Αναρτήσεις

Προβολή αναρτήσεων από Μάρτιος, 2021

LIVE (54) ΑΓ. ΓΡΗΓ. ΠΑΛΑΜΑ με τον π. Αντώνιο 28.03.21

Εικόνα

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ δευτέρα τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ.

 Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ δευτέρα τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ. Στίχοι Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν, Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος. Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἄγγελος ἀνεφάνης ἐπὶ γῆς τῶν ἀρρήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλλων· ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς ἀνθρωπίνῳ νοῒ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι Θεορρῆμον, ἔπεισας ταῦτα·

 Ἄγγελος ἀνεφάνης ἐπὶ γῆς τῶν ἀρρήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλλων· ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς ἀνθρωπίνῳ νοῒ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι Θεορρῆμον, ἔπεισας ταῦτα· Χαῖρε δι' οὗ τὸ σκότος ἠλάθη, χαῖρε, δι' οὗ τὸ φῶς ἀντεισῆλθε. Χαῖρε τῆς ἀκτίστου Θεότητος Ἄγγελε, χαῖρε τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε. Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ φύσιν εἰπών, χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν εἰπών. Χαῖρε ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας, χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας. Χαῖρε, φωστὴρ ὁ δείξας τὸν Ἥλιον, χαῖρε κρατὴρ τοῦ νέκταρος πάροχε. Χαῖρε, δι' οὗ ἡ ἀλήθεια λάμπει, χαῖρε, δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος. Χαῖρε Κήρυξ τῆς χάριτος.

Ἐν γνώσει φρενῶν καὶ προαιρέσει αἰσχράν τε καὶ ἄσωτον ζωήν, ἐπιμελῶς ἠγάπησα, ἀλλὰ στοργῇ τῇ τοῦ Τόκου σου Παρθένε Θεονύμφευτε, δῆσόν με θείᾳ πρεσβείᾳ σου.

 Ἐν γνώσει φρενῶν καὶ προαιρέσει αἰσχράν τε καὶ ἄσωτον ζωήν, ἐπιμελῶς ἠγάπησα, ἀλλὰ στοργῇ τῇ τοῦ Τόκου σου Παρθένε Θεονύμφευτε, δῆσόν με θείᾳ πρεσβείᾳ σου.

Ὁ στῦλος τῆς Πίστεως τῆς Ἐκκλησίας ὁ πρόμαχος, ὁ μέγας Γρηγόριος, ἀνευφημείσθω μοι, ὁ πανάριστος ποιμὴν Θεσσαλονίκης, ὁ κόσμος τοῦ τάγματος Ἱεραρχῶν ἀληθῶς.

 Ῥητόρων οἱ ἔνθεοι καὶ θεολόγων οἱ πρόκριτοι καὶ γλῶσσαι θεόφθογγοι, δεῦτε συνέλθετε εἰς ἑνότητα ὑμνῆσαι κατ΄ ἀξίαν τὸν πνευματορρήτορα θεῖον Γρηγόριον. Ὁ στῦλος τῆς Πίστεως τῆς Ἐκκλησίας ὁ πρόμαχος, ὁ μέγας Γρηγόριος, ἀνευφημείσθω μοι, ὁ πανάριστος ποιμὴν Θεσσαλονίκης, ὁ κόσμος τοῦ τάγματος Ἱεραρχῶν ἀληθῶς. Ἐκ βρέφους ἐπόθησας, κρείττονα βίον καὶ τέλειον Πάτερ ἐκ νεότητος, ἔστερξας φρόνημα καὶ ὁμότροπος καὶ σύμφρων ἀνεδείχθης, τοῦ συνωνυμοῦντός σοι, θεῖε Γρηγόριε.

Ὀρθοδοξίας ὁ φωστὴρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονὴ, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος· Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κήρυξ τῆς χάριτος· ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 Ὀρθοδοξίας ὁ φωστὴρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονὴ, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος· Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κήρυξ τῆς χάριτος· ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ποίοις εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τῆς θεολογίας τὴν σάλπιγγα τὸ πυρίπνουν

 Ποίοις εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τῆς θεολογίας τὴν σάλπιγγα τὸ πυρίπνουν στόμα τῆς χάριτος, τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον, τὸν στῦλον τῆς Ἐκκλησίας τὸν ἀκράδαντον τὸ μέγα, τῆς Οἰκουμένης ἀγαλλίαμα, τὸν ποταμὸν τῆς σοφίας τοῦ φωτὸς τὸν λύχνον, τὸν ἀστέρα τὸν φαεινὸν τὸν τὴν Κτίσιν καταλαμπρύνοντα.

