Αναρτήσεις

Προβολή αναρτήσεων από Φεβρουάριος, 2010

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ...

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν». Ἄπασαν τὴν αἴσθησιν Πάτερ, νῦν ὑπερβὰς πρὸς τὸν Δεσπότην, χαίρων μεταβέβηκας πόθῳ, τῶν σῶν ἀγώνων πλοῦτον δρεπόμενος, Ἀγγελικὴν τερπνότητα, καὶ Παραδείσου τρυφὴν ἄληκτον. Τῷ σῷ μαθητῇ καὶ συνάθλῳ, συναπολαύων Ἀθλοφόρε, τῆς τῶν μακαρίων ἐλπίδος, καὶ δι' αἰῶνος συνευφραινόμενος, τοὺς τὴν ὑμῶν πανήγυριν, ἐπιτελοῦντας ἐποπτεύοιτε. Ἐκ γῆς πρὸς οὐράνιον λῆξιν, Στεφανηφόροι μεταστάντες, ἔνθα τῶν Ἁγίων οἱ δῆμοι, καὶ τῶν Ἀγγέλων θεῖα στρατεύματα, τῶν μαθητῶν τὸν σύλλογον, ὑμῶν πρεσβείαις διασώσατε.

ΡΗΤΟΡΩΝ ΟΙ ΕΝΘΕΟΙ...

Ῥητόρων οἱ ἔνθεοι καὶ θεολόγων οἱ πρόκριτοι καὶ γλῶσσαι θεόφθογγοι, δεῦτε συνέλθετε εἰς ἑνότητα ὑμνῆσαι κατ΄ ἀξίαν τὸν πνευματορρήτορα θεῖον Γρηγόριον. Ὁ στῦλος τῆς Πίστεως τῆς Ἐκκλησίας ὁ πρόμαχος, ὁ μέγας Γρηγόριος, ἀνευφημείσθω μοι, ὁ πανάριστος ποιμὴν Θεσσαλονίκης, ὁ κόσμος τοῦ τάγματος Ἱεραρχῶν ἀληθῶς. Ἐκ βρέφους ἐπόθησας, κρείττονα βίον καὶ τέλειον Πάτερ ἐκ νεότητος, ἔστερξας φρόνημα καὶ ὁμότροπος καὶ σύμφρων ἀνεδείχθης, τοῦ συνωνυμοῦντός σοι, θεῖε Γρηγόριε.

ΤΟ ΤΗΣ ΣΟΦΙΑΣ ΙΕΡΟΝ...

Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα ἀνυμνοῦμέν σε Γρηγόριε θεορρῆμον. Ἀλλ' ὡς νοῦς Νοῒ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν· Χαῖρε Κήρυξ τῆς χάριτος.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ... ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ...

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Σῶμα θεοφόρε καὶ τὸν νοῦν, εἰς ὁλοκάρπωσιν, Χριστῷ προσήγαγες, ὡς ὁλοκαύτωμα τέλειον, τῷ πυρὶ τῆς συνειδήσεως, καὶ τῇ φλογὶ τῶν αἰκισμῶν ὁλοκαυτούμενον, καὶ κραυγάζεις· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Κατεδίωξάς σου τοὺς ἐχθρούς, καὶ διωκόμενος, Πάτερ κατέλαβες, καὶ κατεπάτησας Ὅσιε, τὴν ὀφρὺν τὴν ὑψηλόφρονα, ἀνῃρημένους κατιδὼν τοὺς σὲ μαστίξαντας, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὥς τις περιδέξιος ἡμῖν, τοῖς φοιτηταῖς ἀριστεύς, ὤφθης Πανόλβιε· τῇ πρὶν ἀσκήσει γὰρ ἄθλησιν, ἀνδρικώτατα προστέθεικας, συναθλητὴν τὸν μαθητὴν ἔχων Προκόπιον, καὶ βοῶντα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΠΟΙΟΙΣ ΕΥΦΗΜΙΩΝ ΑΣΜΑΣΙΝ, ΑΝΥΜΝΗΣΩΜΕΝ ΤΟΝ ΙΕΡΑΡΧΗΝ...

Ποίοις εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τῆς θεολογίας τὴν σάλπιγγα τὸ πυρίπνουν στόμα τῆς χάριτος, τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον, τὸν στῦλον τῆς Ἐκκλησίας τὸν ἀκράδαντον τὸ μέγα, τῆς Οἰκουμένης ἀγαλλίαμα, τὸν ποταμὸν τῆς σοφίας τοῦ φωτὸς τὸν λύχνον, τὸν ἀστέρα τὸν φαεινὸν τὸν τὴν Κτίσιν καταλαμπρύνοντα. Ποίοις ὑμνῳδιῶν ἄνθεσιν, στεφανώσωμεν τὸν Ἱεράρχην, τὸν τῆς εὐσεβείας ὑπέρμαχον καὶ τῆς ἀσεβείας ἀντίπαλον, τὸν θερμὸν τῆς Πίστεως προστάτην τὸν μέγαν καθηγεμόνα καὶ διδάσκαλον, τὴν λύραν τὴν παναρμόνιον τοῦ Πνεύματος τὴν χρυσαυγίζουσαν γλῶσσαν, τὴν πηγὴν τὴν βρύουσαν, ἰαμάτων νάματα πιστοῖς τὸν μέγαν καὶ ἀξιάγαστον Γρηγόριον. Ποίοις οἱ γηγενεῖς χείλεσιν εὐφημήσωμεν τὸν Ἱεράρχην, τὸν τῆς Ἐκκλησίας διδάσκαλον τοῦ φωτὸς τοῦ θείου τὸν κήρυκα, τὸν οὐρανομύστην τῆς Τριάδος, τὸ μέγα τῶν μοναζόντων ἐγκαλλώπισμα τὸν πράξει, καὶ θεωρία διαλάμποντα Θεσσαλονίκης τὸ κλέος συμπολίτην ἔχοντα μυροβλύτην ἐν οὐρανοῖς, τὸν θεῖον καὶ ὑπερθαύμαστον Δημήτριον. Ὅσιε τρισμάκαρ, ἁγιώτατε Π...

ΤΗΝ ΠΤΩΧΕΙΑΝ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΕΠΙΠΟΘΗΣΑΣ

Τὴν πτωχείαν τοῦ Χριστοῦ, ἐπιποθήσας εὐσεβῶς, πλοῦτον ἕλιπες φθαρτόν, καὶ δόξαν ῥέουσαν σοφέ, καὶ τὸν σταυρόν σου ἐπ᾽ ὤμων ἀράμενος, τὴν τρίβον τὴν στενήν, χαίρων διήνυσας, πατῶν τὰς ἡδονάς, τὰς ἐκ τοῦ σώματος, δι' ἐγκρατείας Ὅσιε ἀπάσης τε, κακοπαθείας καὶ ἔφθασας, πρὸς πλάτος θεῖον, τοῦ Παραδείσου, θεηγόρε Βασίλειε.

ΤΗΣ ΜΑΚΑΡΙΟΤΗΤΟΣ, ΤΗΣ ΥΠΕΡ ΝΟΥΝ

Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν δαψιλῆ, καὶ εὐδοξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, κατὰ γνώμην ἐπέτυχας, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων Βασίλειε. Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοι ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν δυσώπει θεόπνευστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.

ΑΓΓΕΛΟΣ ΑΝΕΦΑΝΗΣ....

Ἄγγελος ἀνεφάνης ἐπὶ γῆς τῶν ἀρρήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλλων· ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς ἀνθρωπίνῳ νοῒ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι Θεορρῆμον, ἔπεισας ταῦτα· Χαῖρε δι' οὗ τὸ σκότος ἠλάθη, χαῖρε, δι' οὗ τὸ φῶς ἀντεισῆλθε. Χαῖρε τῆς ἀκτίστου Θεότητος Ἄγγελε, χαῖρε τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε. Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ φύσιν εἰπών, χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν εἰπών. Χαῖρε ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας, χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας. Χαῖρε, φωστὴρ ὁ δείξας τὸν Ἥλιον, χαῖρε κρατὴρ τοῦ νέκταρος πάροχε. Χαῖρε, δι' οὗ ἡ ἀλήθεια λάμπει, χαῖρε, δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος. Χαῖρε Κήρυξ τῆς χάριτος.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ, ΣΥΝΑΣΚΗΤΟΥ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΚΟΠΙΟΥ ΤΟΥ ΔΕΚΑΠΟΛΙΤΟΥ....

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου τοῦ Ὁμολογητοῦ, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου. Στίχοι Ὁ Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων, Ψυχὴν σκιᾶς τίθησι τῆς αὐτοῦ χάριν. Κρύψαν ὑπὸ χθόνα εἰκόνα ὀγδοάτῃ Βασίλειον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Στίχοι Ὁ Προτέριος σφάττεται τοῖς καλάμοις, Ὀξυγράφου κάλαμος ὢν κατὰ πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Στίχοι Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἐν ξύλῳ, Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν Κύρας καὶ Μαράνας. Στίχοι Καταξιοῦνται Μαράνα τε καὶ Κύρα, Σαρκὸς μαρασμῷ, κυριεύειν τοῦ πόλου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται. Στίχοι Ξίφει θανεῖν ἔγραψαν ἓξ Αἰγυπτίους, οἱ τοῦ χρόνου γράψαντες ἄθλους καὶ βίους. Τῇ...

ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ, ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΤΟΥ ΠΑΛΑΜΑ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ δευτέρα τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ. Στίχοι Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν, Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος. Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΣΕ ΤΗΝ ΑΘΑΝΑΤΟΝ ΠΗΓΗΝ...

Σὲ τὴν ἀθάνατον πηγήν, τὴν δι' Ἁγίων ἰάματα, τῷ γένει τῶν ἀνθρώπων παρέχουσαν, Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν

ΤΩΝ ΑΘΛΟΦΟΡΩΝ Ο ΧΟΡΟΣ...

Τῶν Ἀθλοφόρων ὁ χορός, δυσωπήθητι τοῦ σῶσαι ἡμᾶς, πρὸς τὸν Σωτῆρα, τὰς ἱκετηρίας, καὶ τανῦν ποιούμενοι, λατρεύειν εἰλικρινῶς, δι' ἐγκρατείας αὐτῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

ΟΜΒΡΟΙΣ ΕΣΒΕΣΑΤΕ

Ὄμβροις ἐσβέσατε αἱμάτων, παναοίδιμοι τὴν φλόγα τῆς ἀπάτης, τοῦ πυρὸς οὖν ἡμᾶς, τοῦ μέλλοντος πρεσβείαις, ταῖς πρὸς Χριστὸν λυτρώσατε, τοῦ Κυρίου Ἀθλοφόροι. Στόματα φράξαντες λεόντων, τῶν βασάνων τὴν πυρὰν ὑπενεγκόντες, Ἀθλοφόροι τρυφήν, τὴν κρείττονα κληροῦσθε, ἧς περ τυχεῖν δεήθητε, καὶ ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὅλῳ φωτὶ περιλαμφθέντες, τῷ τοῦ πνεύματος γενναῖοι Ἀθλοφόροι, μεταστᾶσι πιστοῖς, τὴν ἄνεσιν αἰτεῖτε, καὶ Παραδείσου εἴσοδον, καὶ ζωῆς τὴν μετουσίαν.

ΣΑΡΚΙΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ, ΑΠΟΛΥΘΕΙΣ ΠΡΟΚΟΠΙΕ

Σαρκίου τοῦ τιμίου σου, ἀπολυθεὶς Προκόπιε, παρέστης νῦν σὺν Ἀγγέλοις, τῇ ἀπροσίτῳ Τριάδι, πρὸς ἣν ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων ἔνδοξε, τὴν παναγίαν μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Πάτερ σοφὲ Ἱεράρχα.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΥ ΕΙΡΓΑΣΑΤΟ, ΑΓΓΕΛΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΠΑΙΣΙ...

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ὡς ὑπέρλαμπρος ὁ βίος σου Θεόσοφε, γέγονε δι' ἀσκήσεως, οὕτως ὤφθη σου, προφανῶς ἡ ἄθλησις στερρά· Χριστὸν γὰρ ἐδόξασας βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σωφροσύνῃ καθαρότητα θεσπέσιε, Πάτερ περιζωσάμενος, ἐν ἀνδρείᾳ δέ, μαρτυρίου στέφανον λαμπρόν, δεξάμενος χάριτι βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μὴ τὴν ἄχραντον εἰκόνα προσκυνοῦντές σου, Σῶτερ οἱ ἀσεβέστατοι, τὸν οἰκέτην σου μαστιγοῦντες, ἔξεον δεινῶς, ὑμνοῦντα καὶ κράζοντα πρὸς σέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΡΟΚΟΠΙΟΥ ΤΟΥ ΔΕΚΑΠΟΛΙΤΟΥ...

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Προκοπίου τοῦ Δεκαπολίτου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου. Στίχοι Οὐδέν, Δεκαπολῖτα, γῆς πᾶσαι πόλεις, Πρὸς τὴν νοητήν, ἔνθα περ τάττῃ, πόλιν. Εἰκάδι ἑβδομάτῃ Προκοπίῳ τέρμα φαάνθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται ἀληθῶς, καὶ ξίφει τελειοῦται. Στίχοι Φώτισμα μέλλων ἐκγελᾶν, γελᾷς πλάνην, Πλυθεὶς δὲ Γελάσιε, ἐκτέμνῃ κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θαλλελαίου. Στίχοι Ὁ Θαλλέλαιος φαιδρῶς, ἥκει πρὸς πόλον, Θαλλοῖς ἐλαιῶν, ἀρεταῖς ἐστεμμένος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ Ἁρματίου, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Γήρει Στέφανος πρύτανις ζωῆς πόρου, Ὃν περ θανόντα Πρύτανις στέφους στέφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νήσιος βουνεύροις τυπτόμενος, τελειοῦται. Στίχοι Νεύροις βοείοις Νήσιος πάσχων φέρει· Ν...

ΙΕΡΩΤΑΤΟΙΣ ΣΟΥ ΤΡΟΠΟΙΣ ΚΟΣΜΟΥΜΕΝΟΣ....

Ἱερωτάτοις σου τρόποις κοσμούμενος, ἱερωσύνης στολαῖς κατηγλάϊσαι, Παμμάκαρ Θεόφρον Πορφύριε, καὶ ἰαμάτων ἐμπρέπεις ὑψώμασι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

YΠΕΡΑΣΤΡΑΠΤΕΙ ΠΛΕΟΝ ΗΛΙΟΥ...

Ὑπεραστράπτει πλέον ἡλίου, Πορφυρίου ἡ μνήμη τοῦ σοφοῦ, ἀστραπαῖς θαυμάτων πᾶσαν τὴν κτίσιν φωταγωγοῦσα, καὶ διώκουσα πλάνην τὴν τῶν εἰδώλων, καὶ τοὺς πιστούς σελαγίζουσα, πάντας εὐφραίνει· Θεῷ γὰρ εὐαρεστήσας ἐπὶ γῆς, τῶν σημείων ἀπείληφε τὴν χάριν, πάντας ἰᾶσθαι, παρεστὼς τῇ Τριάδι ὁλόφωτος, καὶ πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΚΥΡΙΕ ΤΟΝ ΖΩΟΠΟΙΟΝ ΣΟΥ ΣΤΑΥΡΟΝ ΑΝΥΜΝΟΥΜΕΝ... ΕΛΕΟΥΣ ΦΙΛΑΝΘΡΩΠΕ...

Κύριε, τὸν ζωοποιόν σου Σταυρὸν ἀνυμνοῦμεν· οὗτος ζωὴν γὰρ ἐν τῷ Κόσμῳ ἐξήνθησε, τὸν θάνατον νεκρώσας, ὅν σοι καὶ νῦν εἰς πρεσβείαν προσάγομεν, ἐν ἡμέραις ἁγίαις, κράτυνον ἡμᾶς νηστεύοντας, καὶ δώρησαι κατὰ παθῶν τὴν ἰσχύν, καὶ τῆς εἰρήνης τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

ΠΛΕΥΡΑΝ ΕΚΚΕΝΤΟΥΜΕΝΟΣ, ΚΑΙ ΕΠΙ ΞΥΛΟΥ ΚΡΕΜΑΜΕΝΟΣ...

