὶ τῆς θεώσεως, ἀπολαύεις τελεώτερον. Ἡ ἁγία μνήμη σου, ἁγιάζει σήμερον πιστούς, πηγάζουσα φωτισμὸν ἁγιαστικόν, ἐν ᾗ δυσωποῦμεν σε, ὡς ἐκλεκτὴν νύμφην τοῦ Χριστοῦ, σῷζε πρεσβείαις σου, Εὐφροσύνη τοὺς τιμῶντας σε.

ΕΞΕΣΤΗ ΕΠΙ ΞΕΝΩ ΚΑΙ ΦΟΒΕΡΩ

Ἐξέστη ἐπὶ ξένῳ καὶ φοβερῷ, τεραστίῳ τῷ νῦν τελεσθέντι γῆ, καὶ οὐρανός, ὅτι πρὸς αἰθέριον ἁρπαγήν, ἀπὸ λαοῦ θεόφρονος, τὸ νήπιον ἤρθη τὸ τὴν ᾠδήν, μεμυσταγωγημένον, τοῦ Τρισαγίου μέλους, δι' οὗ ἀθάνατος ὑμνεῖται Θεός. Ἐκσπάσας σε ἰλύος βιωτικῆς, ὁ νυμφίος ὁ σὸς Εὐφροσύνη σεμνή, εἰς τὴν στερράν, πέτραν προσταγμάτων τῶν ἑαυτοῦ, ἔστησε καὶ κατεύθυνε, σοῦ τὰ διαβήματα προφανῶς, εἰς πρᾶξιν ἐναρέτου, καὶ σεμνῆς πολιτείας, καὶ κατεσκήνωσεν εἰς θείας αὐλάς. Ἀσκήσεως τὸν δρόμον τὸν εὐκλεῆ, διανύσασα σθένει τοῦ Πνεύματος, καὶ σεαυτήν, τέμενος τελέσασα θεϊκόν, τὴν εὐφροσύνην εἴληφας, τὴν διηνεκῆ τε καὶ καθαράν, τοῦ κάλλους τοῦ νυμφίου, ἀεὶ κατατρυφῶσα, ὦ Εὐφροσύνη παμμακάριστε.

ΝΕΟΝ ΩΣ ΒΡΕΦΟΣ ΤΕΤΟΚΑΣ

Νέον ὡς βρέφος τέτοκας, τὸν Πατρὶ καὶ τῷ Πνεύματι, ἄχραντε Παρθένε, συμφυῶς νοούμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν οἱ γενναῖοι Μάρτυρες, καθομολογοῦντες, ἱερῶς ἐναθλοῦσι, μεθ' ὧν σε Παναγία, μακαρίζουσι πίστει, λαοὶ φυλαὶ καὶ γλῶσσαι, εἰς πάντας τοὺς αἰῶνας.

ΕΠΙ ΤΩ ΠΥΡΓΩ ΠΑΛΑΙ ΜΕΝ, ΤΗΣ ΧΑΛΑΝΗΣ ΣΥΝΕΧΕΑΣ, ΓΛΩΣΣΑΣ ΤΩΝ ΚΑΚΩΣ

Ἐπὶ τῷ πύργῳ πάλαι μέν, τῆς Χαλάνης συνέχεας, γλώσσας τῶν κακῶς, ὁμονοούντων Κύριε, καὶ νῦν ἐστηλίτευσας, τάς γλωσσαλγίας τῶν δυσσεβῶν, ἐπὶ βλασφημίᾳ, συμφωνούντων ἀθέσμῳ, ἐν γλώσσῃ ψελλιζούσῃ, αἰθερίου ἀρθέντος, νηπίου παραδόξως, εἰς θάμβος τῶν ὁρώντων. Ἀσκητικοῖς παλαίσμασι, τὸν ἐχθρὸν κατεπάτησας, καὶ ἠγαλλιάσθης, ἀληθῶς τῷ πνεύματι, ἐντεῦθεν ἀΐδιος, σὲ εὐφροσύνη πάνσεμνε, Κόρη ὑπεδέχθη, τὰ βραβεῖα τῆς νίκης, κατέχουσαν καὶ πίστει, τὸν Σωτῆρα βοῶσαν, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μέσον ἀνδρῶν κατῴκησας, τὴν ἁγνείαν φυλάττουσα, καὶ συντηρουμένη, μηχαναῖς τοῦ ὄφεως, ἀπήμων ἀκράδαντος, τοῦ Θεοῦ σε σκεπάζοντος, καὶ διατηροῦντος, τῇ οἰκείᾳ δυνάμει, καὶ πᾶσι προδεικνύντος, τῆς ψυχῆς σου τὴν αἴγλην, καὶ γνώμην καὶ ἀνδρίαν, θέοφρον Εὐφροσύνη.

ΕΝ ΕΥΦΡΟΣΥΝΗ ΚΑΙ ΘΥΜΗΔΙΑ

Ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ, τάς ψυχὰς εὐφρανθέντες, ἀναστῶμεν σπουδῇ ἀκοῦσαι λόγον παράδοξον· ὑπερβαίνει γὰρ ἔννοιαν πᾶσαν τὸ διήγημα τοῦτο καὶ καταπλήττει, ὅτι γυνὴ ἐν μέσῳ ἀνδρῶν καταμένουσα, ἐνίκησε τὸν Βελίαρ, καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν, καὶ οὐκ ἐφλέχθη τὸ σύνολον· τὸν Χριστὸν γὰρ ποθοῦσα ἡ ἄσπιλος, μνηστῆρος προσκαίρου κατεφρόνησε.

ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΕΥΦΡΟΣΥΝΗΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου. Τὸ θῆλυ κρύπτεις ἀνδρικῶς Εὐφροσύνη, Καὶ κρυπτὰ τὸν βλέποντα Δεσπότην βλέπεις. Εἰκάδα Εὐφροσύνη κατὰ πέμπτην πότμον ὑπέστη. Εἰς τὸν Ὅσιον Παφνούτιον, τὸν πατέρα αὐτῆς. Στίχοι Μύσας ὁ Παφνούτιος ἐν τῷ σαρκίῳ, Τῷ πνεύματι ζῇ, καὶ θεωρεῖ φῶς μέγα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παφνουτίου. Σταυροῦσι Παφνούτιον οἱ κόσμου φίλοι. Τὸν παντὶ κόσμῳ καὶ πρὶν ἐσταυρωμένον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ μεγάλου σεισμοῦ, ἐν ᾗ τελεῖται ἡ ἐν ἀέρι ἁρπαγὴ τοῦ παιδός. Ἀρθεὶς ἄνω παῖς τὸ τρισύμνητον μέλος, καθὼς νόες ψάλλουσιν, ἀγγέλλει κάτω. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου, Τάττης, καὶ τέκνων αὐτῶν Σαβινιανοῦ, Μαξίμου, Ῥούφου καὶ Εὐγενίου. Πατὴρ ὁ Παῦλος μαρτυρεῖ σὺν τοῖς τέκνοις, Μεθ' ὧν σεαυτὴν Τάττα τάττεις ἐμφρόνως. Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς...

ΡΩΣΘΕΙΣΑ ΚΑΛΛΙΠΑΡΘΕΝΕ, ΤΑΙΣ ΘΕΙΑΙΣ ΕΙΣΗΓΗΣΕΣΙ

Ῥωσθεῖσα καλλιπάρθενε, ταῖς θείαις εἰσηγήσεσι, τοῦ θεοκήρυκος Παύλου, φθαρτὸν μνηστῆρα παρεῖδες, καὶ τούτῳ ἠκολούθησας, Πρωτομάρτυς πολύαθλε, ὦ Θέκλα ἰσαπόστολε· διὸ καὶ νίκης τὸ στέφος παρὰ Χριστοῦ ἐκομίσω.

ΔΕΥΤΕ ΦΙΛΑΘΛΟΙ

Δεῦτε φίλαθλοι, τῶν θηλειῶν τὸ καύχημα, τὴν Πρωτομάρτυρα Θέκλαν, ἐν ὕμνοις τιμήσωμεν· αὔτη γὰρ τὸν ἀντίπαλον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ κατεπάτησε, καὶ τὴν νίκην ἄρασα, ἀξίως ἐστεφανώθη· διὸ δυσωπεῖ ἡ πολύαθλος, τοῦ ῥυσθῆναι κινδύνων, καὶ τῆς μελλούσης κρίσεως, τοὺς ἐν πίστει καὶ πόθῳ τελοῦντας τὴν μνήμην αὐτῆς.

ΑΘΛΗΤΙΚΟΝ ΣΤΑΔΙΟΝ ΣΗΜΕΡΟΝ ΠΡΟΚΕΙΤΑΙ

Ἀθλητικὸν στάδιον σήμερον πρόκειται· λαοὶ χορεύσωμεν, καὶ τὰ ἐν αὐτῷ τελούμενα, παράδοξα πράγματα κατοπτεύσωμεν· ἄσπιλος γὰρ ἀμνάς, πρόκειται σφαγῇ, ὑπὲρ τοῦ σφαγιασθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ καλλιπάρθενος Θέκλα καὶ Θεόνυμφος· διὸ Τριάδος τῇ πίστει, τὴν τῶν τυράννων κατήργησεν ἀθεότητα· καὶ σύν, Ἀγγέλοις χορεύουσα, τῷ Σωτῆρι πρεσβεύει, σωθῆναι τάς ψυχὰς ἡμῶν. Νυμφίον ἔχουσα ἐν οὐρανοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν, νυμφῶνος κατεφρόνησας τοῦ ἐπιγείου καὶ μνηστῆρος, Θέκλα πρώταθλε· ταῖς γὰρ μητρῴαις θωπείαις ἐμφρόνως μὴ πεισθεῖσα, Παύλῳ ἠκολούθησας, ἐπ' ὤμων ἀραμένη τὸ σημεῖον τοῦ Σταυροῦ, καὶ τὸ μὲν πῦρ οὐκ ἐνάρκησας, τῶν δὲ θηρῶν τὴν ὠμότητα, εἰς ἡμερότητα μετέβαλες, φώκας δὲ ἀπενέκρωσας, τῇ ἐν Χριστῷ καταδύσει τοῦ ἁγίου Βαπτίσματος. Ἀλλ' ἐν ἄθλοις γενναίοις διαπρέψασα, μὴ διαλίπῃς πρεσβεύουσα ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου. Ἀναθεῖσα σεαυτὴν παντοδυνάμῳ νεύματι, κρατυνομένη ὡς πρώταθλος τοῦ Χριστοῦ, καὶ τὴν γεώδη καταλείψασα στοργήν, ἀ...

ΤΙΣ ΣΟΥ ΤΟ ΑΗΤΤΗΤΟΝ, Ω ΠΡΩΤΟΜΑΡΤΥΣ

Τὶς σου τὸ ἀήττητον, ὦ Πρωτομάρτυς μὴ θαυμάσῃ; θῆρας νοητοὺς τὰ πάθη γάρ, τῆς ψυχῆς τιθασεύσασα, τὰ ἀκρατῆ θηρῶν ὁρμήματα οὐκ ἐπτοήθης, ἀλλὰ μένεις, ἐν μέσῳ τούτων ἀδιάφθορος. Ἄβατος ἀκρότομος, Θεοῦ προστάξει σοι ἐρράγη, πέτρα θεοφόρῳ Μάρτυρι, λουτρῷ ἀναγεννήσεως, ἐσφραγισμένῃ θείᾳ νύμφῃ, ὡς θάλαμος τῇ φυγάδι, καὶ ἐν ἀγκάλαις ὑπεδέξατο. Ἴασαι Πρωτόαθλε, τοὺς μώλωπας τοὺς τῆς ψυχῆς μου, κόσμῳ τὴν εἰρήνην βράβευσον, τῷ πιστῷ Βασιλεῖ ἡμῶν, κατὰ βαρβάρων δυσμενῶν νέμουσα τρόπαια, καὶ εἰρήνην ταῖς Ἐκκλησίαις σαῖς δεήσεσι.

ΤΗΣ ΠΑΡΘΕΝΙΑΣ ΤΩ ΚΑΛΛΕΙ

Τῆς παρθενίας τῷ κάλλει ἐξέλαμψας, μαρτυρίου στεφάνῳ κεκόσμησαι, ἀποστολὴν πιστεύῃ Παρθένε ὡς ἔνδοξος, καὶ τοῦ πυρὸς μὲν τὴν φλόγα, εἰς δρόσον μετέβαλες, τοῦ ταύρου δὲ τὸν θυμόν, προσευχῇ σου ἡμέρωσας ὡς πρωτόαθλος.

ΕΟΡΤΗΣ ΣΕΒΑΣΜΙΑΣ Η ΕΛΛΑΜΨΙΣ

Ἑορτῆς σεβασμίας ἡ ἔλλαμψις, ὑπερλάμπει φαιδρῶς ὑπὲρ ἥλιον· μαρμαρυγὰς γὰρ φωτὸς ἀπαστράπτουσα, τοῖς πιστῶν ὀφθαλμοῖς ἐνοπτρίζεται· διὸ Ἀγγέλοις συγχορεύοντες, τῷ Σωτῆρι Θεῷ ἀλαλάξωμεν πάντες, βοῶντες αὐτῷ· Ἐμεγάλυνας Σῶτερ τὰ ἐλέη σου, δωρησάμενος δώρημα τέλειον τῷ λαῷ, τὴν Πρωτόαθλον.