Ὦ ἄσπιλε Ἀμνάς, ὁ Ἀμνὸς τοῦ Θεου ἡμῶν, τὴν μήτραν σου ὑπεισδῦναι, κατεπείγεται αἴρων, ἡμῶν τὰ ἁμαρτήματα.

 «Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε». Ὦ ἄσπιλε Ἀμνάς, ὁ Ἀμνὸς τοῦ Θεου ἡμῶν, τὴν μήτραν σου ὑπεισδῦναι, κατεπείγεται αἴρων, ἡμῶν τὰ ἁμαρτήματα. Ῥάβδος ἡ μυστική, μέτ' ὀλίγον ἀνθήσειεν, ὡς γέγραπται, θεῖον ἄνθος, Ἰεσσαὶ ἐκ τῆς ῥίζης, ἡμῖν ἐμφανιζόμενον. Ἀγγέλου τῇ φωνῇ, πιανθεῖσα ὡς ἄμπελος, πρὸς βλάστησιν ἑτοιμάζου, τοῦ πεπείρου Παρθένε, καὶ ἀκηράτου βότρυος. Μέγιστε Προφητῶν, Ἡσαΐα εὐφράνθητι· Παρθένος γὰρ ἣν προέφης, ἐν γαστρὶ συλλαμβάνει, Βουλῆς μεγάλης Ἄγγελον.

Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ Χαῖρέ σοι φάσκει ὁ Ἄγγελος, εὐλογημένη σὺ Ἁγνή, τοῦ Χριστοῦ Μήτηρ ἄχραντε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, ὁ δεσμὸς τοῦ Προπάτορος. Διὸ σοι καὶ ἡμεῖς ἐκβοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.

 Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ Χαῖρέ σοι φάσκει ὁ Ἄγγελος, εὐλογημένη σὺ Ἁγνή, τοῦ Χριστοῦ Μήτηρ ἄχραντε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, ὁ δεσμὸς τοῦ Προπάτορος. Διὸ σοι καὶ ἡμεῖς ἐκβοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.

Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος

 Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι· Παναγία τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι.

Ἡ Ἐκκλησία, τῶν πρωτοτόκων καὶ πανήγυρις, χαίρει θεωμένη νῦν τὸν θεῖον λαόν, ὁμοφρόνως ἀναμέλποντα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

 Συγχορευέτω, τῆς Ἐκκλησίας τῇ φαιδρότητι, πόθῳ θεϊκῷ Ἀγγέλων ἡ στρατιά, θεοφρόνως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Ἡ Ἐκκλησία, τῶν πρωτοτόκων καὶ πανήγυρις, χαίρει θεωμένη νῦν τὸν θεῖον λαόν, ὁμοφρόνως ἀναμέλποντα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Λελυτρωμένοι, τῆς πρὶν ἀχλύος τῆς αἱρέσεως, νεύσει Θεοδώρας τῆς ἀξιοπρεποῦς, Βασιλίδος ἀναμέλπομεν· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου.

 Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου. Στίχοι Τὰς οὐ πρεπόντως ἐξορίστους Εἰκόνας, Χαίρω, πρεπόντως προσκυνουμένας βλέπων. Ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρεσβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν.

  Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. • Κύριε ὁ Θεός, ὁ ἀμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. • Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. • Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. • Κατα...

Τὸ ὡραιότατον κάλλος ἐπόθησας καὶ τὰ ὁρώμενα κάλλη παρέδραμες, καὶ προσηγάγω τῷ Χριστῷ, χρυσέοις Μάρτυς λόγοις σου, Χρύσανθε μακάριε, τὴν Δαρείαν τὴν ἔνδοξον, ἄθλους διανύσασαν, καὶ τυράννους αἰσχύνασαν, μεθ' ἧς ἡμῶν μνημόνευσε πάντων, τῶν πίστει τελούντων τὴν μνήμην ὑμῶν.

