ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ ΚΑΛΛΙΣΤΡΑΤΕ

Μάρτυς ἀθλητὰ Καλλίστρατε τῆς εὐσεβείας φωτί, φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν ἐβάδισας, ἀκλινῶς τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικήσας πάντα τὰ μηχανήματα, τοῦ πολεμήτορος· ὅθεν εὐφημοῦμεν σε, τὴν ἱεράν, μνήμην σου γεραίροντες, μακαριώτατε.

Μάρτυς θέοφρον Καλλίστρατε, λόγον πλουτήσας ζωῆς, πρὸς ζωὴν καθωδήγησας, τοὺς ἀγνοίᾳ πρότερον, ἐν νεκρώσει ὑπάρχοντας· οἳ καὶ θανόντες, προθύμως ἔνδοξε, διὰ τὴν πάντων, ἡμῶν ἀνάστασιν, ζῆν ἀληθέστατα, ἐν Χριστῷ πιστεύονται, μεθ' ὧν ἡμῶν, μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον.

Μάρτυς Ἱερὲ Γυμνάσιε, ξίφει τὴν κάραν τμηθείς, τῇ πλημμύρᾳ τοῦ αἵματος, Φαραὼ τὸν δόλιον, ἀληθῶς κατεπόντισας, καὶ νῦν πηγάζεις, πᾶσιν ἰάματα, τοῖς τῷ ναῷ σου, πίστει προστρέχουσι, καὶ τοὺς ἀγῶνάς σου, ἐν αὐτῷ γεραίρουσι, καὶ τὴν σεπτήν, μνήμην σου μακάριε, πανηγυρίζουσιν.
Πρὸ τοῦ τιμίου Σταυροῦ σου, φοβερὸς ὁ θάνατος τοῖς ἀνθρώποις, μετὰ τὸ ἔνδοξον πάθος, φοβερὸς ὁ ἄνθρωπος τῷ θανάτῳ, οὕτως ἐνίσχυσεν ὁ Ἀθλοφόρος, οὕτω κατήργησεν πᾶσαν τοῦ ἐχθροῦ τὴν δύναμιν· αὐτοῦ ταῖς πρεσβείαις Χριστέ, σῶσον τάς ψυχὰς ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