Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 24 Φεβρουαρίου 2010

ΧΑΙΡΟΙΣ Η ΙΕΡΑ ΚΕΦΑΛΗ, ΚΑΙ ΦΩΤΟΦΟΡΟΣ ΚΑΙ ΑΓΓΕΛΟΙΣ ΑΙΔΕΣΙΜΟΣ

Χαίροις ἡ Ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοῖς ἐλεγμοῖς, ἀσελγείας αἶσχος διακόψασα, πηγὴ ἡ τοῖς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα, ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα, καὶ τὴν πτῆσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦτον σκηνώσασαν, τῆς Παλαιᾶς τε καὶ Νέας, ἡ μεσιτεύσασα χάριτος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στάμνῳ ἐγκεκρυμμένη ποτέ, ἡ τοῦ Προδρόμου κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδοθεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμάτων ῥεῖθρα ἀναβλύζουσα· καὶ γὰρ ἐν τοῖς ὕδασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νῦν στεγάζοντος ὕδασι, καὶ ὀμβρίζοντος τοῖς βροτοῖς θείαν ἄφεσιν. Ταύτην οὖν μακαρίσωμεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσωπούσης, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Κάρα ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοίας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα, ἡ πρὶν τοῦ Ἡρῴδου, παρανομίαν ἐλέγξασα, καὶ διὰ τοῦτο, ἐκτμηθεῖσα τοῦ σώματος, τὴν χρόνιον, ὑποστᾶσα κατάκρυψιν, ὥσπερ φωτοφανὴς ἡμῖν, ἀνέτειλεν ἥλιος. Μετανοεῖτε βοῶσα, καὶ τῷ Κυρίῳ προστίθεσθε, ψυχῆς κατανύξει, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.