Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούνιος, 2026

Θεοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς ἡμῖν διεσάφησας.

 Ἐν τῷ Σιναίῳ, ἀκρωτηρίῳ πάλαι γνόφον εἰσδύς, νόμον εἷλε μάκαρ Κύριλλε ὁ Μωσῆς, ἀναιροῦντα, τὸν τοῦ γράμματος, σὺ δὲ ἀνέπτυξας, τὸ κεκρυμμένον βάθος τοῦ Πνεύματος. Νομοθεσίας, δι' αἰνιγμάτων ὡς νηπίοις τὸ πρίν, Πάτερ δεδομένης κάλυξι καλυπτά, ὥσπερ ῥόδα τὰ νοήματα, σὺ ἀπεκάλυψας, ἑρμηνεύσας τοὺς τύπους σαφέστατα. Θεοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς ἡμῖν διεσάφησας. Ἐν ἀσυγχύτῳ, ἑνώσει θείᾳ καὶ ἀτμήτῳ σαφῶς, Πάτερ διαιρέσεις, τρεῖς μὲν θεολογῶν, ὑποστάσεις ἔφης Κύριλλε, ἀπαραλλάκτους δέ, ἐν οὐσίᾳ μιᾷ καὶ Θεότητι.

Τὴ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.

 Τὴ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Στίχοι - Κύριλλον ὑμνῶ τοῦ Κυρίου μου φίλον, - Καὶ Κυρίας πρόμαχον Ἀειπαρθένου. - Εὕρατο τυμβοχοὴν ἔνατον Κύριλλος ἐς ἦμαρ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τὴν σοφίαν τὴν θείαν πεπλουτηκώς, ἐξηρεύξω δογμάτων Πάτερ πηγάς, πλυνούσας αἱρέσεων, δυσωδέστατον βόρβορον, καὶ πιστῶν καρδίας, ἀρδευούσας ἐν χάριτι, καὶ τῆς Ἐκκλησίας τὰς αὔλακας Κύριλλε, ἤδη μεθυσκούσας· διὰ τοῦτό σε πίστει, τιμῶντες τὴν μνήμην σου, ἐκτελοῦμεν θεόπνευστε, Ἱεράρχα πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.