Αναρτήσεις

Προβολή αναρτήσεων από Μάιος, 2012

ΕΙΣ ΘΕΟΝ ΑΤΕΝΙΖΩΝ, ΤΟΝ ΔΥΝΑΜΕΝΟΝ

Εἰς Θεὸν ἀτενίζων, τὸν δυνάμενον σῴζειν νοὸς εὐθύτητι, ὑπήνεγκας τους πόνους, Ἑρμεία τοὺς γενναίους, ἀναμέλπων τοῦ σώματος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ῥαντισμῷ τῶν αἱμάτων, τὴν πυρὰν κατασβέσας τῆς ἀθεότητος, τὴν φλόγα ὑπεισῆλθες, ἐφλέχθης δὲ οὐδόλως, ἀναμέλπων πανόλβιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Μακαρίζει σε πᾶσα, Ἐκκλησία ὁρῶσα τὰς ἀριστείας σου, τὴν χάριν τῶν θαυμάτων, τῆς νίκης τὰ βραβεῖα, ἃ παρέσχε σοι Κύριος, Ἑρμεία Μάρτυς σοφέ, λαμπρῶς ἠγωνισμένῳ.

ΚΑΤΕΛΘΩΝ ΟΥΡΑΝΟΘΕΝ

Κατελθὼν οὐρανόθεν πρὸς τὰ ἐπίγεια, καὶ τὴν κάτω κειμένην ἐν τῇ τοῦ ᾍδου φρουρᾷ, συναναστήσας ὡς Θεός, Ἀδαμιαίαν μορφήν, τῇ Ἀναλήψει σου Χριστέ, ἀνήγαγες εἰς οὐρανούς, καὶ θρόνῳ τῷ Πατρικῷ σου, συγκάθεδρον ἀπειργάσω, ὡς ἐλεήμων καὶ φιλάνθρωπος

Η ΑΠΡΟΣΜΑΧΗΤΟΣ ΧΑΡΙΣ

Ἡ ἀπροσμάχητος χάρις, τοῦ δυναμοῦντός σε, ἐν ἀσθενείᾳ Μάρτυς, σοῦ τῆς φύσεως πᾶσι, τὴν δύναμιν δεικνύει· διὸ καὶ θνητῷ, σὲ ἐνίσχυσε σώματι, καταπαλαῖσαι τὸν ἄσαρκον κραταιῶς, καὶ λαβεῖν τὰ νικητήρια. Ταῖς τῶν αἱμάτων ῥανίσι, τῆς ἀθεΐας τὸ πῦρ, Μεγαλομάρτυς σβέσας, τὴν Χριστοῦ Ἐκκλησίαν, κατήρδευσας πλουσίως, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐφώτισας, τῶν εὐσεβῶς σου τιμώντων τὸ Ἱερόν, καὶ σεβάσμιον μνημόσυνον. Ὡς ἀκαθαίρετος Πύργος, ταῖς προσβολαῖς τῶν ἐχθρῶν, οὐκ ἐσαλεύθης ὅλως, τὰς αὐτῶν δὲ καρδίας, συνέσεισας Ἑρμεία, καὶ τῷ μοχλῷ τῶν γενναίων ἀγώνων σου, ὡς εὐπερίτρεπτον τεῖχος, πάντων αὐτῶν, τὰ φρονήματα κατέαξας.

ΦΟΡΕΣΑΣ ΜΕ ΠΡΟΗΛΘΕ ΘΕΟΣ

Φορέσας με προῆλθε Θεὸς ἐκ σοῦ, ἀφθαρσίας ἐνδύων με ἔνδυμα, τὸν πονηρᾷ, γνώμῃ γυμνωθέντα θείας στολῆς, Θεογεννῆτορ Δέσποινα, πάντων τῶν ἀνθρώπων καταφυγή, Μαρτύρων στεφηφόρων, κραταίωμα καὶ τεῖχος, καὶ τῶν Ἀγγέλων ἀγαλλίαμα.

ΤΗΝ ΥΠΕΡ ΠΑΝΤΩΝ ΤΕΛΕΣΑΣ ΣΩΤΗΡΙΑΝ

Τὴν ὑπὲρ πάντων τελέσας σωτηρίαν, τὸ ὄρος κατέλαβες τοῦ Ἐλαιῶνος Χριστέ· ὅθεν ἀνέπτης ἐνώπιον, τῶν Μαθητῶν σου, εἰς οὐρανοὺς ἐν δόξῃ φερόμενος, διὸ τὸ μυστήριον καταπληττόμεναι, ταῖς ἀνωτέραις ἐκραύγαζον, αἱ κάτω τάξεις· Ἄρατε πύλας καὶ εἰσελεύσεται· ὅθεν ἐξῆλθε, τῶν ἁπάντων, ὁ βασιλεύων Θεός, ὡς ηὐδόκησε, παραδόξως τῷ κόσμῳ, σωτηρίαν ἐργασάμενος. Τῶν Μαθητῶν ὁ χορὸς σε, ὡς ἑώρα, ἀναλαμβανόμενον, ἔλεγε Δέσποτα· Ποῦ νῦν ἀπαίρεις τῶν δούλων σου; καὶ ποῦ πορεύῃ, ὁ ἐν χερσὶ συνέχων τὰ πέρατα; ἡμεῖς καταλείψαντες, ἅπαντα σοὶ τῷ Θεῷ, ἠκολουθήσαμεν χαίροντες, εἰς τοὺς αἰῶνας, σὺν σοί, ἐλπίδας ἔχοντες ἔσεσθαι, μὴ καταλίπῃς ὀρφανους ἡμᾶς, ὡς ὑπέσχου, Πατήρ, ἡμῶν εὔσπλαγχνε, τὸν Παράκλητον πέμψον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Τελεωτάτην παρέχων εὐλογίαν, τοῖς φίλοις σου Δέσποτα, ἐμυσταγώγεις αὐτούς, ὁρᾶτε φίλοι πορεύομαι, πρὸς τὸν Πατέρα, ὑμῖν δὲ πέμψω ἄλλον Παράκλητον· οὐ καταλείψω γὰρ πρόβατα, ἅπερ συνῆξα, οὐκ ἐπιλήσομαι οὓς ἠγάπησα, θείαν ἐξ ὕψους ἐνδυσάμενοι, δυναστείαν, πορεύεσθαι λέγον...

ΠΑΡΑΝΟΜΩΝ ΔΟΓΜΑ

Παρανόμων δόγμα, νόμῳ κρατυνόμενος τῆς ἀληθείας, ἀθλητὰ Ἑρμεία, χαίρων ἐξεφαύλισας καὶ τοῖς ἀγῶσι, τοῖς μεγίστοις μάκαρ, καρτερῶν ἀπέλαβες, τὰς ἐν τοῖς ὑψίστοις, σκηνώσεις εἰς αἰῶνας. Οὐ πτοοῦμαι πᾶσαν, ἀλγεινῶν ἐπίτασιν προσγινομένην, οὐδὲ νέμω σέβας, τοῖς μὴ οὖσιν ἔκραζες θεοῖς Παμμάκαρ, ἕνα μόνον σέβω, Ἰησοῦν τὸν Κύριον, τὸν ἐπὶ Ποντίου, Πιλάτου σταυρωθέντα. Θύεσθαι προείλου, ὡς ἀρνίον ἄμωμον Μάρτυς Ἑρμεία, ὑπὲρ τοῦ τυθέντος, δι' ἡμᾶς ὡς πρόβατον, καὶ τὰς θυσίας τὰς βεβήλους πάσας, ἐκ τῆς γῆς ἐξάραντος· ὅθεν ἐν αἰνέσει ἀξίως σε ὑμνοῦμεν.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΡΜΕΙΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων, Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου! Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΑΘΕΣ ΩΣ ΑΝΘΡΩΠΟΣ, Ο ΑΠΑΘΗΣ ΤΗ ΘΕΟΤΗΤΙ

Ἔπαθες ὡς ἄνθρωπος, ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας, πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν τὸν Παράκλητον, τοῖς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὑμεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι, ὡς ἄνθρωποι ἔλεγον· τοῖς τοῦ Λόγου Μύσταις, οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς, ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε, πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα πληρώσατε. Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε Κύριε λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὅτε παραγέγονας ἐπὶ τὸ ὄρος, Χριστὲ τῶν Ἐλαιῶν, Πατρὸς ἐπιτελέσαι τὴν εὐδοκίαν, ἐξέστησαν οἱ οὐράνιοι Ἄγγελοι, καὶ ἔφριξαν οἱ καταχθόνιοι· παρίσταντο δὲ οἱ Μαθηταὶ μετὰ χαρᾶ...

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ο ΠΡΟΑΙΩΝΙΟΣ ΛΟΓΟΣ ΚΑΙ ΑΝΑΡΧΟΣ, ΗΝΠΕΡ

Ὁ προαιώνιος Λόγος καὶ ἄναρχος, ἥνπερ ἀνείληφε, φύσιν ἀνθρώπειον, θεοποιήσας μυστικῶς, σήμερον ἀνελήφθη, Ἄγγελοι προτρέχοντες, Ἀποστόλοις ἐδείκνυον, τοῦτον πορευόμενον, εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς, αὐτῷ δὲ προσκυνήσαντες, ἔλεγον· Δόξα Θεῷ τῷ ἀναληφθέντι.

ΠΑΘΕΣΙ ΝΕΚΡΩΘΕΝΤΑ

Πάθεσι νεκρωθέντα, ζώωσόν με Πάτερ ταῖς πρεσβείαις σου, τῇ ζωὴ νῦν τῶν ζώντων, παρρησίᾳ πολλῇ παριστάμενος. Αἴγλην ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ σου δεξάμενος, ἐφωτίσθης καὶ πᾶσαν, τῶν παθῶν τὴν ἀχλὺν ἐξηφάνισας.

ΕΓΚΡΑΤΕΙΑΣ ΤΟΙΣ ΒΕΛΕΣΙ

Ἐγκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας, καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας· διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα Μακάριε, παρ' αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείῳ Πνεύματι, ὁδηγούμενος Πάτερ μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, ὤφθης καὶ πίστει περίδοξος. Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόπνευστε, Ἰσαάκιε, φωστὴρ ἐδείχθης τοῖς πέρασιν, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

ΕΠΟΜΒΡΙΑΙΣ ΤΗΣ ΧΑΡΙΤΟΣ

Ἐπομβρίαις τῆς χάριτος, Πάτερ ποταμοὺς θαυμάτων ἀνέβλυσας, μολυσμὸν ἀποκαθαίροντες, τῶν ἐν πίστει Μάκαρ προστρεχόντων σοι. Ὁλονύκτοις δεήσεσι, καὶ ταῖς πανημέροις Ὅσιε στάσεσι, τὴν ψυχὴν προκαθηράμενος, τῆς Τριάδος οἶκον Πάτερ ἔδειξας.

ΥΨΟΘΕΝ ΕΙΣ ΓΗΝ, ΧΡΙΣΤΕ

Ὑψόθεν εἰς γῆν, Χριστὲ καταβέβηκας, καὶ αὖθις ἐκ γῆς, εἰς ὕψος ἀνέδραμες, πρὸς τὸν σὸν Γεννήτορα, Μαθητῶν ὁρώντων σου τὴν ἄνοδον, σὺν αὐτοῖς οὖν ἑορτάζοντες, ὑμνοῦμέν σου Σῶτερ τὴν Ἀνάληψιν.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΣΕ, ΕΠΙ ΞΥΛΟΥ

Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει φιλάνθρωπε.

ΙΛΑΣΘΗΤΙ ΜΟΙ ΣΩΤΗΡ

Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου

ΟΥ ΛΕΙΨΩ ΟΡΦΑΝΟΥΣ, ΟΥΣΠΕΡ ΕΓΩ ΣΥΝΗΞΑ

Οὐ λείψω ὀρφανούς, οὕσπερ ἐγὼ συνῆξα, ὁ Κύριος τοῖς φίλοις, ἐλάλει· ἀλλὰ πέμψω, ὑμῖν Πνεῦμα τὸ ἅγιον. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως Ἄγγελοι τοῖς σοφοῖς, ἐβόων Ἀποστόλοις· Ὦ ἄνδρες Γαλιλαῖοι, ὃν τρόπον καθορᾶτε, αὐτὸς πάλιν ἐλεύσεται. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Κατῆλθον ἐν χαρᾷ, ἀπὸ τοῦ Ἐλαιῶνος, οἱ Μαθηταί σου Λόγε, δοξάζοντες, ὑμνοῦντες, τὴν θείαν σου Ἀνάληψιν. Ὅτε ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς τῶν Μαθητῶν ὁρώντων, αἱ νεφέλαι ὑπελάμβανόν σε μετὰ σαρκός, πύλαι ἐπήρθησαν αἱ οὐράνιαι, ὁ χορὸς τῶν Ἀγγέλων ἔχαιρεν ἐν ἀγαλλιάσει, αἱ ἀνώτεραι δυνάμεις ἔκραζον, λέγουσαι· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, οἱ δὲ Μαθηταὶ ἐκπληττόμενοι ἔλεγον· Μὴ χωρισθῇς ἡμῶν, ὁ Ποιμὴν ὁ καλός, ἀλλὰ πέμψον ἡμῖν τὸν Πνεῦμά σου τὸ πανάγιον, τὸ ὁδηγοῦν καὶ στηρίζον τὰς ψυχὰς ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΙΣΑΑΚΙΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Ψήφῳ Θεοῦ πρὸς θεῖον ἤρθη χωρίον, Γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον. Θεῖον Ἰσαάκιον μόρος εἷλεν ἑνὶ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νατάλιος ξίφει τελειοῦται. Ὁ ὅσιος Βαρλαὰμ ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι νεομάρτυρες Ῥωμανὸς καὶ Μελέτιος, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΑΘΕΣ ΩΣ ΑΝΘΡΩΠΟΣ

Ἔπαθες ὡς ἄνθρωπος, ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας, πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν τὸν Παράκλητον, τοῖς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὑμεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι, ὡς ἄνθρωποι ἔλεγον· τοῖς τοῦ Λόγου Μύσταις, οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς, ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε, πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα πληρώσατε. Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε Κύριε λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὅτε παραγέγονας ἐπὶ τὸ ὄρος, Χριστὲ τῶν Ἐλαιῶν, Πατρὸς ἐπιτελέσαι τὴν εὐδοκίαν, ἐξέστησαν οἱ οὐράνιοι Ἄγγελοι, καὶ ἔφριξαν οἱ καταχθόνιοι· παρίσταντο δὲ οἱ Μαθηταὶ μετὰ χαρᾶ...

ΑΙΓΛΗ ΠΑΡΘΕΝΙΑΣ ΛΑΜΠΟΥΣΑ

Αἴγλῃ παρθενίας λάμπουσα, Θεοδοσία σεμνή, καὶ πορφύραν δι' αἵματος, μαρτυρίου πάνσοφε, βεβαμμένην λαμπρότατα, περιθεμένη καὶ ὑπερκόσμιον, Χριστοῦ νυμφῶνα κατασκηνώσασα, κόρη πανάμωμε, συγχορεύεις τάξεσιν, Ἀγγελικαῖς, ὄντως ἀκατάλυτον, χορείαν ἔνδοξε. Μάρτυς παρθένε πανεύφημε, Θεοδοσία Χριστόν, ὁλοκλήρως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, αἰκιζομένη διὰ τὸν σὸν ἐραστήν, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς πρὸς γῆν, ὄντως καταβέβληκας, τὸν ὑπερήφανον. Κάλλει ψυχῆς τε καὶ σώματος, κεκοσμημένη φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τὸν τῆς δόξης στέφανον, παρ᾽ αὐτοῦ ἀναδήσασθαι, Θεοδοσία Μάρτυς πανένδοξε, καὶ βασιλείας σαφῶς διάδημα, ὄντως πολύτιμον, ἐπαξίως δέδεξαι, σῇ κορυφῇ, νύμφη παναμώμητος, φανεῖσα πάνσοφε.