Πλευρὰν ἐκκεντούμενος, καὶ ἐπὶ ξύλου κρεμάμενος, τὴν ζωήν μοι ἐπήγασας, κακίᾳ τοῦ ὄφεως, τῇ τοῦ ξύλου βρώσει, τεθανατωμένῳ· ὅθεν δοξάζω σε Χριστέ, καὶ ἱκετεύω τὴν εὐσπλαγχνίαν σου. Παθῶν καὶ τῆς Ἐγέρσεως, προσκυνητήν με ἀνάδειξον, κατανύξει τελέσαντα, τῆς Νηστείας τὸ στάδιον. Ὀδύνην τρυγήσαντα, ἐκ τοῦ φυτοῦ τὸν Πρωτόπλαστον, Παραδείσου ἐξώρισας, παγεὶς δὲ ὡς ἄνθρωπος, ἐν τῷ ξύλῳ Σῶτερ, τοῦτον εἰσοικίζεις· διό σοι κράζω, Λυτρωτά. Τῶν ὀδυνῶν μου νῦν με ἐξάρπασον, νηστείᾳ καθαρίσας με, καὶ μετανοίᾳ καὶ δάκρυσιν, Ἰησοῦ ὑπεράγαθε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΤΟΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΕΙΘΡΟΙΣ, ΜΑΚΑΡ ΠΟΡΦΥΡΙΕ...

Τοῖς τῶν δακρύων σου ῥείθροις, Μάκαρ Πορφύριε, τὸν τῆς ψυχῆς καθάρας, ῥύπον ἔσβεσας φλόγα, παθῶν τῆς ἁμαρτίας, καὶ τὴν στολήν, ἐν πορφύρᾳ χρωννύμενος, ἐν οὐρανίοις πολεύῃ διὰ παντός, εἰς αἰῶνας ἀγαλλόμενος. Ὀρθοδοξίας ἐμπρέπων, θείοις ὑψώμασιν, Ἀρχιερέων κλέος, τῇ λυχνίᾳ ἐτέθης, ἄξιος ἐργάτης, μισθὸν ἀληθῶς, τῶν σῶν πόνων δρεπόμενος, καὶ διὰ τοῦτο χαρίσματα ἐκ Θεοῦ, ἐκομίσω Παμμακάριστε. Ὁ μυστιπόλος τῆς κάτω, φρικτῆς τραπέζης ἐκεῖ, ἐν οὐρανοῖς Κυρίῳ, τὴν θυσίαν προσφέρει, τὴν ἄϋλον καὶ θείαν, ἀΰλως ἀεί, ἐποπτεύων ἡμᾶς ταῖς αὐτοῦ, πρὸς τήν ἁγίαν Τριάδα πρεσβυτικαῖς, ἱκεσίαις ὁ Πορφύριος.

ΦΩΤΙΣΟΝ ΗΜΑΣ, ΤΟΙΣ ΠΡΟΣΤΑΓΜΑΣΙ ΣΟΥ ΚΥΡΙΕ...

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην παράσχου ἡμῖν Φιλάνθρωπε». Πρόρριζον τεμών, τὴν ἄκανθαν τὴν φιλήδονον, ἐκαρποφόρησας τὸν ἄσταχυν, τῆς εὐσεβείας Ἱεράρχα πανσεβάσμιε. Ὁ ὄμβροις σῶν εὐχῶν, οὐρανοὺς Σοφὲ διήνοιξας, καὶ ὑετὸν τῇ γῇ διένειμας, αἱρετιζόντων ἀποπνίξας τὰ ζιζάνια. Ἴθυνας ῥοπῇ, θείου Πνεύματος ὁλόκληρον, λαὸν καὶ πόλιν εἰς λιμένα ζωῆς, διεκφυγόντα ἀθεΐας τὸ κλυδώνιον.

ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ...

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Πορφυρίου, Ἐπισκόπου Γάζης. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης. Στίχοι Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου; Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, ᾗ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ. Στίχοι Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ, Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτώ, ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται. Στίχοι Φερνὴν ταλάντων μυρίων ἀνταξίαν, Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτίς, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται. Στίχοι Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι, Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Παρασκευή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται. Στίχοι Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα, Ἕτοιμον εἶχε καὶ παρεσκευασμένο...

ΧΡΙΣΤΟΥ ΟΙ ΑΠΟΣΤΟΛΟΙ, ΤΩΝ ΓΗΓΕΝΩΝ ΟΙ ΦΩΣΤΗΡΕΣ, ΘΗΣΑΥΡΟΙ ΚΟΣΜΟΠΛΟΥΤΟΙ...

Χριστοῦ οἱ Ἀπόστολοι, τῶν γηγενῶν οἱ φωστῆρες, θησαυροὶ κοσμόπλουτοι, τῆς πανσόφου γνώσεως, τοῦ Θεοῦ ἡμῶν, τοὺς ὑμᾶς μέλποντας, πειρασμῶν ῥύσατε, ταῖς ἁγίαις προσευχαῖς ὑμῶν, καὶ τὸν καιρὸν ἡμῖν, τὸν τῶν Νηστειῶν διεξάγετε, νεανικῶς βραβεύοντες, ἐν εἰρήνῃ νῦν τὴν ζωὴν ἡμῶν, ἵνα εὐαρέστως, προφθάσαντες τὸ Πάθος τοῦ Χριστοῦ, ἐν παρρησίᾳ προσφέρωμεν, ὕμνοις τῷ Θεῷ ἡμῶν.

ΤΩΝ ΘΕΙΩΝ ΑΠΟΣΤΟΛΩΝ, ΚΥΡΙΕ ΔΕΗΣΕΣΙ...

Τῶν θείων Ἀποστόλων, Κύριε δεήσεσι, τὸν τῆς Νηστείας χρόνον, καλῶς ἡμᾶς τελέσαι, κατανύξει διανοίας καταξίωσον, ὡς ἀγαθὸς εὔσπλαγχνε, ἵνα σῳζόμενοι, σὲ δοξάζωμεν πάντες. Μεγάλη καὶ φρικτή σου Κύριε ἡ ἔλευσις, ἐν ᾗ καθίσας κρίσιν, δικαίαν ἐκτελέσῃς! Μὴ οὖν κρίνῃς με, τὸν κατακεκριμένον, ἀλλ' ὡς Θεὸς φεῖσαί μου, τῶν Ἀποστόλων σου, εὐπροσδέκτοις πρεσβείαις.

ΤΟΝ ΘΩΡΑΚΑ ΤΗΣ ΠΙΣΤΕΩΣ...

Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε Χριστῷ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΩΣΠΕΡ ΜΕΓΑΣ ΗΛΙΟΣ...

Ὥσπερ μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διαπαντός, τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Ταράσιε.

ΤΗΝ ΠΝΕΥΜΑΤΙΚΗΝ ΑΔΕΛΦΟΙ, ΑΝΑΛΑΒΟΝΤΕΣ...

Τὴν πνευματικὴν ἀδελφοί, ἀναλαβόντες Νηστείαν, τῇ γλώσσῃ μὴ λαλεῖτε τὰ δόλια, μηδὲ τίθεσθε πρόσκομμα, τῷ ἀδελφῷ εἰς σκάνδαλον, ἀλλὰ τῇ μετανοίᾳ φαιδρύναντες, τὴν τῆς ψυχῆς λαμπάδα τοῖς δάκρυσι, βοήσωμεν τῷ Χριστῷ· Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.

ΤΗΝ ΣΚΟΤΙΣΘΕΙΣΑΝ ΜΟΥ ΨΥΧΗΝ... ΤΑΡΑΣΙΕ..

Τὴν σκοτισθεῖσάν μου ψυχὴν τῷ σκότει τῶν πταισμάτων, φωτὶ τοῦ σοῦ ἐλέους καταύγασον Σωτήρ μου, καὶ λογισμὸν ἐπ' ἀγαθοῖς δώρησαί μοι Χριστέ μου, ἐκκαθάρας τὴν ἀχλὺν τῶν φαύλων ἐνθυμήσεων, ἵν' ὅπως κατ' ἀξίαν ἰσχύσω τὸν σὸν Ἱεράρχην ἀνυμνῆσαι, καὶ φθάσαι τὸν βίον, καὶ τὰς πράξεις τὰς λαμπράς, καὶ τὴν ἔνθεον πίστιν, καὶ τὸν ζῆλον, ὃν ὑπὲρ τῆς σῆς ἐκτήσατο, Ἐκκλησίας, ἥτις κατὰ χρέος αὐτὸν εὐφημοῦσα κραυγάζει· Οὐρανομύστα, παμμάκαρ Ταράσιε.

ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΤΑΡΑΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ...

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι Ἄκλειστος ὅρμος Ταράσιον λαμβάνει, Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον. Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται. Στίχοι Τὸν Ἀλέξανδρον δίσκος εἶδεν ἡλίου, Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἡλίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου. Στίχοι Ἄσειτος εἶ Ῥηγῖνε τὴν προθυμίαν, Κἂν δεινὸν ἐνσείσωσι πυκνὰ σοι ξίφη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται. Στίχοι Ἐνθέντες Ἀντώνιον εἰς πῦρ οἱ πλάνοι, Ἔψουσιν ὄψον νόστιμον τῷ Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ἑκων ἀμείψας, ὡς ὁ Δαυΐδ, τὰς φρένας, Βίον διέδρας, οὐ τὸν Ἀγχοῦς παμμάκαρ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, Ἐπίσκοπος Ἀπαμεία...

ΣΤΑΥΡΩ ΕΞΕΠΕΤΑΣΑΣ ΧΡΙΣΤΕ, ΤΑΣ

Σταυρῷ ἐξεπέτασας Χριστέ, τὰς ἀχράντους χεῖράς σου, ἐπισυνάγων τὰ πέρατα· διὸ κραυγάζω σοι· Τὸν ἐσκορπισμένον, νοῦν μου ἐπισύναξον, αἰχμάλωτον ἑλκόμενον πάθεσι, καὶ παθημάτων με, κοινωνὸν τῶν σῶν ἀνάδειξον, ἐγκρατείᾳ ὅλον καθαιρόμενον. Τοὺς Παῖδας στομώσασα ποτέ, ἡ νηστεία ἔδειξε, δυνατωτέρους ὡς γέγραπται, πυρὸς φλογίζοντος. Ταπεινὴ ψυχή μου, νήστευσον ἀνάπτουσα, ἐν σοὶ τὴν τοῦ Δεσπότου ἀγάπησιν, δι' ἧς τὴν μέλλουσαν, ἐκφυγεῖν δυνήσῃ γέενναν, καὶ τὰ πάθη φλέξαι τὰ ὀλέθρια.

ΔΕΥΤΕ ΤΗΝ ΤΙΜΙΑΝ ΚΕΦΑΛΗΝ, ΤΗΝ ΑΠΟΤΜΗΘΕΙΣΑΝ ΤΩ ΞΙΦΕΙ...

Δεῦτε τὴν τιμίαν κεφαλήν, τὴν ἀποτμηθεῖσαν τῷ ξίφει, τοῦ Βαπτιστοῦ οἱ πιστοί, σήμερον τιμήσωμεν, ἐν τῇ εὑρέσει αὐτῆς, ὑπαντῶντες ἐν ᾄσμασι, τιμῶντες ἐκ πόθου, χάριτας προχέουσαν, τῶν ἰαμάτων ἡμῖν, ἣν περ, ὁ ληρώδης Ἡρῴδης, πάλαι προαπέτεμεν οἴστρῳ, τῇ Ἡρῳδιάδι συμπλεκόμενος. Ὥς περ ἐκ μετάλλων ὁ χρυσός, οὕτως ἐκ τῆς γῆς τοῦ Προδρόμου, ἡ κεφαλὴ δᾳδουχεῖ, στάμνῳ διαλάμπουσα, καὶ φθεγγομένη τρανῶς, τοῦ Ἡρῴδου ἐλέγχουσα, μοιχείαν καὶ φόνον, αἴγλῃ τε φωτίζουσα, τὰς διανοίας ἡμῶν, ἣν περ, ἀσπαζόμενοι πίστει, σήμερον τιμήσωμεν ὕμνοις, ὡς ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύουσαν. Πάλαι ὥσπερ θεῖος θησαυρός, στάμνῳ κεκρυμμένη ἡ Κάρα, τοῦ Βαπτιστοῦ ἐν τῇ γῇ, σήμερον τοῖς πέρασιν, ἀποκαλύπτεται, ὥσπερ πλοῦτος προχέουσα, πηγὰς ἰαμάτων, νόσους θεραπεύουσα, ψυχὰς φωτίζουσα· ὅθεν θυμηδίας ἁπάσης, χάριν ἀπολαύοντες ὕμνοις, ταύτην εὐλαβῶς ἐγκωμιάσωμεν. Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας, τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμ...

ΛΑΜΠΡΟΦΑΝΗΣ ΑΝΕΤΕΙΛΕΝ, Η ΤΙΜΙΑ ΣΟΥ ΚΑΡΑ... ΒΑΠΤΙΣΤΑ ΤΟΥ ΣΩΤΗΡΟΣ...

Λαμπροφανὴς ἀνέτειλεν, ἡ τιμία σου Κάρα, ἐκ τῶν ἀδύτων κόλπων γῆς, Πρόδρομε Ἰωάννη, λύχνε φωτὸς τοῦ αὔλου, ἧς τὴν εὕρεσιν πόθῳ, τελοῦντες δυσωποῦμέν σε, τῶν δεινῶν εὑρεῖν λύσιν, καὶ τὸν καιρόν, εὐμαρῶς ἀνύσαι τῆς ἐγκρατείας, πρεσβείαις σου πανεύφημε, Βαπτιστὰ τοῦ Σωτῆρος.

ΧΑΙΡΟΙΣ Η ΙΕΡΑ ΚΕΦΑΛΗ, ΚΑΙ ΦΩΤΟΦΟΡΟΣ ΚΑΙ ΑΓΓΕΛΟΙΣ ΑΙΔΕΣΙΜΟΣ

Χαίροις ἡ Ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοῖς ἐλεγμοῖς, ἀσελγείας αἶσχος διακόψασα, πηγὴ ἡ τοῖς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα, ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα, καὶ τὴν πτῆσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦτον σκηνώσασαν, τῆς Παλαιᾶς τε καὶ Νέας, ἡ μεσιτεύσασα χάριτος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Στάμνῳ ἐγκεκρυμμένη ποτέ, ἡ τοῦ Προδρόμου κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδοθεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμάτων ῥεῖθρα ἀναβλύζουσα· καὶ γὰρ ἐν τοῖς ὕδασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νῦν στεγάζοντος ὕδασι, καὶ ὀμβρίζοντος τοῖς βροτοῖς θείαν ἄφεσιν. Ταύτην οὖν μακαρίσωμεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσωπούσης, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος. Κάρα ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοίας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα, ἡ πρὶν τοῦ Ἡρῴδου, παρανομίαν ἐλέγ...

ΤΩ ΘΕΙΩ ΦΕΓΓΕΙ ΣΟΥ ΑΓΑΘΕ... ΕΥΦΡΑΙΝΟΝΤΑ...

Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον». Οὐκ ἔφυς κάλαμος Βαπτιστά, ταῖς πειραστικαῖς τοῦ δυσμενοῦς, αὔραις ἀεὶ ῥιπιζόμενος, πύργος δὲ τοῦ θείου λαοῦ ἀκράδαντος· δυνάμει Ἠλιοὺ γὰρ ὤφθης καὶ πνεύματι. Ὁ τὴν Θεότητα ἀθετῶν, καὶ κατασμικρύνων τὴν δόξαν, τοῦ ὑπὸ σοῦ βαπτισθέντος Χριστοῦ, τήν τε θείαν χάριν σοῦ νοσφιζόμενος, ἐνδίκως περιβόλων θείων ἀπείργεται. Ἀφθόνου ἤνοιξας σὺ πηγῆς, πύλην τοῖς ὑμνοῦσί σε ἡμῖν, πόθῳ ἀοίδιμε Πρόδρομε, χάριτος τῆς θείας βλυζούσης νάματα, καὶ ῥεῖθρα ἰαμάτων πάντας εὐφραίνοντα.

