Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούλιος, 2013

ΚΑΙ ΖΩΝ ΕΥΔΟΚΙΜΟΣ ΩΦΘΗΣ

Καὶ ζῶν Εὐδόκιμος ὤφθης, κατὰ παθῶν παντοδαπῶν, καὶ νῦν εἰσέτι ὑπάρχεις, πηγὴ θαυμάτων τηλαυγής, ἐξ ἧς καθαίρονται πάθη, ψυχῶν ὁμοῦ καὶ σωμάτων.

ΙΣΧΥΪ ΡΩΝΝΥΜΕΝΟΣ

Ἰσχύϊ ῥωννύμενος, τοῦ Ζωοδότου, σαρκὸς κατεκράτησας, ὀρέξεων Πανόλβιε, καὶ νοῦν ἀνεπτέρωσας πρὸς τὰ οὐράνια, μέλπων συντονώτατα, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Σαυτὸν ἐξευγένισας, εὐγενεστάτους, τοὺς τρόπους κτησάμενος, νοὸς ἀκεραιότητι, μελέτῃ σχολάζων δέ, τῶν θεοπνεύστων Γραφῶν, ὅλην σου τὴν ἔφεσιν Θεῷ, τῷ παντεπόπτῃ Μάκαρ ἀνέτεινας. Τὰ ἄνω βασίλεια, τὴν ἄνω πόλιν, Θεοῦ τὸν Παράδεισον, Δικαίων τὴν ἀπόλαυσιν, τρυφὴν τὴν ἀνόθευτον, ὄλβον τὸν ἄσυλον, φέγγος τὸ ἀνέσπερον εὑρεῖν, κατηξιώθης Μάκαρ Εὐδόκιμε. Ῥεόντων τὸ ἄστατον κατανοήσας, ψυχῆς τὰ κινήματα, Θεὸν πρὸς μόνον ἴθυνας, ἐξ οὗ ἐλλαμπόμενος θείαις λαμπρότησι, βίου τὰ προσκόμματα Σοφέ, ἀνεμποδίστως ὄντως παρέδραμες.

Ο ΕΠΙ ΘΡΟΝΟΥ ΧΕΡΟΥΒΙΜ ΚΑΘΕΖΟΜΕΝΟΣ

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου σαρκικῶς, ὁ Θεός γάρ· ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

ΙΔΕΙΝ ΕΦΙΕΜΕΝΟΣ, ΤΗΝ ΔΟΞΑΝ ΤΟΥ ΘΕΟΥ ΗΜΩΝ

Ἰδεῖν ἐφιέμενος, τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, ἀρετῶν εὐμορφίᾳ σαυτὸν ἐκάλλυνας, καὶ λαμπαδηφόρος εἰσῆλθες εἰς φωτεινούς, νυμφῶνας Ἀγγέλων, συνὼν τῷ Δεσπότῃ σου, ἀπολαύων τῆς θεώσεως. Ὡς ὄρθρος ὡς ἥλιος, ἀνέτειλεν ἡ μνήμη σου, τὰς ἐν ζόφῳ καρδίας καταφωτίζουσα· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, ὡς ἀληθῶς υἱὸς ἐγνωρίσθης, θεόφρον Εὐδόκιμε· διὰ τοῦτό σε γεραίρομεν. Σοφίᾳ κοσμούμενος, καὶ γνώσει λαμπρυνόμενος, ταπεινώσει καρδίας ὡραϊζόμενος, ὕψει πολιτείας ἐμπρέπων, πρὸς νοητάς, ἐπέβης ἐπαύλεις, μεθ' ὧν ἡμῶν μνήσθητι, τῶν τιμώντων σε Εὐδόκιμε. Ἡμέραν ἑορτιον, καὶ ὠφελείας πρόξενον, τὴν σεπτήν σου τελοῦμεν ἐκ γῆς μετάστασιν· σὺ γὰρ τοῦ Κυρίου θεράπων, καὶ τῶν αὐτοῦ, ἐντολῶν ἐργάτης, ὤφθης ἀνεπαίσχυντος, ἀξιάγαστε Εὐδόκιμε.