 Τὸ ὡραιότατον κάλλος ἐπόθησας καὶ τὰ ὁρώμενα κάλλη παρέδραμες, καὶ προσηγάγω τῷ Χριστῷ, χρυσέοις Μάρτυς λόγοις σου, Χρύσανθε μακάριε, τὴν Δαρείαν τὴν ἔνδοξον, ἄθλους διανύσασαν, καὶ τυράννους αἰσχύνασαν, μεθ' ἧς ἡμῶν μνημόνευσε πάντων, τῶν πίστει τελούντων τὴν μνήμην ὑμῶν.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν

 «Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν». Ἱερολογοῦντι τὰ θεῖα, θεῖος στρατὸς σοι προσετέθη, πλάνης ἀνιέρου λυτρωθείς, καὶ διὰ ξίφους ἄμωμα θύματα, τῷ δι' ἡμᾶς ὡς πρόβατον, Μάρτυς τυθέντι προσηνέχθησαν. Ὤφθητε θηρίων ἐν μέσῳ, οἷά περ ἄρνες Ἀθλοφόροι, σάρκωσιν κηρύττοντες θείαν, τοῦ κενωθέντος καὶ μέχρις αἵματος, καὶ διὰ πόνων ἄπονον, λῆξιν ἐνθέως ἐκληρώσασθε. Σήμερον φαιδρῶς ἑορτάζειν, ἅπασαν πόλιν τε καὶ χώραν, Ῥώμη συγκαλεῖται ἡ Πόλις, τοὺς θείους ἄθλους καὶ τὰ παλαίσματα, ὡς πανδαισίαν ἄϋλον, προβαλλομένη ὑμῶν Ἅγιοι. Ἤρθητε πρὸς ἄπειρον δόξαν, Χρύσανθε Μάρτυς καὶ Δαρεία, καὶ τῷ Παντοκράτορι Λόγῳ, στεφανηφόροι ἅμα παρίστασθε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, μακαριζόντων ὑμᾶς πάντοτε.

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Χρυσάνθου καὶ Δαρείας.

 Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Χρυσάνθου καὶ Δαρείας. Στίχοι Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ, Κἂν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρῳ. Χῶσαν συζυγίην δεκάτῃ ἐνάτῃ ὁμόλεκτρον. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ὁ Τριβοῦνος, ἐν θαλάσσῃ βληθείς, τελειοῦται. Στίχοι Φυγὼν θάλασσαν Κλαύδιος, τὴν τῆς πλάνης. Ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱλαρία, ἡ τούτου σύζυγος, ξίφει τελειοῦται. Στίχοι Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει, Θεοῦ πρόσωπον ἱλαρώτατα βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἰάσων καὶ Μαῦρος, οἱ υἱοὶ αὐτῶν, ξίφει τελειοῦνται. Στίχοι Σὺν αὐταδέλφῳ τέμνεται Μαύρῳ κάραν, Ἀδελφὰ τούτῳ συμφρονήσας Ἰάσων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγχαρίου. Στίχοι Ὁ Παγχάριος πᾶσαν ἦν πλουτῶν χάριν, Ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ χάρις. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Διόδωρος Πρεσβύτερος καὶ Μαριανὸς Διάκονος, σπηλαίῳ ἐγκλεισθέντες, τελειοῦνται. Στίχοι Ὡς βῆμα τὸ σπήλαιον· ἔνδον γὰρ φέρει Θύτην τε Χριστοῦ καὶ σὺν αὐτῷ Λευΐτην. Ταῖς αὐτῶν ἁγίαις...

LIVE (52) ΚΑΛΗ ΣΑΡΑΚΟΣΤΗ με τον π. Αντώνιο 14.03.21

Εικόνα

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν

 «Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».  Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά; Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκεῖ νοῦ, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα. Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος· αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε. Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι. Χριστὸς ἐνηνθρώπη...

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι.

 Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις;  τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι. Ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα

 «Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα».  Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν. Πρόσχες μοί, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν. Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου. Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα. Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα Σῶτερ, ἔκτεινον. Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν. Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα. Διέρρηξα, νῦν τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός. Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι. Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κ...

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτων χορείαις σὲ μεγαλύνοντες

 «Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτων χορείαις σὲ μεγαλύνοντες». Τὰ πάθη χαλινοῦντες, διὰ ἐγκρατείας, καθυποτάξωμεν νοῒ καθαρῷ, ἵνα τῷ πάντων Δεσπότῃ συμβασιλεύσωμεν. Κρατήσας Ἀθλοφόρε, νοητῶν πολέμων, καὶ ὑποτάξας τυράννους γενναίᾳ ψυχῇ, τῷ Ποιητῇ τῶν ἁπάντων συμβασιλεύεις Χριστῷ. Ἀπάρας πρὸς τὸν πόλον, ἐκ τῆς γῆς Σαβίνε, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε πρέσβευε, τῷ Ποιητῇ τῶν ἁπάντων καὶ στεφοδότῃ σου.