ΥΨΟΘΕΝ

Ὑψόθεν εἰς γῆν, Χριστὲ καταβέβηκας, καὶ αὖθις ἐκ γῆς, εἰς ὕψος ἀνέδραμες, πρὸς τὸν σὸν Γεννήτορα, Μαθητῶν ὁρώντων σου τὴν ἄνοδον, σὺν αὐτοῖς οὖν ἑορτάζοντες, ὑμνοῦμέν σου Σῶτερ τὴν Ἀνάληψιν.

ΠΑΡΘΕΝΕ ΠΑΝΑΜΩΜΕ

Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

ΠΑΝΤΟΤΕ ΠΡΑΤΤΩΝ ΤΑ ΑΤΟΠΑ

Πάντοτε πράττων τὰ ἄτοπα, τὸν ποιητήν μου Θεόν, παροργίζω ὁ ἄθλιος, καὶ πτοοῦμαι πάναγνε, τὴν αἰώνιον κόλασιν, καὶ τοῦ πυρὸς τὴν φλόγα τὴν ἄσβεστον. Καὶ τῶν σκωλήκων τὴν ἀγριότητα, ὧν με ἐξάρπασον, Δέσποινα πανύμνητε, τὸν σὸν Υἱόν, Λόγον καὶ φιλάνθρωπον καθικετεύουσα.

ΣΕΣΟΒΗΜΕΝΟΣ Ο ΤΥΡΑΝΝΟΣ ΤΑΙΣ ΑΙΚΙΑΙΣ

Σεσοβημένος ὁ τύραννος ταῖς αἰκίαις, καταπτοεῖν τὸ εὔτονον, τῆς σῆς καρτερίας, ᾤετο ὁ δόλιος, αὐτῇ δὲ Πανεύφημε· Δόξα τῷ Θεῷ ἀνεκραύγαζες. Τὴν θεόσδοτον καὶ θείαν προσηγορίαν, προγνωστικῶς ἐπλούτησας, Μάρτυς ἀθληφόρε· δόσις γὰρ ἐγένου Θεῷ, ἡμᾶς κατευφραίνουσα, πίστει σε καὶ πόθῳ γεραίροντας. Ἠγλαϊσμένην θεόφρον Θεοδοσία, μαρτυρικοῦ δι' αἵματος, σοῦ πεφοινιγμένην, περιβεβλημένη στολήν· Δραμοῦμαι ὀπίσω σου, πόθῳ τοῦ νυμφίου μου, ἔκραζες.

ΟΛΗΝ ΣΕ, ΠΕΡΙΣΤΕΡΑΝ ΤΕΛΕΙΑΝ

Ὅλην σε, περιστερὰν τελείαν καὶ ἄμωμον, καὶ τηλαυγέστατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς εὑρὼν σοι ἐσκήνωσεν.

ΛΥΘΕΙΣΑ ΔΕΣΜΩΝ ΤΩΝ ΤΗΣ ΣΑΡΚΟΣ

Λυθεῖσα δεσμῶν τῶν τῆς σαρκός, Θεοδοσία σεμνή, ἀνέπτης χαίρουσα, πρὸς φωτεινόμορφον θάλαμον, νυμφικῶς περιχορεύουσα, καὶ μαρτυρίου φοινικῷ αἵματι στίλβουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Παστάδα οὐράνιον οἰκεῖν, κατηξιώθης φαιδρῶς, Θεοδοσία σεμνή, διαιωνίζουσαν εὔκλειαν, εὑραμένη παναοίδιμε, καὶ τῆς ἀνδρείας σου καρπὸν ὄντως πλουτήσασα· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον. Ὡράθης φερώνυμος σαφῶς, Θεοδοσία σεμνή· Θεοῦ γὰρ δόσις ἡμῖν, ἀρίστη δέδοσαι πάνσοφε, δωρεῶν τῶν ὑπὲρ ἔννοιαν, ἀναδιδοῦσα ποταμοὺς τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΤΟΙΣ ΠΟΝΟΙΣ ΖΩΗΝ

Τοῖς πόνοις ζωήν, τὴν ἄπονον κεκλήρωσαι, τοῖς αἵμασι δέ, τὸν Λέοντα ἀπέπνιξας, τὸν ἐχθρὸν τὸν βέβηλον, Ἐκκλησίας Χριστοῦ πανεύφημε, καὶ αὐτῷ συγχαίρουσα νῦν, δυσώπει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΣΙΑΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας. Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας. Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ, Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ. Εἰκάδι Θεοδοσίην ἐνάτῃ πέφνε ῥεῦμα θαλάσσης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης. Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία, Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου. Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω, Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς Ἀμήν.

ΟΛΗΝ ΣΥΓΚΡΟΤΗΣΑΝΤΕΣ, ΤΗΝ ΤΗΣ ΨΥΧΗΣ ΕΠΙΣΤΗΜΗΝ

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς Χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες, ἐξέθεντο, ὅρον θεοδίδακτον. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσό...

ΑΓΓΕΛΩΝ ΘΑΥΜΑΖΟΝΤΩΝ, ΤΗΣ ΑΝΟΔΟΥ ΤΟ ΞΕΝΟΝ

Ἀγγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων, τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπήρθησαν Σωτήρ· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι· Δόξα τῇ καταβάσει σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε.

ΤΟΥ ΑΔΟΥ ΣΚΥΛΕΥΘΕΝΤΟΣ

Τοῦ ᾍδου σκυλευθέντος ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος, ἐν τῇ σῇ, Ἀναστάσει, ἀνῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί· διὰ τοῦτο σύν Ἀγγέλοις σε καὶ ἡμεῖς, δοξάζομεν, βοῶντες· Δόξα τῇ Ἀναλήψει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε φιλάνθρωπε.

ΘΕΟΦΡΟΝ ΕΥΤΥΧΙΕ

Θεόφρον Εὐτύχιε νευραῖς, τῶν πανσόφων λόγων σου, ἐναποπνίξας τοὺς ἄφρονας, τέλος μακάριον, πνιγμονὴ ὑδάτων, ὑπεδέξω δράκοντα, ἐν τούτοις ἀποπνίγων τὸ ἄσαρκον· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Κόσμος ὡραιότατος δειχθείς, ἀθλητῶν ἐν χάριτι, μετεβιβάσθης γηθόμενος, πρὸς ὑπερκόσμια, Βασιλεῖ τῶν ὅλων, ἀληθῶς παρίστασθαι, σὺν πάσαις ταῖς ἁγίαις Δυνάμεσι, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Μάρτυς ἀξιάγαστε τὰ σά, λείψανα γηθόμενοι, περιφανῶς ἀσπαζόμεθα, καὶ ἀρυομένοι, χάριν ἰαμάτων, πόθῳ σε γεραίρομεν, καὶ πίστει ἐκτενῶς δυσωποῦμέν σε, Χριστόν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΣΕ...

Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει φιλάνθρωπε.

ΙΔΕ ΦΩΤΑΥΓΗΣ, ΕΠΕΣΤΗ ΠΑΝΗΓΥΡΙΣ, ΤΟΥ ΑΘΛΟΦΟΡΟΥ ΧΡΙΣΤΟΥ

Ἴδε φωταυγής, ἐπέστη πανήγυρις, τοῦ ἀθλοφόρου Χριστοῦ· πάντες οὖν συνδράμωμεν, εὐσεβοφρόνως τούτου τὰ θαύματα, καὶ ἱερὰ παλαίσματα ἀνευφημῆσαι πιστῶς, δι' ὧν ὤφθη, Ἄγγελος ἐπίγειος, ἀληθῶς καὶ οὐρανιος ἄνθρωπος. Ὥσπερ προσφοράν, παμμάκαρ παρέδωκας, τὴν σὴν ψυχὴν τῷ Θεῷ, μέσον τῶν ὑδάτων μέν, τὸ θεῖον τέλος ὑποδεχομενος, πρὸς τὸν τρυφῆς χειμάρρουν δὲ κατασκηνούμενος, καὶ μεθέξει, κάλλιστα θεούμενος, καὶ φωτὸς ἀϊδίου πληρούμενος. Στήριγμα πιστῶν, ὑπάρχεις καὶ καύχημα ἀξιοθαύμαστε, τῶν ἀσπαζομένων σου, θεόφρον Μάρτυς τὰ θεῖα λείψανα, καὶ ἐκτελούντων πάντοτε τὴν θείαν μνήμην σου, ἀθλοφόρων, μέγα ἀκροθίνιον, τῶν Ἀγγέλων ἁπάντων συνόμιλε. Ἤθροισται λαός, ὑμνῆσαί σου σήμερον τὰ ἀριστεύματα, καὶ τὰ κατορθώματα, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, ὃν ταῖς εὐχαῖς σου μέγιστε Μάρτυς Εὐτύχιε, ἀπὸ πάσης, λύτρωσαι στενώσεως, καὶ ἀθέων βαρβάρων ἁλώσεως.

ΣΤΑΘΗΡΑΝ ΕΠΙΔΕΙΚΝΥΜΕΝΟΣ

Σταθηρὰν ἐπιδεικνύμενος τὴν ἔνστασιν, Μάρτυς Εὐτύχιε, τοὺς τῶν Ἑλλήνων σοφούς, ἀνδρείως κατῄσχυνας, μέλπων ἐν Πνεύματι, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Τοὺς τοῦ Λόγου Μαθητὰς καταμυοῦντάς σε, εὑρὼν Εὐτύχιε, τὰ ὑπὲρ λόγον καὶ νοῦν, τὸ οὖς σου ὑπέκλινας θεοπειθέστατα, καὶ ἐκραύγαζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Ῥεῖθρον ζῶν ἐν τῇ καρδίᾳ σου Εὐτύχιε, ὑποδειξάμενος, τοῦ Πνεύματος ἀληθῶς, πλάνης ἀπεξήρανας, θολώδη ῥεύματα, καὶ ἰάσεων, ἀναπηγάζεις νάματα, τοῖς πιστῶς σοι προσιοῦσι.

ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΝ

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες».

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΥΤΥΧΟΥΣ Η ΕΥΤΥΧΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΜΕΛΙΤΗΝΗΣ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτυχοῦς ἢ Εὐτυχίου, Ἐπισκόπου Μελιτηνῆς. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς. Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ! Θείας τετευχώς, Εὐτυχές, κληρουχίας, Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος. Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει Οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν

ΤΩΝ ΑΓΙΩΝ 318 ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ

Εικόνα

ΤΩΝ ΧΕΡΟΥΒΙΜ

Τῶν Χερουβὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε, ἐν τῇ γαστρί σου τὸν τούτοις, ἐποχούμενον βαστάσασα, ὃν σὺν Ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΓΗ ΤΟ ΑΙΜΑ ΣΟΥ ΜΥΡΩΔΕΙ

Γῆ τὸ αἷμά σου μυρωδεῖ, ἄνωθεν ὑμνεῖ σε οὐρανός, λογογραφοῦμεν δὲ ἡμεῖς τὰ ὡραῖα ἆθλά σου Μάκαρ, καὶ λαμπρῶς ἐκβοῶμεν· Ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Πῦρ καὶ ξίφος μὴ πτοηθείς, γέγονας ὁπλίτης τοῦ Χριστοῦ, ἐν παντευχίᾳ μυστικῇ, τὸν Βελίαρ σκυλεύσας Μάκαρ, καὶ πιστῶς ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

ΤΙΒΕΡΙΑΔΟΣ

Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναήλ, τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἵ, Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον, φανείς, καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.

ΑΠΟΣΤΟΛΩΝ ΤΟ ΚΗΡΥΓΜΑ

Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

ΘΕΟΦΡΟΝ ΕΛΛΑΔΙΕ ΒΑΦΑΙΣ

Θεόφρον Ἑλλάδιε βαφαῖς, τοῦ οἰκείου αἵματος, ἱερωσύνης ἐλάμπρυνας, στολὴν τὴν ἔνθεον, μεθ' ἧς εἰς τὰ ἄνω, εἰσῆλθες βασίλεια, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασαι, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θεόφρον Ἑλλάδιε Χριστός, ἐποφθεὶς σοι ἅπαντας, τοὺς ἐκ μωλώπων ἰάσατο, χώρας, χάριτι· δι' αὐτὸν γὰρ πᾶσαν, ὑπομείνας κάκωσιν, προείλου προφανῶς αἰκιζόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θεόφρον Ἑλλάδιε πυρός, φύσιν ἐχαλίνωσας, καὶ ἀδιάφλεκτος ἔμεινας· ἡ δρόσος γὰρ Θεοῦ, σὲ περικυκλοῦσα, ἀβλαβῆ ἐφύλαττεν, ἐχθροὺς περιφανῶς καταισχύνουσα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΛΛΑΔΙΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἑλλαδίου. Τῇ ΚΖ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου. Ἔλαιον Ἑλλάδιος ἱερωσύνης, Αἵματι συνέμιξε τοῦ μαρτυρίου. Εἰκάδι ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Θεράποντος. Ὁ Ἅγιος μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται. Ὁ ἅγιος μάρτυς Ἀλύπιος λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΝ ΥΨΗΛΩ ΚΗΡΥΓΜΑΤΙ

Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον· ἴδετε, ἴδετε, ὅτι αὐτός ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

ΣΥΜΦΩΝΟΝ ΕΘΡΟΗΣΕΝ ΟΡΓΑΝΩΝ ΜΕΛΟΣ

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, Εὐλογητὸς εἶ».

ΤΩΝ ΑΓΙΩΝ 118 ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΩΝ ΕΝ ΝΙΚΑΙᾼ Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων. Πόλου νοητοῦ ἀστέρες σελασφόροι. Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας. Κατὰ Ἀρείου Ξένον τὸν Υἱὸν Πατρὸς οὐσίας λέγων, Ἄρειος, ἤτω τῆς Θεοῦ δόξης ξένος.

ΟΥ ΛΕΙΨΩ ΟΡΦΑΝΟΥΣ

Οὐ λείψω ὀρφανούς, οὕσπερ ἐγὼ συνῆξα, ὁ Κύριος τοῖς φίλοις, ἐλάλει, ἀλλὰ πέμψω, ὑμῖν Πνεῦμα τὸ ἅγιον. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως Ἄγγελοι τοῖς σοφοῖς ἐβόων Ἀποστόλοις· Ὦ ἄνδρες Γαλιλαῖοι, ὃν τρόπον καθορᾶτε, αὐτὸς πάλιν ἐλεύσεται. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος Κατῆλθον ἐν χαρᾷ, ἀπὸ τοῦ Ἐλαιῶνος, οἱ Μαθηταί σου Λόγε, δοξάζοντες, ὑμνοῦντες, τὴν θείαν σου Ἀνάληψιν. Ἀνελήφθης ἐν δόξῃ, ἀπὸ γῆς εἰς οὐρανούς, ὁ πάντα πληρῶν τῇ Θεότητι, καὶ ἐν δεξιᾷ Πατρὸς ἐκάθισας, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος· ὅθεν αἱ οὐράνιαι δυνάμεις ὁρῶσαι, τοῖς Ἀποστόλοις ἔμφοβοι ἔλεγον· Τίνι ἀτενίζετε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος, ὃν ἐθεάσασθε, αὐτὸς πάλιν ἐλεύσεται μετὰ δόξης, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.