ΩΣ ΔΕΣΜΙΩ ΤΩ ΠΑΥΛΩ

Ὡς δεσμίῳ τῷ Παύλῳ, συνεδέθης τῷ πόθῳ, ὦ Παμμακάριστε, ἐν ἅμμασιν ἀλύτοις, τῇ πίστει συμφωνοῦσα, εὐσεβῶς καὶ συμψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Συμπαρέστης τῷ Παύλῳ, πρὸ βημάτων ἀδίκων, ὦ καλλιπάρθενε, καὶ πόθῳ τοῦ Δεσπότου, ἐβόας ἐν ἐκστάσει, τὴν αἰδῶ ἀπορρίψασα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Διὰ πόθον τὸν θεῖον, τῇ καμίνῳ τὸ σῶμα, Μάρτυς ἐκδέδωκας, καὶ τῇ τοῦ ποθουμένου, διέμεινας δυνάμει, ἀκατάφλεκτος ψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὀμβροτόκος νεφέλη, ὑετῷ καὶ χαλάζῃ, τὴν φλόγα σβέσασα, ἐνδίκως καταφλέγει, τοὺς ἄφρονας καὶ σῴζει, μελῳδοῦσαν τὴν Μάρτυρα, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΘΕΚΛΗΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης. Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν, Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι. Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος. Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς, Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ. Μνήμη τοῦ γεγονότος θαύματος παρὰ τῆς Θεομήτορος ἐν τῇ νήσῳ Κυθήρων, ἔνθα ἡ ἐν τοῖς μυρτιδίοις εὑρεθεῖσα εἰκὼν τῆς Θεοτόκου ἤγειρε τὸν παράλυτον. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Η ΠΡΩΗΝ ΟΥ ΤΙΚΤΟΥΣΑ, ΣΤΕΙΡΑ

Ἡ πρώην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι· ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παρρησίᾳ, Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.

ΜΟΛΟΥΝΤΙ ΕΙΣ ΑΓΙΑ, ΤΑ ΤΩΝ ΑΓΙΩΝ ΑΓΙΩΣ

Μολοῦντι εἰς Ἅγια, τὰ τῶν Ἁγίων ἁγίως, ἱερεῖ Προφήτῃ τε, καὶ ἁγίῳ ἅγιος, καθὼς γέγραπται, ἐπιστὰς Ἄγγελος, προσεφώνει λέγων. Εἱσηκούσθη σοῦ ἡ δέησις, καὶ διαλύεται, νῦν τῆς Ἐλισάβετ ἡ στείρωσις, καὶ τέξεται πρεσβῦτά σοι, υἱὸν Ἰωάννην καὶ Πρόδρομον, λύχνον τοῦ Ἡλίου, προφήτην τοῦ Ὑψίστου καὶ φωνήν, τοῦ ἐκ Παρθένου θεόπαιδος, Λόγου ἀνατείλαντος. Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ. Λέγε μοι τρανότατα, κατὰ τὶ γνώσομαι τοῦτο; Αὖθις πρὸς τὸν Ἄγγελον, ὁ μακαριώτατος πρέσβυς ἔφησεν· ὡς ὁρᾷς πλήρης γάρ, ἡμερῶν ὑπάρχω, Ἐλισάβετ στεῖρα πέφυκε. Πῶς οὖν μοι ῥήματα, φθέγγῃ ὑπὲρ φύσιν, ἐξίσταμαι, οὐδόλως ἀληθεύοντα, νῦν ὑπονοῶ σε ὦ ἄνθρωπε. Ἄπιθι, ἐγὼ γάρ, λαοῦ τὴν σωτηρίαν ἐξαιτῶ, οὐχὶ δὲ παῖδα κομίσασθαι, πρᾶγμα δυσπαράδεκτον. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι, καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τάς ἡμέρας ἡμῶν. Θεοῦ Παντοκράτορος, ἐγὼ Ἀρχάγγελος πέλω, Γαβριήλ μοι ὄνομα, τῷ πρεσβύτῃ ἔφησεν ὁ Ἀσώματος, τὸ παρὸν κώφευσον, καὶ σιγὴν ἄσκησον, ἀπιστήσας ἐμοῖς ῥήμασιν. Ἐπὰν δὲ τέκῃ σοι, σάλπιγγα τοῦ ...

ΤΟ ΑΠ' ΑΙΩΝΟΣ ΑΠΟΚΡΥΦΟΝ

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν Πρωτοπλαστον, ἔσωσεν ἐκ θανάτου τάς ψυχὰς ἡμῶν.

ΙΕΡΑΤΕΥΩΝ Ο ΘΕΙΟΣ ΖΑΧΑΡΙΑΣ

Ἱερατεύων ὁ θεῖος Ζαχαρίας, καὶ ἔνδον γενόμενος, τοῦ θειοτάτου ναοῦ, καὶ τοῦ λαοῦ τὰ αἰτήματα, προσαναφέρων, τῷ εὐεργέτῃ καὶ πανοικτίρμονι, θειότατον Ἄγγελον, εἶδε βοῶντα αὐτῷ. Ἡ προσευχὴ καὶ ἡ δέησις, σοῦ εἱσηκούσθη, θάρσει πρεσβῦτα, καὶ μὴ ἀπίστει μοι· ἕξεις γὰρ παῖδα θεῖον Πρόδρομον, γεννητοῖς γυναικῶν ὑπερέχοντα, Ἡλίου ἐν δυνάμει, τοῦ Χριστοῦ προπορευσόμενον. Ξένος μοι φαίνῃ τῇ θέᾳ καὶ τῷ τρόπῳ, ξένος καὶ τοῖς ῥήμασι, καὶ τοῖς μηνύμασιν, ὁ Ζαχαρίας ἀντέφησεν· ἐγὼ γὰρ ἦλθον, τὴν σωτηρίαν λαοῦ αἰτήσασθαι, οὐχὶ δὲ κομίσασθαι, παῖδα ὡς προσφωνεῖς, ἀπ' ἐναντίας εὑρίσκω σε, τῶν αἰτημάτων, καὶ ὑποπτεύω μὴ ἀληθεύειν σε· πῶς γὰρ ὃ λέγεις πιστωθήσεται; Ἐλισάβετ τὰ μέλη νενέκρωται, καὶ ἐμοῦ δὲ τὸ γῆρας, δυσπιστίαν νῦν τεκμαίρεται. Τὶ ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία, ψευδῆ εὐαγγέλια, λέγων κομίζειν με; Θεοῦ Ἀρχάγγελος πέφυκα, ἃ προσετάχθην, ταῦτα σοι λέγω σὺν σοὶ ἱστάμενος, ἐπεὶ δὲ ἠπίστησας, καὶ οὐκ ἐπίστευσας, ἔσῃ κωφεύων καὶ ἄλαλος, ἕως ἂν ἴδῃς, ἐμῶν ῥημάτων τὴν θείαν ἔκβασιν. Ἐπ...

ΕΚ ΣΤΕΙΡΕΥΟΥΣΗΣ ΣΗΜΕΡΟΝ ΝΗΔΥΟΣ

Ἐκ στειρευούσης σήμερον νηδύος, καρπὸς προσευχῆς ἀνεβλάστησεν, Ἰωάννης ὁ Πρόδρομος. Ἀγάλλου ἡ ἔρημος, καὶ χόρευε ἡ ἀνθρωπότης, ὁ τῆς μετανοίας κήρυξ, ἰδοὺ ἄρχεται, ἐν κοιλίᾳ μητρικῇ σαρκοῦσθαι. Δεῦτε ἀγαλλόμενοι ἐν τῇ ἐνδόξῳ αὐτοῦ συλλήψει, οἱ φιλέορτοι χορεύσωμεν βοῶντες· ὁ ἐν γεννητοῖς γυναικῶν μείζων ὑπάρχων, μὴ διαλίπῃς πρεσβύειν, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν θείαν σου σύλληψιν, ὅπως εὕρωμεν ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

ΑΠΙΣΤΗΣΑΣ ΜΟΥ ΤΟΙΣ ΡΗΜΑΣΙ ΤΗΝ ΚΩΦΕΥΣΙΝ...

Ἀπιστήσας μου τοῖς ῥήμασι τὴν κώφευσιν, κομίζου προδηλότατα, καὶ τικτομένην ὁπηνίκα, ἴδῃς τὴν φωνήν, τοῦ Λόγου ἀνάλαβε φωνήν· Εὐλογητὸς εἶ ἐκβοών, τοῦ Ἰσραὴλ ὁ Θεός. Τῇ σελήνῃ Ἐλισάβετ προσενούμενος, πολύφωτος ὡς ἥλιος, ὁ Ζαχαρίας σελασφόρον λύχνον τοῦ φωτός, ἐκτέτοκε φαίνοντα ἡμῖν, τοῖς ἐν τῷ σκότει τῶν παθῶν, κατασχεθεῖσι δεινῶς. Τοῖς σκιρτήμασιν ὡς ῥήμασι χρησάμενος, Χριστοῦ ὁ μέγας Πρόδρομος, προσεκύνησεν ἐν νηδύϊ σε Παρθενικῇ, αὐτὸς βασταζόμενος γαστρί, τῆς Ἐλισάβετ Ἰησοῦ, ὁ τῶν Πατέρων Θεός.

ΕΥΦΡΑΙΝΕΤΑΙ ΛΑΜΠΡΩΣ, ΖΑΧΑΡΙΑΣ Ο ΜΕΓΑΣ ΚΑΙ Η ΠΑΝΕΥΚΛΕΗΣ

Εὐφραίνεται λαμπρῶς, Ζαχαρίας ὁ μέγας καὶ ἡ πανευκλεής, Ἐλισάβετ ἡ σύζυξ, ἀξίως συλλαμβάνουσα, Ἰωάννην τὸν Πρόδρομον, ὂν Ἀρχάγγελος εὐηγγελίσατο χαίρων, καὶ οἱ ἄνθρωποι, ἀξιόχρεως τιμῶμεν, ὡς μύστην τῆς χάριτος.

ΤΟ ΙΕΡΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΑΝΑΠΤΥΞΩΜΕΝ, Ο ΛΟΥΚΑΣ

Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ Ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.

Η ΣΥΛΛΗΨΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ, ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Ἡ Σύλληψις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ ἁγίου καὶ ἐνδόξου προφήτου Προδρόμου, καὶ Βαπτιστοῦ, Ἰωάννου. Ἀνδρὶ Προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου, Τεκεῖν προφήτην, καὶ Προφήτου τι πλέον. Εἰκάδῃ τῇ τριτάτῃ γαστὴρ λαβὲ Πρόδρομον εἴσω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου, Ἰωάννου, Πέτρου καὶ Ἀντωνίου, τῶν ἐν Ἀφρικῇ τελειωθέντων. Ὑπὲρ νυγέντος πρὶν μιᾷ λόγχῃ Λόγου, Λόγχαις νυγείς, ἤνεγκε διτταῖς Ἀνδρέας. Ἔχθραν πλάνῃ θείς, καὶ σφαγείς, Ἰωάννης, Σφάττει τὸν ἐχθρόν, καὶ σὺν αὐτῷ τὴν πλάνην. Ἀντώνιος καὶ Πέτρος, ὡς στερραὶ πέτραι, Πρὸς τάς μεληδὸν ἐκκοπὰς ἐκαρτέρουν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ῥαΐδος τῆς παρθένου. Ποθοῦσα κάλλος ἡ Ῥαῒς Θεοῦ βλέπειν, Σαρκὸς τὸ κάλλος ἐκδίδωσι τῷ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων γυναικὼν Ξανθίππης καὶ Πολυξένης τῶν αὐταδέλφων. Τάς συγγόνους Ξανθίππην καὶ Πολυξένην, Χοροὶ συνοίκους λαμβάνουσιν Ἀγγέλων. ...

ΤΟΝ ΑΡΧΟΝΤΑ ΔΙΕΛΑΘΕΣ

Τὸν ἄρχοντα διέλαθες, τῆς αἰσχύνης καὶ τοῦτον, ἐν φιλοσόφῳ σχήματι, ἐναπέδειξας ἄνουν, παρθένος οὖσα τὴν ψυχήν, καὶ τὸ σῶμα γέγονας, ἀνὴρ φρονήσει καὶ πίστει, Εὐφροσύνη Ὁσία, τῶν παρθένων καλλονή, μοναζουσῶν ὡραιότης.

ΘΥΜΟΝ ΤΥΡΑΝΝΩΝ, ΟΥΚ ΕΔΕΙΛΙΑΣΑΣ ΠΑΝΣΟΦΕ

Θυμὸν τυράννων, οὐκ ἐδειλίασας πάνσοφε, ποίμνης προϊστάμενος δὲ τῆς λογικῆς, ὡς ἀρνίον προσενήνεξαι, τῷ ἀρχιποίμενι, μαρτυρικῶς Φωκᾶ κλεϊζόμενος. Ἐδοκιμάσθης, ὡς ἐν χωνείᾳ Μάρτυς χρυσός, μέσον ἐμβληθεὶς ἀσβέστου φλογοειδοῦς, καὶ μηδόλως φλογιζόμενος· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος. Ὁ θεῖος πόθος, προσαναφλέγων τὴν καρδίαν σου, θείῳ δροσισμῷ σε ἔνδοξε συντηρεῖ, ἐν πυρὶ μὴ δαπανώμενον, τῆς ἀθεΐας δέ, Ἱεράρχα τὴν ὕλην συγκαίοντα.