Γευσάμενοι τοῦ φυτοῦ, παρακοῇ οἱ Πρωτόπλαστοι, ἐξόριστοι τῆς τρυφῆς, γεγόνασιν Ἄχραντε, ἡμεῖς δὲ μετέχοντες, τοῦ ἐκ σοῦ τεχθέντος, ἐντρυφῶμεν ἀκηράτῳ ζωῇ.

 Γευσάμενοι τοῦ φυτοῦ, παρακοῇ οἱ Πρωτόπλαστοι, ἐξόριστοι τῆς τρυφῆς, γεγόνασιν Ἄχραντε, ἡμεῖς δὲ μετέχοντες, τοῦ ἐκ σοῦ τεχθέντος, ἐντρυφῶμεν ἀκηράτῳ ζωῇ.

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου.

 Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου. Στίχοι Ῥεῖθρον Σκαμάνδρου, ὡς ἐλέγξεως ὕδωρ, Εὐανδρίας ἔλεγχος ἦν τῆς Σαβίνου. Τῇ δεκάτῃ ἕκτῃ ἐντεῦθεν ἀπῆρε Σαβῖνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα. Στίχοι Δεσμῇ πέδαις εἰς δένδρον, ᾧ προσβὰς Πάπα, Ζακχαῖος οἷα Χριστὸν ἐκπνεύσας βλέπεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἰωάννης, ὁ ἐν Ῥουφιαναῖς, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τιμῶμεν, Ἰωάννη, σὴν ἐκδημίαν, Ἐνδημίαν δὲ πρὸς Θεὸν μᾶλλον φάναι. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ῥωμανὸς ὁ ἐν τῷ Παρίῳ, ξίφει τελειοῦται. Στίχοι Τὸ πρὸ σὲ φίλτρον εἰς ἀγῶνας δεικνύει, Ὁ Ῥωμανός σου, Σῶτερ, ὁρμῶν πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δέκα Μάρτυρες, οἱ ἐν Φοινίκῃ ξίφει τελειοῦνται. Στίχοι Χορὸν δέκανδρον Μαρτύρων διὰ ξίφους, Ἀνδροκτόνοι κτείνουσι Μαρτυροκτόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλεξανδρίων Πάπας Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ῥώμης παλαιᾶς Ἀλεξανδρίων Πάπας, Ἐδὲμ κατοικεῖ τὴν παλαιὰν Πατρίδα. Τῇ ...

Ἔλαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν

 Ἔλαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν· ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ καιρὸς μετανοίας, ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός, ὅπως διαπλεύσαντες τὸ τῆς Νηστείας μέγα πέλαγος, εἰς τὴν τριήμερον Ἀνάστασιν καταντήσωμεν, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.

 Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ. Στίχοι Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω. Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι.

Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

 Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον,  ἐλέησόν με τὸν παραπεσόντα.

11/3/2021 Μεσον.Ὄρθ. Θ.Λειτ.Σωφρονίου πατρ.Ἱεροσ.Πιονίου, Τροφίμου καὶ Θ...

Εικόνα

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐθεούργησας· διὰ τοῦτο πάντες, ἀσιγήτοις φωναῖς σὲ δοξάζομεν.

 Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐθεούργησας· διὰ τοῦτο πάντες, ἀσιγήτοις φωναῖς σὲ δοξάζομεν.

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ, Ἀνέκτου, Παύλου, Διονυσίου, Κυπριανοῦ καὶ Κρήσκεντος. Στίχοι

 Τῇ Ι' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ, Ἀνέκτου, Παύλου, Διονυσίου, Κυπριανοῦ καὶ Κρήσκεντος. Στίχοι Τῶν δυσσεβῶν τὴν πίστιν ὕβρεσι πλύνας Τμηθεὶς Κοδρᾶτε σῶν ἀφ' αἱμάτων πλύνῃ. Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος, Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν. Ὁρῶν καταθνῄσκοντα Κρήσκεντα ξίφει, Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνάναι. Ἀμφὶ δεκάτῃ Κοδρᾶτον ξίφος ἐγκατέπεφνε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀναστασίας τῆς Πατρικίας. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μαρκιανὸς ξύλοις θλασθεὶς τελειοῦται. Στίχοι Ἐθαύμασαν βροτοὶ σε θλασθέντα ξύλοις, Ἀμὴν λέγω σοι, Μαρκιανέ, καὶ νόες. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν.