ΕΥΔΟΚΙΜΗΣΑΣ ΑΓΑΘΑΙΣ ΕΡΓΑΣΙΑΙΣ

Εὐδοκιμήσας ἀγαθαῖς ἐργασίαις, ἐδοκιμάσθης ὡς χρυσὸς ἐν καμίνῳ, τοῖς πειρασμοῖς Εὐδόκιμε ἀοίδιμε· ὅθεν μετὰ θάνατον, ἀναβλύζεις πλουσίως, θαύματα ὡς νάματα, καὶ νοσήματα παύεις, ὑπὲρ ἡμῶν ἀεὶ ἐκδυσωπῶν, ὅπως πταισμάτων συγχώρησιν λάβωμεν.

ΕΚ ΓΗΣ Ο ΚΑΛΕΣΑΣ ΣΕ

Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε· σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

ΥΨΗΛΟΝ ΤΟΝ ΒΙΟΝ ΕΣΧΗΚΩΣ, ΚΑΙ ΤΑΙΣ ΑΝΑΒΑΣΕΣΙ

Ὑψηλον τὸν βίον ἐσχηκώς, καὶ ταῖς ἀναβάσεσι, ταῖς θεϊκαῖς ὁλολαμπὴς γενόμενος, φωτισμὸν μοι αἴτησαι, εὐφημοῦντί σου, τὰ σεπτὰ προτερήματα, οἷς εὐδοκιμήσας, ἔτυχες ὧν ἤλπισας Εὐδόκιμε. Μυριπνόους στέργων διδαχάς, καὶ ταῖς ἀναπτύξεσι, τῶν ἱερῶν, Γραφῶν ἐνασχολούμενος, ἡδονῶν ἐξέκλινας, Παμμακάριστε, τὸ δυσῶδες καὶ ἄτιμον, καὶ εὐωδιάσθης, θείαις ἀρεταῖς καλλωπιζόμενος. Νυσταγμὸν βλεφάρων ἐκ ψυχῆς, Μάκαρ ἀπεδίωξας, ἐπαγρυπνῶν καὶ Θεῷ συγγινόμενος, ταῖς παννύχοις στάσεσι, μὴ καμπτόμενος ταῖς ἀνάγκαις τῆς φύσεως· ὅθεν πρός ἡμέραν, ὄντως τὴν ἀνέσπερον κατήντησας.

ΣΥΜΠΑΣΑ ΦΥΣΙΣ ΑΝΘΡΩΠΩΝ

Σύμπασα φύσις ἀνθρώπων νῦν προεόρταζε, χαρμονικῶς καὶ σκίρτα· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, μέλλει προτεθῆναι πᾶσι πιστοῖς, ἰατρεῖον ἀδάπανον, καὶ νοσημάτων λυτήριον καὶ παθῶν, καὶ παντοίων περιστάσεων. Δεῦτε κατίδωμεν ξένον πιστοὶ τεράστιον, πῶς τοῦ Σταυροῦ τὸ ξύλον, καταπαύει φλογώσεις, κοιμίζει ἀλγηδόνας, πάθους παντός, ἀπαλλάττει τοὺς κάμνοντας. Προεορτάσωμεν τοίνυν, καὶ τῇ αὐτοῦ, προελεύσει νῦν σκιρτήσωμεν. Ζῶντες ὁμοῦ καὶ θανόντες προευτρεπίσθητε· τῆς γὰρ ζωῆς τὸ ξύλον, τὸ τὸν ᾍδην νεκρῶσαν, ὁ φύλαξ τῶν ἀνθρώπων, ἡ τῶν νεκρῶν ἐξανάστασις ἔρχεται, πᾶσι τήν ἄφθονον χάριν νῦν παρασχεῖν, τοῖς αἰτοῦσι μετὰ πίστεως. Μακαριώτατον τέλος εὗρες Εὐδόκιμε, εὐδοκιμήσας θείαις, ἀρεταῖς φερωνύμως, καὶ κόσμου ταῖς ἀπάταις μὴ συγχωσθείς, ἀλλὰ λάμψας φαιδρότερον, τῶν τοῦ ἡλίου ἀκτίνων καὶ τῶν πιστῶν, καταυγάσας τὰ συστήματα. Ἡ ἐλεήμων καρδία καὶ εὐσυμπάθητος, ὁ τῆς ἀγάπης λύχνος, ὀρφανῶν ὁ προστάτης, γυμνῶν καὶ πενομένων ὁ σκεπαστής, σωφροσύνης τὸ ἄγαλμα, τῶν ἐντολῶν τοῦ Κυρίου ὁ πληρωτής, ...

ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΕΥΔΟΚΙΜΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου. Τὸν θεῖον Εὐδόκιμον, ᾧ βίος γέλως, Τὸ θεῖον εὐδόκησεν ἐκστῆναι βίου. Δέχνυται Εὐδόκιμον πρώτῃ τάφος ἐν τριακοστῇ. Ὁ ἅγιος Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι δώδεκα μάρτυρες οἱ Ῥωμαῖοι ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τοῦ ἐν Βλαχέρναις, ἔνθα ἀπόκειται ἡ Ἁγία Σορός. Καὶ προεόρτια τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἤτοι ἡ ἐξέλευσις αὐτοῦ ἐκ τοῦ βασιλικοῦ Παλατίου εἰς τὴν πόλιν. Οἴκου προελθών, Σταυρὸς τῶν Βασιλέων, Οἴκοις ἑορτὰς προξενεῖ τοῖς ἐν πόλει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΑΤΡΟΙ ΨΥΧΩΝ ΤΕ, ΚΑΙ ΣΩΜΑΤΩΝ

Ἰατροὶ ψυχῶν τε, καὶ σωμάτων γεγόνατε σωτήριοι, πνευματικοῖς φαρμάκοις ἐκκαθαίροντες, τοὺς νοσοῦντας καὶ ὑγιεῖς, δεικνῦντες ἀμφοτέρωθεν, θεοφεγγεῖς Ἀπόστολοι· ὅθεν ἀξίως μακαρίζεσθε. Ὤφθητε τῇ ζέσει, τοῦ Πνεύματος ἀνάπτοντες ὡς ἄνθρακες, καὶ τὸν κρυμὸν τῆς πλάνης διελύσατε, καὶ καρδίας τὰς πηγνυμένας πίστει κατεθάλψατε, καὶ πρὸς τὸ ἔαρ Πάνσοφοι, τῆς σωτηρίας ὡδηγήσατε. Στησώμεθα χορείαν, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν δοξάζοντες, Σιλουανὸν καὶ Σίλαν καὶ Ἀνδρόνικον, καὶ τὸν μέγαν Ἐπαινετόν, καὶ Κρήσκεντα τὸν πάνσοφον, ὡς ἀληθείας κήρυκας, καὶ πρεσβευτὰς ἡμῶν ὑπάρχοντας. Ἡ ἁγιωτάτη καὶ πλήρης, χαρισμάτων θείου Πνεύματος, καὶ ἱερὰ καὶ ὄντως ἀξιέπαινος, ὑμῶν μνήμη θεουργικαῖς, ἀκτῖσι καταυγάζουσα, τῶν εὐσεβῶν τὸ πλήρωμα, ὑμνεῖν ὑμᾶς σοφοὶ προτρέπεται.

ΟΥΚ ΕΔΩΚΑΝ ΥΠΝΟΝ ΟΦΘΑΛΜΟΙΣ

Οὐκ ἔδωκαν ὕπνον ὀφθαλμοῖς, οἱ ἄγρυπνοι τοῦ Λόγου ὑπηρέται, ἕως οὗ ὕπνου βαρέος πιστούς, πλάνης ἐλυτρώσαντο, καὶ φωτὸς καὶ ἡμέρας, υἱοὺς ἐναπέδειξαν. Γενόμενοι ἅρμα τοῦ Θεοῦ, ἐκτήσασθε αὐτὸν ἡνιοχοῦντα, πρὸς ἐπουράνιον νύσσαν ἡμᾶς, Ἀπόστολοι ἔνδοξοι, καὶ τὰ ἅρματα πάντα τῆς πλάνης συντρίβοντα. Ὁ πάνσοφος Σίλας ὡς Χριστοῦ, διάκονος ἀξίως ἐπαινείσθω, καὶ σὺν αὐτῷ δοξαζέσθω πιστῶς, Κρήσκης καὶ Ἀνδρόνικος, οἱ φωστῆρες, οἱ πάντα τὰ ἔθνη φωτίσαντες.

