«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Ἱερολογοῦντι τὰ θεῖα, θεῖος στρατὸς σοι προσετέθη, πλάνης ἀνιέρου λυτρωθείς, καὶ διὰ ξίφους ἄμωμα θύματα, τῷ δι' ἡμᾶς ὡς πρόβατον, Μάρτυς τυθέντι προσηνέχθησαν.
Ὤφθητε θηρίων ἐν μέσῳ, οἷά περ ἄρνες Ἀθλοφόροι, σάρκωσιν κηρύττοντες θείαν, τοῦ κενωθέντος καὶ μέχρις αἵματος, καὶ διὰ πόνων ἄπονον, λῆξιν ἐνθέως ἐκληρώσασθε.
Σήμερον φαιδρῶς ἑορτάζειν, ἅπασαν πόλιν τε καὶ χώραν, Ῥώμη συγκαλεῖται ἡ Πόλις, τοὺς θείους ἄθλους καὶ τὰ παλαίσματα, ὡς πανδαισίαν ἄϋλον, προβαλλομένη ὑμῶν Ἅγιοι.
Ἤρθητε πρὸς ἄπειρον δόξαν, Χρύσανθε Μάρτυς καὶ Δαρεία, καὶ τῷ Παντοκράτορι Λόγῳ, στεφανηφόροι ἅμα παρίστασθε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, μακαριζόντων ὑμᾶς πάντοτε.