LIVE (51) ΜΑΣΚΕΣ κ ΑΠΟΚΡΗΑ με τον π. Αντώνιο 07.03.21

Εικόνα

ΟΙ ΝΕΚΡΟΙ ΜΑΣ, ΠΕΡΙΜΕΝΟΥΝ! 06.03.21

Εικόνα

ΥΠΑΡΧΕΙ ΚΟΛΑΣΗ κ ΠΑΡΑΔΕΙΣΟΣ; 07.03.21

Εικόνα

ΤΟ ΠΑΣΧΑ ΤΟΥ 21 ΤΕΛΕΙΩΝΕΙ ΚΑΙ ΈΡΧΟΝΤΑΙ ΠΙΟ ΔΥΣΚΟΛΑ ΓΕΓΟΝΟΤΑ

Εικόνα

LIVE Θ.Λ. ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ 07.03.21

Εικόνα

Τὴν φοβερὰν τῆς κρίσεως, καὶ ἀρρήτου σου δόξης, ἡμέραν ἐνθυμουμενος, φρίττω, Κύριε ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω, ἐπὶ γῆς ὅταν ἔλθῃς, κρῖναι, Χριστέ, τὰ σύμπαντα, ὁ Θεὸς μετὰ δόξης, τότε οἰκτρόν, ἀπὸ πάσης ῥῦσαί με τιμωρίας, ἐκ δεξιῶν σου, Δέσποτα, ἀξιώσας με στῆναι.

 Τὴν φοβερὰν τῆς κρίσεως, καὶ ἀρρήτου σου δόξης, ἡμέραν ἐνθυμουμενος, φρίττω, Κύριε ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω, ἐπὶ γῆς ὅταν ἔλθῃς, κρῖναι, Χριστέ, τὰ σύμπαντα, ὁ Θεὸς μετὰ δόξης, τότε οἰκτρόν, ἀπὸ πάσης ῥῦσαί με τιμωρίας, ἐκ δεξιῶν σου, Δέσποτα, ἀξιώσας με στῆναι.

Ἀδὲκαστος ἡ ἐξέτασις, φοβερά ἐστιν ἐκεῖ ἡ κρίσις, ὅπου Κριτὴς ἀλάθητός ἐστιν, ὅπου πρόσωπον, οὐκ ἔστιν ἐν δώροις λαβεῖν, ἀλλὰ φεῖσαί μου Δέσποτα καὶ λύτρωσαι, πάσης ὀργῆς σου φρικτῆς.

 Προσπέσωμεν καὶ προκλαύσωμεν πρὸ τῆς κρίσεως πιστοὶ ἐκείνης, ὅτε οἱ οὐρανοὶ ἀπολοῦνται, ἄστρα πίπτουσι, καὶ πᾶσα κλονεῖται ἡ γῆ, ἵνα ἵλεων εὕρωμεν εἰς τέλος, τὸν τῶν Πατέρων Θεόν. Ἀδὲκαστος ἡ ἐξέτασις, φοβερά ἐστιν ἐκεῖ ἡ κρίσις, ὅπου Κριτὴς ἀλάθητός ἐστιν, ὅπου πρόσωπον, οὐκ ἔστιν ἐν δώροις λαβεῖν, ἀλλὰ φεῖσαί μου Δέσποτα καὶ λύτρωσαι, πάσης ὀργῆς σου φρικτῆς. Ὁ Κύριος κρῖναι ἔρχεται· τίς ἐνέγκει ὀπτασίαν αὐτοῦ; Φρῖξον, ψυχὴ ἀθλία μου, φρῖξον, καὶ ἑτοίμασον ἐξόδου τὰ ἔργα σου, ἵνα ἵλεων καὶ εὔσπλαγχνον εὑρήσῃς αὐτόν, τὸν τῶν Πατέρων Θεόν. Τὸ ἄσβεστον πῦρ ταράττει με, ὁ πικρότατος βρυγμὸς σκωλήκων, ᾍδης ὁ ψυχοφθόρος φοβεῖ με, εὐκατάνυκτος οὐδόλως δὲ γίνομαι· ἀλλά, Κύριε Κύριε πρὸ τέλους με, στήριξον φόβῳ τῷ σῷ. Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου. Ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς, ἀλλ' οἰκτείρησον, Δέσποτα, τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με. Ἐπίστρεψον μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώ...

Τῇ αὐτῇ ἡμέρᾳ, τῆς δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα.