ΛΥΘΕΝΤΕΣ ΑΡΑΣ, ΔΙΑ ΣΟΥ ΠΡΟΓΟΝΙΚΗΣ

Λυθέντες ἀρᾶς, διὰ σοῦ προγονικῆς θεοχαρίτωτε, καλῶν αἰτίαν σε γινώσκομεν, ὡς τὸν πανταίτιον τέξασαν, Λόγον ὑπὲρ νοῦν τε καὶ λόγον· ὅθεν βοῶμέν σοι Ἄχραντε· Εὐλογημένη εἶ, Θεὸν σαρκὶ κυήσασα.

ΩΣ ΙΕΡΑΡΧΗΝ ΤΙΜΙΟΝ, ΚΑΙ ΑΘΛΗΤΗΝ

Ὡς ἱεράρχην τίμιον, καὶ ἀθλητὴν στερρότατον, ἡ οἰκουμένη προσάγει σοι Κύριε, θεῖον Κοδρᾶτον Ἀπόστολον, καὶ τοῖς ὕμνοις γεραίρει, τὴν σεπτὴν αὐτοῦ μνήμην, αἰτοῦσα πάντοτε, πταισμάτων ἄφεσιν, δωρηθῆναι τοῖς μέλπουσιν, Ἀλληλούϊα.

ΕΣΤΗΡΙΓΜΕΝΟΣ ΝΟΗΤΗΝ, ΕΠΙ ΠΕΤΡΑΝ ΤΗΣ ΨΥΧΗΣ ΕΧΩΝ ΤΑΣ ΒΑΣΕΙΣ

Ἐστηριγμένος νοητήν, ἐπὶ πέτραν τῆς ψυχῆς ἔχων τὰς βάσεις, ὑπεσκέλισας μάκαρ, τοὺς Κυρίου ἐχθρούς, καὶ πάντας Κοδρᾶτε ἐστήριξας, τοὺς ὑπερυψοῦντας, αὐτόν εἰς τοὺς αἰῶνας. Κεκοσμημένην ἀρεταῖς, κεκτημένος τὴν ψυχὴν καὶ τὴν καρδίαν, κατεκόσμησας λόγοις, διδασκαλίας ψυχάς, ἐξαίρων ἀκοσμίαν ἅπασαν, εἰδωλομανίας, εἰς πάντας τούς αἰῶνας. Ὡς μαθητὴς τοῦ Ἰησοῦ, ὡς Ἀπόστολος φαιδρός, ὡς τοῦ Ἡλίου τοῦ τῆς δικαιοσύνης, φωτοφανὴς ἀστραπή, Κοδρᾶτε φωτίσας ἁγίασον, τοὺς ἐπιτελοῦντας, τὴν σὴν ἁγίαν μνήμην.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΩΚΑ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ τοῦ θαυματουργοῦ, τοῦ ἐν λουτρῷ σφοδρῶς πυρωθέντι τελειωθέντος. Φωκᾶ, τὸ λουτρὸν σμήγματος παντὸς δέχου. Λουτρὸν γὰρ ἦν ἀγῶνος, οὐ καθαρσίου. Εἰκάδι δευτερίῃ λουτρὸν πέφνεν ἔνδοθι Φωκᾶν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φωκᾶ τοῦ κηπουροῦ. ᾜδει χάριν σοι, σοῦ χάριν θνῄσκων Λόγε, Φωκᾶς ὁ Μάρτυς τῷ διὰ ξίφους τέλει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσαάκ, καὶ τοῦ Ἁγίου Μαρτίνου. Χριστοῦ τὸ θάρσος ἐμπνέοντος ὑψόθεν, Πρὸς τὴν σπάθην ἔσπευδεν ἐκπνεῖν Μαρτῖνος. Μνήμη τῶν ἁγίων εἴκοσιν ἓξ ὁσιομαρτύρων Ζωγραφιτῶν, τῶν ἐλεγξάντων τοὺς Λατινόφρονας Μιχαὴλ τὸν βασιλέα Παλαιολόγον Η' καὶ τὸν πατριάρχην Ἰωάννην τὸν Βέκκον, ἄνωθεν τοῦ πύργου πυρὶ τελειωθέντων. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Ιάσονα Διγαλάκη

ΤΟΝ ΣΟΦΟΝ ΙΕΡΑΡΧΗΝ

Τὸν σοφὸν Ἱεράρχην τιμήσωμεν, ὡς ποιμένα πιστὸν καὶ διδάσκαλον, ὅτι ἐν τῷ λειμῶνι τῆς ἀθλήσεως, ἐξήνθησε ῥόδον ἱερώτατον, καὶ ἡμᾶς τοὺς πιστοὺς κατεμύρισε, βολαῖς θαυμάτων τε, καὶ πράξεων ἐναρέτων, φωτισμοῦ πληρώσας πᾶσαν γῆν, ἰαμάτων ταῖς λάμψεσιν· ἐθαυμάστωσε γὰρ ὁ Θεὸς τοὺς βοῶντας αὐτῷ, Ἀλληλούϊα.

ΕΣΗΜΕΙΩΘΗ ΕΦ΄ ΗΜΑΣ ΤΟ ΦΩΣ

Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. Ἀλληλουϊα.

ΕΥΛΟΓΕΙΤΕ ΠΑΙΔΕΣ, ΤΗΣ ΤΡΙΑΔΟΣ ΙΣΑΡΙΘΜΟΙ

«Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας». Ὑψουμένου ξύλου, ῥαντισθέντος ἐν αἵματι, τοῦ σαρκωθέντος Λόγου Θεοῦ, ὑμνεῖτε αἱ τῶν οὐρανῶν Δυνάμεις, βροτῶν τὴν ἀνάκλησιν ἑορτάζουσαι· Λαοὶ προσκυνεῖτε Χριστοῦ τὸν Σταυρόν, δι' οὗ τῷ κόσμῳ ἀνάστασις εἰς τοὺς αἰῶνας. Γηγενεῖς παλάμαις, οἰκονόμοι τῆς χάριτος, Σταυρὸν οὗ ἔστη Χριστὸς ὁ Θεός, ὑψοῦτε ἱεροπρεπῶς καὶ Λόγχην, Θεοῦ Λόγου σῶμα ἀντιτορήσασαν. Ἰδέτωσαν ἔθνη πάντα τὸ σωτήριον, τοῦ Θεοῦ δοξάζοντα εἰς τοὺς αἰῶνας. Οἱ τῇ θείᾳ ψήφῳ, προκριθέντες ἀγάλλεσθε, Χριστιανῶν πιστοὶ Βασιλεῖς· καυχᾶσθε τῷ τροπαιοφόρῳ ὅπλῳ, λαχόντες θεόθεν, Σταυρὸν τὸν τίμιον· ἐν τούτῳ γὰρ φῦλα πολέμων, θράσος ἐπιζητοῦντα, σκεδάννυνται εἰς τοὺς αἰῶνας. Ιάσονα Διγαλάκη

ΝΟΤΙΟΥ ΘΗΡΟΣ ΕΝ ΣΠΛΑΓΧΝΟΙΣ

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος, Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

ΕΚΝΟΟΝ ΠΡΟΣΤΑΓΜΑ

«Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ». Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις, ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν· ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο, ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν, εὐγνωμοσύνης κράζοντος· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν· οὗτος γὰρ τοῖς βασιλεῦσι, τροπαιοῦχον κ...

Ω ΤΡΙΣΜΑΚΑΡΙΣΤΟΝ ΞΥΛΟΝ

«Ὦ τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν». Σὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. Ὑποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν· οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. Μαρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Ο ΜΕΤΑ ΤΡΙΤΟΝ ΟΥΡΑΝΟΝ ΑΡΘΕΙΣ

Ὁ μετὰ τρίτον οὐρανὸν ἀρθεὶς ἐν Παραδείσῳ, καὶ ῥήματα τὰ ἄρρητα καὶ θεῖα, ἃ οὐκ ἐξὸν γλώσσαις λαλεῖν, τὶ τοῖς Γαλάταις γράφει, ὡς ἐρασταὶ τῶν Γραφῶν, ἀνέγνωτε καὶ ἔγνωτε. Ἐμοί, φησί, καυχᾶσθαι μὴ γένοιτο, πλὴν εἰ μὴ ἐν μόνῳ τῷ Σταυρῷ τῷ τοῦ Κυρίου, ἐν ᾧ παθών, ἔκτεινε τὰ πάθη. Αὐτὸν οὖν καὶ ἡμεῖς βεβαίως κρατῶμεν τοῦ Κυρίου τὸν Σταυρὸν καύχημα πάντες· ἔστι γὰρ σωτήριον ἡμῖν τοῦτο τὸ ξύλον, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον.

ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΥΨΩΣΕΩΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς ἑορτῆς τῆς Ὑψώσεως, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου, τοῦ ἐν Μαγνησίᾳ. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου. Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας, Τὸν Κοδρᾶτον βάλλουσιν ἄφρονες λίθοις. Εἰκάδι δὲ πρώτῃ Κοδρᾶτος στέφος εὕρατο ἄθλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωνᾶ. Ἀπὸ προσώπου τοῦ Θεοῦ φεύγεις πάλαι, Νῦν δὲ πρόσωπον, Ἰωνᾶ τούτου βλέπεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωνᾶ τοῦ Σαββαΐτου. Ἀφεὶς Ἰωνᾶς ἀστάτου βίου τόπον, Ἑστῶτα καὶ βέβαιον εὑρίσκει τόπον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσεβίου. Εὐσέβιον κτείνουσι δυσσεβεῖς ξίφει, Τὸν εὐσεβῶς βιοῦντα καὶ Χριστοῦ φίλον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐσεβίου, Νεστάβου, καὶ Ζήνωνος. Εὐσέβιος, Νέσταβος, ἀλλὰ καὶ Ζήνων, Δι' εὐσεβῆ θνῄσκουσι πίστιν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ἐπισκόπων Κύπρου Μελετίου καὶ Ἰσακίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τ...

ΠΡΟΔΙΕΤΥΠΟΥ ΜΥΣΤΙΚΩΣ ΠΑΛΑΙ ΤΩ ΧΡΟΝΩ

Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε, σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.

ΑΔΑΜΑΝΤΙΝΕ ΤΗΝ ΨΥΧΗΝ

Ἀδαμάντινε τὴν ψυχήν, πῶς σε κατ' ἀξίαν ἐπαινέσωμεν; τὴν γὰρ φύσιν ὑπερέβης, χρημάτων καὶ παίδων, καὶ τῆς συμβίου στερούμενος, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνὴν τοῦ Ἰὼβ ἐξεβόησας, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν. Οὕτω καὶ ἐγένετο. Ἀλλ' ὃν ἠγάπησας Θεόν, καὶ ὃν θερμῶς ἐπεπόθησας, πάλιν σοι τοὺς φιλτάτους ἐδωρήσατο, συναθλητὰς γενέσθαι σοι προμηθευσάμενος, μεθ' ὧν διὰ ποικίλων βασάνων, τὸ μακάριον τέλος διήνυσας, αὐτοὺς καὶ συμπρεσβευτάς σου λαβόμενος, καρτερόψυχε Εὐστάθιε, δυσώπησον λυτρωθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν.

ΑΝΩΘΕΝ Η ΚΛΗΣΙΣ ΣΟΥ, ΟΥΚ ΑΠ' ΑΝΘΡΩΠΩΝ

Ἄνωθεν ἡ κλῆσίς σου, οὐκ ἀπ' ἀνθρώπων Εὐστάθιε, ἀλλ' αὐτὸς σοι ὀπτάνεται, Χριστὸς ὁ φιλάνθρωπος, καὶ ἀγρεύει μάκαρ, πίστεως δικτύοις, καὶ τῷ Βαπτίσματι αὐτοῦ, ἀποκαθάρας τὰς ἁμαρτίας σου, πρὸς βίου πειρατήριον, ὑπομονὴν σοι προτείνεται, ὁ Δεσπότης καὶ δείκνυσι, νικητὴν διαβόητον. Χαίρων ἐν νεότητι, τῆς ἀρετῆς τὸ γυμνάσιον, ὑπεδέξω Εὐστάθιε, τῶν παίδων στερούμενος, καὶ τῆς σῆς συζύγου, τὴν αἰχμαλωσίαν, ὑπενεγκὼν καρτερικῶς, καὶ ὑπομείνας θητείαν ἄτιμον· ἀλλὰ σε παναοίδιμε, ἡ ἐν πολέμοις ἀνδρία σου, ποθητὸν κατεστήσατο, καὶ λαμπρῶς ἐπανήγαγε. Θεῖον ὡς θυμίαμα, διὰ πυρὸς εὐωδέστατον, καὶ τερπνὸν ὁλοκαύτωμα, θυσία εὐπρόσδεκτος, προσφορά τε ζῶσα, καὶ τελειοτάτη, σὺ προσηνέχθης τῷ Θεῷ, πανοικεσίᾳ καρποφορούμενος· διὸ σε ἡ οὐράνιος, νῦν κατοικία Εὐστάθιε, σὺν τοῖς σοῖς εἰσεδέξατο, καὶ Ἁγίων στρατεύματα.

