ΕΥΛΟΓΗΤΟΣ ΚΥΡΙΟΣ, Ο ΘΕΟΣ ΤΟΥ ΙΣΡΑΗΛ....ΙΕΡΕ ΤΙΜΟΘΕΕ...
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».
Ἁγιωσύνης τέμενος, κατανύξεως πηγή, συμπαθείας ῥεῖθρον, ἀνεδείχθης Σοφέ, ἀγάπης τὸ ἄπειρον πέλαγος, Κυρίου θεράπων ἀψευδής, καὶ οὐρανοπολίτης, καὶ Ἀγγέλων σύσκηνος, καὶ θαυμάτων βρύσις.
Κατακαυχᾶσθαι ἔλεον, Πάτερ κρίσεως εἰδώς, οὐ παρεῖδες ξένον, ἀλλὰ πᾶσι χρηστῶς, τὰ σπλάγχνα διήνοιξας Ὅσιε, πατὴρ χρηματίσας ὀρφανῶν, καὶ τῶν χηρῶν προστάτης, καὶ γυμνῶν ἀμφίασις, καὶ τροφὴ πεινώντων.
Ἀπὸ τῆς γῆς ἐχώρησας, πρὸς τὸν οὐρανόν, ἔνθα εἶχες ἔτι περιὼν ἐν σαρκί, καλῶς τὸ πολίτευμα Ὅσιε, ἡμῖν ἱλασμόν ἁμαρτιῶν, πρεσβεύων δωρηθῆναι, τοῖς πιστῶς τιμῶσί σου, τὴν Ἁγίαν μνήμην.
Ῥεῖθρα ἡμῖν ἑκάστοτε, ἡ τιμία σου σορός, ἰαμάτων Πάτερ ἀναβλύζει, παθῶν ἐκχύσεις παντοίων ξηραίνοντα, καὶ πᾶσαν ἀρδεύοντα ψυχήν, πρὸς εὐκαρπίαν θείαν, ἱερὲ Τιμόθεε, τοῦ Χριστοῦ θεράπον.