Η ΤΩΝ ΘΕΙΩΝ ΕΝΝΟΙΩΝ ΠΑΝΣΕΒΑΣΜΙΟΣ ΘΗΚΗ...

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτήρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ο ΔΙΑ ΣΤΑΥΡΟΥ ΣΟΥ ΚΥΡΙΕ, ΛΥΣΑΣ ΘΑΝΑΤΟΝ, ΕΠΕΙΣΑΧΘΕΝΤΑ ΤΩ ΚΟΣΜΩ

Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα.

ΨΥΧΑΓΩΓΕΙΤΑΙ ΠΑΝΑΓΝΕ...

Ψυχαγωγεῖται Πάναγνε, τῶν πιστῶν ἡ θεόφρων, ὁμήγυρις λατρεύουσα, καὶ πιστῶς ἀνυμνοῦσα, σὲ Θεοτόκον κυρίως, ταῖς πρεσβείαις σου· ὅθεν, τῶν νηστειῶν τὸν δίαυλον, δὸς ἡμῖν ἐκτελέσαι, θεοπρεπῶς, καὶ Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ πάθη τὰ σωτήρια, τοῦ Υἱοῦ καὶ Θεοῦ σου.

ΜΝΗΜΗ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ, ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχοι Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν, Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν. Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους, Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων. Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΙ ΑΘΛΟΦΟΡΟΙ ΣΟΥ ΚΥΡΙΕ...

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι, ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ο ΑΓΑΓΩΝ ΚΑΙ ΝΥΝ ΗΜΑΣ

Ὁ ἀγαγὼν καὶ νῦν ἡμᾶς Θεός, τοῦ χρόνου περίοδον, τῶν πανσέπτων Νηστειῶν διατελεῖν, καὶ χαρισάμενος ἡμῖν, εἰς τὸ ἅγιον στάδιον, τῆς δευτέρας Ἑβδομάδος εἰσελθεῖν, αὐτὸς ἀξίωσον Κύριε, καὶ πρὸς τὸ μέλλον εὐδρομεῖν, τὸ σῶμα καὶ τὴν ψυχὴν ἡμῶν, καὶ χαριτῶν καὶ δυναμῶν, ὅπως προφθάσωμεν, ἐκτελέσαντες τὸν δρόμον ἀνδρικῶς, τὴν κυρίαν ἡμέραν, τῆς Ἀναστάσεώς σου πάντες ἐν χαρᾷ καὶ στεφανηφοροῦντες, ἀκαταπαύστως αἰνέσωμεν.

ΤΙΝΙ ΩΜΟΙΩΘΗΣ ΤΑΛΑΙΠΩΡΕ...

Τίνι ὡμοιώθης ταλαίπωρε, ῥαθυμοῦσα, ὦ ψυχή, καὶ μὴ ποιοῦσα τὰ καλά, ἀλλὰ στέργουσα ἀεί, τῇ τῶν κακῶν ἐπιμονῆ; ἡ κρίσις ἐπὶ θύραις, μετανόησον, νηστείᾳ, καὶ δεήσει καθαγνίσθητι, καὶ τῷ Δεσπότῃ σου βόησον· Ἡμάρτηκά σοι, συγχώρησον, ὡς εὔσπλαγχνος, καὶ τὴν ἄφεσίν μοι δώρησαι. Ἔχων ἀγαθότητος πέλαγος, τὰ πελάγη τῶν ἐμῶν, ἁμαρτιῶν τὰ πονηρά, ἀποξήρανον Χριστέ, ὡς ἀναμάρτητος Θεός, καὶ δίδου, τῇ καρδίᾳ μου κατάνυξιν, χειμάρρους, ἀνομίας ἀναστέλλουσαν, ἵνα ὑμνῶ καὶ δοξάζω σου, τὴν εὐσπλαγχνίαν τὴν ἄφατον, μακρόθυμε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν.

ΤΗΝ ΤΗΣ ΣΟΦΙΑΣ....

Τὴν τῆς σοφίας χρηστότητα ἀρυσάμενος, ἐξ αὐτῆς Πάτερ ἔπλησας θεογνωσίᾳ τὴν ποίμνην σου, καὶ τῆς παναγίας καὶ ἀρρήτου Θεότητος τὸ τρισήλιον ἤστραψας, τοῦ Πατρος τὸ ἀγέννητον, Υἱοῦ δὲ τὴν γέννησιν καὶ ἐκπόρευσιν Πνεύματος, μίαν Θεότητα, μίαν δόξαν τρανῶς ἐκδιδάξας, καὶ εἰδώλων ἀθεΐαν ἐκ ποδῶν ἀποποιήσας, καρπούς δὲ ὡρίμους, ψυχὰς πιστευόντων προσάγων τούτῳ ἔνδοξε, ἐν ᾧ βεβαπτίσμεθᾳ, εἰς ὃν καὶ πιστεύομεν, δοξάζοντες Κύριον.

ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ...

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν». Ἡ φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ, φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς, ταύτην τελούντων θεσπέσιε, καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ, ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν. Μετὰ τῆς ἄνω χορείας, τῶν ἁγίων Ἀγγέλων, τῷ θρόνῳ τοῦ Δεσπότου παρεστώς, τοῦτον δυσώπει τοῦ φθάσαι ἡμᾶς, τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρῶς, ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας. Ἡ τῆς ἁγίας Τριάδος, κατανόησις Πάτερ, τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν, ὡς καθαρῷ τὴν καρδίαν σοι, διασχόντι τὴν ὕλην, καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς, κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε. Στεφηφοροῦντά σε Πάτερ, καὶ βραβεῖον τῆς νίκης, δεξάμενον ἐκ θείας δεξιᾶς, καὶ τοὺς ἀγῶνας τελέσαντα, καὶ φωτὸς πληρωθέντα, πιστεύοντες Πολύκαρπε σοφέ, πρεσβευτὴν τῷ Χριστῷ σε, προθύμως προβαλλόμεθα.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΟΛΥΚΑΡΠΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Στίχοι Σοὶ Πολύκαρπος ὡλοκαυτώθη Λόγε, Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως. Εἰκάδι ἐν τριτάτῃ κατὰ φλὸξ Πολύκαρπον ἔκαυσεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου. Στίχοι Σύνταγμα τετράριθμον ἀνδρῶν τιμίων, Συντάσσεταί σοι, καὶ μεθίσταται βίου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τιμῶ τελευτὴν σὴν σιγῇ, Γοργονία, Γρηγορίου μέλψαντος αὐτὴν ἐκ λόγων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται. Στίχοι Κλήμης, τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου, Καινόν τι γλεῦκος, αἷμα τμηθεὶς ἐκχέει. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται. Στίχοι Θεὴν ἀποσκώπτουσαν εἰς θεοὺς πλάνους, Οἱ τῆς πλάνης κτείνουσι προστάται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων π...

ΕΥΛΟΓΗΜΕΝΟΣ Ο ΣΤΡΑΤΟΣ, ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΤΩΝ ΟΥΡΑΝΩΝ... ΣΩΣΟΝ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ Ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς· Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΝΗΣΤΕΣΩΜΕΝ ΜΗΝΙΔΟΣ ΠΑΘΩΝ...

Νηστεύσωμεν μήνιδος παθῶν, τρυφήσωμεν τὴν ἀγάπην τὴν ἀνόθευτον, θρέψωμεν πένητας τῷ ἄρτῳ, τῇ θείᾳ σιτιζόμενοι χάριτι, καὶ δάκρυσι τὰ δάκρυα σβέσωμεν, τὰ τῆς μελλούσης ἀποφάσεως. Ταλαίπωρε στέναξον ψυχή, σκυθρώπασον, μετανοίας τρόπους ἔνδειξον, νῡν ἐπὶ θύραις ἡ ἡμέρα, ὁ κρίνων ἀποτόμως καθέζεται, ἑκάστῳ ἀπονέμων τὰ ἄξια, τῶν πεπραγμένων καθὼς γέγραπται. Οὐ κέκτημαι πράξεις ἀγαθάς, ἐσπίλωσα τὸν χιτῶνα, ὄνπερ εἴληφα θείου Βαπτίσματος ἐνδύσει, ἐν σκότει ἀγνωσίας πορεύομαι, φωτί με τοῦ προσώπου σου Κύριε, ἀπεγνωσμένον νῡν ἀνόρθωσον.

ΠΑΡΟΔΕΥΩΝ ΤΟΥ ΒΙΟΥ ΤΟ ΑΣΤΑΤΟΝ...

Παροδεύων τοῦ βίου τὸ ἄστατον, λῃστρικοῖς λογισμοῖς περιέπεσα, καὶ πληγωθεὶς προσώζεσα, ἰατρὲ τῶν νοσούντων, δίδου μοι χεῖρα, τῶν Ἁγίων σου πάντων δεήσεσι. Χαλεπῆς ἁμαρτίας κλυδώνιον, τὴν ἐμὴν συνταράσσει διάνοιαν, ὥσπερ τὸν Πέτρον σῶσόν με, Ἰησοῦ μελῳδοῦντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. Ἐγκρατείᾳ τὰ πάθη νεκρώσωμεν, τῇ νηστείᾳ τὸ πνεῦμα πτερώσωμεν, πρὸς οὐρανὸν καὶ κράξωμεν, κατανύξει καρδίας. Ἡμάρτομέν σοι, ὁ Θεός, ὡς οἰκτίρμων συγχώρησον.

ΠΑΡΑΒΑΣΕΩΣ ΚΑΡΠΩ, ΘΑΝΑΤΩΘΕΝΤΑ ΤΗΝ ΨΥΧΗΝ...

Παραβάσεως καρπῷ, θανατωθέντα τὴν ψυχήν, ζωοποίησον Χριστέ, διὰ νηστείας ἀληθοῦς, καὶ μετανοίας μοι δέομαι ὡς Οἰκτίρμων, καὶ δίδου ἐν ὁδοῖς, ἀεὶ πορεύεσθαι, εὐθείαις καὶ καλαῖς, τῶν σῶν σεπτῶν ἐντολῶν, ὅπως τῆς θείας δόξης σου, σὺν πᾶσιν ἐπιτυχὼν τοῖς ποθοῦσί σε, δοξολογῶ σου, τὴν περὶ πάντας Ἰησοῦ ἀγαθότητα.

ΑΡΧΗ ΣΩΤΗΡΙΑΣ, Η ΤΟΥ ΓΑΒΡΙΗΛ ΠΡΟΣΗΓΟΡΙΑ... ΓΕΝΟΙΤΟ ΜΟΙ ΚΑΤΑ ΤΟ ΡΗΜΑ ΣΟΥ...

Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον ἐγένετο· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ· ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

ΤΡΙΚΥΜΙΑΙΣ ΤΩΝ ΠΑΘΩΝ, Ο ΑΣΥΝΕΙΔΗΤΟΣ ΕΓΩ...

Τρικυμίαις τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς. Μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους, ἡ τέξασα· πλήν σου γὰρ ἐλπίδα, οὐ κέκτημαι, μὴ οὖν ἐχθροῖς ἐπίχαρμα, καὶ γέλως ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.

ΔΙΔΟΥ ΜΟΙ ΚΑΤΑΝΥΞΙΝ, ΚΑΙ ΤΩΝ ΚΑΚΩΝ ΑΛΛΟΤΡΙΩΣΙΝ, ΚΑΙ ΤΕΛΕΙΑΝ ΔΙΟΡΘΩΣΙΝ, ΕΙΣ ΠΑΘΗ ΤΟΥ ΣΩΜΑΤΟΣ...

Δίδου μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀλλοτρίωσιν, καὶ τελείαν διόρθωσιν, εἰς πάθη τοῦ σώματος, νῡν βεβυθισμένῳ, καὶ μεμακρυσμένῳ, ἐκ σοῦ Θεὲ Παμβασιλεῦ, καὶ μηδαμόθεν ἐλπίδα ἔχοντι, καὶ σῶσόν με τὸν ἄσωτον, διὰ πολλὴν ἀγαθότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Μωσῆς ὁ θεσπέσιος, διὰ νηστείας τεθέαται, καθαρθεὶς τὸν ποθούμενον. Τοῦτον οὖν ζηλώσασα, ταπεινὴ ψυχή μου, σπεῦσον ἐν ἡμέρᾳ, τῆς ἐγκρατείας τῶν κακῶν, ἐκκαθαρθῆναι, ὅπως τὸν Κύριον, διδόντα σοι τὴν ἄφεσιν, νῡν θεωρήσῃς ὑπάρχοντα, ἀγαθὸν καὶ φιλάνθρωπον, παντοδύναμον Κύριον. Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου

ΑΓΙΑΣΘΕΙΣΑ ΠΝΕΥΜΑΤΙ, ΘΕΟΤΟΚΕ ΠΑΝΑΜΩΜΕ, ΤΟΝ ΕΝ ΤΟΙΣ ΑΓΙΟΙΣ ΕΠΑΝΑΠΑΥΟΜΕΝΟΝ...

Ἁγιασθεῖσα πνεύματι, Θεοτόκε Πανάμωμε, τὸν ἐν τοῖς Ἁγίοις ἐπαναπαυόμενον, ἐκύησας Ἅγιον, καὶ εὐεργέτην μόνον Θεόν, πάντας τοὺς βοῶντας, ἁγιάζοντας πίστει· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ...

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν». Ἀλλήλους συνωθοῦντες πρὸς τὴν ζωήν, καὶ θαρρεῖν ἑαυτοῖς ἐγκελεύοντες, τοὺς αἰκισμούς, ἤνεγκαν βοῶντες οἱ Ἀθληταί· Ἴδε καιρὸς εὐπρόσδεκτος, στῶμεν καὶ νικήσωμεν τὸν ἐχθρόν· Χριστὸς γὰρ ἀθλοθέτης, προτείνει τοὺς στεφάνους, ὁ δι' ἡμᾶς παθεῖν ἑλόμενος. Ὑψώθης ἐπὶ ξύλου Λόγε Θεοῦ, καὶ Μαρτύρων ἀγέλας ἀνείλκυσας, πρὸς ἑαυτόν, πάθος εἰκονίσαντας καὶ σφαγήν, ἣν ἑκουσίως Δέσποτα, εἵλου εὐσπλαγχνίᾳ, τῇ καθ' ἡμᾶς· διὸ σε οἱ γενναῖοι, ποθήσαντες ὁπλῖται, ὡς ἱερεῖα σφαγιάζονται. Χριστῷ συμβασιλεύειν διαπαντός, ἀθλοφόροι πανεύφημοι, Μάρτυρες περιχαρῶς, καταξιωθέντες ἐν οὐρανοῖς, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ τῷ Ποιμενάρχῃ τὴν ψυχικήν, αἰτεῖσθε σωτηρίαν, καὶ πᾶσι τοῖς ἐν πίστει, ἀνευφημοῦσιν ὑμᾶς σήμερον.

ΜΝΗΜΗ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΤΟΙΣ ΕΥΓΕΝΙΟΥ...

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως. Στίχοι Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι, Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην. Εἰκάδα δευτερίην ἀνὰ σεπτὰ φάνη χθονὸς ὀστᾶ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ. Στίχοι Ἀθανάσιος, θρέμμα Παυλοπετρίου, Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται. Στίχοι Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας, Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται. Στίχοι Ψάλλει Συνετὸς καὶ περ ἐκθνῄσκων ξίφει, «Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην». Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Θαλασσίου καὶ Λιμναίου. Στίχοι Λιμὴν Λιμναῖον καὶ Θαλάσσιον φέρε...

ΑΙΝΕΙΤΕ ΤΟΝ ΚΥΡΙΟΝ ΕΚ ΤΩΝ ΟΥΡΑΝΩΝ..

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

ΡΟΜΦΑΙΑΙ ΝΥΝ ΕΞΕΛΙΠΟΝ....