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΕΚ ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ, ΣΙΛΑ, ΣΙΛΟΥΑΝΟΥ, ΚΡΗΣΚΕΝΤΟΣ....

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου. Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός, Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα. Πέντ' ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίττης τῆς ἐκ Καισαρείας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ'

ΡΗΜΑΣΙΝ ΕΠΟΜΕΝΟΙ ΤΟΙΣ ΣΟΙΣ

Ῥήμασιν ἑπόμενοι τοῖς σοῖς, σὲ μακαρίζομεν θεομακάριστε, μακαριότητος ἔνθεον, εὑρηκότες σε ὑπόθεσιν, τὴν τὸν μακάριον ἡμῖν, Λόγον γεννήσασαν, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΚΑΙ ΘΑΝΟΥΣΑ ΖΩΗΡΟΝ

Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ διαθήκης τῆς αὐτοῦ, κληρονόμος ἠξίωσαι, Θεοδότη φρουροῦσα, τοὺς πόθῳ ὑμνοῦντάς σε.

ΗΔΟΝΗΣ ΜΟΙ ΠΡΟΞΕΝΑ

Ἡδονῆς μοι πρόξενα, τὰ τῶν κολάσεων ὑπάρχουσι φόβητρα· οὐ γὰρ πῦρ οὐ, μάστιγες, τοῦ ἀληθοῦς ἐραστοῦ μου, ὁ Μάρτυς ἐβόα, χωρίσει με. Νευρούμενος Ἔνδοξε, τῇ συμμαχίᾳ Χριστοῦ, εἰς γῆν τὸν ἀντίπαλον, ἐκπαλαίσας ἔρριψας, καὶ φερωνύμως ἐδείχθης, κατὰ τῶν τυράννων καλλίνικος. Διάβολον ᾔσχυνας, Ἀγγέλους εὔφρανας, τοῖς ἄθλοις σου, Ἔνδοξε, καὶ Χριστῷ ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ μόνος, ὑπάρχων Θεὸς τῶν Πατέρων ἡμῶν.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον»

ΡΟΜΦΑΙΑΙ, ΑΙ ΤΟΥ ΕΧΘΡΟΥ

Ῥομφαῖαι, αἱ τοῦ ἐχθροῦ εἰς τέλος ἐξέλιπον· νῦν γὰρ νεάνιδες τοῦτον, καὶ παρθένοι κόραι καταπατοῦσι, τῇ δυνάμει, τῇ τοῦ Σταυροῦ προδήλως ῥωννύμεναι. Τὴν πτῶσιν, τῆς προμήτορος Εὔας ἀνώρθωσαν, αἱ θυγατέρες αἱ ταύτης, τοῖς τῆς νίκης ἄθλοις στεφανωθεῖσαι, καὶ ποικίλα, περιφανῶς ἐγείρασαι τρόπαια. Ὑπέστης, τὴν τοῦ πυρὸς δριμύτητα πάνσοφε, τοῦ σοῦ νυμφίου τῷ πόθῳ, Θεοδότη μάρτυς πυρπολουμένη, καὶ τὴν φλόγα, τῆς ἀπάτης ἀνδρείως κατέσβεσας.