 Τῇ αὐτῇ ἡμέρᾳ, τῆς δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα. Στίχοι Ὅτε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ. Τῆς, Δεῦτε, φωνῆς ἄξιον κᾀμὲ κρίνοις. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον, καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὁ Κύριος ἔρχεται, καὶ τίς ὑποίσει αὐτοῦ τὸν φόβον τῷ προσώπῳ τίς ὀφθῇ αὐτοῦ ἀλλ' ἑτοίμη γενοῦ, ὦ ψυχὴ πρὸς ὑπάντησιν.

 Ὁ Κύριος ἔρχεται, καὶ τίς ὑποίσει αὐτοῦ τὸν φόβον τῷ προσώπῳ τίς ὀφθῇ αὐτοῦ ἀλλ' ἑτοίμη γενοῦ, ὦ ψυχὴ πρὸς ὑπάντησιν. Προφθάσωμεν, κλαύσωμεν, καταλλαγῶμεν Θεῷ πρὸ τέλους· φοβερὸν γὰρ τὸ κριτήριον, ἐν ᾧ πάντες, τετραχηλισμένοι στησόμεθα. Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων. Τὴν ἄστεκτον Κύριε, ὀργὴν πῶς οἴσω τῆς κρίσεώς σου, παρακούσας σου τὸ πρόσταγμα; ἀλλὰ φεῖσαι, φεῖσαί μου, ἐν ὥρᾳ τῆς κρίσεως. Ἐπίστρεψον, στέναξον, ψυχὴ ἀθλία, πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυμφῶνος ὁ Κύριος. Ἡμάρτηκα Κύριε, καθάπερ ἄλλος οὐδεὶς ἀνθρώπων, πλημμελήσας ὑπὲρ ἄνθρωπον, πρὸ τῆς δίκης, ἵλεως γενοῦ μοι φιλάνθρωπε. Δόξα... Τριὰς ἁπλή, ἄκτιστε, ἄναρχε φύσις, ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει, προσκυνοῦντας τὸ κράτος σου.

Τὴν ἡμέραν τὴν φρικτήν, τῆς παναρρήτου σου παρουσίας φρίττω ἐννοῶν, δεδοικὼς προορῶ, ἐν ᾗ προκαθίσεις κρῖναι ζῶντας καὶ νεκρούς, Θεέ μου Παντοδύναμε.

 Τὴν ἡμέραν τὴν φρικτήν, τῆς παναρρήτου σου παρουσίας φρίττω ἐννοῶν, δεδοικὼς προορῶ, ἐν ᾗ προκαθίσεις κρῖναι ζῶντας καὶ νεκρούς, Θεέ μου Παντοδύναμε. Ὅτε ἥξεις ὁ Θεὸς ἐν μυριάσι καὶ χιλιάσι, τῶν Ἀγγελικῶν, οὐρανίων ἀρχῶν, κᾀ μὲ ἐν νεφέλαις, ὑπαντῆσαί σοι Χριστέ, τὸν ἄθλιον ἀξίωσον. Δεῦρο λάβε μοι ψυχή, αὐτὴν τὴν ὥραν καὶ τὴν ἡμέραν, ὅταν ὁ Θεὸς ἐμφανῶς ἐπιστῇ καὶ θρήνησον, κλαῦσον, εὑρεθῆναι καθαρά, ἐν ὥρᾳ τῆς ἐτάσεως. Ἐξιστᾷ με καὶ φοβεῖ, τὸ πῦρ τὸ ἄσβεστον της γεέννης, σκώληξ ὁ πικρός, τῶν ὀδόντων βρυγμός, ἀλλ' ἄνες μοι ἄφες, καὶ τῇ στάσει με Χριστέ, τῶν ἐκλεκτῶν σου σύνταξον. Τῆς εὐκταίας σου φωνῆς, τῆς τοὺς Ἁγίους σου προσκαλούσης, ἐπὶ τὴν χαράν, ἧς ἀκούσω κᾀγώ, ὁ τάλας καὶ εὕρω, βασιλείας οὐρανῶν, τὴν ἄρρητον ἀπόλαυσιν. Μὴ εἰσέλθῃς μέτ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμάς· ἀλλ' ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε. Δόξα... Τρισυπόστατε Μονάς, ἀρχικωτάτη Κυρία πάντων, τελεταρχικὴ ὑπεράρχιε, αὐτὴ ἡμᾶς σῶσον, ὁ...

Αγνή, καρδία σου Άγιε, δοχείον ως του Πνεύματος γέγονε, την αναγέννησιν, άνωθεν σοι εχαρίσατο, και την σοφίαν Πάτερ Πλανά Νικόλαε.