Ῥομφαῖαι νῦν ἐξέλιπον, τῆς δυσμενοῦς αἱρέσεως, καὶ τὸ μνημόσυνον ταύτης, ἐξηφανίσθη μετ' ἤχου· τὸν γὰρ Ναόν σου Πάναγνε, πανευπρεπῶς θεώμενοι, κεκοσμημένον χάρισι, τῶν σεβασμίων Εἰκόνων, χαρᾶς πληρούμεθα πάντες.

ΜΩΣΗΣ ΤΩ ΚΑΙΡΩ ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ....

Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε· τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Δι' αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

ΣΚΙΡΤΗΣΑΤΕ ΚΡΟΤΗΣΑΤΕ...

Σκιρτήσατε κροτήσατε, μετ' εὐφροσύνης ᾄσατε· Ὡς θαυμαστά σου καὶ ξένα, Χριστὲ βοῶντες τὰ ἔργα! καὶ τίς ἰσχύσει ἐξειπεῖν, Σῶτερ τὰς δυναστείας σου, τοῦ τήν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν εἰς μίαν, ἑνώσαντος Ἐκκλησίαν.

ΕΥΛΟΓΗΤΟΣ ΚΥΡΙΟΣ, Ο ΘΕΟΣ ΤΟΥ ΙΣΡΑΗΛ....ΙΕΡΕ ΤΙΜΟΘΕΕ...

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης». Ἁγιωσύνης τέμενος, κατανύξεως πηγή, συμπαθείας ῥεῖθρον, ἀνεδείχθης Σοφέ, ἀγάπης τὸ ἄπειρον πέλαγος, Κυρίου θεράπων ἀψευδής, καὶ οὐρανοπολίτης, καὶ Ἀγγέλων σύσκηνος, καὶ θαυμάτων βρύσις. Κατακαυχᾶσθαι ἔλεον, Πάτερ κρίσεως εἰδώς, οὐ παρεῖδες ξένον, ἀλλὰ πᾶσι χρηστῶς, τὰ σπλάγχνα διήνοιξας Ὅσιε, πατὴρ χρηματίσας ὀρφανῶν, καὶ τῶν χηρῶν προστάτης, καὶ γυμνῶν ἀμφίασις, καὶ τροφὴ πεινώντων. Ἀπὸ τῆς γῆς ἐχώρησας, πρὸς τὸν οὐρανόν, ἔνθα εἶχες ἔτι περιὼν ἐν σαρκί, καλῶς τὸ πολίτευμα Ὅσιε, ἡμῖν ἱλασμόν ἁμαρτιῶν, πρεσβεύων δωρηθῆναι, τοῖς πιστῶς τιμῶσί σου, τὴν Ἁγίαν μνήμην. Ῥεῖθρα ἡμῖν ἑκάστοτε, ἡ τιμία σου σορός, ἰαμάτων Πάτερ ἀναβλύζει, παθῶν ἐκχύσεις παντοίων ξηραίνοντα, καὶ πᾶσαν ἀρδεύοντα ψυχήν, πρὸς εὐκαρπίαν θείαν, ἱερὲ Τιμόθεε, τοῦ Χριστοῦ θεράπον.

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΤΙΜΟΘΕΕ...

Πάτερ θεόφρον Τιμόθεε, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῶν παθῶν σκιρτήματα, παντελῶς ἐξηφάνισας, καὶ ἀπαθείας χάριν δεξάμενος, δοχεῖον ὤφθης τοῦ θείου Πνεύματος· ὅθεν τὰ πνεύματα, ἀπελαύνεις πάντοτε τὰ πονηρά, ζῶν καὶ μετὰ θάνατον, θεομακάριστε. Πάτερ θεόφρον Τιμόθεε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω τὸ ἐν τοῖς πόνοις στερρόν, Δαυῒδ τὸ πρᾷον ἀνατεινόμενος, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν. Πάτερ ἱερὲ Τιμόθεε, τῆς σωφροσύνης εἰκών, ἐγκρατείας ὑπόδειγμα, εὐσεβείας, ἴνδαλμα, καὶ πηγὴ κατανύξεως, ὀρθοδοξίας ἔρεισμα ἄσειστον, τῶν ἰαμάτων ῥεῖθρον ἀέναον, ἥλιος ἄδυτος, τέκνον θείας χάριτος, καὶ Μοναστῶν, ὤφθης ἐγκαλλώπισμα, σεβασμιώτατε.

ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΝΑΣΤΗΛΩΣΗΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ - ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Προπορευομένων τῶν Ἱεροπαίδων μετὰ εἰκόνων καὶ θυμιατοῦ, ὁ Ἱερεὺς ἐξέρχεται τοῦ Ἱεροῦ μετὰ τοῦ Τιμίου Σταυροῦ καὶ γίνεται λιτανεία πέριξ τοῦ ἐσωτερικοῦ τοῦ Ναοῦ εἰς τέσσαρες στάσεις. Εἰς ἑκάστην γίνεται δέησις καὶ ψάλλεται τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς εἰς στάσεις τέσσαρες. Λαός: Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον. α' Ἐν τῇ βορείᾳ πλευρᾷ τελεῖται δέησις ὑπὲρ τῶν ζώντων. Ἱερεύς: Ἐλέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον. Λαός: Κύριε, ἐλέησον (3). Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Λαός: Κύριε, ἐλέησον (3). Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Λαός: Κύριε, ἐλέησον (3). Ἱε...

ΕΝ ΣΟΙ ΝΥΝ ΑΓΑΛΛΕΤΑΙ Η ΕΚΚΛΗΣΙΑ ΦΙΛΑΝΘΡΩΠΕ...

Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς. Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Σαρκὸς τὸ ἐκτύπωμα, ἀναστηλοῦντές σου Κύριε, σχετικῶς ἀσπαζόμεθα, τὸ μέγα μυστήριον, τῆς Οἰκονομίας, τῆς σῆς ἐκδηλοῦντες· οὐ γὰρ δοκήσει, ὡς φασίν, οἱ θεομάχοι παῖδες τοῦ Μάνεντος, ἡμῖν ὤφθης φιλάνθρωπε, ἀλλ' ἀληθείᾳ καὶ φύσει σαρκός, δι' αὐτοῦ ἀναγόμενοι, πρὸς σὸν πόθον καὶ ἔρωτα. Στίχ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθου τῶν πενήτων σου εἰς τέλος. Ἡμέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνάπλεως, πεφανέρωται σήμερον· φαιδρότης δογμάτων γάρ, τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκοσμημένη ἀναστηλώσεσιν, Εἰκόνων τῶν ἁγίων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι, καὶ ὁμόνοια γίνε...

ΕΝ ΣΟΙ ΝΥΝ ΑΓΑΛΛΕΤΑΙ Η ΕΚΚΛΗΣΙΑ ΦΙΛΑΝΘΡΩΠΕ...

Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς. Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Σαρκὸς τὸ ἐκτύπωμα, ἀναστηλοῦντές σου Κύριε, σχετικῶς ἀσπαζόμεθα, τὸ μέγα μυστήριον, τῆς Οἰκονομίας, τῆς σῆς ἐκδηλοῦντες· οὐ γὰρ δοκήσει, ὡς φασίν, οἱ θεομάχοι παῖδες τοῦ Μάνεντος, ἡμῖν ὤφθης φιλάνθρωπε, ἀλλ' ἀληθείᾳ καὶ φύσει σαρκός, δι' αὐτοῦ ἀναγόμενοι, πρὸς σὸν πόθον καὶ ἔρωτα. Στίχ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθου τῶν πενήτων σου εἰς τέλος. Ἡμέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνάπλεως, πεφανέρωται σήμερον· φαιδρότης δογμάτων γάρ, τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκοσμημένη ἀναστηλώσεσιν, Εἰκόνων τῶν ἁγίων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι, καὶ ὁμόνοια γίνε...

ΣΤΕΡΕΩΜΑ ΜΟΥ ΣΩΤΗΡ ΥΠΑΡΧΕΙΣ....

Στερέωμά μου Σωτὴρ ὑπάρχεις, καταφυγή μου καὶ δύναμις, σαλευθεῖσαν τὴν καρδίαν μου, στερέωσον εἰς τὸν φόβον σου, ὅτι οὐκ ἔστιν ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν». Οἰκτείρων πάντας τῇ συμπαθείᾳ, ἄλλος Ἀβραὰμ ἐχρημάτισας, δεξιούμενος τοὺς πάντοθεν, παραβάλλοντας ὦ Τιμόθεε, καὶ δι' αὐτῶν τὸν πάντων, θεραπεύων Θεόν. Νεκρώσας μέλη τὰ ἐπὶ γῆς σου, Πάτερ ὥς φησιν ὁ Ἀπόστολος, τῆς ζωῆς τῆς ἐπουρανίου, συμμέτοχος ἀναδέδειξαι, ἐν ᾗ τῶν τιμώντων σε, ἀεὶ μέμνησο. Ἄνατολή σου τῶν ἔργων Πάτερ, ἥλιος γεγένησαι ἄδυτος, ταῖς ἀκτῖσι τῶν ἀγώνων, τὰ πέρατα καταυγάζων ἀεί, καὶ τῶν δαιμόνων λύων τὴν σκοτόμαιναν.

ΤΟΥΤΟ ΤΟ ΤΗΣ ΟΙΚΟΝΟΜΙΑΣ ΜΥΣΤΗΡΙΟΝ, ΠΑΛΑΙ ΠΡΟΦΗΤΑΙ....

Τοῦτο τὸ τῆς Οἰκονομίας μυστήριον, πάλαι Προφῆται θειωδῶς ἐμπνευσθέντες, δι' ἡμᾶς, τοὺς εἰς τὰ τέλη τῶν αἰώνων καταντήσαντας, προκατήγγειλαν, τῆς τούτου τυχόντες ἐλλάμψεως. Γνῶσιν οὖν θείαν δι' αὐτοῦ λαβόντες, ἕνα Κύριον τὸν Θεὸν γινώσκομεν, ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, καὶ αὐτῷ μόνῳ λατρεύοντες, μίαν Πίστιν, ἓν Βάπτισμα ἔχοντες, Χριστὸν ἐνδεδύμεθα. Ἀλλ' ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστοροῦμεν.

ΝΥΝ ΕΥΣΕΒΕΙΑΣ ΤΟ ΣΕΛΑΣ...

Νῦν εὐσεβείας τὸ σέλας, πᾶσιν ἐφήπλωται, διασκεδάζον πλάνην, ἀσεβείας ὡς νέφος, φωτίζον δὲ καρδίας, τῶν εὐσεβῶν. Δεῦτε πάντες προσπέσωμεν, εὐσεβοφρόνως Εἰκόνας Χριστοῦ σεπτάς, προσκυνοῦντες οἱ Ὀρθόδοξοι. Ἱεροτύποις Εἰκόσι, νῦν ὡραΐζεται, ὡς νύμφη κοσμηθεῖσα, ἡ Χριστοῦ Ἐκκλησία, καὶ πάντας συγκαλεῖται πνευματικῶς, ἑορτάσαι· συνέλθωμεν, ἐν ὁμονοίᾳ καὶ πίστει χαρμονικῶς, μεγαλύνοντες τὸν Κύριον. Κόσμος ὁ σύμπας εὐφραίνου· ἰδοὺ γὰρ Κύριος, καθεῖλεν ἀπὸ ὕψους, ἀσεβείας τὸ κράτος, ἀρρήτῳ προμηθείᾳ· καὶ ταπεινοί, ἀνυψώθημεν σήμερον, Ὀρθοδοξίας πρός πίστιν δι' εὐσεβοῦς, Βασιλίδος ὁδηγούμενοι. Πρὸς τὸ πρωτότυπον φέρει, φησὶ Βασίλειος, τιμὴ ἡ τῆς εἰκόνος· διὰ τοῦτο ἐν σχέσει, τιμῶντες τὰς Εἰκόνας, Σωτῆρος Χριστοῦ, τῶν Ἁγίων ἁπάντων τε, ἵνα αὐτῶν δεδραγμένοι, μήποτε νῦν, δυσσεβείᾳ ὑπαχθείημεν.

ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ, ΑΝΑΣΤΗΛΩΣΙΣ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΣΕΠΤΩΝ ΕΙΚΟΝΩΝ...

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου. Στίχοι Τὰς οὐ πρεπόντως ἐξορίστους Εἰκόνας, Χαίρω, πρεπόντως προσκυνουμένας βλέπων. Ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρεσβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΤΙΜΟΘΕΟΥ ΤΟΥ ΕΝ ΣΥΜΒΟΛΟΙΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις. Στίχοι Καὶ ζῶντα Τιμόθεε καὶ τεθνηκότα, Τιμᾷ Θεὸς ζώντων σε καὶ τεθνηκότων. Εἰκάδι Τιμόθεον πρώτῃ κατὰ σῆμα κάλυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου, Πατριάρχου Ἀντιοχείας τῆς μεγάλης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος. Στίχοι Ὁ Γεώργιος, καὶ λιπὼν τὸ σαρκίον, Πολλοῖς γεωργεῖ ψυχικὴν σωτηρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἰωάννης, Πατριάρχης Κωνσταντινουπόλεως, ὁ ἀπὸ Σχολαστικῶν, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης, Καὶ τῶν μακρῶν σου νῦν σχολὴν ἄγεις πόνων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ζαχαρίας, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Μακάριος εἶ καὶ θανὼν Ζαχαρία, Ζαχαρία πρόεδρε γῆς μακαρίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΝΙΚΗΤΑΙ ΤΥΡΑΝΝΟΥ, ΚΑΙ ΦΛΟΓΟΣ ΤΗ ΧΑΡΙΤΙ ΣΟΥ ΓΕΓΟΝΟΤΕΣ...

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ἐξεχύθη χάρις, Πάτερ σοῦ τοῖς χείλεσιν ἱερομύστα· διὰ τοῦτο Λέον, ὁ Θεὸς σε ἔχρισεν Ἀρχιερέα, τοῦ λαοῦ βοῶντα· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Βασιλεῖ Παμμάκαρ, τῷ διαιωνίζοντι εὐαρεστήσας, ἐπιγείῳ Λέον, βασιλεῖ παρέστηκας ἄνθρακας φέρων, καὶ τὴν τούτου Πάτερ, καταπλήττων ἔννοιαν, ταῖς θαυματουργίαις, ταῖς λίαν παραδόξοις. Ὡς ἐλαία Πάτερ, φυτευθεὶς κατάκαρπος οἴκῳ Κυρίου, φέρεις μετὰ τέλος, ἐκ τοῦ θείου σκήνους σου ἔλαιον θεῖον, Πιστῶν πᾶσαν νόσον, ἀπελαύνων πάντοτε, τῶν εἰς σὲ μετὰ πόθου, σοφὲ προσπεφευγότων.

ΜΕΓΑΣ ΗΛΙΟΣ ΤΗ ΟΙΚΟΥΜΕΝΗ, ΑΝΑΤΕΤΑΛΚΑΣ ΤΩΝ ΑΡΕΤΩΝ ΣΟΥ...