ΕΝ ΜΕΣΩ ΤΗΣ ΕΔΕΜ, ΞΥΛΟΝ ΗΝΕΓΚΕ ΘΑΝΑΤΟΝ

Ἐν μέσῳ τῆς Ἐδέμ, ξύλον ἤνεγκε θάνατον, ἐν μέσῳ δὲ τῆς γῆς, ξύλον ζωῆς ἐβλάστησε· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, τυχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· διὰ Σταυροῦ γὰρ σῴζει ὁ Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΡΑΠΙΣΜΑΤΑ ΥΠΗΝΕΓΚΑΣ

Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν Μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πανοικτίρμων καὶ φιλάνθρωπος. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τιμῶ σου τὸν Σταυρὸν ἀγαθέ, τοὺς ἥλους καὶ τὴν λόγχην Σωτήρ, δι' ὧν πάντας, ἐλυτρώσω τῆς φθορᾶς, ὡς μόνος ζωοδότης, καὶ πάντων εὐεργέτης, μόνε φιλάνθρωπε Σωτὴρ ἡμῶν. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σταυρῷ προσηλωθεὶς δι' ἐμέ, Σωτήρ μου ὑπεράγαθε, ἐρραπίσθης, καὶ ὑβρίσθης Λυτρωτά, καὶ ὄξος ἐποτίσθης, καὶ λόγχῃ ἐκεντήθης, καὶ πάντα φέρεις ἀναμάρτητε.

ΣΩΣΟΝ ΚΥΡΙΕ ΤΟΝ ΛΑΟΝ ΣΟΥ

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΘΕΙΟΣ ΘΗΣΑΥΡΟΣ ΕΝ ΓΗ ΚΡΥΠΤΟΜΕΝΟΣ...

Θεῖος θησαυρὸς ἐν γῇ κρυπτόμενος, τοῦ Ζωοδότου ὁ Σταυρός, ἐν οὐρανοῖς ἐδείκνυτο Βασιλεῖ εὐσεβεῖ, νίκης κατ' ἐχθρῶν ὑπογραμμὸν δηλῶν νοερόν· ὃν γεγηθὼς πίστει καὶ πόθῳ, θεόθεν ἀναδραμὼν πρὸς θεωρίας ὕψωσιν, σπουδῇ μεγίστῃ ἐκ γῆς λαγόνων ἀνέφηνεν, εἰς κόσμου λύτρον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Διγαλάκης Ιάσων

ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΕΥΣΤΑΘΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου. Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει, Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις Λόγε. Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα βοῒ καύθη. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, Ὑπατίου Ἐπισκόπου, καὶ Ἀνδρέου Πρεσβυτέρου. Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων, Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων, Μαρτίνου Πάπα Ῥώμης, Μαξίμου, καὶ τῶν σὺν αὐτοῖς. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ. Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος, Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτονον. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν Μελετίου, Ἐπισκόπου Κύπρου. Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ· Ὅθεν τελευτᾶν, πῶς ἂν εἴποις; ἠγάπα. Καὶ Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ Αἰγυπτίου. Ὁ ἅγιος ...

ΔΙΟΛΟΥ ΤΑΙΣ ΝΕΥΣΕΣΙ, ΤΑΙΣ ΠΡΟΣ ΤΟ ΘΕΙΟΝ ΚΑΛΛΩΠΙΖΟΜΕΝΟΣ

Διόλου ταῖς νεύσεσι, ταῖς πρὸς τὸ θεῖον καλλωπιζόμενος, ὀβελίσκοις τε μάκαρ, πυρακτωθεῖσι καταφλεγόμενος, καὶ τὰς πλευράς σου ἀδίκως ξεόμενος, ὦ Δορυμέδον, στερρῶς ἐνεκαρτέρησας. Ἰδεῖν ἀφιέμενος, Θεοῦ τὴν δόξαν τὴν ἀνεκλάλητον, ὀφθαλμοὺς ἐπηρώθης, πυρακτωθεῖσι σιδήροις Τρόφιμε, καὶ εὐχαρίστως Κυρίῳ ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἀγάπῃ φλεγόμενοι, σεπτῆς Τριάδος οἱ τρεῖς ἠνύσατε, τοὺς μεγίστους ἀγῶνας, καὶ μυριάσι νῦν συναγάλλεσθε, ἐπουρανίαις· μεθ᾽ ὧν ἡμῶν μέμνησθε, λύσιν πταισμάτων ἀεὶ ἡμῖν αἰτούμενοι.

ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΑ ΕΠΑΘΛΑ

Τῶν Ἁγίων Μαρτυρων τὰ ἔπαθλα, οὐρανῶν αἱ Δυνάμεις ἐθαύμασαν, ὅτι σῶμα θνητὸν περικείμενοι, ἀσωμάτους ἐχθροὺς ἐτροπώσαντο, Σταυροῦ τῇ ἰσχὺϊ κρατυνόμενοι· ὅθεν μακαρίζονται εἰς αἰῶνας, ἱλασμὸν τῶν πταισμάτων αἰτούμενοι ὑπὲρ πάντων ἡμῶν· καὶ γὰρ τιμῶνται αὐτοί, ὡς ἀήττητοι.

ΓΕΓΥΜΝΩΜΕΝΟΙΣ ΣΩΜΑΣΙΝ

Γεγυμνωμένοις σώμασιν, αἰκισμοῖς προσπαλαίοντες, τὸν τῆς ἀφθαρσίας, στολισμὸν ἐδέξασθε, αἰσχύνην ἐνδύσαντες τὸν δυσμενῆ αἰώνιον, καὶ στεφανηφόροι, μεταβάντες πρὸς λῆξιν, τὴν θείαν ἐκβοᾶτε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἰχνηλατοῦντες Μάρτυρες, τοῦ Χριστοῦ τὰ παθήματα, ξύλοις προσδεθέντες, πειρασμοὺς ἠνέγκατε, γενναίῳ φρονήματι· καὶ ταῖς ῥοαῖς τοῦ αἵματος, πνίξαντες δαιμόνων, πονηρότατα στίφη, ἐνθέως μελῳδεῖτε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀνευφημείσθω Τρόφιμος, δοξαζέσθω Σαββάτιος, καὶ μεγαλυνέσθω, Δορυμέδων σήμερον· οἱ στῦλοι οἱ ἄσειστοι, τὰ τῶν πιστῶν προπύργια, οἱ φωτοειδεῖς, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ταύτην ταῖς ἀκτῖσι, τῶν μεγίστων ἀγώνων, σεπτῶς φωταγωγοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ΥΠΑΡΧΟΥΣΑ ΔΕΣΠΟΙΝΑ, ΚΑΘΑΡΩΤΕΡΑ ΠΑΣΗΣ ΤΗΣ ΚΤΙΣΕΩΣ

Ὑπάρχουσα Δέσποινα, καθαρωτέρα πάσης τῆς κτίσεως, ὑπεδέξω τὸν Λόγον, ἐκ σοῦ ἀρρήτως ἀποτικτόμενον· ὃν οἱ γενναῖοι ποθήσαντες Μάρτυρες, τῇ τῶν βασάνων πυρᾷ ἐνεκαρτέρησαν.

ΩΣ ΑΘΛΗΤΩΝ ΕΔΡΑΙΩΜΑ, ΚΑΙ ΕΥΣΕΒΕΙΑΣ ΕΡΕΙΣΜΑ, Η ΕΚΚΛΗΣΙΑ ΤΙΜΑ ΚΑΙ ΓΕΡΑΙΡΕΙ ΣΟΥ

Ὡς ἀθλητῶν ἑδραίωμα, καὶ εὐσεβείας ἔρεισμα, ἡ Ἐκκλησία τιμᾷ καὶ γεραίρει σου, τὴν φωτοφόρον ἄθλησιν· παναοίδιμε μάκαρ, ἀθλητὰ γενναιόφρον, ἔνδοξε Τρόφιμε, σὺν τοῖς συνάθλοις σου, ἱλασμὸν τοῖς ὑμνοῦσί σε αἴτησαι, ὡς ἀήττητος.

ΒΑΣΑΝΩΝ ΑΝΔΡΙΚΩΣ, ΥΠΟΜΕΙΝΑΝΤΕΣ ΠΟΝΟΥΣ

Βασάνων ἀνδρικῶς, ὑπομείναντες πόνους, τὴν ἄπονον ζωήν, ἐκομίσασθε ἅμα, Δορυμέδον καὶ Τρόφιμε, καὶ Σαββάτιε πάνσοφε· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν ἱερὰν ὑμῶν μνήμην, ἐνθέως ἀγάλλεται. Διγαλάκης Ιάσων

Ο ΟΥΡΑΝΟΝ ΤΟΙΣ ΑΣΤΡΟΙΣ, ΚΑΤΑΚΟΣΜΗΣΑΣ

Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.

ΤΡΟΦΙΜΟΥ, ΣΑΒΒΑΤΙΟΥ ΚΑΙ ΔΟΡΥΜΕΔΟΝΤΟΣ

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος. Πνέοντες ἓν Τρόφιμε καὶ Δορυμέδον, Ἓν ἐκ ξίφους δέχεσθε καὶ βίου τέλος. Ξεσθεὶς σιδηροῖς Σαββάτιος ὀξέσιν, Εἰς σαββατισμὸν θεῖον ὡς Μάρτυς φθάνει. Ἐννεαδεκάτῃ Τρόφιμον τάμον, ἠδὲ συνάθλους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΡΑΙΟΤΑΤΩ ΛΟΓΙΣΜΩ ΚΑΙ ΣΤΑΘΕΡΑ ΔΙΑΝΟΙΑ

Ὡραιοτάτῳ λογισμῷ καὶ σταθερᾷ διανοίᾳ, πρὸς βασάνων ἐχωρήσατε πεῖραν, αἰκιζόμενοι σφοδρῶς, καὶ μάστιξι ξεόμενοι, καὶ ἀηττήτῳ γνώμῃ, ἀπαρασάλευτοι μένοντες. Ταῖς τῶν αἱμάτων προχοαῖς, ἱερωτάτην πορφύραν, ἐπιχρώσαντες γενναῖοι ὁπλῖται, ἀθανάτῳ Βασιλεῖ, Κυρίῳ νῦν παρίστασθε, ὑπὲρ ἡμῶν πρεσβείαν, ἀκαταπαύστως ποιούμενοι. Οὐκ ἐξηρνήσασθε Χριστόν, προσομιλοῦντες βασάνοις καὶ ξεόμενοι τὸ σῶμα ποικίλως, καὶ τεινόμενοι δεινῶς, καὶ τοῖς θηρσὶ διδόμενοι, πανευκλεεῖς ὁπλῖται, Ἅγιοι Μεγαλομάρτυρες.

ΟΦΙΝ, ΑΝΕΣΤΗΛΩΣΕ ΧΑΛΚΟΥΝ, ΠΑΛΑΙ ΜΩΫΣΗΣ Ο ΘΕΟΠΤΗΣ

Ὄφιν, ἀνεστήλωσε χαλκοῦν, πάλαι Μωϋσῆς ὁ θεόπτης, πρὸς τὴν ἀναίρεσιν, τῶν δακνόντων ὄφεων, αὐτὸς δὲ ὅλον σαυτόν, ἐπὶ ξύλου ἀνύψωσας, Σωτήρ μου ζωώσας, πάντας ἐν τῷ θείῳ σου, καὶ ζωηφόρῳ Σταυρῷ· ὃς νῦν, ἀνυψούμενος φλέγει, φάλαγγας δαιμόνων, καὶ τρέπει, τῶν βαρβάρων φῦλα καὶ φρυάγματα. Σύ μου, τὸ φθαρτόν τε καὶ θνητόν, Σῶτερ ἐκ Παρθένου φορέσας, καὶ Θεομήτορος, ἄφθαρτον ἀπέδειξας, καὶ πρὸς ζωὴν καὶ τρυφήν, ἀτελεύτητον εἵλκυσας, πρὸς ἥν ἐπανάγεις, πάντας τοὺς ὑμνοῦντάς σε, Λόγε Χριστὲ ὁ Θεός, ὅπλον κραταιὸν ἐν πολέμοις, Δέσποτα τὸν θεῖον Σταυρόν σου, τῷ πιστῷ σου Ἄνακτι δωρούμενος. Λάμψον, φῶς ἀπρόσιτον ἡμῖν· ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστὲ ὁ Θεός, ὅπλῳ δὲ στεφάνωσον, τοὺς εὐσεβεῖς Βασιλεῖς, νίκας τούτοις δωρούμενος, κατὰ πολεμίων, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον, τὸν Σταυρόν σου πλουτοῦσιν, Ὕψιστε ὁ ἄφθορον μήτραν, Σῶτερ ὑποδὺς τῆς Θεομήτορος. Διγαλάκης Ιάσων

ΦΕΡΕΙΣ ΤΟΝ ΦΕΡΟΝΤΑ ΠΑΝΤΑ, ΘΕΪΚΗ ΔΥΝΑΣΤΕΙΑ

Φέρεις τὸν φέροντα πάντα, θεϊκῇ δυναστείᾳ, καὶ τρέφεις ἐκ μαζῶν πᾶσαν πνοήν, τὸν διατρέφοντα Πάναγνε, ὑπὲρ νοῦν σοῦ τὸ θαῦμα, Ἀγγέλους καταπλῆττον καὶ βροτούς, τοὺς ἀεὶ σε ὑμνοῦντας, καὶ πόθῳ μακαρίζοντας.

ΩΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΙΕΡΑΡΧΗΣ

Ὡς τοῦ Χριστοῦ Ἱεράρχης, ἐκ δυνάμεως Πάτερ, εἰς δύναμιν μετέβης θαυμαστῶς, ἔνθα χοροὶ ἱερώτατοι, λειτουργοῦσιν ἐν φόβῳ Τριάδι, τῇ σεπτῇ μετὰ πασῶν, οὐρανίων παμμάκαρ, Εὐμένιε Δυνάμεων. Στῆσον τὴν νῦν καταιγίδα, τῆς πατρίδος τὸ θεῖον, ταῖς σαῖς ἐξευμενίζων προσευχαῖς, βαρβαρικὴν μάκαρ ἔφοδον, τὴν ἡμᾶς τυραννοῦσαν, καὶ πεῖρα συνωθοῦσαν τῶν κακῶν, εἰς βυθὸν ἀπωλείας, ἀοίδιμε Εὐμένιε. Ἡ σὴ πανίερος μνήμη, συγκαλεῖται ποιμένας, ὁσίους καὶ λαὸν τὸν εὐσεβῆ, ἁγιασμὸν πᾶσι φέρουσα· ἣν τελοῦντας πλουσίως, καταύγασον ἡμᾶς μαρμαρυγαῖς, τῶν ἐν σοὶ χαρισμάτων, πανεύφημε Εὐμένιε.

ΦΩΤΙ ΘΕΪΚΩ, ΕΛΛΑΜΦΘΕΙΣ ΠΑΜΜΑΚΑΡΙΣΤΕ

Φωτὶ θεϊκῷ, ἐλλαμφθεὶς παμμακάριστε, φωτίζεις ἡμᾶς, τοὺς πόθῳ ἀνυμνοῦντάς σου, τὴν σεπτὴν καὶ ἔνδοξον, καὶ ἁγίαν Πάτερ μετάστασιν, Ἱεράρχα Εὐμένιε· πρεσβεύεις γὰρ ἀπαύστως ὑπὲρ ἡμῶν.

ΟΙΚΤΕΙΡΟΝ ΚΥΡΙΕ ΤΟΝ ΣΟΝ ΔΟΥΛΟΝ

Οἴκτειρον Κύριε τὸν σὸν δοῦλον, καὶ συγχώρησον πάντα τὰ ὀφειλήματα νῦν, καὶ δώρησαί μοι τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ἵνα ὕμνοις σε δοξάζω ἀπαύστως, καὶ τὸν πιστόν σου θεράποντα στέψω ᾠδαῖς, τὸν πρόεδρον Γορτύνης σήμερον, Εὐμένιον τὸν φωστῆρα, γῆς πάσης τὸ μέγα κειμήλιον, τῆς Ἐκκλησίας τὸ στήριγμα, καὶ τῆς Κρήτης τὸ θεῖον ἀγλάϊσμα· πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΜΕΝΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΓΟΡΤΥΝΗΣ, ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης, τοῦ θαυματουργοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης. Τὸ λεῖον Εὐμένιος ὄμμα Γορτύνης, Πανευμενὲς κατεῖδεν ὄμμα Κυρίου. Ὀγδοάτῃ δεκάτῃ θάνεν Εὐμένιος μεγαλήτωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Σοφίας καὶ Εἰρήνης. Εἰρήνη καὶ Σοφία τμηθεῖσαι κάρας, Σὲ τὴν ὑπὲρ νοῦν εἶδον εἰρήνην Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀριάδνης. Σῴζει ῥαγεῖσα τὴν Ἀριάδνην πέτρα. Χριστὸς γὰρ αὐτήν ἔσκεπε ζωῆς πέτρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κάστορος. Οὐ θὴρ ὁ Κάστωρ, ἀλλ᾽ ἀνὴρ τις γεννάδας, Ἤ μᾶλλον εἰπεῖν, ἀνδριὰς πρὸς αἰκίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΝΕΡΓΗ ΘΗΣΑΥΡΟΝ ΑΔΑΠΑΝΗΤΟΝ

Ἐνεργῆ θησαυρὸν ἀδαπάνητον, ἔχων ἐν καρδίᾳ σου, Χριστὸν Εὐμένιε, ὥσπερ πηλὸν λελόγισαι, τὸν χρυσὸν Βασιλεύς, ὃν παρέσχε σοι. Ὑψηλὴν εἰς καθέδραν ἐκάθισας, Πάτερ τῆς εἰρήνης, φθεγξάμενος πρόσρημα, τῇ Ἐκκλησίᾳ ἄνωθεν, οὗπερ τῇ προσκλήσει σεμνύνεται. Μὴ βραχεὶς ἁμαρτίαις διέπλευσας, βίου τὸ κλυδώνιον τὸ πολυώδυνον, καὶ τοὺς λιμένας ἔφθασας, ἔνθα δῆμος ὁσίων εὐφραίνεται. Ιάσονα Διγαλάκη

ΩΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΙΕΡΑΡΧΗΣ, ΕΚ ΔΥΝΑΜΕΩΣ ΠΑΤΕΡ...

Ὡς τοῦ Χριστοῦ Ἱεράρχης, ἐκ δυνάμεως Πάτερ, εἰς δύναμιν μετέβης θαυμαστῶς, ἔνθα χοροὶ ἱερώτατοι, λειτουργοῦσιν ἐν φόβῳ Τριάδι, τῇ σεπτῇ μετὰ πασῶν, οὐρανίων παμμάκαρ, Εὐμένιε Δυνάμεων. Στῆσον τὴν νῦν καταιγίδα, τῆς πατρίδος τὸ θεῖον, ταῖς σαῖς ἐξευμενίζων προσευχαῖς, βαρβαρικὴν μάκαρ ἔφοδον, τὴν ἡμᾶς τυραννοῦσαν, καὶ πεῖρα συνωθοῦσαν τῶν κακῶν, εἰς βυθὸν ἀπωλείας, ἀοίδιμε Εὐμένιε. Ἡ σὴ πανίερος μνήμη, συγκαλεῖται ποιμένας, ὁσίους καὶ λαὸν τὸν εὐσεβῆ, ἁγιασμὸν πᾶσι φέρουσα· ἣν τελοῦντας πλουσίως, καταύγασον ἡμᾶς μαρμαρυγαῖς, τῶν ἐν σοὶ χαρισμάτων, πανεύφημε Εὐμένιε. Ἡ σὴ πανίερος μνήμη, συγκαλεῖται ποιμένας,διατριβή Ιάσονα Διγαλάκη ὁσίους καὶ λαὸν τὸν εὐσεβῆ, ἁγιασμὸν πᾶσι φέρουσα· ἣν τελοῦντας πλουσίως, καταύγασον ἡμᾶς μαρμαρυγαῖς, τῶν ἐν σοὶ χαρισμάτων, πανεύφημε Εὐμένιε.

ΝΕΚΡΩΝ ΛΟΓΙΣΜΩΝ, ΠΡΟΘΥΜΊΑ ΤΗΣ ΨΥΧΗΣ

Νεκρῶν λογισμῶν, προθυμίᾳ τῆς ψυχῆς κατακαυχώμενος, ἐν βαθυτάτῳ γήρᾳ Ὅσιε, ἀποδημίαις ἐκέχρησο, ἐπ᾽ εὐεργεσίᾳ τῶν πίστει, δεχομένων Εὐμένιε, σὲ τὸν σπορέα τῶν σεπτῶν, καὶ ἱερῶν διδαχῶν. διατριβή Ἡ Ῥώμη τῶν σῶν, ἀπολαύσασα καλῶν, δῶρον ποθούμενον, τῇ Θηβαΐδι μὴ βουλόμενον, Πάτερ ἐκπέμπει Εὐμένιε· ἔνθα γεγονὼς ἀναστέλλεις, τοῦ αὐχμοῦ τὴν κατήφειαν, τῇ ἐπομβρίᾳ τῶν σεπτῶν εὐχῶν σου Ὅσιε. Ιάσονα Διγαλάκη Μαζοῖς ἐκτραφείς, ἐγκρατείας τὸ σεπτὸν γάλα ἐθήλασας, καὶ ἡλικίας μέτρον ἔφθασας, ἀνενεχθεὶς εἰς ἀκρώρειαν, Πάτερ ἀρετῶν καὶ ἡλίου, ἀπαστράψας φαιδρότερον, θεοσημείαις τοῖς νυκτὶ κατασχεθεῖσι παθῶν.

ΦΩΝΗΣ ΣΟΥ ΑΚΟΥΣΑΣΑΙ ΧΡΙΣΤΕ

Φωνῆς σου ἀκούσασαι Χριστέ, καλοῦντος πρὸς ἀθάνατον, καὶ ἀπαθῆ ζωὴν ἠκολούθησαν, στεφανηφόροι παρθένοι Μάρτυρες, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε. Ἰσχὺν ἐδωρήσατο Χριστός, ἑστώσαις πρὸ τοῦ βήματος, μαρτυρικοῦ ὑμῖν ὡς ὑπέσχετο, καὶ θεοπνεύστου σοφίας ἔπλησε, καὶ λαμπρὰς ἀνέδειξε, νικηφόρους Μάρτυρας, παρθενίας λαμπούσας τῇ χάριτι. Ιάσονα Διγαλάκη Ἠμβλύνατε νῦν τὸν δυσμενῆ, Παρθένοι τὸν μεγάλαυχον καὶ τὴν αὐτοῦ ὀφρὺν κατεβάλετε, μεγαλοφρόνως ἀγωνισάμεναι, καὶ τὸν πρὶν καυχώμενον, ἐξαλείφειν θάλασσαν, ταῖς ῥοαῖς τῶν αἱμάτων ἐπνίξατε. Σοφίας τῆς ἄνωθεν Χριστοῦ, πλουσίως ἐμφορούμεναι, τῆς ἐκλεκτῆς Σοφίας καὶ ἔμφρονος, αἱ θυγατέρες αἱ τρεῖς κατῄσχυναν, τυραννούντων φρύαγμα, καὶ μανίαν ἄσχετον, ῥητορεύουσαι θεῖα διδάγματα.

ΤΗΣ ΥΠΕΡΚΟΣΜΙΟΥ ΣΟΥ ΧΡΙΣΤΕ, ΚΑΙ ΤΗΣ ΑΦΡΑΣΤΟΥ ΣΟΦΙΑΣ ΤΗΝ ΕΛΛΑΜΨΙΝ

Τῆς ὑπερκοσμίου σου Χριστέ, καὶ τῆς ἀφράστου σοφίας τὴν ἔλλαμψιν, δώρησαί μοι Δέσποτα, τὰς εὐπρεπεῖς καὶ εὐκλεεῖς σου Μάρτυρας, ὅπως ἀνυμνήσω, τὰ τῆς Σοφίας βλαστήματα. Ἡ προσηγορία σου σαφῶς, τῇ πολιτείᾳ θεόφρον κεκόσμηται· πᾶσαν διήνυσας, σοῦ τὴν ζωήν, τῷ τῆς σοφίας ἔρωτι, ἔνδοξε Σοφία, σοφίας λάμψασα χάρισι. Σοῦ ὁ παμμακάριστος καρπός, τῆς ὑπερθέου σοφίας τρισσότητι, ἐγκαλλωπιζόμενος, ἀθλητικῶς ὑπὲρ ἐκείνης ἔλαμψε, πάνσοφε Σοφία, σοφίας θείας ἐπώνυμε. Σῶμα καὶ ψυχὴν δι᾽ ἀρετῆς, ἐκκαθαρθεῖσαι παρθένοι νεάνιδες, τρεῖς σοι προσηνέχθησαν, μαρτυρικῶς τῷ νοητῷ νυμφίῳ, Χριστέ, Πίστις σὺν Ἐλπίδι, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος.