ΙΛΕΩΝ ΓΕΝΕΣΘΑΙ ΘΕΟΦΡΟΝ

Ἵλεων γενέσθαι θεόφρον, τὸν σὸν ἀθάνατον Νυμφίον, ὑπὲρ τῶν ὑμνούντων σε πόθῳ, δυσώπει Μάρτυς ἀξιοθαύμαστε, διὰ παντὸς ἐκλάμπουσα, ταῖς λαμπηδόσι ταῖς τῆς χάριτος. Βήματι παρέστηκας ὄντως, σὺν παρρησίᾳ τοῦ Δεσπότου, οἷα εὐσεβής τε καὶ Μάρτυς, δι' ἀμφοτέρων εὐαρεστήσασα, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, καὶ πλουτοδότως στεφανώσαντι. Ὅλη εἶ καλὴ Θεοδότη, πεποθημένη τῷ Δεσπότῃ· ὅλη φωτοφόρος ὑπάρχεις, καὶ μῶμος ὅλως Μάρτυς οὐκ ἔστιν ἐν σοί· σὺ γὰρ διπλαῖς ταῖς χάρισι, διαφερόντως κεχαρίτωσαι.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΑΛΛΙΝΙΚΟΥ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΤΗΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου, καὶ τῆς Ἁγίας Μάρτυρος Θεοδότης. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Καλλινίκου Βληθεὶς ὁ Καλλίνικος ἐν τῇ καμίνῳ, Τὸ νικοκαλὲς εὗρε καὶ θεῖον στέφος. Εἰκάδι ἀμφενάτῃ φλὸξ Καλλίνικον κατέδαψε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Θεοδότης, καὶ τῶν τέκνων αὐτῆς. Θεῷ δοτὴν τίθησι τὴν Θεοδότην. Τὸ πῦρ καμίνου σὺν τρισὶ τέκνοις φίλοις. Οἱ ἅγιοι μάρτυρες πατὴρ καὶ μήτηρ μετὰ δύο τέκνων αὐτῶν, πυρὶ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων μαρτύρων Μάμαντος καὶ Βασιλίσκου, ἐν τοῖς Δαρείου, καὶ τῶν Ἁγίων Βενιαμὶν καὶ Βηρίου, πλησίον τῶν Παλατίων τοῦ Ἑβδόμου. Καὶ μνήμη τοῦ μακαρίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ Κωνσταντίνου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τοῦ εὐσεβοῦς Βασιλέως Θεοδοσίου τοῦ Νέου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον

ΩΡΑΘΗΤΕ ΣΚΕΥΗ ΤΟΥ ΛΟΓΟΥ

Ὡράθητε σκεύη τοῦ Λόγου, πᾶσαν χωρήσαντα τὴν αἴγλην, πρόκριτοι σεπτοὶ Διακόνων, Ἁγίων χρείαις διακονήσαντες, καὶ σὺν τῷ Λόγῳ πάνσοφοι, δόξης ἀρρήτου ἀπολαύοντες. Σήμερον ἡ σύμπασα κτίσις, ὑμῶν τὴν μνήμην ἑορτάζει, Τίμων, Παρμενᾶ καὶ Νικάνορ, σὺν τῷ Προχόρῳ τῷ χριστοκήρυκι, ἀξίως μακαρίζουσα, ὑμᾶς θεόπται παμμακάριστοι. Ἤρθητε πρὸς μέγιστον κλέος, ὡς Μαθηταὶ Θεοῦ τοῦ Λόγου, καὶ σὺν Ἀποστόλων χορείαις, καὶ ἀσωμάτων νῦν ἐπαγάλλεσθε, μεθ' ὧν ἀεὶ πρεσβεύσατε, ἐλεηθῆναι ἡμᾶς ἔνδοξοι.

ΩΡΑΘΗΤΕ ΣΚΕΥΗ ΤΟΥ ΛΟΓΟΥ

Ὡράθητε σκεύη τοῦ Λόγου, πᾶσαν χωρήσαντα τὴν αἴγλην, πρόκριτοι σεπτοὶ Διακόνων, Ἁγίων χρείαις διακονήσαντες, καὶ σὺν τῷ Λόγῳ πάνσοφοι, δόξης ἀρρήτου ἀπολαύοντες. Σήμερον ἡ σύμπασα κτίσις, ὑμῶν τὴν μνήμην ἑορτάζει, Τίμων, Παρμενᾶ καὶ Νικάνορ, σὺν τῷ Προχόρῳ τῷ χριστοκήρυκι, ἀξίως μακαρίζουσα, ὑμᾶς θεόπται παμμακάριστοι. Ἤρθητε πρὸς μέγιστον κλέος, ὡς Μαθηταὶ Θεοῦ τοῦ Λόγου, καὶ σὺν Ἀποστόλων χορείαις, καὶ ἀσωμάτων νῦν ἐπαγάλλεσθε, μεθ' ὧν ἀεὶ πρεσβεύσατε, ἐλεηθῆναι ἡμᾶς ἔνδοξοι.