Μέγας ἥλιος τῇ οἰκουμένῃ, ἀνατέταλκας τῶν ἀρετῶν σου, ἀναλάμψει καὶ θαυμάτων λαμπρότητι, φωταγωγήσας Πιστῶν τὰ συστήματα, καὶ ἀφανίσας παθῶν ἀμαυρότητα· Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

ΛΕΟΝ ΘΕΟΦΡΟΝ ΠΑΝΟΛΒΙΕ

Λέον θεόφρον πανόλβιε, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τελείαις καθάρσεσι, τῷ Θεῷ καὶ Κτίστῃ σου, καθαρῶς προσκολλώμενος, φωτὸς ἐνθέου ἔμπλεως γέγονας, καὶ χαρισμάτων θείων τετύχηκας, πάθη ἀνίατα, θεραπεύειν πάντοτε, καὶ προσευχῶν, μάστιγι, ἀκάθαρτα, διώκειν πνεύματα. Λέον τῷ ὄντι μακάριος, Ἀρχιερεὺς γεγονώς, ἐπὶ χλόην ἐξέθρεψας, ῥάβδῳ θείας πίστεως, ὡς ποιμὴν ἀληθέστατος, ὀρθοδοξίας καὶ τελειότητος, τὴν σὴν ἀγέλην σθένει τοῦ Πνεύματος, ἧς κατενώπιον, ἐκτελῶν τεράστια, θεοπρεπῶς, κλέος ἀναφαίρετον, ἐκληρονόμησας. Ἔλαιον θεῖον ἀρύσασθε, ὡς ἐκ πηγῆς προϊόν, βλαστανούσης ἀέναον, τῆς τιμίας λάρνακος, τοῦ σοφοῦ Ἀρχιποίμενος, καὶ τῷ τῶν ὅλων, Θεῷ βοήσατε· ὁ ἐν Ἁγίοις σου θαυμαζόμενος, τούτου δεήσεσι, σῶσον ἡμᾶς οἴκτειρον, ὡς ἀγαθός, πίστει ἑορτάζοντας, τὴν θείαν μνήμην αὐτοῦ.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ...

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας

ΩΣ ΠΑΝΑΜΩΜΟΣ ΝΥΜΦΗ ΤΟΥ ΠΟΙΗΤΟΥ...

Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Ὑψίστου Πανύμνητε ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον καὶ ἐν γνώσει γενόμενον, τοῖς δαίμοσι παίγνιον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι' ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, φωτὸς ἀνεσπέρου σου.

ΘΕΙΚΗΝ ΠΑΝΤΕΥΧΙΑΝ ΑΝΑΛΑΒΩΝ

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, στερρῶς κατεφρόνησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Μαξιμίνου θωπείαις μὴ ἐκλυθείς, τοῦ Χριστοῦ δὲ τοῖς λόγοις ἀνδρειωθείς, εἰδώλων τὰ τεμένη, ἐν πυρὶ ἀπετέφρωσας, ἀθλητικῶς νικήσας, καλῶς τὸν ἀντίπαλον, προφητικῶς διῆλθες, τὸ πῦρ ὡς ἐν ὕδατι· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, τοῖς αἰτοῦσιν ἐκ πίστεως. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΙΔΕΙΝ ΤΗΝ ΗΜΕΡΑΝ ΤΟΥ ΥΙΟΥ ΣΟΥ...

Ἰδεῖν τὴν ἡμέραν τοῦ Υἱοῦ σου, ποθῶν ὁ χριστώνυμος λαός, εἰς τύπον ταύτης Δέσποινα, τανῦν προεορτάζουσι, σὲ φέρουσαν ὑπόθεσιν, καὶ τὸν κλεινὸν Ἀθλοφόρον σου. Νικᾷ πᾶσι τρόποις τὰ βελτίω· ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ καιροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν. Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον· καὶ γὰρ ἐξ οἰκείων Ἀθλητά· οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύτῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν. Καλλίστην κρηπῖδα κατεβάλου, ταῖς σαῖς ἀριστείαις Ἀριστεῦ, τὸν θῆρα τὸν ὀλέθριον, τὸν πῦρ καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος. Λυττήσας ὁ νέος ἀποστάτης, κατ' ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥσπερ ἰῷ συνέφυρεν, ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι.

ΤΟΝ ΕΝ ΘΡΟΝΩ ΦΩΤΟΣ ΕΠΟΧΟΥΜΕΝΟΝ....

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραταιὸς νικητὴς κατὰ τοῦ δολεροῦ, ὡς ἀήττητος.

ΔΕΥΤΕ ΦΙΛΟΜΑΡΤΥΡΕΣ ΠΑΝΤΕΣ....

Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς εὐφρανθῶμεν, καὶ πανηγυρίσωμεν· σήμερον γὰρ προτίθεται τράπεζαν μυστικήν, ὁ μάρτυς Θεόδωρος, εὐφραίνουσαν τοὺς φιλεόρτους ἡμᾶς, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις Ἀθλοφόρε ἀήττητε, ὁ τὰς ἀπειλὰς τῶν τυράννων, ἐπὶ γῆς καταστρεψάμενος, χαίροις, ὁ τὸ πήλινόν σου σῶμα, διὰ Χριστόν τὸν Θεόν, ἐκδεδωκὼς ταῖς βασάνοις, χαίροις, ὁ ἐν ποικίλοις κινδύνοις, δόκιμος στρατιώτης ἀναδειχθείς, τῆς οὐρανίου στρατιᾶς. Διὸ δυσωποῦμέν σε, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τὴν Θεοδώρητον χάριν, τῶν θαυμάτων σου Μάρτυς Θεόδωρε, πᾶσιν ἐφαπλοῖς, τοῖς πίστει σοι προστρέχουσι· δι' ἧς εὐφημοῦμέν σε λέγοντες· Αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, καὶ διασῴζεις πλέοντας, μάταιον δρασμὸν ἐπέχεις οἰκετῶν, καὶ ζημίας φανέρωσιν ποιεῖς, τοῖς συληθεῖσιν Ἀθλητά, καὶ στρατιώτας παιδεύεις τῆς ἁρπαγῆς ἀπέχεσθαι, νηπίοις χαρίζεις, συμπαθῶς τὰ αἰτήματα, θερμὸς εὑρίσκῃ προστάτης, τοῖς ἐπιτελοῦσί σου τὸ ἱερὸν μνημόσυνον, μεθ' ὧν καὶ ἡ...

ΣΑΒΒΑΤΩ ΤΗΣ ΠΡΩΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδοξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν. Στίχοι Τροφῇ κολλύβων, ἑστιᾷ Τήρων πόλιν, Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην. Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΛΕΟΝΤΟΣ ΕΠΙΣΚΟΠΟΥ ΚΑΤΑΝΗΣ...

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος, Ἐπισκόπου Κατάνης. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λέοντος, Ἐπισκόπου Κατάνης. Στίχοι Οἰ μὲν νεκρὸς Λέοντος, εἶ δ' οἵου πύθῃ, Πάντως ἐροῦμεν. Τοῦ προέδρου Κατάνης. Εἰκάδι ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώκ, Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων τὸν ἀριθμὸν ἑκατὸν εἰκοσιοκτώ. Στίχοι Φέρει σὺν ὀκτὼ καὶ Σαδὼκ Ἐπισκόπῳ, Ἡ δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βησσαρίωνος. Στίχοι Πολλῶν ἱδρώτων καὶ πόνων Βησσαρίων, Πολλὰς θανὼν εὕρηκεν ἀντιμισθίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγάθωνος Πάπα Ῥώμης. Στίχοι Ῥώμης Ἀγάθων οἴακας διευθύνας, Πρύμναν ἔκρουσε πρὸς νοητοὺς λιμένας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟ ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΔΙΑΓΓΕΛΜΑ....

Τὸ τῆς Νηστείας διάγγελμα, περιχαρῶς ὑποδεξώμεθα· εἰ γὰρ ταύτην ὁ Προπάτωρ διεφυλάξατο, τὴν τῆς Ἐδὲμ ἔκπτωσιν οὐκ ἂν ὑπέστημεν, ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, μὴ συναρπασθῶμεν τοῖς βλεφάροις, μηδὲ γλυκανθήτω ἡμῶν ὁ φάρυγξ, τοῖς τιμωμένοις βρώμασι, μετὰ δὲ τὴν μετάληψιν ἀτιμαζομένοις, φύγωμεν τὴν ἀκρασίαν, καὶ τοῖς μετὰ κόρον πάθεσιν, μὴ ὑποβληθῶμεν· ἐνσημανθῶμεν τῷ αἵματι, τοῦ ὑπὲρ ἡμῶν ἀχθέντος εἰς θάνατον ἑκουσίως, καὶ οὐ μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρευτής, καὶ φάγοιμεν Πάσχα, Χριστοῦ τὸ ἱερώτατον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ΑΣΠΟΡΟΥ ΣΥΛΛΗΨΕΩΣ, Ο ΤΟΚΟΣ ΑΝΕΡΜΗΝΕΥΤΟΣ...

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν». Σπλαγχνίσθητι σῶσόν με, Υἱὲ Δαυΐδ ἐλεησον, ὁ δαιμονῶντας, λόγῳ ἰασάμενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ μοι φράσον. Ἀμήν σοι λέγω μετ' ἐμοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξη μου. Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀμφότεροι γάρ, σταυρῷ συνεκρέμαντο, ἀλλ' ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν, κᾀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου. Ἡ κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί. Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με· ἡ γὰρ ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε, καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ. Κριτά...

ΟΙ ΠΟΘΟΥΝΤΕΣ ΤΟΥ ΘΕΙΟΥ ΠΑΣΧΑ ΜΕΤΑΣΧΕΙΝ ....

Οἱ ποθοῦντες τοῦ θείου Πάσχα μετασχεῖν, οὐκ ἀπ' Αἰγύπτου, ἀλλ' ἐκ Σιὼν ἀρχομένου, τὴν τῆς ἁμαρτίας ζύμην, ἐξάρωμεν τῇ μετανοίᾳ, περιζώσωμεν τὰς ὀσφύας ἡμῶν, τῇ νεκρώσει τῶν ἡδονῶν, καλλωπίσωμεν τοὺς πόδας, ὑποδήμασι κωλυτικοῖς, ἐκ πάσης ὁδοῦ πονηρᾶς, καὶ στηριχθῶμεν, τῇ βακτηρίᾳ τῆς πίστεως, μὴ ζηλώσωμεν τούς ἐχθρούς, τοῦ δεσποτικοῦ Σταυροῦ, θεοποιοῦντες τὴν γαστέρα, ἀλλ' ἀκολουθήσωμεν, τῷ διὰ νηστείας ἡμῖν, τὴν κατὰ τοῦ διαβόλου νίκην ὑποδείξαντι, Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

ΤΟΝ ΣΚΟΤΙΣΘΕΝΑ ΜΕ, ΤΑΙΣ ΑΠΑΤΑΙΣ...

Τὸν σκοτισθέντα με, ταῖς ἀπάταις τοῦ πολεμήτορος, Χριστέ μου φώτισον, ὁ σκοτίσας Σταυρῷ κρεμάμενος, Ἥλιον ποτέ, καὶ λάμψας τοῖς πιστοῖς φῶς ἀληθινόν, ἀφέσεως σαφῶς, ὅπως πορευόμενος ἐν τῷ φωτὶ τῶν προσταγμάτων σου, φθάσω καθαρῶς, τῆς Ἀναστάσεως τῆς σῆς, τὴν αὐγὴν τὴν σωτήριον. Καθάπερ ἄμπελος, ἐπὶ ξύλου Σωτὴρ κρεμάμενος, οἶνον ἐπότισας ἀφθαρσίας, Χριστὲ τὰ πέρατα, ὅθεν ἐκβοῶ· Τῇ μέθῃ με δεινῶς τῶν ἁμαρτιῶν, σκοτούμενον ἀεί, γλεῦκος κατανύξεως, ἀληθινῆς ποτίσας, νηστεύειν με ἐξ ἡδονῶν, νῦν ἐνδυνάμωσον Σωτήρ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ὢ τοῦ Σταυροῦ σου τῇ δυνάμει! οὗτος ἐξήνθησε τῇ Ἐκκλησίᾳ τὴν ἐγκράτειαν, τὴν ἐν Ἐδὲμ ποτὲ Ἀδὰμ ἀκρασίαν, πρόρριζον ἐκτίλασαν· θάνατον μὲν ἐκείνῃ, ἐπεισήγαγε τοῖς βροτοῖς· ἀλλ' οὗτος ἀφθάρτως ἐκβλύζει, τὴν ἀθανασίαν τῷ Κόσμῳ, ὡς ἐκ πηγῆς ἄλλης τῆς τοῦ Παραδείσου, τῇ κατακενώσει, τοῦ σοῦ ζωηρρύτου Αἵματος, ὁμοῦ τε καὶ ὕδατος· ὅθεν τὰ πάντα ἐζωοποιήθη. Δι' οὗ ἡμῖν νηστείας τὴν τρυφήν, γλύκανον ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΠΙΣΤΟΝ ΣΕ ΔΟΥΛΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ Ο ΚΟΡΥΦΑΙΟΣ.....

Πιστὸν σε δοῦλον τοῦ Χριστοῦ ὁ κορυφαῖος Παῦλος, Ἄρχιππε, ἐκθειάζων, συγγράφει τοῖς ἐπαίνοις, καὶ μαρτυρεῖ περιφανῶς πληρωτὴν τοῦ λόγου, καὶ ἱερὸν ὑφηγητήν, καὶ κήρυκα σοφώτατον· Ἡμεῖς δὲ λύχνον σήμερον ἄσβεστον βλέπομέν σε πάντες, καταλάμποντα τῷ κόσμῳ Ἀπόστολε· ὃν καὶ ἡ Ἀπφία ἐγνώρισε καλῶς, ἐκ τοῦ φωτὸς τοῦ πρώτου τηλαυγέστατον πυρσόν, φαεσφόρον δᾳδουχητικῶς φωτίζοντα τοὺς βοῶντας· Σῶσον τοὺς πίστει τιμῶντας τὴν μνήμην σου.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΡΧΙΠΠΟΥ....

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀρχίππου. Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων, Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας. Στίχοι Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππος λίθον. Κατηλοήθη τῷ πόθῳ τούτου λίθοις. Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης, Χλωροῖς λόγοις τύπτουσιν ἠκανθωμένοις. Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν, Εἰς οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας. Ἄρχιππος δεκάτῃ ἐνάτῃ θάνε χερμαδίοισιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, Ἡσυχίου, καὶ Ἀσκληπιοδότης. Στίχοι Ἀνδρῶν τριὰς σύναθλος εὐσθενεστάτη, Ἀνδρίζεταί σοι, καὶ τομῆς, Τριάς, μέχρι. Ἔστεψε Χριστὸς τὴν Ἀσκληπιοδότην, Ἧς ἐξέκοψε τὴν κεφαλὴν τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥαβουλᾶ. Στίχοι Βουλὰς Ῥαβουλᾶς θεὶς ἀπράκτους δαιμόνων, Ἀπῆλθε βουλῇ τοῦ Θεοῦ τῶν ἐνθάδε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ὁμολογητῶν, Εὐγενίου καὶ Μακαρίου. Στίχοι Ὡς εὐγενεῖς ὅρπηκες ἐν γῇ Μακάρων Οἰκοῦσιν Εὐγένιος σὺν Μακαρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ,...

ΤΟΝ ΠΑΤΕΡΑ ΚΑΙ ΥΙΟΝ ΚΑΙ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ...

Τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ τρισήλιον φῶς, τὴν τρισαγίαν δύναμιν, Θεότητα μίαν, καὶ μίαν οὐσίαν, ταύτην κηρύξας, χείλη τὰ δόλια εἰς τέλος ἐνέφραξας αἱρετιζόντων, Λέον Θεόσοφε· ὅθεν τὴν ἁγνὴν Χριστοῦ λοχεύτριαν, Θεοτόκον ὁμολογήσας, τοῦ Νεστορίου τὴν ὀφρὺν καὶ φληνάφειαν καθεῖλες· Διὰ τοῦτο ἐγνώσθης ἐν τῷ κόσμῳ , ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

ΕΜΦΙΛΟΣΟΦΩΤΑΤΑ ΤΟΝ ΝΟΥΝ...