ΕΝ ΣΟΙ ΤΡΙΣΜΑΚΑΡΙΣΤΕ, ΚΑΙ ΖΩΟΔΟΤΑ ΣΤΑΥΡΕ

Ἐν σοὶ τρισμακάριστε, καὶ ζωοδότα Σταυρέ, λαοὶ εὐωχούμενοι, πανηγυρίζουσι νῦν, ἀΰλων σὺν τάγμασι· τάξεις Ἀρχιερέων, εὐσεβῶς ἀνυμνοῦσι· πλήθη τῶν Μοναζόντων, εὐλαβῶς προσκυνοῦσι· Χριστὸν δὲ τὸν σταυρωθέντα πάντες δοξάζομεν. Διατριβή Ἐν σοὶ τρισμακάριστε, καὶ ζωοδότα Σταυρέ, λαοὶ εὐωχούμενοι, πανηγυρίζουσι νῦν, ἀΰλων σὺν τάγμασι· τάξεις Ἀρχιερέων, εὐσεβῶς ἀνυμνοῦσι· πλήθη τῶν Μοναζόντων, εὐλαβῶς προσκυνοῦσι· Χριστὸν δὲ τὸν σταυρωθέντα πάντες δοξάζομεν. Ιάσονα Διγαλάκη

ΣΩΣΟΝ ΚΥΡΙΕ ΤΟΝ ΛΑΟΝ ΣΟΥ

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΤΡΙΣΣΟΦΕΓΓΕΙ ΕΝΙΑΙΑ ΧΑΡΙΤΙ

Τρισσοφεγγεῖ ἑνιαίᾳ χάριτι, καταλαμπόμεναι σαφῶς, αἱ Παρθένοι δαιμονικήν, ἔλυσαν σκοτόμαιναν, φῶς τὸ τρισυπόστατον, θεολογοῦσαι καὶ μέλπουσαι· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Ἐν οὐρανοῖς τὰς παστάδας ἔχουσαι, λαμπαδηφόροι τῷ Χριστῷ, σὺν Ἀγγέλοις χαρμονικῶς, νῦν περιχορεύετε, δόξαν τὴν ἀΐδιον συνθεωροῦσαι καὶ μέλπουσαι· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Καρτερικὴν ὡς οἱ Παῖδες ἔνστασιν, ἐπιδειξάμεναι τὸ πῦρ, κατεπάτησαν ἀνδρικῶς· τούτων γὰρ ἰσάριθμοι, γνώμην ἰσοστάσιον, αἱ θεοφόροι ἐκτήσαντο, τὸν αἰνετόν τῶν Πατέρων, ἀεὶ Θεὸν δοξάζουσαι.

ΤΩΝ ΠΡΟΦΗΤΩΝ ΑΙ ΦΩΝΑΙ

Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι᾿ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ᾿ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ιάσονα Διγαλάκη

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΣΟΦΙΑΣ, ΚΑΙ ΤΩΝ ΤΡΙΩΝ ΘΥΓΑΤΕΡΩΝ ΑΥΤΗΣ, ΠΙΣΤΕΩΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ καλλινίκων Παρθένων Πίστεως, Ἐλπίδος, καὶ Ἀγάπης, καὶ τῆς μητρὸς αὐτῶν Σοφίας. Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη, Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχένας ξίφει. Ἑβδομάτῃ δεκάτῃ Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας. Ἀγαθόκλεια πῦρ ἐπ᾽ αὐχένος φέρει, Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου καὶ Ἀσκληπιοδότης. Μιᾷ γυναικί, καὶ νεανίσκοις δύο, Πρὸς τὴν τομὴν ἦν καρδιῶν ζέσις μία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος. Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία, Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον. Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων, Τιμὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης. Τὴν Θεοδότην πρὸς ξίφος τεθη...

ΣΗΜΕΡΟΝ ΧΟΡΟΙ ΠΑΤΕΡΩΝ

Σήμερον χοροὶ Πατέρων Πανεύφημε, συναθροισθέντες διὰ Χριστόν, τὸν τόμον σοι προσάγουσι τῆς ὀρθοδόξου πίστεως· ὃν περ λαβοῦσα ἐν ταῖς τιμίαις σου χερσί, φυλάττεις μέχρι τέλους· ὅθεν καὶ βροτῶν χοροστασίαι συνελθόντες, τὴν σὴν ἄθλησιν γεραίρομεν, βοῶντες εὐσεβῶς· Χαίροις πανεύφημε, ἡ τὴν ὀρθόδοξον καὶ Πατροπαράδοτον πίστιν, ἄτρωτον φυλάξασα, χαίροις ἡ πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΣΤΑΥΡΟΣ, ΤΟΥ ΚΟΣΜΟΥ ΠΕΦΥΚΕ

Σταυρός, τοῦ κόσμου πέφυκε σωτηρία· Σταυρός, Ἁγίων πάντων ἡ βακτηρία, Σταυρός, Βασιλέων τὸ στερέωμα· Σταυρός, πιστῶν ὀχύρωμα, Σταυρός, ἀνθρώπων ἡ ῥῶσις, Σταυρός, δαιμόνων ἡ πτῶσις.

ΤΟΥΣ ΒΟΗΘΕΙΑΣ

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.

ΟΛΒΙΩΤΑΤΗ ΕΝ ΓΥΝΑΙΞΙ ΤΟΥ ΥΨΙΣΤΟΥ

Ὀλβιωτάτη ἐν γυναιξὶ τοῦ Ὑψίστου, ἀντὶ φερνῆς ἔχουσα τὴν χάριν, ἔψαλλες ὑμνοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας. διατριβή Νενευρωμένη τὸν λογισμὸν τοῦ νυμφίου, τῷ ἀΰλῳ ἔρωτι τὸ σῶμα, δέδωκας θανάτῳ, καὶ ζῇς εἰς τοὺς αἰῶνας. Ιάσονα Διγαλάκη Κατὰ τῆς πλάνης ὥσπερ θηρὸς ὁπλισθεῖσα, τῷ ἁγίῳ Πνεύματι ἡ Μάρτυς, ἤρατο βραβεῖα, εἰς πάντας τοὺς αἰῶνας. Οὐ ψυχοφθόρον μόρον εἵλου, εὐθαρσῶς δέ, τοῦ θηρὸς τῷ δήγματι ἀγήρω, ἄμεμπτε ἠλλάξω, ζωὴν εἰς τοὺς αἰῶνας.

ΕΛΚΕΙ ΠΡΟΣ ΥΜΝΩΔΙΑΝ....

Ἕλκει πρὸς ὑμνωδίαν, τῶν ὑπερκοσμίων τὰ συστήματα, τῶν βροτῶν τὰς χορείας, ἡ πανεύφημος Κόρη τοῖς θαύμασιν. Γένος ὑπεριδοῦσα, καὶ τὴν ἐκ τοῦ πλούτου περιφάνειαν, ἡ σεπτὴ Εὐφημία, ἀντὶ πάντων Χριστὸν ἐπεκτήσατο. Κάλλος ἐπιθυμήσας, τῆς ὡραιοτάτης σου πανεύφημε, ὁ Δεσπότης καρδίας, οὐρανίων θαλάμων ἠξίωσεν.

ΑΛΗΘΕΙΑΣ ΚΡΑΤΗΡΑ, ΕΞ ΟΙΚΕΙΩΝ ΑΙΜΑΤΩΝ

Ἀληθείας κρατῆρα, ἐξ οἰκείων αἱμάτων ἀθλητικῶν, ἡ πανεύφημος Μάρτυς Χριστοῦ κερασαμένη, καὶ τοῦτον ἀενάως τῇ Ἐκκλησίᾳ προτιθεμένη, ἐν αὐτῇ τοὺς τῆς εὐσεβείας τροφίμους, σοφίας φωνῇ προτρέπεται λέγουσα· Ἀρύσασθε πόμα, τῆς ἀναστάσεως μαρτύριον, παθῶν καθαρτήριον, εὐσεβῶν δὲ ψυχῶν φυλακτήριον, τῷ Σωτῆρι κράζοντες· ὁ ποτίσας ἡμᾶς τὸν χειμάρρουν τῆς τρυφῆς τοῦ πνεύματος, σῶσον τὰς ψυχὰς ἡμῶν.

... ΤΩ ΘΑΥΜΑΣΤΩ ΕΝ ΒΟΥΛΑΙΣ ΘΕΩ ΗΜΩΝ, ΕΥΧΑΡΙΣΤΗΡΙΟΝ ΥΜΝΟΝ

Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον ὕμνον μελῳδήσωμεν· τὸ γὰρ ἀόρατον κράτος, τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, τὴν θεῖαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ, τελειώσας τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς πρεσβείαις, σῶσον τάς ψυχὰς ἡμῶν. Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον ὕμνον μελῳδήσωμεν· τὸ γὰρ ἀόρατον κράτος, τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, τὴν θεῖαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ, τελειώσας τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς πρεσβείαις, σῶσον τάς ψυχὰς ἡμῶν. Διατριβή Ιάσονα Διγαλάκη Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον ὕμνον μελῳδήσωμεν· τὸ γὰρ ἀόρατον κράτος, τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, τὴν θεῖαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ, τελειώσας τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς πρεσβείαις, σῶσον τάς ψυχὰς ἡμῶν.

ΑΚΗΛΙΔΩΤΟΝ ΕΣΟΠΤΡΟΝ, ΘΕΙΩΝ ΕΝΝΟΙΩΝ

Ἀκηλίδωτον ἔσοπτρον, θείων ἐννοιῶν σαυτὴν καταστήσασα, ὡς φωστὴρ ἀριπρεπέστατος, ἀθλητῶν ἐν μέσῳ, Μάρτυς ἔλαμψας. Ζοφερῷ οὐ προσήνεγκας, δαίμονι θυσίαν, Μάρτυς ἀήττητε· ζωηφόρον γὰρ ἠγάπησας, ὑπὲρ εὐσεβείας σπεῖσαι θάνατον. Ὡς ἀνάλγητον φέρουσα, σὺν τοῖς ἀθλοφόροις σῶμα ἡ Ἄμεμπτος, ταῖς αἰκείαις ἀνεπαίσθητος, διετέλει θείας στοργῆς ἔρωτι. Τληπαθοῦν σου τὸ πρόσωπον, Μάρτυς ταῖς βολαῖς λαμπρῶς ἐφαιδρύνετο, ἀστραπῇ δὲ θείου Πνεύματος, τῶν ἐχθρῶν ἠμαύρου τὴν διάνοιαν. Ιάσονα Διγαλάκη

ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ ΡΕΙΘΡΟΙΣ ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ

Τῶν αἱμάτων σου ῥείθροις Μάρτυς Χριστοῦ, ποντισμὸν ἀσεβείας διηνεκῶς, ἐργάζῃ πανεύφημε· ἐπομβρίαις δὲ χάριτος, λογικὰς ἀρούρας, ἀρδεύουσα πάνσεμνε, ἐν αὐταῖς αὐξάνεις, τὸν στάχυν τῆς πίστεως· ὅθεν παραδόξως μετὰ θάνατον ὤφθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς τὸ μαρτύριον, Ἀθλοφόρε πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. διατριβή ιάσονα διγαλάκη Τὸν Σταυρὸν τοῦ Σωτῆρος ἀπὸ τῆς γῆς, κεκρυμμένον ἀνείλετο ἐν σπουδῇ, χαρᾶς τε ἐμπίπλησιν, οἰκουμένης τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν Πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια, ἡ σεπτὴ Ἑλένη, τῷ υἱῷ ἐκβοῶσα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.

ΚΗΡΥΓΜΑ ΤΗΣ 16-9-2012

Εικόνα
ΠΗΓΗ : http://www.youtube.com/user/imthessalonikis?feature=watch

ΑΘΛΗΤΙΚΗΝ ΠΑΝΗΓΥΡΙΝ ΠΙΣΤΟΙ

Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον ὕμνον μελῳδήσωμεν· τὸ γὰρ ἀόρατον κράτος, τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, τὴν θεῖαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ, τελειώσας τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς πρεσβείαις, σῶσον τάς ψυχὰς ἡμῶν. Ἀληθείας κρατῆρα, ἐξ οἰκείων αἱμάτων ἀθλητικῶν, ἡ πανεύφημος Μάρτυς Χριστοῦ κερασαμένη, καὶ τοῦτον ἀενάως τῇ Ἐκκλησίᾳ προτιθεμένη, ἐν αὐτῇ τοὺς τῆς εὐσεβείας τροφίμους, σοφίας φωνῇ προτρέπεται λέγουσα· Ἀρύσασθε πόμα, τῆς ἀναστάσεως μαρτύριον, παθῶν καθαρτήριον, εὐσεβῶν δὲ ψυχῶν φυλακτήριον, τῷ Σωτῆρι κράζοντες· ὁ ποτίσας ἡμᾶς τὸν χειμάρρουν τῆς τρυφῆς τοῦ πνεύματος, σῶσον τὰς ψυχὰς ἡμῶν. Οἱ τῷ αἵματι Χριστοῦ τὰς ψυχὰς σφραγισθέντες, εἰς ἡμέραν ἀπολυτρώσεως, αἷμα ἅγιον, ἐκ μαρτυρικῆς πηγῆς ἀναβλύζον ἡμῖν, μετ᾿ εὐφροσύνης πνευματικῆς προφητικῶς ἀντλήσωμεν, τῶν ζωηρύτων παθημάτων τοῦ Σωτῆρος, καὶ τῆς ἀϊδίου δόξης μορφωτικόν· διὸ αὐτῷ βοήσωμεν· ὁ ἐνδοξαζόμενος ἐν τοῖς Ἁγίοις σο...

ΡΥΣΙΣ ΖΩΝΤΟΣ ΑΙΜΑΤΟΣ, ΤΕΚΜΗΡΙΟΝ ΤΗΣ ΑΚΗΡΑΤΟΥ, ΣΟΙ ΔΕΔΩΡΗΜΕΝΗΣ ΑΝΩΘΕΝ

Ῥύσις ζῶντος αἵματος, τεκμήριον τῆς ἀκηράτου, σοὶ δεδωρημένης ἄνωθεν, ζωῆς Μάρτυς πανεύφημε· τῶν γὰρ ἰαμάτων, θησαυρὸς ἀδιάλειπτος, τοῖς ἐν πίστει ἀρυομένοις ἀναδέδειξαι. Ἥψατό σου θάνατος, θεόφρον φύσεως τῷ νόμῳ· τὴν δὲ ζωηφόρον νέκρωσιν, ἀπαθῶς ἀμφιέννυσαι, ᾗ ὡς ψυχικόν σου σῶμα θεῖσα τὸ πάναγνον, ζῇς ἀφθάρτως, καὶ μαρτυρεῖ σου τὰ αἱμόρρυτα. Νόμοις τῆς ἀθλήσεως, στεφθεῖσα Μάρτυς χριστοκήρυξ, τόμον εὐσεβῶς πεπίστευσαι, Εὐφημία δογμάτων σεπτῶν· ὃν ἐκ χειρῶν Συνοδικῶν, στήλη κατέχουσα, ὥσπερ ζῶσα, ὀρθοδοξίας ἐπιδείκνυσαι.