ΙΔΩΝ ΜΕΤΑ ΔΟΞΗΣ ΑΝΕΛΘΟΝΤΑ

Ἰδὼν μετὰ δόξης ἀνελθόντα, Θεὸν σαρκοφόρον ἐν ὑψίστοις, ἑβδομήκοντα Κάρπε Μαθηταῖς, συναριθμούμενος ἐξῆλθες, ἅμα σὺν τούτοις, κήρυξ ἔνθεος δεικνύμενος. Ὡς πρόβατον μέσον ἀπεστάλης, τῶν λύκων μετάγων αὐτοὺς Κάρπε, πρὸς ἐπίγνωσιν λόγῳ ἀληθεῖ, τῆς σωτηρίας, καὶ μεταπλάττων, τούτων τὴν γνώμην, θεορρῆμον πρός εὐσέβειαν. Συνόμιλος ὤφθης τῶν Ἀγγέλων Ἀπόστολε Κάρπε θεορρῆμον, Ἀποστόλων καὶ Μαρτύρων θαυμαστῶς, ἐν εὐσεβείᾳ τελειωθέντων, οἷς συγχορεύων, εὐφροσύνως ἡμῶν μέμνησο. Ἡγίασας Κάρπε βηματίζων, τὴν γῆν καὶ τὸ ἅγιον κηρύττων, Εὐαγγέλιον πίστει καὶ ψυχάς, τῷ ζωοδότῃ λόγῳ προσῆξας· ὅθεν σοι νέμει, κληρουχίαν τὴν οὐράνιον.

ΔΕΚΤΙΚΩΝ ΕΛΛΑΜΨΕΩΝ ΤΟΝ ΝΟΥΝ

Δεκτικῶν ἐλλάμψεων τὸν νοῦν θεϊκῶν ποιούμενος, κατεφωτίσθης Πανόλβιε, καὶ εἰς τὸ κήρυγμα, τοῦ Χριστοῦ ἐξῆλθες, καὶ λαὸν ἐδίδαξας, πιστεύειν εἰς αὐτόν, ὡς φιλάνθρωπον, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἄστρον φαεινότατον δειχθείς, θείαις ἐπιλάμψεσι, τῆς οἰκουμένης τὰ πέρατα, φωτίζεις πάντοτε, διδαχαῖς, Παμμάκαρ, καὶ σκεδάζεις χάριτι ἀχλὺν τῶν νοσημάτων ἑκάστοτε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θυσίαν ἀναίμακτον Θεῷ, θύων τελεώτατα, ὑπὲρ αὐτοῦ Μάρτυς τέθυσαι, καὶ προσενήνεξαι, νοητῇ τραπέζῃ, θῦμα εὐωδέστατον, Ἀπόστολε ὦ Κάρπε θεόληπτε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΡΠΟΥ ΕΝΟΣ ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα Ἀποστόλων. Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ Φέρεις καθ' ὥραν τὴν τελευτὴν ὡς τρύγην. Εἰκάδι ἕκτῃ Κάρπος ἀπὸ χθονὸς ἵπτατο μακρῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀλφαίου, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀβερκίου καὶ Ἑλένης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΑΘΕΣ ΩΣ ΑΝΘΡΩΠΟΣ,

Ἔπαθες ὡς ἄνθρωπος, ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας, πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν τὸν Παράκλητον, τοὶς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὑμεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι, ὡς ἄνθρωποι ἔλεγον, τοῖς τοῦ λόγου Μύσταις· οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς, ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε, πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα τελέσατε. Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε Κύριε, λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Σήμερον ἐν οὐρανοῖς αἱ ἄνω δυνάμεις, τὴν ἡμετέραν φύσιν θεώμεναι, θαυμάζουσαι τοῦ ξένου τρόπου τὴν ἄνοδον, διηπόρουν ἀλλήλαις λέγουσαι· Τίς οὗτος ὁ παραγενόμενος; Βλέπουσαι δ...

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ....

Τὶς μὴ μακαρίσει σε, Παναγία παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΔΕΥΤΕ, ΤΗΝ ΤΙΜΙΑΝ ΚΕΦΑΛΗΝ, ΤΗΝ ΑΠΟΤΜΗΘΕΙΣΑΝ ΤΩ ΞΙΦΕΙ

Δεῦτε, τὴν τιμίαν Κεφαλήν, τὴν ἀποτμηθεῖσαν τῷ ξίφει, τοῦ Βαπτιστοῦ οἱ πιστοί, σήμερον τιμήσωμεν, ἐν τῇ εὑρέσει αὐτῆς, ὑπατῶντες ἐν ᾄσμασι, γεραίροντες πόθῳ, χάριτας προχέουσαν τῶν ἰαμάτων ἡμῖν, ἥνπερ, ὁ ληρώδης Ἡρῴδης, πάλαι προαπέτεμεν οἴστρῳ, τῇ Ἡρῳδιάδι συμπλεκόμενος. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ. Ὥσπερ, ἐκ μετάλλων ὁ χρυσός, οὕτως ἐκ τῆς γῆς τοῦ Προδρόμου, ἡ Κεφαλὴ δᾳδουχεῖ, σκεύει διαλάμπουσα, καὶ φθεγγομένη τρανῶς, τοῦ Ἡρῴδου ἐλέγχουσα, μοιχείαν καὶ φόνον, αἴγλῃ δὲ φωτίζουσα τὰς διανοίας ἡμῶν, ἣν περ, ἀσπαζόμενοι πίστει, σήμερον τιμήσωμεν ὕμνοις ὡς ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύουσαν. Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Πάλαι, ὥσπερ θεῖος θησαυρός, σκεύει κεκρυμμένη ἡ Κάρα, τοῦ Βαπτιστοῦ ἐν τῇ γῇ, σήμερον τοῖς πέρασιν ἀποκαλύπτεται, ὥσπερ πλοῦτον προχέουσα, πηγὰς ἰαμάτων, νόσους θεραπεύουσα, ψυχὰς φωτίζουσα· ὅθεν θυμηδίας ἁπάσης, χάριν ἀπολαύοντες, πάντες τοῦ Χριστοῦ τὸν Πρόδρομον ὑμνήσωμεν. Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας, τρανῶς ἡ προσβλέψασα, τὸ μυστήριο...

ΜΑΚΑΡ, ΙΩΑΝΝΗ ΠΡΟΔΡΟΜΕ, ΥΠΕΡ ΗΛΙΟΥ ΑΥΓΑΣ

Μάκαρ, Ἰωάννη Πρόδρομε, ὑπὲρ ἡλίου αὐγάς, ἀνατείλασα ἤστραψεν, ἐκ τῆς γῆς ἡ Κάρα σου, Καὶ πιστοὺς κατελάμπρυνεν, ἣν ὥσπερ θεῖον, θησαυρὸν ἔχοντες, πλουσίαν χάριν ἀπαρυόμεθα, ἁγιαζόμενοι, καὶ ψυχὰς καὶ σώματα, καὶ λογισμούς, καὶ πανηγυρίζοντες, σὲ μακαρίζομεν. Χάριν ἀέναον βρύουσα, ἡ Ἱερὰ Κεφαλή, σοῦ μακάριε Πρόδρομε, ἱερεῖ θεόφρονι, ἀγνοοῦντι μηνύεται, ὃς ἐπισπεύσας, πίστει καὶ χάριτι, σαφῶς ποιεῖται ταύτης τήν εὕρεσιν, ἁγιαζόμενος, σὺν λαῷ θεόφρονι καὶ Βασιλεῖ, πίστιν τὴν ὀρθόδοξον, θερμῶς κρατύνοντι. Τρίτην τελοῦμεν φανέρωσιν, σοῦ τῆς σεπτῆς Κεφαλῆς, ἣν τριὰς ἐστεφάνωσεν, ἐκτμηθεῖσαν ἔνδοξε, διὰ ζῆλον τὸν ἔνθεον, καὶ τῇ εὑρέσει, ταύτης ἀγάλλονται, Ἀγγέλων τάξεις, Μαρτύρων σύλλογος, θεῖοι Ἀπόστολοι, καὶ Προφῆται ἅπαντες, μεθ' ὧν ἡμῶν, πάντοτε μνημόνευε, Κυρίου Πρόδρομε. Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος Κάρα σου Πρόδρομε, ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν, ἣν ἡμεῖς πιστῶς ἀρυόμενοι, καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ, Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα, κ...

Γ ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Ἡ Γ' Εὕρεσις τῆς Τιμίας κεφαλῆς τοῦ Προδρόμου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη, Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως. Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται. Ὁ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΘΕΙΟΣ

Ὁ φωτοφανὴς καὶ θεῖος ἐν κόσμῳ στῦλος, ὁ τοῦ νοητοῦ Ἡλίου Πρόδρομος λύχνος, Κεφαλὴν τὴν φωσφόρον καὶ θείαν αὐτοῦ, ἀναδείξας ἐν τοῖς πέρασιν, ἁγιάζει τούς πιστῶς αὐτήν, προσκυνοῦντας καὶ κραυγάζοντας· Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

ΑΠΟ ΓΗΣ, ΚΑΘΩΣ ΠΗΓΗ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ

Ἀπὸ γῆς, καθὼς πηγὴ τοῦ Παραδείσου, Κεφαλὴ θεοφιλὴς ἡ τοῦ Προδρόμου, ῥεῖθρα βλύζει χάριτος, καὶ θαυμάτων τὰ νάματα νέμει πᾶσι τοῖς χρῄζουσι. Προσέλθωμεν οὖν πάντες, καὶ ἀντλήσωμεν προθύμως ἐκ ταύτης τῶν ἰαμάτων τοὺς θείους κρουνούς· ἀρδεύει γὰρ ψυχὰς ἐν δωρεαῖς ἀενάοις, καὶ κατακλύζει σωμάτων πόνους, καὶ πᾶσαν νόσον εὐθέτως αἴρει. Ταύτην οὖν πόθῳ μέλψωμεν, καὶ πίστει ἀσπασώμεθα, σεμνῶς περιπτυσσόμενοι, καὶ ᾄσμασιν ὡς στέμμασι στέψωμεν ταύτην Πιστοί. Προκαθάρωμεν ἡμῶν κηλῖδας νοητάς, καὶ ἐνθέοις ἀρεταῖς κοσμήσωμεν ψυχάς, καὶ βοήσωμεν στερρῶς, Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

ΘΑΥΜΑ ΚΑΙΝΟΠΡΕΠΕΣ

Θαῦμα καινοπρεπές! ἡ βρότειος γὰρ φύσις, εἰς οὐρανοὺς ἀνῆλθεν, ἡ ἑνωθεῖσα Λόγῳ, Θεῷ τῷ παντοκράτορι. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως Ἔλαμψεν ἡ φαιδρά, καὶ πάμφωτος ἡμέρα, τῆς τοῦ Δεσπότου θείας, εἰς οὐρανοὺς ἀνόδου, λαμπρύνουσα τὰ σύμπαντα. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ Κύριος ἐν φωνῇ σάλπιγγος Ὥσπερ τοῖς Μαθηταῖς, ἀπέστειλας ἐξ ὕψους, τὸ συμφυές σου Πνεῦμα, καὶ τῷ λαῷ σου πέμψον, Χριστὲ Σωτὴρ τὴν χάριν σου. Κύριε, ἀναλαμβανομένου σου· ὅθεν οὐκ ἐχωρίσθης, αἱ στρατιαὶ τῶν Ἀγγέλων, καὶ πάντων τῶν Ἀσωμάτων, ἐν ἀγαλλιάσει ἐβόων, ταῖς ἀνωτέραις δυνάμεσιν· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης· ὁ γὰρ θρόνος ὁ χερουβικὸς ἀνέλαβέ σε μετὰ σαρκός· Κύριε, δόξα σοι.

ΩΣ ΘΕΙΟΝ ΘΗΣΑΥΡΙΣΜΑ

Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

ΕΠΙ ΤΟΥ ΟΡΟΥΣ ΑΝΕΛΘΩΝ

Ἐπὶ τοῦ ὄρους ἀνελθὼν τοῦ Ἐλαιῶνος, ὁ ἐλεήμων Ἰησοῦς, αὐτόθεν ἤρθης· φωτεινὴ γὰρ νεφέλη ἐκ γῆς σε ὑπέλαβεν, ὁρώντων τῶν Μαθητῶν σου θαῦμα φρικτόν, βοώντων τῶν Ἀσωμάτων ἐν οὐρανοῖς. Φόβῳ πύλαι ἐπάρθητε, ταῖς ἀνωτέραις στρατιαῖς, μεθ' ὧν σε Βασιλέα ὑμνεῖ, πᾶσα κτίσις, τὸν πάντων Θεόν.

ΑΝΕΛΘΩΝ ΕΙΣ ΟΥΡΑΝΟΥΣ

Ἀνελθὼν εἰς οὐρανούς· ὅθεν καὶ κατῆλθες, μὴ ἐάσῃς ἡμᾶς ὀρφανοὺς Κύριε, ἐλθέτω σου τὸ Πνεῦμα, φέρον εἰρήνην τῷ κόσμῳ, δεῖξον τοῖς Υἱοῖς τῶν ἀνθρώπων, ἔργα δυνάμεώς σου, Κύριε φιλάνθρωπε. Ἀνῆλθες Χριστέ, πρὸς τὸν ἄναρχον Πατέρα σου, ὁ τῶν ἀπεριγράπτων αὐτοῦ κόλπων μὴ χωρισθείς, καὶ προσθήκην αἱ δυνάμεις, τῇ αἰνέσει τοῦ Τρισαγίου οὐκ ἐδέξαντο· ἀλλ' ἕνα Υἱόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν ἐγνώρισάν σε Κύριε, μονογενῆ τοῦ Πατρός. Ἐν πλήθει σῶν οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. Οἱ Ἄγγελοί σου Κύριε, τοῖς Ἀποστόλοις ἔλεγον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτός ἐστιν Χριστὸς ὁ Θεός, ὁ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τὸν οὐρανόν, οὗτος ἐλεύσεται πάλιν ὃν τρόπον ἐθεάσασθε αὐτόν, πορευόμενον εἰς τὸν οὐρανόν, λατρεύσατε αὐτῷ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.