Ἐμφιλοσοφώτατα τὸν νοῦν, Λέον παμμακάριστε, σὺ τῶν παθῶν αὐτοκράτορα, ἀπεργασάμενος, ἀρετῶν ἰδέαις, καὶ ἠθῶν σεμνότητι, εἰκόνα τῆς ψυχῆς ἐζωγράφησας· διὸ αἰτοῦμέν σε, ὡς Ποιμένα καὶ Διδάσκαλον, τὴν εἰρήνην, τῷ κόσμῳ αἰτήσασθαι. Θρασύτητα Λέοντος Χριστοῦ, δυνάμει πανόλβιε, δυναμωθεὶς οὐ κατέπτηξας, ἀλλ' ἐξεφαύλισας, Ἱεράρχα τούτου, τῆς ψυχῆς τὸ ἄστατον, καὶ γνώμην ἀληθῶς τὴν ἀγνώμονα, καὶ τῆς αἱρέσεως, τὴν τελείαν ἀθεότητα, καὶ τῶν τρόπων, τὸ δόλιον φρόνημα. Προσθήκη ἐγένου τοῖς Πιστοῖς, Ἱερεῦ πανόλβιε, τοῖς Ἱεράρχαις καὶ Μάρτυσι· καὶ γὰρ ἀήττητος, ἐν ἀγῶσιν ὤφθης, ἀρραγὴς ἀκλόνητος, ὡς πύργος εὐσεβείας καὶ πρόβολος, ὀρθοδοξότατα, δογματίζων καὶ σαφέστατα, τοῦ Κυρίου, τὴν ἄφραστον γέννησιν.

ΑΚΗΚΟΕΝ Ο ΠΡΟΦΗΤΗΣ...

Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἡλκώθην, ἀλλ' ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον. Τὸ Σῶμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ πάντων, ἔθηκας Λόγε, τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνῃς με, τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ σῷ Γεννήτορι. Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν, ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι· ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεῴγνυτο· τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνοῦσί σε. Γενέσθω μοι κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι, χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια. Κρατῆρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου,...

ΒΟΗΘΟΣ ΚΑΙ ΣΚΕΠΑΣΤΗΣ....

Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς) Ἐκ νεότητος Σωτήρ, τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν, ῥαθυμῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἄν ἐν τῷ τέλει· Σῶσόν με. Ἐρριμμένον με Σωτήρ, πρὸ τῶν θυρῶν σου κἄν ἐν τῷ γήρει, μή με ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν. Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σύ με οἴκτειρον. Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου, ὅλως ὑπ' αὐτῶν τετραυμάτισμαι νῦν , ἐπλήσθην μωλώπων, ἀλλ' αὐτός μοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον. Ἱερεύς με προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ' ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς με οἴκτειρον. Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Σύ μοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθεί...

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΛΕΟΝΤΟΣ ΠΑΠΑ ΡΩΜΗΣ...

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης. Στίχοι Ψυχὴν ὁ θεῖος ἐξερεύγεται Λέων, Καὶ δαιμόνων φάλαγξιν ἐμβάλλει φόβον. Ὀγδοάτῃ δεκάτῃ τε Λέων ἠρεύξατο θυμόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λέοντος καὶ Παρηγορίου, ἀθλησάντων ἐν Πατάροις τῆς Λυκίας. Στίχοι Παρηγόριος σάρκα δοὺς εἰς αἰκίας, Ἔχει παρηγόρημα τὰ στέφη μέγα. Ἕλκων ἄνωθεν ἰσχὺν ἐκ Θεοῦ Λέων, Ἕξεις βιαίως ὡς λέων ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀγαπητοῦ Ἐπισκόπου Σινάου, τοῦ ὁμολογητοῦ καὶ θαυματουργοῦ. Στίχοι Ὂν ἠγάπησας, Ἀγαπητέ, Δεσπότην, Οὗτος καλεῖ σε πρὸς τόπους, οὓς ἠγάπας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΦΩΤΟΠΟΙΟΝ ΚΑΙΡΟΝ...

Τὸν φωτοποιὸν καιρόν, ὃν νῦν ἀφιέρωσας, καὶ ἐδωρήσω ἡμῖν, τῆς ἐγκρατείας Κύριε, σὺ ἀξίωσον ἡμᾶς, ἐν κατανύξει πάντας, εἰλικρινῶς περαιώσασθαι, εἰρηνεύοντας τοῦ Σταυροῦ τῇ Ἰσχύϊ, μόνε Φιλάνθρωπε.

ΜΑΡΤΥΡΕΣ ΧΡΙΣΤΟΥ ΟΙ ΑΗΤΤΗΤΟΙ...

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΝΗΣΤΕΙΑΝ, ΟΥΚ ΑΠΟΧΗΝ ΒΡΩΜΑΤΩΝ ΜΟΝΟΝ....

Νηστείαν, οὐκ ἀποχὴν βρωμάτων μόνον τελέσωμεν, ἀλλὰ παντὸς ὑλικοῦ πάθους ἀλλοτρίωσιν, ἵνα τὴν καθ' ἡμῶν τυραννοῦσαν, σάρκα δουλώσαντες, ἄξιοι γενώμεθα τῆς τοῦ Ἀμνοῦ μεταλήψεως, τοῦ ὑπὲρ τοῦ κόσμου σφαγέντος ἑκουσίως Υἱοῦ τοῦ Θεοῦ, καὶ πνευματικῶς ἑορτάσωμεν, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, εἰς ὕψος ἀρθέντες, ἀρετῶν ἐν φαιδρότητι, καὶ τῇ τρυφῇ τῶν ἀρίστων ἔργων, εὐφραίνοντες τὸν Φιλάνθρωπον

ΒΡΩΣΕΙ ΠΑΛΑΙ ΠΙΚΡΑ... ΚΥΡΙΕ ΔΟΞΑ ΣΟΙ...

Βρώσει πάλαι πικρᾷ, ἐξοικισθέντες Παραδείσου, ἐγκρατείᾳ τῶν παθῶν, ἐπισπεύσωμεν εἰσοικισθῆναι, ἀνακράζοντες, τῷ Θεῷ ἡμῶν· ὁ Σταυρῷ τανύσας παλάμας σου, ὄξος πιών, χολῆς τε γευσάμενος, καὶ ὀδύνας καρτερήσας, τὰς ἐκ τῶν ἥλων, τὰς πικροτάτας ἡδονάς, πάσας ἐκ τῶν ψυχῶν ἡμῶν ἐξηλώσας, διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσον τοὺς δούλους σου. Ξύλου βρώσει ποτέ, ἀποικισθέντες Παραδείσου, τῷ Σταυρῷ σου πρὸς αὐτὸν εἰσῳκίσθημεν, ὃν εἰς πρεσβείαν σοι προσάγομεν, Πολυέλεε, καὶ πιστῶς σου πάντες δεόμεθα. Πηγὰς δακρύων, ὑμῖν νῦν κατάπεμψον, ἐν καιρῷ τῆς ἐγκρατείας, τὸν ῥύπον πάντα, ἐκκαθαιρούσας τῶν παθῶν, καὶ τῶν πταισμάτων ἡμῶν, ἵνα πάντες σοι βοῶμεν ἐκτενῶς· Κύριε δόξα σοι.

ΔΩΡΟΝ Ο ΧΡΙΣΤΟΣ ΠΛΟΥΤΟΠΟΙΟΝ...

Δῶρον ὁ Χριστὸς πλουτοποιόν, σὲ τῇ οἰκουμένῃ παρέσχεν, ὡς εὐεργέτης Θεός, δῶρόν σου τὸ τίμιον αἷμα Θεόδωρε, δι' αὐτὸν ἐκχεόμενον, καὶ θεοσεβείας, ζήλῳ προσφερόμενον, αὐτῷ δεξάμενος, ᾧ νῦν εὐσεβεῖ παρρησίᾳ, Μάρτυς παριστάμενος πάντας, τοὺς εἰς σὲ προστρέχοντας διάσωσον. Πύργος χρηματίζεις ἀσφαλής, τὰς τῶν ἐναντίων ἐφόδους ἀποκρουόμενος, πρόμαχος ἀήττητος, τῶν εὐφημούντων σε, ὀξυτάτη ἀντίληψις, θερμὴ προστασία, σύντομός τε λύτρωσις, κοινὴ βοήθεια, πρέσβυς δυνατώτατος μάκαρ, ῥύστης ἑτοιμότατος πάντων, τῶν πιστῶς αἰτούντων σε Θεόδωρε. Ἔχων τὸν χειμάρρουν τῆς τρυφῆς, καὶ τὸ τῆς ἀφέσεως ὕδωρ, Χριστὸν εὐΐλατον, Μάρτυς ἀληθέστατος, αὐτοῦ γενόμενος, τῶν χειμάρρων με λύτρωσαι, τῶν τῆς ἀνομίας ὕδωρ μοι κατεύνασον, τὸ ἀνυπόστατον, παῦσον, πειρασμῶν καταιγίδας· σῶσον πρὸς τὴν ἄνω γαλήνην, ἀξιομακάριστε Θεόδωρε. Θείων δωρεῶν ἐπώνυμόν σε γεραίρομεν, τρισμάκαρ Θεόδωρε· τοῦ φωτὸς γὰρ τοῦ θείου, ἄδυτος φωστὴρ ἀναδειχθείς, κατέλαμψας ἄθλοις σου, τὴν σύμπασαν κτίσιν, τοῦ πυρὸς ἀκμαιότερος φανείς, τ...

ΤΟΝ ΕΝ ΘΡΟΝΩ ΦΩΤΟΣ

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, καὶ λαμπρὸν στεφανίτην σου Χριστὲ ὁ Θεός, ὑπὲρ οὗ μέχρι τέλους ἀντέσχεν, ἀθλῶν ὡς ἀήττητος.

ΟΝ ΣΤΡΑΤΙΑΙ, ΟΥΡΑΝΩΝ ΔΟΞΑΖΟΥΣΙ...

Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς) Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ μετανοίᾳ. Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐμιμήσω, ἀλλ' ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἐπταικότων. Τὸν ἐν τῷ λάκκω, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ. Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι. Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ πίστει, καμίνου φλόγα καιομένην. Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγό...

ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΤΗΡΩΝΟΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Στίχοι Τήρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην, Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης. Ἑβδομάτῃ δεκάτῃ πυρὶ Τήρωνα πυρὶ φλεγέθουσιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου. Στίχοι Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος, Τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Αὐξιβίου. Στίχοι Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος, Φανέντα ληξίβιον ἐξ ἐναντίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου, καὶ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου. Στίχοι Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ Μνήμῃ γενομένων Βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐ...

.... ΔΕΥΡΟ ΤΑΛΑΙΝΑ ΨΥΧΗ....

Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς) Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνωδίᾳ; ἀλλ' ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν. Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα. Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου. Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτη Εὔα; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως. Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως. Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπα...

ΜΕΓΑΛΗ ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΣΟΥ ΧΡΙΣΤΕ Η ΔΥΝΑΜΙΣ...

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις! ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.

ΝΗΣΤΕΥΣΩΜΕΝ ΝΗΣΤΕΙΑΝ ΔΕΚΤΗΝ, ΕΥΑΡΕΣΤΟΝ ΤΩ ΚΥΡΙΩ

Νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Κυρίῳ, ἀληθὴς νηστεία, ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους, καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστίν, ἀληθὴς καὶ εὐπρόσδεκτος.

ΑΠΟΣΤΟΛΩΝ ΙΣΑΡΙΘΜΟΙ, ΑΘΛΟΦΟΡΟΙ...

Ἀποστόλων ἰσάριθμοι, Ἀθλοφόροι γενόμενοι, λογισμὸν ὁμόζηλον ἀνελάβετε, μὴ πτοηθέντες τὴν ἄθεον, τυράννων ὠμότητα, ἀλλ' ἀνδρείως καὶ στερρῶς, τὸν Σωτῆρα κηρύξαντες, ὑπεμείνατε, τῶν μελῶν τὰς στρεβλώσεις, τῇ ἐλπίδι τὰς μελλούσας ἀπολαύσεις, ἤδη καρπούμενοι Πάνσοφοι. Καρτερίᾳ νικήσαντες, τῶν ἀθέων τὴν ἔνστασιν, καὶ ποικίλοις εἴδεσι προσπαλαίσαντες, κολαστηρίων τὸν στέφανον, ἀξίως ἐδέξασθε, ἐκ χειρὸς ζωαρχικῆς, κληρουχίαν ἀνώλεθρον, νῦν πλουτήσαντες, ἐν σκηναῖς αἰωνίοις τῷ Σωτῆρι, καὶ Δεσπότῃ τῶν ἁπάντων, συμβασιλεύοντες Ἔνδοξοι. Σὺν Παμφίλῳ θεόφρονι, καὶ Οὐάλεντι Σέλευκος, Δανιήλ, Θεόδουλος, Ἡσαΐας τε, Ἱερεμίας Ἠλίας τε, καὶ θεῖος Πορφύριος, Παῦλος, Ἰουλιανός, Σαμουὴλ ὁ θαυμάσιος, νῦν τιμάσθωσαν, ὑμνωδίαις ᾀσμάτων καὶ ποικίλοις, ἐγκωμίοις οἱ γενναῖοι, καὶ ἀεισέβαστοι Μάρτυρες.

ΔΕΥΤΕ ΠΡΟΘΥΜΩΣ, ΤΟ ΣΤΕΡΡΟΝ ΟΠΛΟΝ ΤΗΣ ΝΗΣΤΕΙΑΣ

Δεῦτε προθύμως, τὸ στερρὸν ὅπλον τῆς Νηστείας, ἔχοντες ὡς θυρεόν, πᾶσαν μεθοδείαν πλάνης τοῦ ἐχθροῦ, ἀποστρέψωμεν πιστοί, μὴ θελχθῶμεν ταῖς ἡδοναῖς τῶν παθῶν, μὴ τὸ πῦρ τῶν πειρασμῶν δειλιάσωμεν, δι' ὧν Χριστὸς ὁ φιλάνθρωπος, βραβείοις τῆς ὑπομονῆς στεφανώσει ἡμᾶς· ὅθεν παρρησίᾳ προσευχόμενοι, προσπίπτομεν κραυγάζοντες, αἰτούμενοι εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΠΑΣΑΝ ΑΜΑΡΤΙΑΝ ΔΙΕΠΡΑΞΑΜΗΝ...

Πᾶσαν ἁμαρτίαν διεπραξάμην, πάντας ὑπερέβην τῇ ἀσωτίᾳ, ἐὰν θελήσω μετανοῆσαι, οὐκ ἔχω δακρύων ὀχετούς, ἐὰν ῥαθύμως καὶ νῦν βιώσω, κολάσει ὑπόδικός εἰμι. Ἀλλὰ δός μοι διόρθωσιν μόνε ἀγαθέ, ὁ Θεός, καὶ ἐλέησόν με. Ὄμβρους μοι παράσχου Χριστὲ δακρύων, ἐν τῇ τῆς Νηστείας τερπνῇ ἡμέρᾳ, ὅπως πενθήσω καὶ ἀποπλύνω, τὸν ῥύπον τὸν ἐκ τῶν ἡδονῶν, καὶ ἐποφθῶ σοι κεκαθαρμένος, ἡνίκα Κριτὴς ἐξ οὐρανοῦ, μέλλῃς ἔρχεσθαι Κύριε, κρῖναι τοὺς βροτούς, ὡς κριτής, καὶ δίκαιος μόνος.

ΙΔΟΥ ΕΞΕΛΑΜΨΕΝ Η ΦΩΣΦΟΡΟΣ...

Ἰδοὺ ἐξέλαμψεν ἡ φωσφόρος, καὶ φωταυγὴς θεία μνήμη τοῦ στερροῦ ἀθλητοῦ, Παμφίλου τοῦ θεοκήρυκος, πάντων τὰς ὄψεις καὶ τὰς καρδίας καταυγάζουσα φέγγει τῷ ἀνεσπέρῳ. Περιχαρῶς, ὦ φιλέορτοι, δεῦτε συνδράμωμεν, καὶ τὴν τούτου θείαν ἡμέραν, ὡς καλὴν ἑορτὴν ἐνιαύσιον, τοῖς ᾄσμασι καταστέψωμεν, εὐλογοῦντες ὑμνοῦντες τὸν Κύριον, τὸν τοῦτον ἀξίως στεφανώσαντα· Πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΕΠΟΜΒΡΙΑΙΣ ΠΑΝΑΧΡΑΝΤΕ, ΤΗΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΧΑΡΙΤΟΣ...

Ἑπομβρίαις πανάχραντε, τῆς τοῦ Πνεύματος χάριτος, τὴν ἐμὴν διάνοιαν καταδρόσισον, ἡ τὴν σταγόνα κυήσασα, Χριστὸν τὸν τὴν ἄμετρον, ἀνομίαν τῶν βροτῶν, οἰκτιρμοῖς ἀποσμήχοντα, καὶ κατάκλυσον, τὴν πηγὴν τῶν παθῶν μου, καὶ χειμάρρου, καταξίωσον τρυφῆς με, τῇ ἀειζώῳ πρεσβείᾳ σου.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΜΦΙΛΟΥ....

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παμφίλου, καὶ τῶν σὺν αὐτῷ. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Παμφίλου, Οὐάλεντος, Παύλου, Σελεύκου, Πορφυρίου, Ἰουλιανοῦ, Θεοδούλου, Ἠλία, Ἱερεμίου, Ἡσαϊου, Σαμουήλ καὶ Δανιήλ. Στίχοι Ὑπὲρ τὸ πᾶν σε Πάμφιλος φιλῶν Λόγε, Καὶ τὴν τομὴν ἡγεῖτο τῆς κάρας φίλην. Παῦλον Σέλευκος, καὶ Σέλευκον Οὐάλης, Βλέπων τομῇ χαίροντα, τὴν τομὴν φέρει. Ἥλαντο πρὸς πῦρ Μάρτυρες θεῖοι δύο, Θείου πόθου πῦρ ἓν τρέφοντες οἱ δύο. Σταυροῦσι δοῦλοι τῆς πλάνης ἐπὶ ξύλου, Καὶ Θεόδουλον, δοῦλοι Ἐσταυρωμένου. Κλῆσεις Προφητῶν καὶ τελευτὰς Μαρτύρων, Αὐχοῦσι πέντε μάρτυρες τετμημένοι. Ἕκτῃ καὶ δεκάταῃ ξίφους τάμε Πάμφιλον ἀκμή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Μαρτυροπόλει, καὶ τοῦ Ὁσίου Μαρουθᾶ, τοῦ ἀνεγείραντος τὴν πόλιν ἐπ' ὀνόματι τῶν Μαρτύρων. Στίχοι Ἡ κλῆσις ἔργον μαρτυρωνύμῳ πόλει, Πολλῶν ἐν αὐτῇ μαρτυρησάντων ξίφει. Στέρξας Μαρουθᾶς τὸν Θεὸν σφόδρα σφόδρα, Θεῷ παραστάς, τέρπεται σφόδ...

ΜΑΡΙΑ ΘΕΟΚΛΗΤΕ, ΙΛΑΣΤΗΡΙΟΝ ΟΝΤΩΣ ΤΩΝ ΠΙΣΤΩΝ...

Μαρία θεόκλητε, ἱλαστήριον ὄντως τῶν πιστῶν· ἐκ σοῦ γὰρ ἡ ἄφεσις, παροχεύεται τοῖς πᾶσι δαψιλῶς, τὸν Υἱόν σου καὶ Κύριον, μὴ ἐλλίπῃς, εὐμενιζομένη, ὑπέρ τῶν σὲ ὑμνούντων. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι Νηστεύσας ὁ Κύριος, τεσσαράκοντα μέτρον ἡμερῶν, τὰς νῦν ἀφιέρωσε, καὶ ἡγίασεν ἡμέρας ἀδελφοί, ἐν αἷς φθάσαντες κράζομεν· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστόν εἰς τοὺς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

ΚΑΘΑΡΑ ΔΕΥΤΕΡΑ -Η ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΗΜΕΡΑ, ΑΠΟΧΗ ΑΜΑΡΤΙΑΣ, ΓΕΝΕΣΘΩ ΣΟΙ ΨΥΧΗ, ΚΑΙ ΠΡΟΣ ΘΕΟΝ ΝΕΥΣΙΣ ΟΜΟΥ ΚΑΙ ΟΙΚΕΙΩΣΙΣ...

Ἡ τῆς Νηστείας ἡμέρα, ἀποχὴ ἁμαρτίας, γενέσθω σοι ψυχή, καὶ πρὸς Θεὸν νεῦσις ὁμοῦ καὶ οἰκείωσις, ὅπως φύγῃς κακίας τὰ βάραθρα, καὶ μόνας τὰς ὁδούς, τάς φερούσας ποθήσῃς, πρὸς τὴν ἐκεῖ κατάπαυσιν. Καὶ λογισμοῖς ὀλισθήσας, καὶ σαρκὶ πλημμελήσας, ὀδύρομαι καὶ στένω καὶ βοῶ· Σῶσόν με Κύριε, σῶσόν με, ἀνεξίκακε μόνε, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, τῆς γεέννης ἐκείνης, τὸν καταδίκης ἄξιον. Τὸν φωτεινὸν τῆς Νηστείας, ἐνδυθέντες χιτῶνα, κραιπάλης σκοτεινὸν καὶ δυσαχθές, ἀποδυσώμεθα ἔνδυμα, καὶ φαιδροὶ γεγονότες, ταῖς θείαις ἀρεταῖς τὰ φωταυγῆ, τοῦ Σωτῆρος ἐν πίστει, ὀψόμεθα παθήματα.

ΕΥΧΗ ΑΓΙΟΥ ΕΦΡΑΙΜ - ΚΥΡΙΕ ΚΑΙ ΔΕΣΠΟΤΑ ΤΗΣ ΖΩΗΣ ΜΟΥ

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΣΕ ΥΠΟ ΠΑΥΛΟΥ ΤΟΥ ΣΟΦΟΥ...

Σὲ ὑπὸ Παύλου τοῦ σοφοῦ, τῆς σάλπιγγος τῆς θείας, τῇ πίστει προσαχθέντα, καὶ λόγῳ φωτισθέντα τῆς ἀληθείας μυστικῶς, καὶ μαρτυρηθέντα ἐπ' ἐργασίᾳ ἀρετῆς, καὶ πίστεως στερρότητι, τὶς ἐγκωμιάσαι ἰσχύσει, ὡς ὄντως κατ' ἀξίαν, ἢ τοὺς πόνους εὐφημῆσαι, ἐν οἷς στερρῶς ἔπαυσας τὴν πλάνην; Χρισθεὶς γὰρ Ἱερεὺς ἐν Πνεύματι θείῳ, ἐκ δουλείας κοσμικῆς, καὶ Ἀποστόλων κήρυγμα λαβών, μετέσχες καὶ τῶν στεφάνων· διὸ σε πάντες τιμῶμεν Ὀνήσιμε.

ΦΑΙΔΡΩΣ ΕΙΣΔΕΞΩΜΕΘΑ, ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΠΙΣΤΟΙ...

Φαιδρῶς εἰσδεξώμεθα, τῆς Νηστείας τὴν εἴσοδον πιστοί, καὶ μὴ σκυθρωπάσωμεν, ἀλλὰ νίψωμεν τὰ πρόσωπα ἡμῶν, ἀπαθείας τῷ ὕδατι, εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἐλαίῳ ἀλείψαντες, συμπαθείας ψυχῆς τὴν κεφαλήν, μὴ βαττολογήσωμεν, τῷ Πατρὶ ἡμῶν τῷ ἐν τοῖς οὐρανοῖς, προσευχὰς ἀναπέμποντες, εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Ἀΐδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ Πνεῦμα συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια Πρόσωπα, μιᾶς ὄντα, τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.

ΚΑΘΑΡΑ ΔΕΥΤΕΡΑ - ΕΥΛΟΓΗΜΕΝΟΣ Ο ΣΤΡΑΤΟΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΤΩΝ ΟΥΡΑΝΩΝ... ΨΥΧΑΣ ΗΜΩΝ...

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΚ ΔΟΥΛΕΙΑΣ ΤΗΣ ΠΛΑΝΗΣ....

Ἐκ δουλείας τῆς πλάνης ἀπαλλαγείς, ἀπελεύθερος ὤφθης ἐν τῷ Θεῷ, αὐτοῦ δοῦλος γνήσιος, χρηματίσας ἐν χάριτι, κοινωνὸς δεσμῶν δέ, τοῦ Παύλου γενόμενος, διὰ Χριστὸν ἐκτάνθης, ἀδίκως Ἀπόστολε· ὅθεν ἠξιώθης, μαρτυρήσας νομίμως, τῆς ἄνω λαμπρότητος, Ἱεράρχα Ὀνήσιμε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΚΑΘΑΡΑ ΔΕΥΤΕΡΑ - ΕΛΗΛΥΘΕΝ Η ΝΗΣΤΕΙΑ...

Ἐλήλυθεν ἡ Νηστεία, ἡ μήτηρ τῆς σωφροσύνης, ἡ κατήγορος τῆς ἁμαρτίας, καὶ συνήγορος τῆς μετανοίας, ἡ πολιτεία τῶν Ἀγγέλων, καὶ σωτηρία τῶν ἀνθρώπων, οἱ πιστοὶ ἀνακράξωμεν· ὁ Θεὸς ἐλέησον ἡμᾶς.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΟΝΗΣΙΜΟΥ...

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίμου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίμου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Στίχοι Ἥπλωσεν Ὀνήσιμος εἰς θλάσιν σκέλη, Παύλου σκελῶν δραμόντα γενναίους δρόμους. Πέμπτῃ Ὀνησίμου σκέλεα θραῦσαν δεκάτῃ τε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαΐωρ αἰκιζόμενος τελειοῦται. Στίχοι Μάστιξι πλησθεὶς τὰς ψόας ἐμπαιγμάτων, Δαυῒδ τὸ ῥητὸν φάσκε, Μάρτυς Μαΐωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου. Στίχοι Ἀνθρώπινον παρῆλθεν ἀσμένως βίον, Εὐσέβιος τὸ θαῦμα καὶ τῶν Ἀγγέλων. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΚΑΘΙΣΕΝ ΑΔΑΜ ΤΟΤΕ, ΚΑΙ ΕΚΛΑΥΣΕΝ ΑΠΕΝΑΝΤΙ ΤΗΣ ΤΡΥΦΗΣ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ...

Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ, ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ...

Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας

Ο ΠΛΑΣΤΗΣ ΜΟΥ ΚΥΡΙΟΣ, ΧΟΥΝ ΕΚ ΤΗΣ ΓΗΣ ΠΡΟΣΛΑΒΩΝ

Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με, ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν, ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον. Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος, ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε, καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν. Ἀλλ' ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι. Στολὴν θεοΰφαντον, ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα, παρακούσας Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ, καί τοὺς δερματίνους, νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ, ἀκάνθας καὶ τριβόλους δέ, φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλ' ὁ ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς Παράδεισον. Παράδεισε πάντιμε, τὸ ὡραιότατον κάλλος, θεόκτιστον σκήνωμα, εὐφροσύνη ἄληκτε, καὶ ἀπόλαυσις, δόξα τῶν Δικαίων, Προφητῶν τερπνότης, καὶ Ἁγίων οἰκητήριον, ἤχῳ τῶν φύλλων σου, Πλάστην τὸν τῶν ὅλων ἱκέτευε, τὰς πύλας ὑπανοῖξαί μοι, ἃς τῇ παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι, ...

ΕΞΕΒΛΗΘΗ Ο ΑΔΑΜ, ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΗΣ ΤΡΥΦΗΣ... ΑΛΛ ΕΙΣ ΑΥΤΟΝ ΕΛΕΥΣΩΜΕΘΑ...

Ἐξεβλήθη ὁ Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυφῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν, μὴ φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατεκρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐτός, ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλ' εἰς αὐτόν ἐλευσώμεθα.

ΓΛΥΚΥΣ ΕΙΣ ΓΕΥΣΙΝ ΚΑΡΠΟΣ ΤΗΣ ΓΝΩΣΕΩΣ...

Γλυκὺς εἰς γεῦσιν καρπὸς τῆς γνώσεως, ἐν τῇ Ἐδὲμ ἐφάνη μοι, πλησθέντι τῆς βρώσεως, εἰς χολὴν δὲ γέγονε τὸ τέλος αὐτῆς, οἴμοι ψυχὴ ἀθλία! πῶς ἀκρασίᾳ σε, τῆς τοῦ Παραδείσου ἑστίας, ξένην πεποίηκε; Θεὲ τῶν ὅλων, ἐλέους Κύριε, εἰς τὴν ἐμὴν ταπείνωσιν, εὐσπλάγχνως ἐπίβλεψον, καὶ μὴ πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ, ὅπως βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα, σπεύσω πάλιν θρήνοις, προσλαβεῖν ἅπερ ἀπώλεσα. Θρηνῶ, στενάζω, καὶ ἀποδύρομαι, τὰ Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος, τῆς εἴσοδον φυλάττειν ταχθέν, πᾶσι τοῖς Ἐδὲμ τὴν παραβάταις, οἴμοι! ἀπρόσιτον, εἰμὴ σὺ ἀκώλυτον Σωτήρ, ταύτην ποιήσεις μοι. Θαρρῶ τῷ πλήθει, τῷ τοῦ ἐλέους σου, Χριστὲ Σωτήρ, καὶ θείας ἐκ πλευρᾶς σου τῷ Αἵματι, δι' οὗ καθηγίασας τὴν φύσιν βροτῶν, ἤνοιξας δὲ τὰς πύλας, τοῖς σοὶ λατρεύουσι, τὰς τοῦ Παραδείσου Ἀγαθέ, τὰς πρὶν κλεισθείσας Ἀδάμ.

ΕΙΣ ΟΡΟΣ ΑΝΕΛΘΩΝ...

Εἰς ὄρος ἀνελθών, θεωρίας Παμμάκαρ, καὶ πράξεως σαφῶς, ἀστραπαῖς τῶν θαυμάτων, ὡς ἥλιος ἔλαμψας, καταυγάζων τὰ πέρατα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ὑμνολογοῦντές σε πίστει, καὶ πόθῳ γεραίρομεν.

ΑΥΞΗΣΕΙ ΤΩΝ ΑΓΩΝΩΝ ΣΟΥ...

Αὐξήσει τῶν ἀγώνων σου, ἐπηύξησας τὰ τάλαντα, ἃ ἐπιστεύθης καὶ ταῦτα, τῷ σῷ προσῆξας Δεσπότῃ, καὶ τὸ Εὖ δοῦλε ἤκουσας, καὶ τὰ τούτου ἀκόλουθα, πρὸς ὃν ἀεὶ μνημόνευε, τῶν σὲ τιμώντων ἐκ πόθου, Αὐξέντιε θεοφόρε.

ΤΗΣ ΣΟΦΙΑΣ ΟΔΗΓΕ, ΦΡΟΝΗΣΕΩΣ ΧΟΡΗΓΕ... ΠΑΡΑΠΕΣΟΝΤΑ...

Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

ΔΩΡΕΑΙΣ ΠΟΛΥΤΡΟΠΟΙΣ ΠΑΛΑΙ ΤΕΤΙΜΗΚΑΣ...

Δωρεαῖς πολυτρόποις πάλαι τετίμηκας, τῶν χειρῶν σου τὸ ἔργον, μόνε φιλάνθρωπε· δράκων δὲ δεινὸς συριγμῷ ἐδελέασεν, οἴμοι! τῶν προσόντων, καλῶν ἀπογυμνώσας. Ἵνα τί συμβουλίας πικρᾶς ἀκήκοας, καὶ τῆς θείας ἐγένου ψήφου παρήκοος; οἴμοι ταπεινὴ ψυχή, Θεὸν λυπήσασα, ὃν ἀεὶ δοξάζειν, ἐτάχθης σὺν Ἀγγέλοις. Ἑρπετῶν καὶ θηρίων δεσπότης γέγονας, ἑρπετῷ ψυχοφθόρῳ, πῶς προσωμίλησας, σύμβουλον λαβών, ὡς εὐθῆ τὸν ἀλάστορα; ὢ τῆς σῆς ἀπάτης, ψυχή μου παναθλία!

ΟΙΜΟΙ Ο ΑΔΑΜ ΕΝ ΘΡΗΝΩ ΚΕΚΡΑΓΕΝ ΟΤΙ ΟΦΙΣ ΚΑΙ ΓΥΝΗ, ΘΕΪΚΗΣ ΠΑΡΡΗΣΙΑΣ ΜΕ ΕΞΩΣΑΝ...

Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τοῦ ἐχθροῦ, ἀνακάλεσαι καὶ σῶσόν με. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κα...

ΕΞΕΒΛΗΘΗ ΑΔΑΜ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ, ΔΙΑ ΤΗΣ ΒΡΩΣΕΩΣ...

Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ, ΑΝΑΜΝΗΣΙΝ ΠΟΙΟΥΜΕΘΑ ΤΗΣ ΑΠΟ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΗΣ ΤΡΥΦΗΣ ΕΞΟΡΙΑΣ ΤΟΥ ΠΡΩΤΟΠΛΑΣΤΟΥ ΑΔΑΜ...

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ. Στίχοι Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω. Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι. Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΥΞΕΝΤΙΟΥ...

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ. Στίχοι Ὁ Βουνός, ὡς Κάρμηλος, ἦν Αὐξεντίω, Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία. Λεῖψε βίον δεκάτῃ Αὐξέντιος ἠδέ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρωνος. Στίχοι Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων, Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμ. Στίχοι Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον, Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΙ ΚΟΣΜΟΝ ΑΡΝΗΣΑΜΕΝΟΙ, ΚΑΙ ΤΟΝ ΣΤΑΥΡΟΝ ΑΡΑΜΕΝΟΙ...

Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν Σταυρὸν ἀράμενοι, πληθὺς ὁσίων Πατέρων, σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, Ἱεραρχῶν ὁμήγυρις, καὶ Γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην.

ΩΣ ΕΥΣΕΒΕΙΑΣ ΚΗΡΥΚΑΣ, ΚΑΙ ΑΣΕΒΕΙΑΣ ΦΙΜΩΤΡΑ...

Ὡς εὐσεβείας κήρυκας, καὶ ἀσεβείας φίμωτρα, τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας, Κύριε, τὴν ὑφήλιον λάμποντα. Ἐν εἰρήνῃ τελείᾳ, ταῖς αὐτῶν ἱκεσίαις, τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας, διαφύλαξον, ψάλλειν καὶ ᾄδειν σοι, Ἀλληλούϊα.

ΤΟΝ ΑΡΧΗΓΟΝ ΤΩΝ ΜΟΝΑΣΤΩΝ ΠΑΥΛΟΝ...

Τὸν ἀρχηγὸν τῶν Μοναστῶν Παῦλον συμφώνως, σὺν Ἀντωνίῳ τῷ σοφῷ καὶ Εὐθυμίῳ, ἀνυμνήσωμεν πάντες, σὺν τοῖς λοιποῖς Πατράσι, καὶ τούτους καθικετεύσωμεν, ὅπως Χριστόν, ἀπαύστως ἐκδυσωπῶσιν ὑπὲρ ἡμῶν, τῶν τὴν θείαν καὶ πάμφωτον, ἐπιτελούντων μνήμην αὐτῶν, ἐν ᾄσμασι δοξάζοντες, τὸν Σωτῆρα καὶ Κύριον.

ΠΑΝΤΕΣ ΕΝ ΩΔΑΙΣ ΠΝΕΥΜΑΤΙΚΑΙΣ, ΤΟΥΣ ΕΝ ΑΣΚΗΣΕΙ ΛΑΜΨΑΝΤΑΣ... ΑΘΗΝΟΔΩΡΩ...

Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαῒς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα. Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοὺν ὁ θεοφόρος, τὸ τῆς νηστείας κλέος, Ἀρσένιε Ἀγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος. Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ, Ἀγάθων ἱερόψυχε, Ἀχιλλὰ καὶ Ἀμώη, τὰ ἄνθη τῆς ἐρήμου, Ἀνούβ, καὶ Ἀλώνιε, Ἀμοναθά, καὶ Ἄνθιμε, τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται. Λύχνοι διακρίσεως ἡμῖν, ὑμνείσθω Ἄρης σήμερον, καὶ Ἀπολλὼς ὁ μέγας, ὑπακοῆς δὲ φῶτα, Ἀθρὲ καὶ Ἀκάκιος, τούτοις καὶ Ἀββακύρης, συνεκλάμπει, ὥς τις ἑωσφόρος. Ὄρος πολιτείας ὑψηλῆς, ἀνέφανεν Αὐξέντιος, ἀθλητὴς δὲ ἁγνείας, Ἀβράμιος, ὁ μέγας, μεθ' ὧν Ἀφροδίσιος, στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη, σὺν Ἀθηνοδώρῳ. Λάμπει ὡς ἀστὴρ ἐν οὐρανῷ, ἐν ἀσκηταῖς Ἀμμώνιος καὶ ὁ θεῖος Ἀνίνας· αὐγάζει δὲ σὺν τούτοις, καὶ ὁ μέγας Ἀντίοχος, Ἀγαπητὸς ὁ πάνυ, εἴς τις ἄλλος, σὺν τούτοις αὐγάζει. Ὕμνοις εὐφημοῦμεν ἱεροῖς,...

ΑΣΚΗΣΙΝ ΕΛΟΜΕΝΟΣ...

Ἄσκησιν ἑλόμενος, καὶ κακουχίαν μακάριε, ἐν σπηλαίοις καὶ ὄρεσι, σαυτὸν ἀπεμάκρυνας, φυγαδεύων Πάτερ, καὶ ταῖς θεωρίαις, καὶ ἀναβάσεσι τὸν νοῦν, ἀποκαθαίρων, καὶ καλλυνόμενος, ἐντεῦθεν ἐχρημάτισας, θεῖον δοχεῖον τοῦ Πνεύματος, θεοφόρε πανόλβιε, μοναζόντων τὸ καύχημα. Μάρτυς ἐθελούσιος, καὶ δικαστὴς καὶ κατήγορος, σεαυτοῦ ἐχρημάτισας· πυρὶ γὰρ φλεγόμενος, ἡδονῆς ἀτόπου, πυρὰν λαυροτάτην Πάτερ ἀνάψας σεαυτόν, μέσον εἰσῆξας κατακαιόμενος, ἡ δρόσος δὲ τοῦ Πνεύματος, ἐξ οὐρανοῦ σε ἀνέψυξε, καὶ τὸν σάλον τὸν ἄπειρον, εἰς γαλήνην μετήγαγε. Μέσον κατεσκήνωσας, θαλάσσης Πάτερ τὰ κύματα, ἀποφεύγων τοῦ ὄφεως, κἀκεῖ δὲ σοι θήρατρα ὁ ἐχθρὸς προσάγει τὴν διασωθεῖσαν, ἐκ τρικυμίας χαλεπῆς, θηρσὶ δὲ αὖθις προσεποχούμενος, τῇ χέρσῳ προσεπέλασας, καὶ τὸν ἀγῶνα ἐτέλεσας, ξενιτεύων θλιβόμενος, θεοφόρε πανόλβιε.

ΑΝΤΩΝΙΟΥ ΤΟ ΠΡΑΟΝ

Ἀντωνίου τὸ πρᾶον καὶ καθαρόν, Εὐθυμίου τὸ μέγα καὶ θαυμαστόν, Παύλου Ἀρσενίου τε, τὸ ἀμιγὲς καὶ ἡσύχιον, Θεοκτίστου τὸ κλέος, καὶ τῶν λοιπῶν Ὁσίων, ἁπάντων τὰ τάγματα, οἱ πιστοὶ δοξάσωμεν, καὶ συνευφημήσωμεν, ἐν ᾠδαῖς σὺν τούτοις, Εὐπραξίαν τὴν παρθένον, σὺν πάσαις ὑμνήσωμεν, γυναικῶν ταῖς θεόφροσι, καὶ συμφώνως βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

ΤΟΙΣ ΤΟΥ ΒΙΟΥ ΤΕΡΠΝΟΙΣ ΕΝΗΤΕΝΙΣΑ...

Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένισα, λογισμοῖς θεωρῶν τὰ γινόμενα, καὶ μετρήσας αὐτῶν τὰ ἐπώδυνα, τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα, ὑμᾶς δὲ μόνους ἐμακάρισα, τοὺς μερίδα καλὴν ἐπιλεξαμένους, τὸ παθεῖν τῷ Χριστῷ, καὶ μένειν σὺν αὐτῷ, καὶ συμψάλλειν ἀεὶ τῷ Προφήτῃ Δαυΐδ, Ἀλληλούϊα.

ΤΑΙΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΑΣΤΡΑΠΑΙΣ...

Ταῖς τῶν πατέρων ἀστραπαῖς καταυγασθέντες, ὡς εἰς Παράδεισον τερπνὸν νῦν εἰσιόντες, τῆς τρυφῆς τοῦ χειμάρρου καταπολαύσωμεν, καὶ τούτων τὰς ἀριστείας θαμβητικῶς, σκοποῦντες ἀμιλληθῶμεν ταῖς ἀρεταῖς, τῷ Σωτῆρι κραυγάζοντες· Εὐχαῖς αὐτῶν ὁ Θεός, μετόχους ἡμᾶς ποίησον, οὐρανῶν Βασιλείας σου.

.... TΙΣ ΕΞΕΙΠΟΙ ΓΗΓΕΝΩΝ, ΤΟΥΣ ΘΑΥΜΑΣΤΟΥΣ.... ΤΙΜΩΝΤΩΝ ΥΜΑΣ...

Δεῦτε ἅπαντες πιστοί, τὰς τῶν ὁσίων Πατέρων, χορείας ὑμνήσωμεν, Ἀντώνιον τὸν Κορυφαῖον, τὸν φαεινὸν Εὐθύμιον, καὶ ἕκαστον, καὶ πάντας ὁμοῦ, καὶ τούτων ὥσπερ Παράδεισον, ἄλλον τρυφῆς, τὰς πολιτείας νοητῶς διεξερχόμενοι, τερπνῶς ἀνακράξωμεν. Ταῦτα τὰ ξύλα, ἃ ἐφύτευσεν ὁ Θεὸς ἡμῶν, τὰ αὐτά, τοὺς ἀφθάρτους καρπούς τῆς ζωῆς ἐξανθήσαντα, προσήγαγον τῷ Χριστῷ, ἐκτρέφοντα ἡμῶν τὰς ψυχάς, πρὸς οὓς βοήσωμεν· θεοφόροι μακάριοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς. Χαῖρε Αἴγυπτε πιστή, χαῖρε Λιβύη ὁσία, χαῖρε Θηβαῒς ἐκλεκτή, χαῖρε πᾶς τόπος, καὶ πόλις καὶ χώρα, ἡ τοὺς πολίτας θρέψασα, τῆς Βασιλείας τῶν οὐρανῶν, καὶ τούτους ἐν ἐγκρατείᾳ, καὶ πόνοις αὐξήσασα, καὶ τῶν ἐπιθυμιῶν, τελείους ἄνδρας τῷ Θεῷ, ἀναδείξασα, οὗτοι, φωστῆρες τῶν ψυχῶν ἡμῶν ἀνεφάνησαν, οἱ αὐτοὶ τῶν θαυμάτων τῇ αἴγλῃ, καὶ τῶν ἔργων τοῖς τέρασιν, ἐξέλαμψαν νοητῶς, εἰς τὰ πέρατα ἅπαντα. Αὐτοῖς βοήσωμεν· Πατέρες παμμακάριστοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς. Τίς ἐξείποι γηγενῶν, τοὺς θαυμαστοὺς ὑμῶν βίους, Πατέρες παγκόσμιοι; ποία δὲ ...

ΤΑΣ ΙΑΣΕΙΣ, ΨΥΧΩΝ ΤΕ ΚΑΙ ΣΩΜΑΤΩΝ... ΔΟΞΑΖΩ ΕΙΣ ΑΙΩΝΑΣ...

Τὰς ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, ὡς ἐκ κρήνης, τῆς λάρνακος βρυούσης, τῶν Ἀθλοφόρων πίστει ἀρυσώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τούς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα. Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.

ΤΗΝ ΤΩΝ ΠΑΤΕΡΩΝ ΑΠΑΝΤΕΣ ΠΛΗΘΥΝ...

Τὴν τῶν Πατέρων ἅπαντες πληθύν, ὁσίως ἀσκήσασαν, ἐν ᾠδαῖς ἐγκωμιάσωμεν πιστοί, τοὺς Ἱεράρχας δὲ Χριστοῦ, εὐφημήσωμεν ᾄσμασι, θεοφρόνως ὁμοψύχως ἀδελφοί· ἐν ἐγκρατείᾳ γὰρ ἔζησαν, καὶ ἐν νηστείᾳ καθαρᾷ, καὶ τοῦ Χριστοῦ κατετράνωσαν, τὸ Εὐαγγέλιον ἡμῖν, μεθ' ὧν ἀνυμνήσωμεν, Γυναικῶν τὰς θεοφόρους καὶ λαμπράς, τὴν αὐτῶν πολιτείαν, θεοπρεπῶς ζηλοῦντες ἐν ψυχῇ, ἵνα εὕρωμεν ἐκεῖ, πλημμελημάτων τὴν συγχώρησιν. Τοὺς ἐν ἀσκήσει λάμψαντας φαιδρῶς, ὁσίως τε ζήσαντας, εὐφημήσωμεν ἐνδόξως ἀδελφοί, ὡς βιοτεύσαντας καλῶς, πρὸς ζωὴν τὴν αἰώνιον, εὐσεβῶς μετοικισθέντας ἐν χαρᾷ, πρὸς λῆξίν τε τὴν ἀνώλεθρον, καὶ μακαρίαν τὴν ἐκεῖ, δι' ἀρετῆς καὶ σεμνότητος, εὐθυδρομήσαντας ἰδού, ἀξίως τιμήσωμεν, ὅπως τύχωμεν ἐλέους ἐκ Θεοῦ, τῇ αὐτῶν παρακλήσει, καὶ αἰωνίου δόξης καὶ χαρᾶς, καὶ ῥυσθῶμεν τῶν ἐκεῖ, ἀπαραιτήτων κολάσεων. Ἱεραρχῶν ἁπάντων ὁ χορός, Δικαίων ὁμήγυρις, Ἀσκητῶν τε καὶ ὁσίων Γυναικῶν, τῶν βιωσάντων εὐσεβῶς, δυσωπηθέντες χάριτι· Ἱκετεύσατε τὸν μόνον ἀγαθόν, καὶ πανοικτίρμονα Κύριον, τοῦ...

ΟΛΒΟΣ ΑΚΕΝΩΤΟΣ, ΠΙΣΤΩΝ ΤΗΝ ΛΑΡΝΑΚΑ... ΔΙΑ ΠΙΣΤΕΩΣ...

Ὄλβος ἀκένωτος, πιστῶν τὴν λάρνακα προκατέλαβε, τῶν ὑπὲρ Κυρίου ἀθλησάντων εὐσεβῶς· δεῦτε οἱ πιστοὶ μαρτυρικῶς τούτοις ᾄσωμεν, καρπούμενοι τὰς ἰάσεις τῶν ψυχῶν, καὶ σωμάτων διὰ πίστεως.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΡΤΙΝΙΑΝΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ. Στίχοι Μαρτινιανός, σαρκικὴν σβέσας φλόγα, Φεύγει τελευτῶν μὴ τελευτῶσαν φλόγα. Ἐν τριτάτῃ δεκάτῃ δέμας ἐξέδυ Μαρτινιανός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Μαρτύρων, Ἀκύλα καὶ Πρισκίλλης. Στίχοι Τμηθὲν γύναιον, Ἀκύλας φησί, βλέπων, Οὐκ ἀνδριοῦμαι πρὸς τομὴν ἀνὴρ κάρας; Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐλογίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Στίχοι Ψυχὴν δίδωσιν Εὐλόγιος Κυρίῳ Βοῶν πρὸς αὐτήν, Κύριον σὸν εὐλόγει. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Πατὴρ καὶ Υἱὸς σταυρωθέντες τελειοῦνται. Στίχοι Πατὴρ σὺν Υἱῷ σταυρικὸν πάσχει πάθος, Ὑπὲρ Πατρός, τοῦ δόντος Υἱὸν εἰς πάθος. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.