ΑΚΗΛΙΔΩΤΟΝ ΕΣΟΠΤΡΟΝ, ΘΕΙΩΝ ΕΝΝΟΙΩΝ

Ἀκηλίδωτον ἔσοπτρον, θείων ἐννοιῶν σαυτὴν καταστήσασα, ὡς φωστὴρ ἀριπρεπέστατος, ἀθλητῶν ἐν μέσῳ, Μάρτυς ἔλαμψας. Ζοφερῷ οὐ προσήνεγκας, δαίμονι θυσίαν, Μάρτυς ἀήττητε· ζωηφόρον γὰρ ἠγάπησας, ὑπὲρ εὐσεβείας σπεῖσαι θάνατον. Ὡς ἀνάλγητον φέρουσα, σὺν τοῖς ἀθλοφόροις σῶμα ἡ Ἄμεμπτος, ταῖς αἰκείαις ἀνεπαίσθητος, διετέλει θείας στοργῆς ἔρωτι. Τληπαθοῦν σου τὸ πρόσωπον, Μάρτυς ταῖς βολαῖς λαμπρῶς ἐφαιδρύνετο, ἀστραπῇ δὲ θείου Πνεύματος, τῶν ἐχθρῶν ἠμαύρου τὴν διάνοιαν.

ΗΜΕΡΑΣ ΚΑΙ ΕΙΡΗΝΗΣ ΑΝΤΙΘΕΤΟΝ

Ἡμέρας καὶ εἰρήνης ἀντίθετον, ἐπιγνοῦσα, στέργειν οὐκ ἠξίωσας τὸν φιλοπόλεμον δαίμονα. Νομίσας σου ἐκλύειν τὸν ἔνθεον, Μάρτυς τόνον, γέλως ἀπεδείκνυτο, ταῖς μηχαναῖς ὁ παμπόνηρος. Παράσχου φωτισμὸν μοι Πανεύφημε, καὶ εἰρήνην, λύουσα πρεσβείαις σου, τὴν πολυτάραχον ἄγνοιαν.

ΡΑΠΙΣΜΑΤΑ ΥΠΗΝΕΓΚΑΣ

Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πανοικτίρμων καὶ φιλάνθρωπος. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τιμῶ σου τὸν Σταυρὸν ἀγαθέ, τοὺς ἥλους καὶ τὴν λόγχην Σωτήρ, δι᾽ ὧν πάντας, ἐλυτρώσω τῆς φθορᾶς, ὡς μόνος ζωοδότης, καὶ πάντων εὐεργέτης, μόνε φιλάνθρωπε Σωτὴρ ἡμῶν. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σταυρῷ προσηλωθεὶς δι᾽ ἐμέ, Σωτήρ μου ὑπεράγαθε, ἐραπίσθης, καὶ ὑβρίσθης λυτρωτά, καὶ ὄξος ἐποτίσθης, καὶ λόγχῃ ἐκεντήθης, καὶ πάντα φέρεις ἀναμάρτητε. Πᾶσα γλῶσσα κινείσθω πρὸς εὐφημίαν, τῆς πανενδόξου Εὐφημίας, ἄπαν γένος, καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι, τὴν Χριστοῦ παρθενομάρτυρα, ἐγκωμίοις στεφανώσωμεν· νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀπορρίψασα, δι᾽ ἀθλητικῶν πόνων, τὸν τύραννον ἐχθρὸν καταβέβληκεν· οὐρανίῳ δὲ καὶ θείῳ σθένει κοσμηθεῖσα, αἰτεῖται τὸν νυμφίον καὶ Θεόν, δωρήσασθαι ἡμῖν τ...

ΙΛΑΣΜΟΝ ΗΜΙΝ ΔΩΡΗΣΑΙ

Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης σε.

Η ΔΙΗΝΘΙΣΜΕΝΗ ΤΑΙΣ ΑΡΕΤΑΙΣ, ΚΑΙ ΠΕΦΩΤΙΣΜΕΝΗ ΤΟΝ ΛΟΓΙΣΜΟΝ

Ἡ διηνθισμένη ταῖς ἀρεταῖς, καὶ πεφωτισμένη τὸν λογισμόν, ἡ μύρα προχέουσα ἐν ταῖς καρδίαις τῶν πιστῶν, ἡ ἐκ τῆς Ἑῴας ἀνατείλασα, ὡς ἀστὴρ φαεινός, καὶ ἀθροισμὸν ποιήσασα, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσεως, τῶν θείων Πατέρων· μὴ διαλίπῃς ὑπὲρ ἡμῶν δυσωποῦσα πρὸς Κύριον, Εὐφημία πανένδοξε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΕΥΦΗΜΙΑΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Πανευφήμου Εὐφημίας. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Ὑπὲρ Θεοῦ κτανθεῖσαν ἄρκτου ταῖς μύλαις, Εὐφημίαις σε χρὴ στέφειν Εὐφημία. Τῇ ἐκκαιδεκάτῃ Εὐφημίαν ἔκτανεν ἄρκτος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτηνῆς. Μελιτηνή, τμηθεῖσα τὴν κάραν ξίφει, Αἷμα προσῆγεν ὡς γλυκὺ Χριστῷ μέλι. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΥ ΕΣΤΗΣΑΝ ΟΙ ΠΟΔΕΣ ΧΡΙΣΤΟΥ

Οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, τὸν τόπον προσκυνήσωμεν, ἀνυψοῦντες, τὸν τρισόλβιον Σταυρόν, ἐν ᾧ κατεκενώθῃ, τὸ αἷμα τοῦ Δεσπότου, τὸ βλύσαν κόσμῳ τὴν ἀνάστασιν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Νεκρώσαντες τὰ πάθη σαρκός, καὶ πνεύματος θεόφρονες, ἐπειχθῶμεν, ὑψωθῆναι ἀπὸ γῆς, οὐράνιον πρὸς λῆξιν, Σταυροῦ τῇ ἀνυψώσει, συσταυρωθέντες τῷ Δεσπότῃ Χριστῷ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ζωήρυτος ἐκ θείας πλευρᾶς, πηγὴ σαφῶς ἐξέβλυσε, τοῦ Σωτῆρος, καταρδεύουσα ψυχάς, τῶν πίστει προσκυνούντων, τὸ θεῖον πάθος τούτου, καὶ τὸν Σταυρὸν καὶ τήν ἀνάστασιν. ιάσονα διγαλάκη

ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ ΡΕΙΘΡΟΙΣ ΜΑΡΤΥΣ

Τῶν αἱμάτων σου ῥείθροις Μάρτυς Χριστοῦ, ποντισμὸν ἀσεβείας διηνεκῶς, ἐργάζῃ πανεύφημε· ἐπομβρίαις δὲ χάριτος, λογικὰς ἀρούρας, ἀρδεύουσα πάνσεμνε, ἐν αὐταῖς αὐξάνεις, τὸν στάχυν τῆς πίστεως· ὅθεν παραδόξως μετὰ θάνατον ὤφθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς τὸ μαρτύριον, Ἀθλοφόρε πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. Τὸν Σταυρὸν τοῦ Σωτῆρος ἀπὸ τῆς γῆς, κεκρυμμένον ἀνείλετο ἐν σπουδῇ, χαρᾶς τε ἐμπίπλησιν, οἰκουμένης τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν Πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια, ἡ σεπτὴ Ἑλένη, τῷ υἱῷ ἐκβοῶσα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ. μιμητικοί

ΤΗΣ ΠΑΝΕΥΦΗΜΟΥ Ο ΝΑΟΣ, ΠΑΡΑΔΕΙΣΟΣ ΕΔΕΙΧΘΗ

Τῆς πανευφήμου ὁ ναός, Παράδεισος ἐδείχθη, ἐν μέσῳ κεκτημένος, φυτὸν ἀθανασίας, τὸ σῶμα ταύτης τὸ σεπτόν. Τούτου οἱ τρυγῶντες καρποὺς τοὺς εὐθαλεῖς, συντόμως ἁγιάζονται· ὁρῶντες δὲ θαυμάζουσιν, ὅτι πῶς τὸ νεκρὸν σῶμα, ὥσπερ ζῶν, ἀναβλυστάνει τὰ αἵματα, μυρίζοντα πάντας. Διὸ μετὰ σπουδῆς δεῦτε πάντες σὺν ἐμοὶ τῷ ταπεινῷ· καὶ καθαρθέντες μολυσμοῦ παντός, περιπτυξώμεθα τοῦτο, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν.

ΩΦΘΗ, Η ΤΟΥ ΞΥΛΟΥ ΠΟΝΗΡΑ, ΓΕΥΣΙΣ ΕΝ ΕΔΕΜ

Ὤφθη, ἡ τοῦ ξύλου πονηρά, γεῦσις ἐν Ἐδὲμ τοῖς γενάρχαις, συμβᾶσα πάλαι δεινῶς, θάνατον εἰσάξασα παντὶ τῷ γένει βροτῶν· ἀλλὰ νῦν πρὸς ἀκήρατον, ζωὴν καὶ ἀμείνω, λῆξιν ἀνεκλήθημεν, διὰ τοῦ θείου Σταυροῦ· ὃν περ ἀνυψοῦντες ὑμνοῦμεν, τὸν ἀνυψωθέντα ἐν τούτῳ, Κύριον καὶ κόσμον, συνυψώσαντα. Ἦρας, τὸ πλανώμενον Σωτήρ, πρόβατον ἐπ᾽ ὤμων καὶ τοῦτο, τῷ σῷ προσῆξας Πατρί, διὰ τοῦ τιμίου σου, καὶ ζωηφόρου Σταυροῦ, καὶ Ἀγγέλοις ἠρίθμησας, ἐν Πνεύματι θείῳ· ξύλον γὰρ ἀντέθηκας, ἀντὶ τοῦ ξύλου Χριστέ· ὃν νῦν ἀνυψοῦντες ἐν πίστει, σὲ τὸν ἐν αὐτῷ ὑψωθέντᾳ, καὶ ἡμᾶς ὑψώσαντα δοξάζομεν. Στῶμεν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, πράξεσι κομῶντες ἐνθέοις, καὶ τὸν Κρανίου πιστοί, χῶρον ἐποπτεύσωμεν, καθαρωτάτῳ νοΐ· καὶ ὑψούμενον βλέψωμεν, βροτοὶ σὺν Ἀγγέλοις, ξύλον τὸ πανάγιον, ἐν ᾧ Χριστὸς ὁ Θεός, χεῖρας ἑκουσίως ἁπλώσας, εἵλκυσεν ἐζώγρησε πάντας, καὶ πρὸς οὐρανοὺς ἡμᾶς ἀνύψωσεν. Παρθενίας ἐν κάλλεσι, καὶ Μαρτύρων ἐν αἵμασι, τὴν ψυχὴν λαμπρύνασα, Μάρτυς ἔνδοξε, κατηγγυήθης τῷ κτίσαντι, τηροῦντί σε ἄφθορον, εἰς α...

ΦΩΣΤΗΡΑ ΜΑΡΤΥΡΩΝ ΣΕ ΕΓΝΩΜΕΝ

Φωστῆρα τῶν Μαρτύρων σε ἔγνωμεν, Νικῆτα τοῦ Χριστοῦ ἀθλητά∙ σὺ γὰρ τοῦ ἐπὶ γῆς ἀξιώματος, τὴν δόξαν καταλείψας, καὶ πατρικὴν ἀθεΐαν βδελυξάμενος, τοὺς θεούς αὐτῶν συνέτριψας, καὶ νικητικῶς τοὺς βαρβάρους κατῄσχυνας, ὑπὲρ Χριστοῦ τὸ μαρτύριον τῆς ὁμολογίας ἐκπληρώσας∙ καὶ στρατιώτης τοῦ ἐπουρανίου Θεοῦ γέγονας, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν εὐεργέτην τοῦ παντός, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν. Ιάσονα Διγαλάκη

ΧΑΙΡΟΙΣ Ο ΤΩΝ ΤΥΦΛΩΝ

Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε∙ δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος. Διατριβή Ιάσονα Διγαλάκη

...ΑΣΑΡΚΟΣ ΚΑΘΑΠΕΡ ΕΠΙ ΤΗΣ ΓΗΣ, ΤΕΤΕΛΕΚΩΣ ΑΝΕΔΡΑΜΕΣ

Ἁγνείαν, σωφροσύνην καὶ καθαράν, πολιτείαν καὶ βίον ἀκίβδηλον, καὶ ἀγωγήν, ἄσαρκος καθάπερ ἐπὶ τῆς γῆς, τετελεκὼς ἀνέδραμες, πρὸς τὰς οὐρανίους διατριβάς, καὶ πᾶσι συναγάλλῃ, ὁσίοις καὶ δικαίοις, καθικετεύων ὑπὲρ πάντων Χριστόν. Ἄκακος ἀνὴρ πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. Σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων, ἑαυτῷ πεποιθώς, μίγνυται ἀνόμῳ. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων. Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ὁ ἐλεῶν δὲ πτωχοὺς μακαριστός. Πλανώμενοι ἄδικοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί, οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. Ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν. Ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. Στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατρι...