ΣΥΜΦΩΝΟΝ ΕΘΡΟΗΣΕΩΝ ΟΡΓΑΝΩΝ ΜΕΛΟΣ

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας, Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

ΤΑΙΣ ΕΥΑΡΜΟΣΤΟΙΣ ΟΣΙΕ

Ταῖς εὐαρμόστοις Ὅσιε, τῆς ψυχῆς σου δυνάμεσιν, ἡ τρισσοφαὴς συγκατεκράθη ἔλλαμψις, ἐξ ἧς δᾳδουχούμενος, ὡς ἐκ μιᾶς Θεότητος, ταύτης πρὸ τοῦ στύλου, σοῦ τρισόλβιον οἶκον, ἐνδόξως ἐδομήσω, καὶ τὴν ἄκτιστον σέβειν, ἐθέσπισας ἐν τούτῳ, τριάδα εἰς αἰῶνας. Ἡ πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια, σοὶ θεοειδῶς Παμμάκαρ ἐνσκηνώσασα, συντρέχειν κεκίνηκεν, ἐκ τῶν περάτων ἅπαντας, τοὺς ὑπὸ πνευμάτων, πονηρῶν μαινομένους, καὶ τούτους θεραπεύων τῇ βαΐνῃ σου ῥάβδῳ, ἐδίδασκες· Τὸν Κτίστην, ὑμνεῖτε εἰς αἰῶνας. Νεανικῶς τὸ φρόνημα, τῆς σαρκὸς καθυπέταξας, Πάτερ ἐν νηστείαις, καὶ εὐχαῖς τῷ πνεύματι, γαστρός τε τὴν πύρωσιν, ἀπεσβεκὼς ἠφάνισας, καὶ ὡς μὴ ἐσθίων, ὑπέρ ἀνθρώπων ὤφθης, τροφῇ τῇ οὐρανίῳ, διαιτώμενος μόνῃ· καὶ ταύτης τὸν δοτῆρα, ὑμνῶν εἰς τοὺς αἰῶνας. Χοροστασίαν ἔνθεον, φοιτητῶν σοι θεσπέσιε, Πάτερ ἐγχειρίζεται, Χριστὸς ὁ Κύριος οὓς πόθῳ δεξάμενος διδασκαλίαις ἤλειφας, πρὸς τὸν ἐν ἀσκήσει, ἐπεκτείνεσθαι δρόμον, μεθ' ὧν τὰς ἀναπαύσεις, τῶν νοσηλευομένων, τελῶν ἐδοξολόγεις, ...

ΥΠΕΡ ΗΜΩΝ ΔΥΣΩΠΗΣΟΝ

Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Κύριον, τῶν εἰλικρινῶς, καὶ καθαρῶς βοώντων σοι· καὶ σὲ Θεομήτορα ὁμολογούντων Πάναγνε, τῶν ἁμαρτημάτων, αἰτουμένη τὴν λύσιν, τυχεῖν τε σωτηρίας, τοὺς πιστῶς μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΑΓΓΕΛΟΙ, ΤΗΝ ΑΝΟΔΟΝ ΤΟΥ ΔΕΣΠΟΤΟΥ

Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Ὢ τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν! ὢ μυστηρίου φρικτοῦ! πάντων ὁ δεσπόζων γάρ, ἐκ γῆς ἀπαίρων πρὸς τὰ οὐράνια, τοῖς Μαθηταῖς ἀπέστειλε, Πνεῦμα τὸ ἅγιον, τὸ φωτίσαν τούτων τὴν διάνοιαν, καὶ πυρίνους τελέσαν ἐν χάριτι. Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Στίφει Μαθητῶν, ὁ Κύριος ἔφησεν· Ὑμεῖς καθίσατε, εἰς Ἱεροσόλυμα, κἀγὼ ἐκπέμψω ὑμῖν Παράκλητον, ἄλλον, Πατρὶ τὸν σύνθρονον, κἀμοὶ ὁμότιμον, ὃν ὁρᾶτε, ἀναλαμβανόμενον, καὶ νεφέλῃ φωτὸς ἐποχούμενον. Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Ἤρθη ἐμφανῶς, ἡ μεγαλοπρέπεια, ἄνωθεν σαρκὶ πτωχεύσαντος, τῶν οὐρανῶν, τοῦ καὶ συνεδρίᾳ Πατρὸς τετίμηται, φύσις ἡμῶν ἡ ἔκπτωτος. Πανηγυρίσωμεν, καὶ συμφώνως πάντες ἀλαλάξωμεν, καὶ κροτήσωμεν χεῖρας γηθόμενοι.

ΕΚ ΤΗΣ ΕΡΗΜΟΥ ΑΣΤΡΑΨΑΣ

Ἐκ τῆς ἐρήμου ἀστράψας, τὴν οἰκουμένην φωτίζεις, τῶν μοναζόντων τὰ πλήθη, ἀγάλλονται τῇ σῇ μνήμῃ· Ὦ Συμεὼν θεοφόρε, μὴ διαλίπῃς, ὑπὲρ τοῦ κόσμου πρεσβεύων.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Θαυμαστὸν ᾤκει πρὶν Συμεὼν γῆς ὄρος, Πόλου δὲ πανθαύμαστον οἰκεῖ νῦν ὄρος. Εἰκάδι ἔνθα νόες Συμεὼν μόλεν ἀμφὶ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου καὶ τῶν σὺν αὐτῷ, Ἰωάννου, Στεφάνου, Σεραπίωνος τοῦ Αἰγυπτίου, Καλλινίκου τοῦ μάγου, κομήτων καὶ Τριβούνων δώδεκα, γυναικῶν τριῶν, Μαρκιανῆς, Παλλαδίας καὶ Σωσάννης, νηπίων δύο, Κυριακοῦ καὶ Χριστιανοῦ, καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων χιλιάδων ἕνδεκα καὶ διακοσίων ὀκτώ. Τελεῖται δὲ ἡ σύναξις πάντων τούτων, εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πλάτωνος τὸν εὑρισκόμενον εἰς τὰ προαύλια τὰ ὀνομαζόμενα τοῦ Δομνίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ

Τῇ αὐτῇ ἡμέρᾳ Πέμπτῃ τῆς ἕκτης Ἑβδομάδος ἀπὸ τοῦ Πάσχα, τὴν Ἀνάληψιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐκ δεξιᾶς καθίσας πατρικῆς Λόγε, Μύσταις παρασχὼν πίστιν ἀσφαλεστέραν. Ὁ ἀναληφθεὶς ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΡΕΙΘΡΟΝ ΜΟΙ ΔΩΡΗΣΑΙ ΧΡΙΣΤΕ

Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα ἐνισχύσω τὰ θαυμάσια τὰ σὰ ὁ τάλας διηγήσασθαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τούς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.

ΤΟΝ ΣΤΑΥΡΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΕΓΚΩΜΙΑΣΩΜΕΝ, ΤΗΝ ΤΑΦΗΝ ΤΗΝ ΑΓΙΑΝ ΥΜΝΟΙΣ ΤΙΜΗΣΩΜΕΝ

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν Διαβόλου, καὶ τοῖς ἐν ᾍδῃ φῶς ἀνέτειλε. Κύριε, νεκρὸς προσηγορεύθης ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκρούς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

ΠΡΟΣΤΑΤΙΝ ΠΡΟΣ ΘΕΟΝ

Προστάτιν πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας.

ΑΝΑΣΤΗΤΩ Ο ΘΕΟΣ

Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινὸν ἅγιον, Πάσχα μυστικόν. Πάσχα πανσεβάσμιον, Πάσχα, Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα πάντας ἁγιάζον πιστούς. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ' ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστὸν θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ ζωοδότου, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι ...

ΣΑΡΚΙ ΥΠΝΩΣΑΣ ΩΣ ΘΝΗΤΟΣ, Ο ΒΑΣΙΛΕΥΣ

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

ΙΕΡΕΥΣΑΣ ΣΑΥΤΟΝ

Ἱέρευσας σαυτόν, διὰ βίου τελείου, καὶ ὤφθης Ἱερεύς, τοῦ Θεοῦ τοῦ Ὑψίστου, παρ' οὗ δυναμούμενος, αἱρετίζοντα στόματα, ἀπεφίμωσας, κατὰ Χριστοῦ τῆς εἰκόνος, ἀνοιγόμενα, καὶ διωκόμενος Πάτερ, τὸν δρόμον τετέλεκας.

Ο ΤΥΦΛΟΣ ΓΕΝΝΗΘΕΙΣ, ΕΝ ΤΩ ΙΔΙΩ ΛΟΓΙΣΜΩ ΕΛΕΓΕΝ...

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με. Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν, ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου ...

ΤΟΝ ΠΡΟ ΗΛΙΟΥ ΗΛΙΟΝ, ΔΥΝΑΝΤΑ ΠΟΤΕ ΕΝ ΤΑΦΩ

Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΜΙΧΑΗΛ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Μιχαήλ, Ἐπισκόπου Συννάδων. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων. Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ, Λύῃ Μιχαήλ, οἷα κούφη πομφόλυξ. Εἰκάδι ἐν τριτάτῃ Μιχαὴλ ἀναδέδραμεν ἐκ γῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ ἐν εἰρήνῃ τελειωθείσης. Ὁ ἅγιος μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται. Ὁ ἅγιος μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΙ ΤΟΥ ΒΗΜΑΤΟΣ

Ἐπὶ τοῦ βήματος ἑστώς, θεοκήρυξ, Μιχαὴλ οὐ κατεπλάγης, ἀπειλὰς τῶν ἀνόμων, ἀλλ' ἐλευθέρᾳ φωνῇ, ἐβόας· Εἰκόνα τὴν ἄχραντον, σέβω τοῦ Σωτῆρος Χριστοῦ καὶ τῶν Ἁγίων. Γνώμῃ στερρᾷ καὶ σταθηρᾷ, συμπλεκόμενος Σοφὲ τοῖς θεομάχοις, νικητὴς ἀνεφάνης, ἔργῳ καὶ λόγῳ δεικνύς, ὡς δέον εἰκόνα τὴν ἄχραντον, σέβειν τοῦ Σωτῆρος, Χριστοῦ καὶ τῶν Ἁγίων. Εἰς τὸ πρωτότυπον εἰδώς, τῆς εἰκόνος τὴν τιμὴν ἱεροφάντορ, διαβαίνουσαν Πάτερ, ταῖς θεοπνεύστοις Γραφαῖς, συνᾴδων τοὺς πάντας ἐδίδαξας, σέβειν τὴν εἰκόνα, Χριστοῦ καὶ τῶν Ἁγίων.

ΤΟΝ ΣΥΝΑΝΑΡΧΟΝ ΛΟΓΟΝ ΠΑΤΡΙ ΚΑΙ ΠΝΕΥΜΑΤΙ

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι· καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ΒΑΣΙΛΕΙΑΝ ΑΣΑΛΕΥΤΟΝ...

Βασιλείαν ἀσάλευτον, βασιλεύσας ἀπείληφας, Βασιλίσκε ἔνδοξε, καὶ παρίστασαι, τῷ βασιλεῖ τῶν δυνάμεων, σὺν πάσαις γηθόμενος, τῶν Ἀγγέλων στρατιαῖς, ἀναμέλπεις τε πάντοτε, τὸ ἀέναον, καὶ μακάριον ᾆσμα, φρυκτωρίαις, κατὰ μέθεξιν ταῖς θείαις, περιφανῶς αὐγαζόμενος. Τοὺς σοὺς πόδας ὑπέδησαν, ταῖς κρηπῖσιν ἡλώσαντες, ἐν τῷ σὲ πορεύεσθαι τρίβους χαίροντα, τοῦ μαρτυρίου Ἀοίδιμε, μεθ' ὧν κατεπάτησας, κεφαλὴν τοῦ δυσμενοῦς, καὶ τελείως συνέτριψας, καὶ ἐβάδισας, εὐσταλῶς τὴν οὐράνιον πορείαν, τῷ Δεσπότῃ νικηφόρος, ἐμφανιζόμενος ἔνδοξε. Προσευχῇ σου ἐβλάστησε, ξύλον ἄνικμον πρότερον, καὶ πηγὴν ἀνέβλυζε ζῶντος ὕδατος, τῇ δὲ ῥοῇ σου τοῦ αἵματος, ἡ γῆ καθηγίασται, ὁ ἀὴρ δὲ τῆς ψυχῆς, τῇ ἀνόδῳ πανόλβιε· ὅθεν πίστει σου, τὴν ἁγίαν τιμῶμεν Βασιλίσκε, καὶ πανέορτον ἡμέραν, ἐν ᾗ νομίμως ἠρίστευσας.

ΝΙΚΗΤΗΣ ΤΥΡΑΝΝΩΝ, ΚΑΙ ΠΝΕΥΜΑΤΩΝ ΕΝΔΟΞΕ

Νικητὴς τυράννων, καὶ πνευμάτων Ἔνδοξε τῆς πονηρίας, ἀνεδείχθης μέλπων, τῷ σὲ δυναμώσαντι ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἑνεκρώθης κόσμῳ, τῷ νεκροῖς διδόντι δὲ ζωὴν Δεσπότῃ, Βασιλίσκε Μάρτυς, ἀκλινῶς ἑπόμενος ἔψαλλες χαίρων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Σώματος βασάνους, ἐνεγκὼν στερρότητι ψυχῆς θεόφρον, Ἀσωμάτοις θείοις, συγχορεύων αἴνεσιν Θεῷ προσάγεις· Εὐλογεῖτε λέγων, τα ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΟΙ ΑΘΛΟΦΟΡΟΙ ΣΟΥ ΚΥΡΙΕ....

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν, ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΚΥΡΙΕ, ΝΕΚΡΟΣ ΠΡΟΣΗΓΟΡΕΥΘΕΙΣ

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκρούς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε Κύριε δόξα σοι.

Ο ΤΥΦΛΟΣ ΓΕΝΝΗΘΕΙΣ

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με. Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΤΟΝ ΣΥΝΑΝΑΡΧΟΝ ΛΟΓΟΝ

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι· καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΒΑΣΙΛΙΣΚΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου. Ὁ Βασιλίσκος ἐκτομῇ δοὺς τὴν κάραν, Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν. Εἰκάδι δευτερίῃ Βασιλίσκος φάσγανον ἔτλη. Ὁ Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται. Ὁ Ἅγιος μάρτυς Κόδρος ὑπὸ ἵππων συρόμενος τελειοῦται. Ὁ Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΣΗΜΕΡΟΝ, ΣΥΝ ΤΗ ΜΗΤΡΙ ΤΗ ΕΛΕΝΗ

Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένη, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν, Ἀνάκτων κατ' ἐναντίων· δι' ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν

ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΠΙΣΤΟΙ ΣΥΝ ΤΗ ΜΗΤΡΙ ΤΙΜΗΣΩΜΕΝ

Κωνσταντῖνον πιστοὶ σὺν τῇ μητρὶ τιμήσωμεν· τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι' οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε, καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν, καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί. Διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

ΤΟΝ ΣΤΑΥΡΟΝ ΤΟΥ ΚΥΡΙΟΥ

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν Διαβόλου, καὶ τοῖς ἐν ᾍδῃ φῶς ἀνέτειλε.

ΟΙΜΟΙ ! ΤΙ ΩΜΟΙΩΘΗΝ ΕΓΩ ΤΗ ΑΚΑΡΠΩ

Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ; ἀλλ' ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχὴν καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον Υἱὸν δέξαι με, καὶ ἐλέησόν με.

