Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή,
Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις∙ Ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.