ΙΔΟΥ ΘΕΗΓΟΡΩΝ ΑΙ ΦΩΝΑΙ

Ἰδοὺ θεηγόρων αἱ φωναί, πέρας ἐδέξαντο, ἀποτεκούσης σου, τὸν ὑπερούσιον Κύριον, ὑπ' ἐκείνων τὸν δηλούμενον, εἰς σωτηρίαν τῶν πιστῶν θεοχαρίτωτε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΙΛΥΟΣ ΕΡΡΥΣΑΣΘΕ ΠΑΘΩΝ

Ἰλύος ἐρρύσασθε παθῶν, καὶ ματαιότητος, τοὺς πειθαρχήσαντας, ὑμῶν διδάγμασι Πάνσοφοι, καὶ πρὸς ὕψος τούτους γνώσεως, ἀνεβιβάσατε Θεῷ, εὐαρεστοῦντας καλῶς καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὁ θεῖος τιμάσθω Παρμενᾶς, ἐνθέοις ᾄσμασιν, ἅμα τῷ Τίμωνι, καὶ ὁ πανεύφημος Πρόχορος, καὶ Νικάνωρ ὁ θαυμάσιος, ὡς μαθηταὶ τοῦ Ἰησοῦ, καὶ πλουτισταὶ τῶν ἐθνῶν, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὑμᾶς μετὰ Πέτρον καὶ λοιπούς, προκρίτους Κύριος, μαθητὰς εἵλετο, συνταττομένους μὲν Ἔνδοξοι, τοῖς λεχθεῖσιν Ἑβδομήκοντα, ἐκλελεγμένους δὲ καλῶς, ὡς πλήρεις πίστεως τῶν Ἁγίων, διακονῆσαι ταῖς χρείαις πανεύφημοι.

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΑΙ ΔΙΑΚΟΝΩΝ ΠΡΟΧΟΡΟΥ, ΝΙΚΑΝΟΡΟΣ, ΤΙΜΩΝΟΣ ΚΑΙ ΠΑΡΜΕΝΑ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. Τετρὰς Μαθητῶν, τοῦ θεανθρώπου Λόγου, Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ. Εἰκάδι ὀγδοάτῃ Μυστῶν ξυνελήλυθε τετράς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ μονῇ τοῦ Χρυσοβαλάντου. Ἡ ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται. Ὁ ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΝ ΒΥΘΩ ΚΑΤΕΣΤΡΩΣΕ

«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται». Ὡς ὡραίαν ὡς περικαλῆ, ὅλην ὡς ἀμώμητον, ἐν γυναιξὶ Θεὸς σε ἐκλεξάμενος, σοῦ τὴν μήτραν ᾤκησε, τὴν ἀμώμητον, ὃν δυσώπει Πανάμωμε, μώμου ἐγκλημάτων, ἅπαντας ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε. Ψαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν, οἷά περ Βασίλισσα, τοῦ ἐκ τῆς σῆς νηδύος ἀναλάμψαντος, Βασιλέως ἕστηκας· ὃν ἱκέτευε, δεξιὸν παραστάτην με, δεῖξαι ἐν ἡμέρα, τῆς ἀνταποδόσεως Θεόνυμφε. Χερσωθεῖσαν φύσιν τῶν βροτῶν, πᾶσιν ἀτοπήμασι, τὸν ὑετὸν τεκοῦσα τὸν οὐράνιον, ὅλην ἀνεκαίνισας. Ἀλλὰ δέομαι, τῆς ψυχῆς μου τὴν αὔλακα, ἀποχερσωθεῖσαν, δεῖξον καρποφόρον Θεονύμφευτε.

ΩΣ ΣΤΡΑΤΙΩΤΗΝ ΤΟΥ ΧΡΙΣΤΟΥ

Ὡς στρατιώτην τοῦ Χριστοῦ ἀκαθαίρετον, καὶ ἀθλοφόρον οἱ πιστοὶ γενναιότατον, σὲ εὐφημοῦμεν ἅπαντες, Μαρτύρων καλλονὴ πίστει ἑορτάζοντες, τὴν ἁγίαν σου μνήμην, Μάρτυς παναοίδιμε, τοὺς σεπτοὺς δὲ ἀγῶνας, μελῳδικῶς δοξάζομεν σοφέ, καὶ τὸν Σωτῆρα Χριστὸν μεγαλύνομεν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΙΑΜΑΤΙΚΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας, Δι' ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει. Φάσγανον ἑβδομάτῃ λάχεν εἰκάδι Παντελεήμων. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Ἀνθούσης τῆς ὁμολογητρίας, τῆς ἐν τῇ ἁγιωτάτῃ μονῇ τοῦ Μαντινέου. Οἱ ἅγιοι πεντήκοντα τρεῖς μάρτυρες, οἱ ἐκ τῆς Θράκης, ἐν τῇ θαλάσσῃ τελειοῦνται. Ὁ ὅσιος Μανουὴλ ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς ξίφει τελειοῦται. Αὐγὴν ἐφευρὼν σαρκικῶν τυφλὸς λύχνων, Καὶ ψυχικὴν ἤθρησεν αὐγὴν ἐκ ξίφους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥ ΑΝΑΡΓΥΡΟΥ ΤΗΝ ΜΝΗΜΗΝ