  Αγνή, καρδία σου Άγιε, δοχείον ως του Πνεύματος γέγονε, την αναγέννησιν, άνωθεν σοι εχαρίσατο, και την σοφίαν Πάτερ Πλανά Νικόλαε. Ως μέγα όντως μυστήριον! απλούς και ιδιώτης Νικόλαε, πως κεχαρίτωσαι! Τη επελεύσει του Πνεύματος, και προαιρέσει ένδοθεν τη αγία σου. Δεκτόν, πρεσβείας θυμίαμα, ενώπιον Κυρίου προσάγαγε, Πάτερ Νικόλαε, ση παρρησία χρησάμενος, υπέρ ημών δεόμεθα, των υμνούντων σε.

Ακολουθία Αγίου Νικολάου Πλανά

Ακολουθία Αγιου Νικολάου Πλανά  

Ναξίων η χώρα ευφορίαν, παντοίων πλουτούσα αγαθών, νυν πλούτον αδαπάνητον, δυώνυμον εκτήσατο, Νικόδημον Νικόλαον, ους ο Χριστός εστερέωσεν.

  Ναξίων η χώρα ευφορίαν, παντοίων πλουτούσα αγαθών, νυν πλούτον αδαπάνητον, δυώνυμον εκτήσατο, Νικόδημον Νικόλαον, ους ο Χριστός εστερέωσεν. Ιδών τον Νικόδημον τον πάνυ, τον μέγαν Αγιορείτην και κλεινόν, και συμπολίτην Άγιον, Νικόλαος ο Νάξιος, εν τη αυτώ στενή οδώ, αγιασθείς εστερέωτο. Καλούσιν αμφότεροι τον δήμον, Ναξίων λαόν τον ευσεβή, μη ώσπερ συμπολίτας δειν, Αγίων εναβρύνεσθαι, αλλά και μιμητάς αυτών, οφθήναι τω στερεώματι.  

Τη Β τοῦ αυτού Μηνός, Μνήμη του Οσίου Νικολάου ιερέως του Πλανά.

  Τη Β   τοῦ αυτού Μηνός, Μνήμη του Οσίου Νικολάου ιερέως του Πλανά.   Κοιμηθείς υψούται απλανής εν τω πόλω, ιερεύς Πλανάς ο Νικόλαος λάμψας Ούτος, εγεννήθη εν τη ευάνδρω νήσω των Κυκλάδων Νάξω, εν έτει σωτηρίω 1851, εκ πατρός Ιωάννου και μητρός Αυγουστίνης, το γένος Μελισσουργού. Οι ευσεβείς γονείς του εκ κοιλίας μητρός ηγιασμένου Νικολάου εξέθρεψαν αυτόν εν παιδεία και νουθεσία Κυρίου. Ενωρίτατα διεφάνη η έφεσις του παιδίου προς τα όσια και τα ιερά. Εκίνει τους πόδας του προς το άγιον Βήμα, ίνα υπηρετή τον ιερέα πάππον του Γεώργιον Μελισσουργόν ιερουργούντα. Προωρισμένος δε άνωθεν εις λειτουργίαν του αγίου θυσιαστηρίου, παρεκινείτο εκ τρυφεράς ηλικίας να υποδύεται κατ’ οίκον ρόλον και λειτουργήματα ιερατικά, δι’ αυτοσχεδίων μέσων και σκευών και υποτυπώδους λειτουργικής αμφιέσεως, θυμιών και αναπαριστών μιμητικώς τα τελούμενα εν τω ναώ. Προϊούσης δε της ηλικίας αυτού, ο νεαρός Νικόλαος μετείχεν αδιαλείπτως των ιερών ακολουθιών της Εκκλησίας. Και ουκ αφίστατο νηστείας...

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.

 Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ. Στίχοι Ποταμὸν Ἡσύχιος ὑδάτων ἔδυ, Ὅπως ποταμὸν τοῦ πυρὸς διεκφύγῃ. Δευτερίῃ προσέβη Ἡσύχιος ἐν πόλου ὅρμοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, Ἐπισκόπου Κυρηνίας τῆς Κύπρου. Στίχοι Ἄθλου πέπλησαι, Θεόδοτε, στιγμάτων, Εἰ καὶ μὲτ εἰρήνης σε Χριστὸς λαμβάνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοΐντου τοῦ θαυματουργοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νέστορος καὶ Τριβιμίου. Στίχοι Ὁ τράχηλον Νέστορος πλήξας τῷ ξίφει, Πληγὴν ὁμοίαν ἐντρίβει Τριβιμίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρῳαδίου καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων ἐπὶ Δεκίου Βασιλέως. Στίχοι Μὴ μέλλε, Τρῳὰδιε, θνῄσκειν ἐκ ξίφους, Μὴ μέλλε, καὶ μέλλησιν οὐχ ἕξει στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθένος Εὐθαλία ξίφει τελειοῦται. Στίχοι Υἱὸν φιλοῦσα Μητροπαρθένου Κόρης, Τομὴν ὑπέστη καλλιπάρθενος Κόρη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόνικος καὶ Ἀθανασία ξίφει τελειοῦνται. Στίχοι Ἀθανασία συνθανόντα τῇ πάνυ, Πεπείσμ...