ΟΜΜΑ ΟΛΟΜΕΛΙΑΣ

Ὄμμα ὁλομελίας βροτῶν, καὶ ὀφθαλμοὺς τοῦ κοσμικοῦ τούτου σώματος, ὑπάρχων Θεὲ καὶ Λόγε, καὶ τῶν ὀμμάτων καινός, δημιουργὸς καὶ πλάστης γνωριζόμενος, καὶ νῦν ἐκ τοῦ κράματος, τοῦ χοὸς καὶ τοῦ πτύσματος Τυφλὸν ἀρρήτως, ὀμματοῖς ἐν δακτύλοις σοῖς, καταπλάττουσι, καὶ πηλὸν καὶ τὴν ὅρασιν, ἧς καὶ τυχὼν ὁ πρίν, ἐν γεννητοῖς γνωριζόμενος, ἥλιον ὅλως μὴ βλέπων, σὲ τὸν γλυκὺν ὁρᾷ Ἥλιον, ἰδὼν τὴν εἰκόνα, τοῦ ἡμᾶς δι' εὐσπλαγχνίαν, ἄφατον πλάσαντος. Μέλη καὶ διαρτίαν πλουτῶν, τῆς τῶν βροτῶν σωματικῆς ὀργανώσεως, ὁ πρῴην τυφλὸς ἐκ μήτρας, τῆς μητρικῆς προελθών, ὡς μηδὲ τὴν πλάσιν εἶναι ᾤετο, ὀμμάτων τὴν στέρησιν, εὐπορήσας ἀνόθευτον, ἐξ ἧς τοὺς πόδας, καὶ τὰ πλείω τοῦ σώματος, τοῖς προσκρούσμασι, τοῖς τῶν λίθων ἐξήρθρωτο· ὃς διὰ σοῦ καὶ τοῦτον, τὸν πλουτισμόν ἐπικτώμενος, βλέπει τὸ φῶς τὸ τοῦ κόσμου, καὶ τὸν τῶν φώτων σε πρύτανιν, Θεὸν καὶ Δεσπότην, τῶν κτισμάτων καταγγέλλει κτίστην παγκόσμιον. Ὕποπτος Γραμματεῦσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται, ὡς τάχα μηδόλως βλέπων, ἀλλ...

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ, ΜΕΓΑΛΩΝ, ΘΕΟΣΤΕΠΤΩΝ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΩΝ ΒΑΣΙΛΕΩΝ, ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῶν Ἁγίων ἐνδόξων, μεγάλων, θεοστέπτων καὶ Ἰσαποστόλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης. Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης. Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος, Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος. Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΣΤΑΤΟ ΜΕΣΟΝ ΤΗΣ ΦΛΟΓΟΣ

Ἵστατο μέσον τῆς φλογός, τῶν πειρασμῶν ὡς οἱ Παῖδες, τὴν θείαν δρόσον ἐξ ὕψους Ἔνδοξε, δεχόμενος σαφῶς, καὶ τὸν ἐπὶ πάντων Θεὸν δοξολογῶν. Νέος ὡς ἄλλος Δανιήλ, μέσον λεόντων ἐβλήθης, τῆς τούτων βλάβης οὐδόλως χάριτι, τῇ θείᾳ μετασχών, μάρτυς ἀθλοφόρε Θαλλέλαιε. Θαυματουργίαις τοὺς πιστούς, νόσων παντοίων λυτροῦσαι, τὰς τῶν δαιμόνων ἐλαύνων φάλαγγας, καὶ λύων πειρασμῶν, ταῖς σαῖς ἱκεσίαις Μαρτύρων καλλονή.

ΘΑΥΜΑΤΟΥΡΓΕΙΣ ΕΞΑΙΣΙΑ ΠΑΜΜΑΚΑΡ

Θαυματουργεῖς ἐξαίσια Παμμάκαρ, καιρῷ τῷ τῆς ἀθλήσεως· τοῦ γὰρ τυράννου ἀνηλεῶς, σὲ κολάζειν προθεμένου, αἱ τούτου χεῖρες ὤφθησαν, ξηραὶ καὶ ἀνενέργητοι. Ἀποσκοπῶν πρὸς μόνον τὸν Δεσπότην, τὸν νίκην σοι παρέχοντα, οὐ παρετράπης τῆς ἀληθοῦς Ἀθλητὰ ὁμολογίας, ἀλλ' ἀκλινὴς διέμεινας, ἐκπλήττων καὶ τοὺς ἄφρονας. Λόγῳ ζωῆς καὶ ἔργων ἐπιδείξει, Ἀλέξανδρον ἐζώγρησας, καὶ τόν, Ἀστέριον Ἀθλητά, καὶ Θεῷ τῷ εὐεργέτῃ, πανευκλεεῖς παρέστησας, Θαλλέλαιε μάρτυρας.

ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΣΥΝΑΘΛΟΣ

Τῶν Μαρτύρων σύναθλος, ἀναδειχθεὶς καὶ ὁπλίτης, στρατιώτης ἄριστος, τοῦ Βασιλέως τῆς δόξης, γέγονας διὰ βασάνων καὶ τιμωρίας, ἔπαρσιν εἰδωλολατρῶν καταπατήσας· διὰ τοῦτο τὴν σεπτήν σου, ὑμνοῦμεν μνήμην σοφὲ Θαλλέλαιε.

ΤΗΣ ΨΥΧΗΣ ΤΑ ΟΜΜΑΤΑ

Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

ΤΟΥ ΤΥΦΛΟΥ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα. Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος, Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε. Τῷ ἀπείρῳ ἐλέει σου, φωτοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΘΑΛΛΕΛΑΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου. Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ. Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους. Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη. Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀσηλᾶ, ὅστις ἐν ποταμῷ ῥιφείς, τελειοῦται. Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καί, Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ Ἱερὰς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ. Ὁ ὅσιος πατὴρ ἡμῶν Θαλάσσιος ἐν εἰρήνῃ τελειοῦται. Ὁ ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΣΤΑΥΡΟΝ ΥΠΟΜΕΙΝΑΣ ΚΑΙ ΘΑΝΑΤΟΝ.... ΛΕΓΕΙ ΚΥΡΙΟΣ

Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν. Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθείς, μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες, τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος. Ἡ πηγὴ τῆς ζωαρχίας Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. ...

ΘΕΙΑ, ΤΕΤΡΑΚΤΥΣ ΙΕΡΑΡΧΩΝ

Θεία, τετρακτὺς Ἱεραρχῶν, δέδεικται πληθὺς ὥσπερ στύλων, ἀμεταθέτων Χριστοῦ, ὧν τῇ ἑδραιότητι, Σοφία οἶκτον ὑψοῖ, τῶν δογμάτων τὰ θύματα, προτίθησι πᾶσιν, οἶνον τὸν εὐφρόσυνον, κιρνᾷ κρατῆρι σεπτῷ, νέμει τὴν τροφὴν καὶ τὴν χάριν, τοῖς πιστῶς τελοῦσι τὴν μνήμην, τῶν Ἱεραρχῶν καὶ ἀθλοφόρων Χριστοῦ. Μύσται, καὶ θεράποντες Χριστοῦ, καὶ Ἱερομάρτυρες θεῖοι, κόσμον φρουρήσατε, μέγιστε Πατρίκιε, σὺν Ἀκακίῳ ὁμοῦ, ἱερώτατε Μένανδρε, Πολύαινε μάκαρ, στῖφος ἰσοστάσιον, τῶν τετραμόρφων νοῶν, θείαν, ὡς τελοῦντες χορείαν, καὶ Θεοῦ παρόντες τῷ θρόνῳ, συντηρεῖτε πίστει τοὺς τιμῶντας ὑμᾶς. Ὄντως, ὦ Πατρίκιε ποθῶν, ἐπὶ θαλασσῶν τὸν ἀφράστως, θεμελιώσαντα γῆν, καὶ τὸν ποταμοῖς αὐτὴν προετοιμάσαντα, σοῦ τοῖς θείοις προσρήμασι, διδάσκεις ὑδάτων, τῶν θερμῶν μυστήριον, τὸ ὑπερθαύμαστον, οὗπερ, προχοαῖς νῦν ἐνθέοις, δίδου καὶ ἡμῖν σαῖς πρεσβείαις, ἰαμάτων ἄνωθεν τὰ νάματα.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ΕΠΙ ΤΗΝ ΠΗΓΗΝ ΕΠΕΣΤΗ, Η ΠΗΓΗ ΤΩΝ ΘΑΥΜΑΤΩΝ

Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι. Ὁ συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα, φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα. Καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σ...

ΩΣ ΙΕΡΟΝ ΚΕΙΜΗΛΙΟΝ, ΤΟΥ ΙΗΣΟΥ ΠΑΤΡΙΚΙΕ

Ὡς ἱερὸν κειμήλιον, τοῦ Ἰησοῦ Πατρίκιε, ἡ Ἐκκλησία λαβοῦσα τὸ σῶμά σου, ἀγαλλομένη κράζει σοι· Διὰ σοῦ ἅπας κόσμος, ἐν εἰρήνῃ βαθείᾳ διαφυλάττεται, ἐξ αἱρέσεως πάσης ἀλώβητος καὶ ἀήττητος.

ΑΒΥΣΣΟΣ ΑΜΑΡΤΙΩΝ, ΚΑΙ ΠΤΑΙΣΜΑΤΩΝ ΚΑΤΑΙΓΙΣ ΜΕ ΤΑΡΑΤΤΕΙ

«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως· ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι».

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΑΤΡΙΚΙΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης, καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου. Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου, Ἐφεῦρε Πατρίκιος ἐκτμηθεὶς κλέος, Ὑπὲρ κλέος πᾶν γηΐνων πατρικίων. Ἐννεακαιδεκάτῃ τάμε Πατρίκιον ξίφος ὀξὺ Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ. Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀκολούθου. Ἡ ἁγία νέα μάρτυς Κυριακὴ πυρὶ τελειοῦται. Ἡ ἁγία μάρτυς Θεοτίμη ξίφει τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΤΕΦΑΝΗΦΟΡΟΥΣ ΜΑΡΤΥΡΑΣ, ΙΕΡΑΡΧΑΣ ΘΕΟΦΡΟΝΑΣ

Στεφανηφόρους Μάρτυρας, Ἱεράρχας θεόφρονας, δεῦτε γεγηθότες, οἱ πιστοὶ τιμήσωμεν, Χριστὸν μεγαλύνοντες, τὸν παρασχόντα τούτοις ἰσχύν, τὰς τῶν δυσμενῶν, μὴ δεδοικέναι βασάνους, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Ἱερωσύνης χρίσματι, μαρτυρίου τε αἵματι, ἡ τῶν καλλινίκων, τετρακτὺς κεκόσμηται, καὶ λάμπει τοῖς θαύμασι, δι' ἑκατέρων μάλα λαμπρῶς, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἐκβοῶσα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νενικηκότες ἔνδοξοι, τῶν δαιμόνων τὰς φάλαγγας, καὶ τὰς τῶν τυράννων, ἀπειλὰς μὴ πτήξαντες, στεφάνους ἐδέξασθε, παρὰ Χριστοῦ πανεύφημοι, καὶ ὡς νικηφόροι ἀθληταὶ μελῳδεῖτε· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεις ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΕΘ' ΥΔΡΙΑΣ ΑΡΔΕΥΣΑΣΘΑΙ, ΑΠΕΛΘΟΥΣΑ ΚΑΙ ΦΡΕΑΤΙ

Μεθ' ὑδρίας ἀρδεύσασθαι, ἀπελθοῦσα καὶ φρέατι, τὴν ὑδρίαν ἄνυδρον καταλείψασα μόνη πρὸς πόλιν ἐπέδραμε, πηγὴν τὴν ζωήρρυτον, ἐκβοῶσα ἐφευρεῖν, Σαμαρεῖτις τὴν ἄφθονον· ὅθεν ἤρδευσε τὸ σωτήριον νᾶμα, καὶ τὴν ταύτης, ἐπανέψυξε καρδίαν, τὴν ἐκτακεῖσαν τοῖς πάθεσιν. Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος. Ἀληθῶς εἴπας, εἴρηκεν, ὁ Σωτὴρ Σαμαρείτιδι, ὡς οὐκ ἔχεις σήμερον, ἄνδρα νόμιμον· πέντε γὰρ ἔσχες τὸ πρότερον, καὶ νῦν , ὅνπερ κέκτησαι, οὐχ ὑπάρχει σου ἀνήρ, ἀλλὰ νόμῳ ἀλλότριος, ἣ καὶ σπεύσασα, τοῖς ἐν πόλει ἐβόα· Εἶδον ἄνδρα, ὃς ἐξεῖπέ μοι τὰ πάντα, ὅσα κρυφίως ἐποίησα. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. Ῥεῖθρον ἄλλο ζωήρρυτον, οὐρανίου ἐκ φρέατος, Σαμαρεῖτις ἤντλησεν ἐπὶ φρέατος, τοῦτο εὑροῦσα χεόμενον, ἐξ οὗ τὸ ἐπίκηρον, εἶχε σύνηθες ἀντλεῖν, ὕδωρ ἄλλο τὸ χθόνιον, ὁ ἁλλόμενον ἐν τῇ ταύτης καρδίᾳ ἀνεδείχθη, ὡς πηγή τις ἄλλη νέα, παθῶν δροσίζουσα καύσωνας. Ὡς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεὸς δι' ἄφατον οἰκονομίαν ἀκούσασα ἡ Σαμαρεῖτις, τοῦ ...

ΣΤΑΥΡΩ ΣΕ ΥΨΟΥΜΕΝΟΝ, ΩΣ ΕΘΕΑΣΑΤΟ

Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; Ζωῶσαι τοὺς θανόντας, θέλων ὡς εὔσπλαγχνος.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ, ΚΥΡΙΕ ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ

Οἱ Μάρτυρές σου, Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο, τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΝΕΟΥΣ ΖΗΛΟΥΝΤΕΣ ΠΙΣΤΩΣ

Νέους ζηλοῦντες πιστῶς, ἐν Βαβυλῶνι παῖδας, τὸ πῦρ προθύμως ὑπεισήλθετε, βοῶντες Μακάριοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Μὴ προσκυνῆσαι γλυπτοῖς, οἱ Ἀθληταὶ τῆς δόξης, ἀνασχεθέντες τὸν ἀοίδιμον, θάνατον ὑπέστησαν, τὰς ἀθανάτους λήξεις σαφῶς ἀπολαβόντες. Ἀνδρειοτάτῃ ψυχῇ, καὶ ῥωμαλέᾳ γνώμῃ, τῶν ἀνομούντων τὰ φρυάγματα, καθεῖλον οἱ Μάρτυρες, ἀναβοῶντες πιστῶς· Χριστὲ εὐλογητὸς εἶ. Ῥήμασι θείοις ὀχυρωθείς, Μάρτυς Παυλῖνε, θανεῖν προείλου παναοίδιμε, βοῶν τῷ ποιήσαντι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ΑΙΓΛΗ ΦΩΤΙΖΟΜΕΝΟΙ