ΧΑΙΡΟΙΣ Ο ΖΩΗΦΟΡΟΣ ΣΤΑΥΡΟΣ

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε∙ ἡμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα, σθένος δικαίων, Ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος∙ ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα∙ ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι∙ Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε∙ δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, κα...

ΟΛΟΚΛΗΡΟΝ ΘΥΜΑ ΚΑΙ ΔΕΚΤΟΝ, ΣΑΥΤΟΝ ΠΡΟΣΗΓΑΓΕΣ ΜΑΡΤΥΣ

Ὁλόκληρον θῦμα καὶ δεκτόν, σαυτὸν προσήγαγες Μάρτυς ἀήττητε, καὶ ὁλοκάρπωμα γέγονας, εὐωδίας τῷ Δεσπότῃ σου, τῷ σταυρωθέντι δι᾽ ἡμᾶς, μετ᾽ εὐφροσύνης βοῶν∙ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Νομίμως ὡς θεῖος ἀριστεύς, ἐχθροῦ τὰς φάλαγγας καταστρεψάμενος, ἀξίως εἴληφας στέφανον, τὸν τῆς νίκης τὸν ἀμάραντον, ἐκ ζωηφόρου δεξιᾶς, ᾗ νῦν παρέστηκας ἀναμέλπων∙ Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ποθήσας ἀσχέτως τὸν Χριστόν, τῷ τούτου αἵματι, τὸ σὸν κατέμιξας, καὶ συντεμνόμενος μάστιξι, καὶ ποικίλως ἀναιρούμενος∙ ᾧ περ καὶ νῦν ὡς μιμητής, συμβασιλεύεις βοῶν∙ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΩΣ ΕΤΡΟΠΩΣΩ ΠΑΝΣΟΦΕ, ΤΟΥ ΣΤΑΥΡΟΥ ΤΗ ΔΥΝΑΜΕΙ

Ὡς ἐτροπώσω πάνσοφε, τοῦ Σταυροῦ τῇ δυνάμει, βαρβαρικὴν θρασύτητα, καὶ τυράννων μανίαν, στῆσον γενναῖε Νικῆτα, καὶ ἡμῶν ταῖς εὐχαῖς σου, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, ἁμαρτιῶν, λύσιν παρεχόμενος, ἀθλοφόρε, ὡς παρρησίαν ἄπλετον, πρὸς Θεὸν κεκτημένος.

ΓΝΩΣΙΝ ΕΝΘΕΙΣ Η ΨΥΧΗΝ ΜΟΥ,

Γνῶσιν ἐνθεὶς τὴ ψυχή μου, κάθαρόν μου τὴν φρένα καὶ τῶν σῶν ἐντολῶν ἐργάτην Σῶτερ ἀνάδειξον, ἵνα ἰσχύσω καταπαλαῖσαι τὰς ποικίλας τῶν παθῶν μου ἐπαναστάσεις, νικητικὸν ἀφθαρσίας βραβεῖόν τε δέξασθαι, πρεσβείαις τοῦ σοῦ γενναίου ἀθλοφόρου Νικήτα, φιλάνθρωπε∙ καὶ γὰρ αὐτὸς ἡμᾶς ἐν τῇ μνήμῃ αὐτοῦ συνεκαλέσατο, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΡΥΠΟΝ ΤΟΝ ΤΗΣ ΦΥΣΕΩΣ

Ῥύπον τὸν τῆς φύσεως ἡμῶν, Χριστὸν κυήσασα τὸν μόνον ἄχραντον, σαφῶς ἀπέπλυνας ἄχραντε, Θεοτόκε παναμώμητε∙ καὶ Χερουβὶμ καὶ Σεραφίμ, γέγονας ὕπερθεν, τῶν βοώντων∙ Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΝΙΚΗΤΑ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα. Φλέγῃ, Νικῆτα, καὶ γίνῃ νικηφόρος, Ἤ μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος. Πέμπτῃ καὶ δεκάτῃ καμίνῳ βλήθη Νικήτας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου Πρεσβυτέρου καὶ θαυματουργοῦ. Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος. Ζωὴν ἄληκτον εὗρε σύν Θεῷ φίλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ ἀπὸ Μίμων. Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην, Ῥύπτῃ δὲ Πορφύριε, καὶ τέμνῃ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Ἀκακίου Ἐπισκόπου Μελιτηνῆς. Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου, Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει τελειοῦται. Χριστὸν θεωρῶν σοι προτείνοντα στέφος, Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δύο Κόραι ξίφει τελειοῦνται. Γνώμην ἔχουσαι καὶ προθυμίαν μίαν, Κόραι δύο κλίνουσιν...

..ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΟΠΛΟΝ ΘΕΟΧΑΛΚΕΥΤΟΝ, Ο ΘΥΡΕΟΣ ΤΗΣ ΠΙΣΤΕΩΣ

Ὅπλον θεοχάλκευτον, ὁ θυρεὸς τῆς πίστεως, κράτος τὸ ἀκράδαντον ἐν μάχαις, Σταυρὲ Κυρίου, χαῖρε ἡ δίστομος σπάθη τῶν πιστῶν· χαῖρε, δι᾿ ἧς, Ἄγαρ κατασφάττεται, καὶ ἐγείρονται τρόπαια. Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων Σταυρὲ τίμιε, κλῖμαξ τὸν Θεὸν ἐστηριγμένον, ἐπὶ σὲ ἔχουσα, χαῖρε τὸ κήρυγμα, πάντων Προφητῶν· χαῖρε δι᾿ οὗ ὁ κόσμος ἡγίασται, καὶ Σατὰν καταβέβληται. Πάθος τὸ κεφάλαιον, παθῶν Κυρίου ἔνδοξε, χαῖρε τοῦ παθόντος ἑκουσίως, ἐξ οὗ τὸ θεῖον πόμα ἀνέβλυσε, πᾶσι τὸ πανάχραντον αὐτοῦ Αἷμα, καὶ ἐπίομεν, ἐκτακέντες οἱ ἄνθρωποι. Ῥείθροις θείου Αἵματος, ἐπαρδευθεὶς πανάγιε Σταυρέ, θεοτίμητε τοὺς πίστει, σῶζε κινδύνων, καὶ τοῦ λοιμοῦ καὶ λιμοῦ, βοῶντάς σοι· χαῖρε ἡ πηγή, ἄρδουσα τὰ σύμπαντα, τὰ σωτήρια νάματα. Εὐλόγησον Κύριε, τοῦ σοῦ Σταυροῦ τῇ χάριτι, τὸν ἐνιαυτὸν χρηστότητός σου, τοὺς ἱερέας, τοὺς βασιλεῖς, τὸν στρατόν, πάντα περιούσιον λαόν, πιστῶς προσκυνοῦντάς σου, τὸν Σταυρὸν τὸν φωτόμορφον.

ΕΥΦΗΜΟΥΜΕΝ ΣΕ ΠΡΟΘΥΜΩΣ

Εὐφημοῦμέν σε προθύμως, ὑποπόδιον λέγοντες, τῶν ποδῶν Κυρίου, ἐν ᾧ προσκυνοῦμεν πανάγιε, χαῖρε Σταυρέ· καὶ ὑψοῦμεν τὸν ὑψώσαντα, τὴν πεσοῦσαν φύσιν παραβάσει Προπάτορος. Ἰορδάνης μαρτυρεῖ σου, τὴν φρικτὴν θείαν δύναμιν, Σταυρὲ τοῦ Κυρίου, ἀναχαιτισθεὶς ὑπὲρ λόγον τε, καὶ τόπον δοὺς Πατριάρχῃ διαβαίνοντι, καὶ ἀνάξας τῷ Ἐλισσαιὲ τὸ σιδήριον. Ὄφεις χαῖρε ὁ κτιννύων, ἐν ἐρήμῳ βλεπόμενος· χαῖρε φῶς Κυρίου, τὸ φωτίζον πάντα τὰ πέρατα· χαῖρε ὁ σκόλοψ βαρβάρων, ἡ κατάλυσις, τῶν ξοάνων τε, καὶ Ἰουδαίων ἀπώλεια. Νῆσοι, ἤπειρος ἡ πᾶσα, σῷ τιμίῳ κλεΐζονται, κλέος οἰκουμένης, Σταυρὲ ζωηφόρε ὀνόματι· ὕψωσον κέρας ἁπάντων, χριστωνύμων τε, καὶ κατάβαλε τῶν ἐναντίων τὸ φρύαγμα. Σοὶ βοῶμεν ὡς ἐμψύχῳ· Χαῖρε Ξύλον τρισόλβιον· χαῖρε ζωῆς Ξύλον· χαῖρε προσκυνούμενον πάντοτε, ὑπὸ Ἀγγέλων, ἀνθρώπων· χαῖρε καύχημα, οὐρανοῦ καὶ γῆς, σῶσον ἡμᾶς τῇ δυνάμει σου. ιάσονα διγαλάκη

Ω ΤΡΙΣΜΑΚΑΡΙΣΤΕ ΣΤΑΥΡΕ ΚΑΙ ΠΑΝΣΕΒΑΣΜΙΕ

Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

ΣΤΑΥΡΕ Η ΑΡΧΗ ΤΗΣ ΣΩΤΗΡΙΑΣ

Σταυρὲ ἡ ἀρχὴ τῆς σωτηρίας, Σταυρὲ τῶν Μαρτύρων ἡ χαρά, κήρυγμα Ἀποστόλων τε, Ἐκκλησιῶν ὁμόνοια, σκέπε, φρούρει καὶ φύλαττε, τοὺς καυχωμένους τῷ κράτει σου. Διώκονται φάλαγγες δαιμόνων, τῇ σῇ σημειώσει δυνατέ· ὅθεν βοῶμεν χαῖρέ σοι· Χαῖρε δι᾿ οὗ ἡνώθησαν, ἡ γῆ καὶ τὰ οὐράνια, καὶ ἐθεώθη ὁ ἄνθρωπος. Ὁδὸς πρὸς μονὰς τὰς οὐρανίους ἀπάγουσα, χαῖρε τὸ λαμπρόν, τοῦ Ἰησοῦ μου τρόπαιον· χαῖρε ἀνάκτων στέφανος, χαῖρε σωτὴρ παγκόσμιος, χαῖρε ἡ ῥάβδος εὐθύτητος. Χαῖρε, σὺ ἡ ῥάβδος βασιλείας, δυνάμεως· χαῖρε τοῦ Χριστοῦ, ἡ ῥάβδος ἣν ἀπέστειλεν ἐκ τῆς Σιὼν ὁ Κύριος· χαῖρε φυτὸν ἀθάνατον, ὑφ᾿ οὗπερ σκέπονται ἅπαντες.

ΣΤΑΥΡΕ ΤΟΥ ΧΡΙΣΤΟΥ

Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου. Χριστοῦ σκῆπτρον ἅγιον, ἐμψυχωμένον σε Πνεύματι, Σταυρὲ ανσεβάσμιε, Ἑλένη βλέπουσα, προσεφώνει σοι· Χαῖρε Χριστοῦ ἡ δόξα, δι᾿ οὗ δόξαν ἅπαντες προσενεδύθημεν. Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου. Ιάσονα Διγαλάκη Ἀήττητος δύναμις, χαῖρε Σταυρὲ τρισμακάριστε, πιστῶν δεομένων σου· χαῖρε ἡ μάχαιρα, ἡ ἐκκόπτουσα, τὰ κέρατα δαιμόνων· χαῖρε ἀγλαόκαρπον, δένδρον πανάγιον.

ΣΤΑΥΡΟΝ ΤΟΝ ΖΩΗΦΟΡΟΝ

Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρὸν τὸν ζωηφόρον ἐν φόβῳ (ἐκ γ´)· καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὐτὸν τοιαῦτα· Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ· χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας. Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα· χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τὰ πέρατα. Χαῖρε, ξύλον ζωομύριστον, καὶ θαυμάτων θησαυρέ· χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ. Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον· χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων. Χαῖρε, κρατὴρ τοῦ νέκταρος ἔμπλεως· χαῖρε, λαμπτὴρ τῆς ἄνω λαμπρότητος. Χαῖρε, δι᾿ οὗ εὐλογεῖται ἡ κτίσις· χαῖρε, δι᾿ οὗ προσκυνεῖται ὁ Κτίστης. Χαῖρε, Ξύλον μακάριον. Βλέπουσα ἡ Ἑλένη ἑαυτὴν ἐν ἐφέσει, φησὶ τῷ Βασιλεῖ θαρσαλέως· Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται· ζητοῦσα γοῦν τὸ κράτιστόν σοι τρόπαιον, ὡς λέγεις, κράζω· Ἀλληλούϊα. Γνῶσιν ἄγνωστον πρῴην ἡ Βασίλισσα γνοῦσα, ἐβόησε πρὸς τοὺς ὑπουργοῦντας· Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, καὶ ...