ΤΩ ΘΕΙΩ ΦΕΓΓΕΙ ΣΟΥ ΑΓΑΘΕ... ΕΥΦΡΑΙΝΟΝΤΑ...
Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».
Οὐκ ἔφυς κάλαμος Βαπτιστά, ταῖς πειραστικαῖς τοῦ δυσμενοῦς, αὔραις ἀεὶ ῥιπιζόμενος, πύργος δὲ τοῦ θείου λαοῦ ἀκράδαντος· δυνάμει Ἠλιοὺ γὰρ ὤφθης καὶ πνεύματι.
Ὁ τὴν Θεότητα ἀθετῶν, καὶ κατασμικρύνων τὴν δόξαν, τοῦ ὑπὸ σοῦ βαπτισθέντος Χριστοῦ, τήν τε θείαν χάριν σοῦ νοσφιζόμενος, ἐνδίκως περιβόλων θείων ἀπείργεται.
Ἀφθόνου ἤνοιξας σὺ πηγῆς, πύλην τοῖς ὑμνοῦσί σε ἡμῖν, πόθῳ ἀοίδιμε Πρόδρομε, χάριτος τῆς θείας βλυζούσης νάματα, καὶ ῥεῖθρα ἰαμάτων πάντας εὐφραίνοντα.