Συντριβέντα κακίᾳ, καὶ δειναῖς ἁμαρτίαις καταβριθόμενον, Ἀμνὸν τὴν ἁμαρτίαν, τὸν αἴροντα τοῦ κόσμου, ἡ κυήσασα Δέσποινα, ἐπικρατείας αὐτῶν, Παρθένε, τήρησόν με.

 Συντριβέντα κακίᾳ, καὶ δειναῖς ἁμαρτίαις καταβριθόμενον, Ἀμνὸν τὴν ἁμαρτίαν, τὸν αἴροντα τοῦ κόσμου, ἡ κυήσασα Δέσποινα, ἐπικρατείας αὐτῶν, Παρθένε, τήρησόν με.

Ἐλύθης τῶν προσκαίρων, Μάρτυς Εὐδοκία, καὶ ἐφετῶν τὸ ἀκρότατον εἴληφας, πρὸς τὸν Θεόν, διὰ ξίφους ἐπιδημήσασα.

 Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες. Ἐλύθης τῶν προσκαίρων, Μάρτυς Εὐδοκία, καὶ ἐφετῶν τὸ ἀκρότατον εἴληφας, πρὸς τὸν Θεόν, διὰ ξίφους ἐπιδημήσασα. Σὺν Μάρτυσιν ὡς Μάρτυς, καὶ σὺν ταῖς Ὁσίαις, ὡς Ἀσκητῶν ἀκροθίνιον ἔλαμψας, θαυματουργὸς Εὐδοκία, δειχθεῖσα ἔνδοξε.

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».

 Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ». Ὡς ζωῆς κληρονόμος, καὶ θανάτου ῥυσθεῖσα τοῦ ψυχοφθόρου σαφῶς, εὐχῇ τοὺς τεθνεῶτας, ζωοῦσα Εὐδοκία, τῷ Χριστῷ ἀνεκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ναὸς τῆς ἁμαρτίας, προϋπάρξασα Μάρτυς σαυτὴν καθῆρας Θεῷ, ναὸν ἡγιασμένον, ἐνάρετον δεικνῦσα, Καλλιμάρτυς κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ἀσκήσεως ἱδρῶσι, πιανθεῖσα ἐλαία ὤφθης κατάκαρπος· ἀθλήσεως δὲ ξίφει, καὶ λύθρῳ Εὐδοκία, τρυγωμένη ἐκραύγαζες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐδοκίας τῆς ἀπὸ Σαμαρειτῶν.

 Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐδοκίας τῆς ἀπὸ Σαμαρειτῶν. Στίχοι Ἡ Σαμαρεῖτις οὐχ ὕδωρ Εὐδοκία, Ἀλλ' αἷμα, Σῶτερ, ἐκ τραχήλου σοι φέρει. Μαρτίου ἀμφὶ πρώτῃ ἡ Εὐδοκία ξίφος ἔτλη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Δομνίνης, καὶ τῶν σὺν αὐτῇ. Στίχοι Τῶν ἀρετῶν φέρουσα φόρτους Δομνῖνα, Θεῷ προσῆλθεν ἔμπορος πανολβία. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης. Στίχοι Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ, Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου. Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρκελλος καὶ Ἀντώνιος, πυρὶ τελειοῦνται. Στίχοι Χώνη τις ἡ κάμινος Ἀθληταῖς δύο, Οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Σίλβεστρος καὶ Σωφρόνιος ξίφει τελειοῦνται. Στίχοι Οὐ καρτερῶν Σίλβεστρε θρησκεύειν πλάνην, Σὺν Σωφρονίῳ τὴν τομὴν ἐκαρτέρεις. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεστοριανὸς ξίφει τελειοῦται. Στίχοι Εἰς τοὐπίσω τράχηλον ἐξειλκυσμένος, Νεστοριανὸς τὴν σφαγὴν πρόσω φέρει. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.