Αἴγλῃ φωτιζόμενοι, τῆς τρισηλίου Θεότητος, σκοτασμὸν παρεδράμετε, βασάνων καὶ ὤφθητε, φωτεινοὶ ἀστέρες, τὸ τῆς Ἐκκλησίας, θεῖον στερέωμα ἀεί, φωταγωγοῦντες Ἅγιοι Μάρτυρες· διὸ τὴν φωταυγῆ ἡμῶν, ἐπιτελοῦμεν πανήγυριν, προσκυνοῦντες τὰ λείψανα, καὶ τὴν κόνιν τοῦ σώματος. Πέτρον Διονύσιον, Παῦλον Ἀνδρέαν Βενέδιμον, τοὺς γενναίους ἀδάμαντας, Χριστίναν Ἡράκλειον, καὶ Παυλῖνον πάντες, ἐν ἀγαλλιάσει, νῦν μακαρίσωμεν πιστοί, ὑπέρ Τριάδος στερρῶς ἀθλήσαντας, καὶ πάσας τὰς τοῦ δράκοντος, μηχανουργίας πατήσαντας, καὶ τὸ σκότος μειώσαντας, τῶν εἰδώλων ἐν χάριτι. Αἵματι ὠνήσασθε, τὴν βασιλείαν μακάριοι, τοῦ Θεοῦ τὴν ἀσάλευτον, καὶ ὅρμους ἐφθάσατε, τοὺς γαληνοτάτους, πᾶσαν τρικυμίαν, ὑπενεγκόντες τῶν δεινῶν, γνώμης ἀνδρείᾳ θεομακάριστοι, ἐντεῦθεν μακαρίζεσθε, νῦν ἱκετεύοντες πάντοτε, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΠΕΤΡΟΥ, ΔΙΟΝΥΣΙΟΥ, ΑΝΔΡΕΟΥ, ΠΑΥΛΟΥ, ΧΡΙΣΤΙΝΗΣ, ΗΡΑΚΛΕΙΟΥ, ΠΑΥΛΙΝΟΥ ΚΑΙ ΒΕΝΕΔΙΜΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου, Διονυσίου, Ἀνδρέου, Παύλου, Χριστίνης, Ἡρακλείου, Παυλίνου καὶ Βενεδίμου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Πέτρου, Διονυσίου, Χριστίνης παρθένου, Ἀνδρέου, Παύλου, Βενεδίμου, Παυλίνου καὶ Ἡρακλείου. Σεπτοὶ Ἀθληταί, ὑπὲρ σεπτῆς Τριάδος, Ὑπὲρ τὸ ζῆν εἵλοντο θανεῖν ἐμφρόνως. Ὀγδοάς, Ἀθλοφόρων ἐκ γαίης εἰς πόλιν ἤρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, Τεκούσης, Ἀλεξανδρίας, Κλαυδίας, Φαεινῆς, Εὐφρασίας, Ματρώνης, Ἰουλίας καὶ Θεοδότου Μάρτυρος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΤΗ ΠΙΣΤΗ

Ὡς τῇ πιστῇ Σαμαρείτιδι Κύριε, τῆς Θεότητος τῆς σῆς τὴν πηγὴν ἠνέῳξας, καὶ ἔβλυσας θεογνωσίαν ἐπ' αὐτήν, ἀρδεύων πόμα θεόληπτον, καὶ νῦν πᾶσιν ἡμῖν κατάπεμψον, πταισμάτων ἱλασμὸν ὑπεράγαθε.

ΣΤΑΥΡΩ ΟΠΛΙΣΑΜΕΝΟΙ ΟΙ ΑΘΛΟΦΟΡΟΙ

Σταυρῷ ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, τὴν πλάνην ἐνίκησαν τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΠΑΣΑΝ ΤΗΝ ΓΗΝ ΕΞΗΛΘΕΝ

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ο ΔΟΞΑΣΘΕΙΣ ΠΑΡΑ ΘΕΟΥ

Ὁ δοξασθεὶς παρὰ Θεοῦ θαυμασίως, δι' εὐωδίας καὶ θαυμάτων ποικίλων, ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἀθανάσιε, φάνηθι ταχύτατος, καὶ θερμὸς ἀντιλήπτωρ, τῶν δεινῶν λυτρούμενος, τοὺς πιστῶς σε τιμῶντας, καὶ τοὺς τὰ λείψανα κατέχοντας τὰ σά, πρὸς μετανοίας ὁδὸν χειραγώγησον.

ΦΩΤΙΣΟΝ ΜΟΥ ΤΗΝ ΦΡΕΝΑ

Φώτισόν μου τὴν φρένα, σθένωσόν μου τὴν χεῖρα, ὦ Πνεῦμα ζωοποιὸν καὶ αὐτάγαθον, ὅπως ὑμνήσω ἀριπρεπῶς τὸν χθιζά τε καὶ πρώιζα ἐκ Κερκύρας ἀνατείλαντα φαεινόν φωστῆρα τῆς Ἐκκλησίας καὶ λάτρην Χριστοῦ Ἀθανάσιον. Καταφρονήσας γὰρ τῶν γεηρῶν καὶ χαμαιζήλων, ὡς δυνατὸν τὸ κατ' εἰκόνα ἀκηλίδωτον διετήρησεν, ἀγγελικῶς τὸν βίον διήνυσε, καὶ τῷ διττῷ τῆς ἀρχιερωσύνης τε καὶ ἀσκήσεως χαρίσματι λαμπρυνθείς, ἐν οὐρανῷ τὴν ψυχὴν ἀνεβίβασε. Τῶν δὲ νομιζόντων μύθους εἶναι τήν ἀρετὴν καὶ τὰ θαύματα δυσσεβῶν τὰ στόματα κατεφίμωσεν. Ὅθεν τῆς μυριπνόου ἐμπιπλάμενοι εὐωδίας, καὶ τὴν πανίερον αὐτοῦ μνήμην τελοῦντες βοῶμεν· Ὦ θεῖε Πάτερ, πρὸς μετανοίας ὁδὸν ἡμᾶς χειραγώγησον.

ΠΑΡΑ ΤΟ ΦΡΕΑΡ ΧΡΙΣΤΟΣ

Παρὰ τὸ φρέαρ Χριστὸς τὴν Σαμαρεῖτιν, εὑρὼν ἐξῃτήσατο, ὕδωρ πιεῖν ἐξ αὐτῆς, διψῶν τὴν ταύτης διόρθωσιν, καὶ σωτηρίαν, ὃ καὶ ἐγνώσθη ἔργοις πληρούμενον· ταύτην γὰρ ἀνέλκουσαν πόμα τοῦ ὕδατος, αὐτὸς ἀνέλκει, καὶ πόματος, πληροῖ τοῦ ζῶντος, τοῖς συμπολίταις διαγορεύουσαν, ἰδοὺ ὁ πάλαι, ἐν τῷ νόμῳ ῥηθεὶς Μεσσίας Χριστός, ἐπεφάνη ὡς ἄνθρωπος, ἐννοιῶν κεκρυμμένων, ἐκκαλύπτων τὰ ἀπόρρητα. Ἰδοὺ Μεσσίας Χριστὸς τοῖς ἐν τῇ πόλει, ἐν γῇ πεφανέρωται, ἡ Σαμαρεῖτις φησίν, ὁ γεγραμμένος ἐλεύσεσθαι, ἐν νόμῳ πάλαι, Προφήτης μέγας, Θεὸς καὶ ἄνθρωπος, ὃς καὶ τὰ πρακτέα μοι ἐπεξηγήσατο, καὶ τὰ ἐν βάθει καρδίας μου, ἐγκεκρυμμένα, πάντα μοι εἶπεν ὡς ἐπετέλεσα. Ὅθεν ἡ πόλις συνδραμοῦσα ὁρᾷ, τοὺς λόγους αὐτῆς κατὰ πᾶν ἀληθεύοντας, καὶ τὸ πρᾶγμα θαυμάζει, καὶ πιστοῦται τῷ θεάματι. Σὲ τὸν ἐν ἕκτῃ τῇ ὥρᾳ ὡς Δεσπότην ποτὲ πρὸς Παράδεισον περιπατοῦντα Θεόν, ἡ τῆς Προμήτορος ἔβλεψε θυγάτηρ πάλιν, ἐν ὥρᾳ ἕκτῃ οὕτω καθήμενον, ἔνθα πηγὴ ὕδατος, καὶ φρέαρ ὤρυκτο, καὶ ἐξ αὐτῆς ἐξαιτούμενον, πιεῖν ὡς ὕδωρ, αὐτὴν πο...

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΑΝΔΡΟΝΙΚΟΥ ΚΑΙ ΙΟΥΝΙΑΣ, ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας, καὶ Μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἐπισκόπου Χριστιανουπόλεως. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας. Ἔθνη διδάξας Ἀνδρόνικος μυρία, Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη. Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ, 'Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου, Ἑβδομάτῃ δεκάτῃ θάν' Ἰουνίη Ἀνδρόνικός τε. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ. Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη Ὁ εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις. Ἆλτο ἄημα φαεσφόρον νῦν γε Ἀθανασίοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμὴρ καὶ Παμφυλών. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΣΤΗΚΩΣ ΕΝ ΤΩ ΜΕΣΩ

Ἑστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς ἑορτῆς, ὁ διψῶν, ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου νάματος, ποταμούς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μέτ' ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι· Δόξα σοι, Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου.

ΕΘΝΗ ΚΡΟΤΗΣΑΤΕ

Ἔθνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε· ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ διέρρηξε τοῦ ᾍδου καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ λόγῳ. Οὗτος ἐστίν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι αὐτοῦ. Θαῦμα παρέδειξας, τὸ ὕδωρ εἰς οἶνον μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς, μετατρέψας Δέσποτα εἰς αἷμα, καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο δεύτερον τελέσας. Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξα τῇ κενώσει σου, δι' ἧς ἐκαίνισας ἡμᾶς. Ῥεῖθρον ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν, θέλων ἐκοπίασας Σωτήρ μου, καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς φύσεως ὑπείκων, καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας, τῇ Σαμαρείτιδι πιεῖν. Ἄρτους εὐλογήσας, ἰχθύας ἐπλήθυνας, ὁ ἀκατάληπτος Θεός, καὶ λαοὺς ἐχόρτασας ἀφθόνως, καὶ πηγὴν ἀέναον σοφίας, τοῖς διψῶσιν ἐπηγγείλω· Σὺ εἶ, Σωτήρ, ὁ Θεός ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι τῷ σῷ. Δόξα... Τρία συνάναρχα δοξάζω καὶ σύνθρονα, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν συνάναρχον, καὶ Πνεῦμα συναΐδιον Υἱῷ, ...

ΝΕΦΕΙ ΤΗΝ ΕΠΙΒΑΣΙΝ, ΑΥΤΟΥ ΤΙΘΕΙΣ ΩΣ ΔΕΣΠΟΤΗΣ

Νέφει τὴν ἐπίβασιν, αὐτοῦ τιθεὶς ὡς Δεσπότης, ἐν νεφέλῃ κούφῃ πρίν, καταβὰς εἰς Αἴγυπτον τοὺς ἐκλάμψαντας, ἐκλεκτοὺς προώρισε, τοὺς ἁρπαζομένους, ἐν νεφέλαις ὡς θεόφρονας, μεθ' ὧν Θεόδωρος, ὁ Ἡγιασμένος Πατὴρ ἡμῶν, ὁ πύργος ὁ ἀκράδαντος, ὁ τὴν ἀρετὴν περιβόητος, ὁ φαεινοτάταις, ἐλλάμψεσιν ἐκλάμπων τοῦ Χριστοῦ, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Αἴγυπτος ἡ πρότερον, δαιμονικαῖς μαινομένη, τελεταῖς καὶ πάθεσιν, ἀσκητῶν νῦν τάγμασιν ὡραΐζεται, καὶ ποικίλοις κάλλεσιν, ἀρετῆς ἐνθέου, κοσμουμένη διαδείκνυται, ἐν ᾗ διέλαμψε, θείων δωρεῶν ὁ ἐπώνυμος, Θεόδωρος ὁ Ὅσιος, ὁ θεοειδὴς καὶ θεόληπτος, ὁ τὴν θαυμασίαν, ταπείνωσιν μιμούμενος Χριστοῦ, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἄσκησιν ἐγκράτειαν, ὑπομονὴν καρτερίαν, ἀποχὴν κακότητος, ἀρετῆς περίληψιν ἐκ νεότητος, ὁ σοφὸς Θεόδωρος, ἀσκητῶν ὁ μέγας, ὁ θεόφρων ἐπεδείξατο, θερμός γενόμενος, θείας ἐραστὴς ἀγαπήσεως, καὶ πάντα τὰ ὁρώμενα, χαίρων ὑπερβὰς ὁ θαυμάσιος, διὰ θεωρίας, ὑψούμενος ὡμίλει τῷ Θεῷ, καὶ παρρησίᾳ πρεσβεύ...

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου. Δῶρόν σε θεῖον Θεόδωρε δεικνύει Ἐν Ἁγίοις Ἅγιος ἡγιασμένε. Τῇ δέγε ἑνδεκάτῃ Θεόδωρος ἀφίπτατο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, ἀρχιεπισκόπου Ἱεροσολύμων. Μνήμη τῶν ἁγίων μαρτύρων Αὐδᾶ, Αὐδιησοῦ, ἐπισκόπου, καὶ τῶν σὺν αὐτοῖς τριάκοντα ὀκτώ, πρεσβυτέρων δέκα ἕξ, Διακόνων ἐννέα, μοναχῶν ἕξ, καὶ παρθένων ἑπτά. Οἱ ἅγιοι μάρτυρες Ἰσαάκιος, Συμεὼν καὶ Δαχθισόης πυρὶ τελειοῦνται. Οἱ ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμυῶν ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Παπηλῖνος ξίφει τελειοῦται. Ὁ ἅγιος μάρτυς Πέτρος, ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθείς, τελειοῦται. Ὁ ἅγιος Νικόλαος, πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται. Μνήμη τῆς ἁγίας Εὐφημίας πλησίον τοῦ νεωρίου λιμένος εἰς τὴν ἁγίαν Δύναμιν. Ταῖς αὐτων ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλ...

ΑΓΕΛΑΡΧΗΣ ΕΔΕΙΧΘΗΣ ΤΟΥ ΑΡΧΙΠΟΙΜΕΝΟΣ

Ἀγελάρχης ἐδείχθης τοῦ Ἀρχιποίμενος, μοναστῶν τὰς ἀγέλας Πάτερ Παχώμιε, πρὸς τὴν μάνδραν ὁδηγῶν τὴν ἐπουράνιον, καὶ τὸ πρέπον ἀσκηταῖς, ἐκεῖθεν σχῆμα μυηθείς, καὶ τοῦτο πάλιν μυήσας, νῦν δὲ σὺν τούτοις ἀγάλλῃ, καὶ συγχορεύεις ἐν οὐρανίαις σκηναῖς.

ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΣΟΥ ΧΡΙΣΤΕ

Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

ΦΩΣΤΗΡ ΦΑΕΙΝΟΣ, ΕΔΕΙΧΘΗΣ ΕΝ ΤΟΙΣ ΠΕΡΑΣΙ ΤΗΝ ΕΡΗΜΟΝ ΔΕ

Φωστὴρ φαεινός, ἐδείχθης ἐν τοῖς πέρασι τὴν ἔρημον δέ, ἐπόλισας τοῖς πλήθεσι, σεαυτὸν ἐσταύρωσας, τὸν σταυρόν σου ἐπ' ὤμων ἀράμενος, καὶ ἀσκήσει τὸ σῶμα, κατέτηξας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν

ΕΚΟΥΣΙΑ ΣΟΥ ΒΟΥΛΗ

Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθείς, ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾍδη ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ Ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΧΩΜΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Μεγάλου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Μεγάλου. Ὁ Παχώμιος, λεπτύνων σαρκὸς πάχος, Ψυχῇ συνῆγε πρὶν μεταστῆναι στέαρ Πέμπτῃ καὶ δεκάτῃ Παχώμιον ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀχιλλίου Μητροπολίτου Λαρίσσης. Λαλεῖ Λάρισσα σὰς ἀριστείας ξένας, Μνήμην ἔχουσα καὶ θανόντος σου Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ, Ὁσίου Πατρὸς ἡμῶν Βαρβάρου τοῦ μυροβλύτου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΠΟΙΗΤΗΣ ΤΩΝ ΑΠΑΝΤΩΝ, ΚΑΙ ΤΗΣ ΖΩΗΣ

Ὁ ποιητὴς τῶν ἁπάντων, καὶ τῆς ζωῆς χορηγός, ὁ τῷ Πατρὶ τῷ θείῳ συναΐδιος Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου, σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀρρήτου σοφίας ὡς ἀγαθός, πᾶσιν ἔβλυσε διδάγματα. Τῆς ἑορτῆς μεσαζούσης, τῶν Ἰουδαίων Χριστέ, τῷ ἱερῷ ἐπέστης, ὁ τοῦ νόμου Δεσπότης, διδάσκων ἐξουσίᾳ, καὶ Γραμματεῖς διελέγχων ὡς γέγραπται, καὶ καταπλήττων σοφίᾳ λόγων τῶν σῶν, καὶ θαυμάτων ἐπιδείξεσιν. Ὁ χορηγὸς τῆς σοφίας καὶ τῶν καλῶν παροχεὺς ὁ χέων θεῖα ῥεῖθρα ἐκ πηγῆς ἀενάου. Δεῦτε πρός με κράζει, ὕδωρ ζωῆς, οἱ διψῶντες ἀρύσασθε καὶ ποταμοὶ ἐκ κοιλίας ὑμῶν, φησί, χαρισμάτων θείων ῥεύσουσι. Ὅτε παρεγένου ἐν ἱερῷ Χριστὲ ὁ Θεός, μεσούσης τῆς ἑορτῆς, τότε τοῖς λαοῖς ἐδίδασκες βοῶν· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται. Οἱ δὲ Ἰουδαῖοι διεπρίοντο, μετὰ τῶν Φαρισαίων, καὶ Σαδδουκαίων, καὶ Γραμματέων, λέγοντες· Τίς ἐστιν οὗτος, ὃς λαλεῖ βλασφημίας; μὴ λογιζόμενοι, ὅτι σὺ ὑπάρχεις, ὁ πρὸ πάντων αἰώνων, σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος, Θεὸς ἡμῶν. Δόξα σοι.

ΩΦΘΗ ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΤΕΡΠΝΗ

Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος Ἀναστάσεως σήμερον, μεσότης ἡ παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον, θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως, λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι, τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος. Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε· πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην καὶ μέγα ἔλεος. Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος ὤφθη σώματι, τοῖς πᾶσιν ...

ΤΗΝ ΤΑΠΕΙΝΗΝ ΜΟΥ ΨΥΧΗΝ ΕΠΙΣΚΕΨΑΙ

Τὴν ταπεινήν μου ψυχὴν ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν Πόρνην, δέξαι κἀμὲ καὶ σῶσόν με.

ΡΑΔΙΟΥΡΓΙΑΙΣ ΩΕΤΟ

Ῥαδιουργίαις ᾤετο, ὑποκλέπτειν ὁ τύραννος, τῆς σῆς καρτερίας, τὸ στερρὸν καὶ εὔτονον, παμμάκαρ, Ἰσίδωρε, πρὸς τὴν αὐτοῦ κακόνοιαν· ἀλλὰ σὺ θεόφρον, τόν Χριστὸν ἀνεβόας· φοβοῦμαι, ᾧ λατρεύω, προσκυνῶ τε καὶ μέλπω· λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Ὁλολαμπὲς ὡς ἥλιος, ἱλαρόν σου τὸ πρόσωπον, τῇ τοῦ μαρτυρίου χαρμονῇ ἐφαίνετο· ἀμνὸς γὰρ ὡς ἄμωμος σφαγιασθεὶς προσήχθης Θεῷ, ὃν ὡς πλαστουργόν, μελῳδικῶς ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Φωτοειδὲς τὸ σῶμά σου, τοῖς ποθοῦσιν ἐδείκνυτο, τῆς Ἀγγελικῆς δορυφορούσης τάξεως, ἀστράπτον Ἰσίδωρε, μαρμαρυγαῖς τῆς χάριτος, θαυματοποιΐαις τε ποικίλαις ἐμπρέπον, δωρούμενον ἑκάστῳ, τὰς ἰάσεις ἀφθόνως, καὶ σάλου ἐξαρπάζων, σαφῶς καὶ ἐκ κινδύνων.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΕΝ ΤΗ ΧΙΩ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου τοῦ ἐν τῇ Χίῳ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου. Ἔσαινεν Ἰσίδωρον ἐλπὶς τοῦ στέφους, Καὶ πρὸς τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος. Ἐν δ' Ἰσίδωρον ἄορ δεκάτῃ τάμεν ἠδὲ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος. Ὤφθης Θεράπων, οἷα θύτης τοῦ Λόγου, Ὤφθης Θεράπων, καὶ δι' αἵματος Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις. Μνήμη τῶν ἁγίων μαρτύρων Ἀλεξάνδρου, Βαρβάρου καὶ Ἀκολούθου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΙ ΤΗΝ ΠΗΓΗΝ ΕΠΕΣΤΗ, Η ΠΗΓΗ ΤΩΝ ΘΑΥΜΑΤΩΝ

Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ· ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα, Κύριε δόξα σοι. Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα, καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σ...

ΤΑ ΣΥΜΠΑΝΤΑ ΔΕΣΠΟΤΑ

«Τὰ σύμπαντα Δέσποτα τῇ σῇ σοφίᾳ συνεστὴσω· γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον». Θάνατον ὑπέμεινας, μόνε ἀθάνατε βουλήσει, ᾍδῃν ἠχμαλώτευσας, πύλας χαλκᾶς συνέτριψας βασιλεῦ οὐράνιε, καὶ ἀφεῖλες δεσμίους, ἀπ' αἰῶνος ἐκεῖσε χρηματίζοντας, ἀνυμνοῦντας ἀπαύστως, τὸ κράτος τῆς σῆς ἀγαθότητος. Ὑψώθης μακρόθυμε, ἐθελουσίως ἐπὶ ξύλου, καὶ πέτραι ἐσχίσθησαν, καὶ ἥλιος ἐσβέσθη, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διερράγη, καὶ ἡ γῆ ἐσαλεύθη, καὶ ἐτρόμαξεν ὁ παγγέλαστος ᾍδῃς, καὶ πάντας δεσμίους ἀπέλυσε. Ἐπέφανες Κύριε, τοῖς ἐν τῷ σκότει καθημένοις, φῶς ὑπάρχων ἄδυτον, καὶ ζωὴ τῶν ἁπάντων· διό σε ὡς ἔβλεψε, τῶν δικαίων ὁ δῆμος, ἀνεσκίρτησε Λόγε, καὶ ἀνεβόησεν· Ἦλθες πάντας δεσμῶν ἀπολῦσαι· ὑμνοῦμεν τὸ κράτος σου. Πλησίον ἐκάθισας πηγῆς, ἐν ὥρᾳ Σῶτερ ἕκτῃ, καὶ τῇ Σαμαρείτιδι, ὕδωρ τὸ ζῶν παρέσχες καὶ γνώσεως νάματα, διὰ πολλὴν εὐσπλαγχνίαν, μεθ' ἧς πάντες βοῶμεν ἀναμέλ...

ΥΠΕΡΑΡΘΕΙΣΑ ΑΠΑΣΗΣ, ΣΑΡΚΙΚΗΣ ΠΡΟΣΠΑΘΕΙΑΣ

Ὑπεραρθεῖσα ἀπάσης, σαρκικῆς προσπαθείας, τῷ πόθῳ τοῦ νυμφίου σου Σεμνή, ἄσαρκον βίον ἐπόθησας· διὸ σὺν τοῖς ἀΰλοις, Χριστὸν τὸν ἐραστήν σου νοερῶς, καθορῶσα δοξάζεις, ὡς πάντων ποθεινότερον. Μετὰ πολλὰς τὰς βασάνους, τὸ ἀκίβδηλον πνεῦμα, Κυρίῳ παραδέδωκας τὸ σόν, οὗ τῇ ἀνόδῳ ἐκρότησαν, ἐπουράνιαι τάξεις, Χριστὸς δὲ παναλκεῖ σε δεξιᾷ ἐστεφάνωσε Μάρτυς, νομίμως ἐναθλήσασαν.

ΜΗ ΠΑΡΑΔΩΗΣ ΗΜΑΣ ΕΙΣ ΤΕΛΟΣ

«Μὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας». Μετὰ ἀνόμων, Χριστὲ οἰκτίρμον, ἑκὼν κατελογίσθης, καιρῷ τοῦ θείου Πάθους, καὶ ταῦτα βλέπουσα ἐσείετο ἡ γῆ, καὶ πέτραι παντουργῷ νεύματι ἐρρήγνυντο, ἀκατάληπτε, καὶ ἀνίσταντο νεκροὶ οἱ ἀπ' αἰῶνος. Μετὰ ψυχῆς καταβάς, εἰς μέρη κατώτερα τοῦ ᾍδου, ἐξῆγες ἐν ἀνδρείᾳ δεσμίους ἅπαντας, οὓς ἐκ τοῦ αἰῶνος θάνατος εἶχεν, ὁ πικρὸς τύραννος, ἐκβοῶντάς σοι Χριστὲ ὁ Θεός· Δόξα σου τῇ φρικτῇ οἰκονομίᾳ. Μετὰ νεκρῶν τί ὑμεῖς ζητεῖτε, τὸν ζῶντα εἰς αἰῶνας; ἠγέρθη, καθὼς εἶπεν· ἰδοὺ ὡς βλέπετε κεναὶ αἱ σινδόνες, κενὸς ὁ τάφος, ὁ φανεὶς ἔλεγε· Γυναιξὶ νεανίας, σπουδῇ ἄπιτε, εἴπατε τοῖς, Ἀποστόλοις. Ὕδωρ ὑπάρχεις ζωῆς, ἐβόα Χριστῷ ἡ Σαμαρεῖτις· πότισον οὖν με Λόγε διψῶσαν πάντοτε, σοῦ τὴν θείαν Χάριν, ὅπως μηκέτι Ἰησοῦ Κύριε, ἀγνωσίας κρατῶμαι αὐχμῷ, ἀλλὰ κηρύττω σου τὰ μεγαλεῖα. Πατέρα καὶ τὸν Υἱόν, ...

ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

Τῇ αὐτῇ ἡμέρᾳ Κυριακῇ πέμπτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῆς Σαμαρείτιδος ἑορτὴν ἑορτάζομεν. Ὕδωρ λαβεῖν ἐλθοῦσα τὸ φθαρτόν, γύναι, Τὸ ζῶν ἀπαντλεῖς, ᾧ ῥύπους ψυχῆς πλύνεις. Ταῖς τῆς σῆς Μάρτυρος Φωτεινῆς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΓΛΥΚΕΡΙΑΣ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας. Θηρὸς τὸ πικρὸν δῆγμα τῇ Γλυκερίᾳ Ὑπὲρ γλυκάζον ὡς ἀληθῶς ἦν μέλι. Ἐν τριτάτῃ δεκάτῃ δάκε καὶ κτάνε θὴρ Γλυκερίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὁμολογητοῦ. Ὁ Σέργιός μοι πῶς τελευτᾷς τὸν βίον, Κοινῷ τέλει τέθνηκα, καὶ ζῶν εἰμὶ σοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παυσικάκου, Ἐπισκόπου Συννάδων. Ὁ Παυσικάκου προστρέχων τῷ λειψάνῳ, Παθῶν κακούντων παῦσιν εὑρίσκει ξένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ, ξίφει τελειοῦται. Ὁ ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Τιβεριανῶν, ξίφει τελειοῦται. Ὁ ὅσιος Εὐθύμιος ὁ νέος, ὁ κτίτωρ τῆς ἐν ᾍθῳ μονῆς τῶν Ἰβήρων καὶ Ἰωάννης ὁ Ἴβηρ, ὁ πατὴρ τοῦ ῥηθέντος Εὐθυμίου, καὶ Γεώργιος ὁ συγγενὴς αὐτῶν, ἐν εἰρήνῃ τελειοῦνται. Ὁ ὅσιος Γαβριὴλ ὁ Ἴβηρ, ὁ θείας φωνῆς ἀκηκοώς, καὶ ἐξαγαγὼν τῆς θαλάσσης τὴν θαυματουργὸν εἰκόνα τῆς Πορταϊτίσσης, ἐν εἰρήνῃ ...

ΝΟΜΟΣ Ο ΕΝ ΓΡΑΜΜΑΤΙ

Νόμος ὁ ἐν γράμματι, παιδαγωγὸς σοι γεγένηται, εἰς Χριστὸν Ἐπιφάνιε, δεικνὺς τὴν ἀστράψασαν, τοῦ Σωτῆρος χάριν, τῆς θεογνωσίας, προγραφομένην μυστικῶς, καὶ τυπουμένην διαφανέστατα, ἥνπερ καὶ ἐφανέρωσας, ταῖς διδαχαῖς σου πανεύφημε, τηλαυγῶς ἐκτιθέμενος, τὰ θεόπνευστα δόγματα. Νόμου τοῦ τῆς χάριτος, καταγγελεὺς ἐχρημάτισας, θεοφάντορ μακάριε, φωτίζων τὰ πέρατα, ταῖς τῶν σῶν δογμάτων, θείαις δᾳδουχίαις, καὶ τῶν αἱρέσεων θερμῶς, τὰς γλωσσαλγίας καταστρεψάμενος, πανσόφως ἐστηλίτευσας, διδασκαλίας πανόσιε, καὶ τὸ κάλλος τὸ ἄχραντον, τὸ τῆς πίστεως ἔδειξας. Ὁ βίος ὁ ἔνθεος, τῷ ὀρθοδόξῳ φρονήματι, συνδραμὼν παρεσκεύασε, τελεῖν τὰ θαυμάσια, καὶ δαιμόνων θράσος, Πάτερ ἀπελαύνειν, καὶ νοσημάτων χαλεπῶν, τὰς ἀλγηδόνας παύειν ἐντεύξεσι, καὶ χάριτι κοσμούμενον, Ἱεραρχίας σε ἔδειξεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Λεόντιον φρόνημα στερρῶς, Γερμανὲ κατέβαλες, τὸ δυσσεβείας ἀνάμεστον· τὴν γὰρ προσκύνησιν, τῶν σεπτῶν εἰκόνων, τοῦ Χριστοῦ ὁ δείλαιος, καὶ πάντων τῶν Ἁγίων ἠρνήσατο...

ΔΕΥΤΕ ΠΑΝΤΑ ΤΑ ΕΘΝΗ

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα· Αὐτὸν προσκυνήσωμεν. Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου· ἣν ὁ κόσμος δοξάζει· Ἐλέησον ἡμᾶς. Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς, Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνὴ ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον· Ἐλέησον ἡμᾶς.

ΕΟΡΤΗΣ ΜΕΣΑΖΟΥΣΗΣ

Ἑορτῆς μεσαζούσης τῆς νομικῆς, ἧς διδάσκων Σωτήρ μου ἐν ἱερῷ, ἐλέγχων τε τὴν ἄνοιαν, τῶν ἀπίστων Ἑβραίων, καὶ βοῶν τοῖς ὄχλοις, θείᾳ φωνῇ ὡς φιλάνθρωπος, ὁ διψῶν ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὅθεν ἐπηγγείλω, τοῖς πιστεύουσι νέμειν, σοφίας τὰ νάματα, ἐκ πηγῆς ἀκηράτου σου. Διὰ τοῦτο βοῶμέν σοι· Κατάπεμψον Χριστὲ ὁ Θεός, μόνος τὸ πανάγιον Πνεῦμά σου, καὶ σῶσον ἡμᾶς, ὅτι ὑπάρχεις πολυέλεος.

ΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΑΣ ΤΗΣ ΚΥΠΡΟΥ

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου. Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας, Κλέος παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα. Τῇ δυσκαιδεκάτῃ Ἐπιφάνιον μόρος εἷλε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Χαίρων ἀφεὶς γῆν Γερμανὸς καὶ γῆς θρόνον, Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων. Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΙΕΡΕΩΝ ΚΑΛΛΟΝΗΝ, ΚΑΙ ΔΟΞΑΝ ΟΡΘΟΔΟΞΩΝ

Ὡς Ἱερέων καλλονήν, καὶ δόξαν ὀρθοδόξων, δυάδα τὴν ἁγίαν τιμήσωμεν ἀξίως· οὗτοι γὰρ ὤφθησαν ἡμῖν πύργοι ἀσφαλείας, κατ' ἐχθρῶν τῶν ὁρατῶν καὶ ἀοράτων πάντοτε, τῆς πίστεως στῦλοι ἀκλόνητοι, καὶ τῆς Ἐκκλησίας θεῖος κόσμος, ὃν φοροῦσα ὀρθοτομεῖ, εὐθύμως βοῶσα· Εὐφράνθη ἐν ἐμοὶ τὸ πνεῦμά μου ὄντως, τὴν στολὴν μου ὥσπερ πρὶν ἀπολαβούσῃ, ἣν αἱρετικοὶ διέρρηξαν, μὴ ὑμνοῦντες τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

ΑΝΑΜΝΗΣΙΣ ΤΩΝ ΓΕΝΕΘΛΙΩΝ ΠΟΛΕΩΣ, ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΜΩΚΙΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Ἀνάμνησις τῶν γενεθλίων, ἤτοι τῶν ἐγκαινίων τῆς Κωνσταντινουπόλεως, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν πνευματικῶς ἐπιτελοῦμεν τοῦ Γενεθλίου, ἤτοι τῶν Ἐγκαινίων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων, τῆς κατ' ἐξαίρετον ἀνακειμένης τῇ Δεσποίνῃ ἡμῶν, καὶ Ἁγίᾳ Θεοτόκῳ, καὶ ὑπ' αὐτῆς διὰ παντὸς σῳζομένης. Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν, Ἐν σοὶ Πόλις τυχόντα τῶν γενεθλίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου. Μωκώμενόν σε δεισιδαίμονα πλάνην, Οἱ δυσσεβεῖς κτείνουσι Μώκιε ξίφει. Μώκιος ἑνδεκάτῃ κεφαλὴν τμήθη ἀγαθόφρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκορίδου ἢ Διοσκόρου. Παρ' ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους, Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΦΘΗ ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΤΕΡΠΝΗ

Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος, Ἀναστάσεως σήμερον, μεσότης ἡ παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως, λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι, τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος. Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε. Πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος. Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος, ὤφθη σώματι, τοῖς πᾶσι...

ΠΟΛΕΩΣ ΠΑΣΩΝ ΝΥΝ Η ΚΡΑΤΟΥΣΑ

Πόλεων πασῶν νῦν ἡ κρατοῦσα, τὴν σύστασιν ταύτης προσανέθετο, Δέσποτα τῷ κράτει σου, ἣν καὶ διαφύλαττε, τῆς προσδοκίας ἄτρωτον, πάντων ἐθνῶν εἰσαεί, βοῶσάν σοι ἐν Πίστει οἰκτίρμον· Ὑπερευλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶνας. Πορφύραν οἰκείων ἐξ αἱμάτων, φοινίξας, καὶ ταύτην περικείμενος, φέρων ἀντὶ σκήπτρου τε, ὅπλον τὸ ἀήττητον, συμβασιλεύεις Μώκιε, τῷ Βασιλεῖ τοῦ παντός, τόν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὡς ἥλιος σήμερον τῷ κόσμῳ, ἡ μνήμη τῆς σῆς ἀθλήσεως ἀνέτειλε, πάντας καταυγάζουσα, νόσους ἐκδιώκουσα, δαιμονικῆς κακώσεως, ἐξαιρουμένη ἡμᾶς, ἐν ᾗ περιχαρῶς σε ὑμνοῦμεν, Μώκιε ὑμνοῦντες, Χριστὸν εἰς τους αἰῶνας.

ΣΤΑΥΡΟΝ ΚΑΙ ΘΑΝΑΤΟΝ

Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς κτίσεως, τοῦτον κατέπηξας ὅτε εὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλῶσαι, τότε καὶ ὁ ἥλιος, τὰς ἀκτῖνας ἀπέκρυψε, ταῦτα καὶ Λῃστὴς ὁρῶν, ἐν Σταυρῷ σε ἀνύμνησε. Μνήσθητι βοῶν μου ὁ Σωτήρ, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.

ΤΩΝ ΑΓΙΩΝ ΑΘΛΟΦΟΡΩΝ

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΑΥΤΟΠΤΑ ΚΑΙ ΑΠΟΣΤΟΛΕ

Αὐτόπτα καὶ Ἀπόστολε, Χριστοῦ τοῦ πανοικτίρμονος, εἰρήνην αἴτησαι πάσῃ, τῇ οἰκουμένῃ, καὶ νίκας, τῷ φιλοχρίστῳ Ἄνακτι, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν ἅπασι, τοῖς εὐφημοῦσί σε Σίμων, ὡς μαθητὴν θεηγόρον.

ΤΟΝ ΑΣΦΑΛΩΣ ΤΑ ΤΗΣ ΣΟΦΙΑΣ ΔΟΓΜΑΤΑ

Τὸν ἀσφαλῶς τὰ τῆς σοφίας δόγματα, ἐν ταῖς ψυχαῖς τῶν εὐσεβούντων θέμενον, ἐν αἰνέσει μακαρίσωμεν, τὸν θεηγόρον πάντες Σίμωνα· τῷ θρόνῳ γὰρ τῆς δόξης νῦν παρίσταται, καὶ σὺν τοῖς ἀσωμάτοις ἐπαγάλλεται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΤΗΝ ΜΝΗΜΗΝ ΠΑΝΤΕΣ ΩΣ ΣΩΤΗΡΙΑΣ ΗΜΕΡΑΝ

Τοῦ Ἀποστόλου τὴν μνήμην πάντες ὡς σωτηρίας ἡμέραν, εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν· αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ, ὥσπερ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην γεραίροντας. Διὸ προθύμως συνδράμωμεν ἀνυμνοῦντες, αὐτὸν ὡς χρέος· αὐτὸς γὰρ Χριστῷ παρίσταται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΣΙΜΩΝΟΣ ΤΟΥ ΖΗΛΩΤΟΥ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ. Ἔοικε Χριστὲ τοῦτό σοι Σίμων λέγειν. Ζηλῶν πάθος σόν, καρτερῶ Σταυροῦ πάθος. Ἐν ξύλῳ ἀμφετάθη Σίμων δεκάτῃ μεγάθυμος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀλφειοῦ, Φιλαδέλφου, καὶ Κυπρίνου. Ὁ Φιλάδελφος φιλαδέλφως τῷ ξίφει, Σὺν τοῖς ἀδελφοῖς θεῖον εὕρατο στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἡσυχίου τοῦ Ὁμολογητοῦ. Τὸν βίον Ἡσύχιος ἄγων ἡσύχως, Ἐν ἡσυχίᾳ πρὸς Θεὸν διαβαίνει. Ὁ ὅσιος πατὴρ ἡμῶν Λαυρέντιος ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΣΟΥ

Τῶν Ἀποστόλων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ Πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γάρ, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου τῷ λαῷ σου.

ΠΡΟΚΑΤΑΛΥΣΑΣ ΤΟ ΚΡΑΤΟΣ ΤΟΥ ΘΑΝΑΤΟΥ

Προκαταλύσας τὸ κράτος τοῦ θανάτου, Χριστὲ τῷ θανάτῳ σου, ζωὴν παρέσχες βροτοῖς, ἐν τῇ ἐνδόξῳ Ἐγέρσει σου, συνεξεγείρας, γένος ἀνθρώπων τῇ καταβάσει σου. Ὅθεν χαριστήριον, αἶνόν σοι ᾄδομεν, τὴν ἑορτὴν ἑορτάζοντες, τῆς τριημέρου, καὶ λαμπροφόρου σου Ἀναστάσεως, ἐν ᾗ τὸ μέσον τῶν πανσέπτων νῦν, ἡμερῶν ἡμῖν πᾶσιν ἐπέλαμψεν, Ἰησοῦ ζωοδότα, εὐεργέτα τῶν ψυχῶν ἡμῶν. Πρὸ τοῦ τιμίου σταυροῦ σου καὶ τοῦ Πάθους, θαυμάτων τὰ ἔνδοξα, ἐπιτελῶν τοῖς λαοῖς, τῆς ἑορτῆς καθὼς γέγραπται, ἐν μέσῳ ἔστης, τῆς νομικῆς Χριστὲ Παντοδύναμε, καὶ πᾶσιν ἐβόησας· Εἴ τις διψᾷ, πρὸς ἐμὲ αὐτομολείτω, καὶ ὕδατος τοῦ θείου πόμα, ἀπαντλησάτω καὶ ζωῆς νάματα· ὕδωρ ζωῆς γὰρ καὶ δυνάμεως καὶ σοφίας ἐγὼ πᾶσι δίδωμι, ὅτι θέλων ἀνθρώποις, ὡμοιώθην ὡς φιλάνθρωπος. Ὡς ἐπὶ κλίνης με κείμενον ὀδύνης, Χριστὲ πολυέλεε, τῶν ἐγκλημάτων μου καὶ παρειμένον τοῖς μέλεσιν, ὡς διὰ μέγα, φιλανθρωπίας πέλαγος ἄνθρωπος, θελήσει γενόμενος, νῦν ἀοράτως με, ὡς τὸν παράλυτον ἔγειρον, καὶ τρίβους θείας, τῶν ἐντολῶν σου τρέχειν εὐόδωσον, ὁ πρ...

ΠΑΡΕΣΤΙΝ Η ΜΕΣΟΤΗΣ ΗΜΕΡΩΝ

Πάρεστιν ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ δὲ τῇ θείᾳ σφραγιζομένων, καὶ λάμπει τὰς λαμπρότητας, ἀμφοτέρωθεν ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καὶ παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς δεσποτικῆς, Ἀναλήψεως σεμνύνεται. Ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, εὐαγγελισθείσης τῆς Χριστοῦ Ἀναστάσεως, οἱ δὲ πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ ἐκπλύνοντα Πνεύματι ῥύπον χριστοκτονίας· εὐτρεπίζεται πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνον μεσότητα. Ἤγγικεν ἡ τοῦ θείου δαψιλής, χύσις ἐπὶ πάντας, ὥσπερ γέγραπται, Πνεύματος ἡ προθεσμία κηρύττει, ἡμισευθεῖσα, τῆς μετὰ Χριστοῦ θάνατον, καὶ ταφὴν καὶ ἀνάστασιν, παρ΄ αὐτοῦ δεδομένης, ἀψευδοῦς μαθηταῖς ὑποσχέσεως, τὴν τοῦ Παρακλήτου δηλούσης ἐπιφάνειαν.

ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗ

Τῇ Τετάρτῃ τοῦ Παραλύτου, τὴν τῆς Μεσοπεντηκοστῆς ἑορτάζομεν ἑορτήν. Ἑστὼς διδάσκει τῆς ἑορτῆς ἐν μέσῳ. Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον. Τῷ ἀπείρῳ ἐλέει σου, Χριστε ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΑΝΘΡΑΚΙ ΘΕΟΤΗΤΟΣ, ΤΟΥ ΣΑΡΚΩΘΕΝΤΟΣ ΡΙΠΤΟΜΕΝΟΣ, ΠΡΟΦΗΤΕΙΑΝ ΠΙΣΤΕΥΕΤΑΙ

Ἄνθρακι Θεότητος, τοῦ σαρκωθέντος ῥιπτόμενος, προφητείαν πιστεύεται, ὁ μέγας καὶ ἔνδοξος, καὶ τὴν θείαν δόξαν, βλέπει Ἡσαΐας, διὰ πολλὴν τῆς ἀρετῆς, περιουσίαν καὶ καθαρότητα, καὶ κήρυξ προχειρίζεται, καὶ προμηνύει τὴν μέλλουσαν, σωτηρίαν τοῖς ἔθνεσι, καὶ τὴν θείαν ἐμφάνειαν. Νοῦν τε καὶ διάνοιαν, ἐκκαθαρθεὶς ἀξιάγαστε, Ἡσαΐα τοῦ Πνεύματος, εὐάρμοστον ὄργανον ἐνεργείαις τούτου, καὶ ταῖς ἐπιπνοίαις, ἀνακρουόμενον ἀεί, καὶ θεοφρόνως μεθαρμοζόμενον, ἐγένου παναοίδιμε, τὸν ἐπὶ θρόνου καθήμενον, ἐπηρμένου θεώμενος, καὶ τὰ θεῖα μυούμενος. Μίαν κυριότητα, τρισυποστάτου Θεότητος, τρισαγίῳ φωνήματι, ἀπαύστως δοξάζοντα, Σεραφὶμ τὰ θεῖα, Μάκαρ θεωρήσας, καὶ μυηθεὶς προφητικήν, ἐνεπιστεύθης χάριν θαυμάσιε· διό σου τὸ πανίερον, ἐπιτελοῦντες μνημόσυνον, τῷ Χριστῷ σε προσάγομεν, πρεσβευτὴν δυνατώτατον.

ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΦΕΣΤΗΚΕΝ

Πεντηκοστῆς ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης, ἐν ᾗ Χριστός, παραγυμνώσας ἀμυδρῶς θεϊκὴν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγῳ αὐτὸν τῆς κλίνης ἐξαναστήσας καὶ θεοπρεπῶς θαυματουργῶν ἐν ὀστρακίνῳ σώματι, τοῖς ἀνθρώποις ἐδωρήσατο τὴν αἰώνιον ζωήν, καὶ τὸ μέγα ἔλεος. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. Ἐν τῷ ἱερῷ ἐπέστης ἡ σοφία τοῦ Θεοῦ, μεσούσης τῆς ἑορτῆς, διδάσκων καὶ ἐλέγχων τοὺς ἀπειθεῖς Ἰουδαίους, τοὺς Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν παρρησίᾳ πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με, καὶ πινέτω ὕδωρ ζωηρόν, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων τῇ ἐμῇ χρηστότητι ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ζωῆς αἰωνίου. Ὢ τῆς ἀγαθότητος, καὶ τῆς εὐσπλαγχνίας σου, Χριστὲ ὁ Θεὸς ἡμῶν· Δόξα σοι. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ὅτε τὸ μέσον τῆς ἑορτῆς ἐπέστη, ἀνέβη ὁ Ἰησοῦς ἐπὶ τὸ ἱερόν, καὶ ἐδίδασκε λέγων τοὺς ἀπειθεῖς Ἰουδαίους· ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω, ὕδωρ ζωηρόν αἰώνιον, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ π...