Τοῦ Ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς ἰατρείας, εὐσεβῶς ὑμνήσωμεν φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες, ὡς κἀγώ, τοὺς ἑαυτῶν ναούς· ψυχῶν γὰρ καὶ σωμάτων ὁμοῦ τὴν θεραπείαν περέχει. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τόν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.

ΕΝ ΤΑΙΣ ΑΥΛΑΙΣ ΤΟΥ ΚΥΡΙΟΥ

Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι. (Δίς) Ῥήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἑπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν, οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου, οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν. Ἀσκήσει πρώην τὸ σῶμα, τήξασα Ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον· Ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξαι ὦ Παρθενία, Ἀγγέλων συμμέτοχε.

ΙΣΤΑΣΟ ΕΝΑΝΤΙ ΕΧΘΡΩΝ

Ἵστασο ἔναντι ἐχθρῶν, τὸν Χριστὸν ὁμολογῶν παναοίδιμε, ὁμολογήσαντα, ὁμολογίαν ἐπὶ Πιλάτου καλήν, καὶ ἀπαχθεὶς πρὸς τὴν σφαγήν, τὴν γῆν μὲν ἡγίασας, τῷ θείῳ αἵματι, οὐρανοὺς δὲ τῇ ψυχῇ κατελάμπρυνας. Ὤφθητε τρίφωτος λαμπάς, θείου Πνεύματος πυρὶ ἀναπτόμενοι, Ἕρμιππε ἔνδοξε, σὺν Ἑρμοκράτει τῷ Ἑρμολάῳ τε, καταφαιδρύνοντες ψυχάς, πιστῶν θείᾳ χάριτι, καὶ ἐκδιώκοντες, δυσσεβείας τὴν ἀχλὺν παναοίδιμοι. Στόματι ἅπαντες λαμπρῷ, γεγηθότι τε φρονήματι μέλψωμεν, τοὺς Ἀθλοφόρους Χριστοῦ, τὴν θείαν δόξαν ὥσπερ ἱμάτιον, ἐστολισμένους εὐπρεπῶς, καὶ νῦν τὰ οὐράνια, περιπολεύοντας, καὶ θαυμάτων ποταμοὺς ἀναβλύζοντας. Ἥλιε ἄδυτε Χριστέ, Ἑρμολάου ἱεραῖς παρακλήσεσι, Παντελεήμονος, καὶ Ἑρμοκράτους καὶ τῶν συνάθλων αὐτοῦ, μὴ ἀποστήσῃς ἀφ' ἡμῶν, Λόγε τὰ ἐλέη σου, ἀλλὰ συνήθως ἡμᾶς, οἰκτιρήσας τῶν κακῶν ἀπολύτρωσαι.

Ο ΙΕΡΟΣ ΕΡΜΟΛΑΟΣ, ΙΕΡΩΣ ΦΩΤΙΖΟΜΕΝΟΣ, ΤΩ ΔΙ' ΕΥΣΠΛΑΓΧΝΙΑΝ

Ὁ ἱερὸς Ἑρμόλαος, ἱερῶς φωτιζόμενος, τῷ δι' εὐσπλαγχνίαν, δι' ἡμᾶς ὡς πρόβατον, τυθέντι ἀναίμακτον, θυσίαν προσενήνοχε, καὶ σφαγιασθεὶς ὑπὲρ αὐτοῦ ἑκουσίως, εὐπρόσδεκτος θυσία, προσηνέχθη κραυγάζων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Νενεκρωμένος πρόσεισιν, ἀπιστίᾳ τὸ πρότερον, ὁ Παντελεήμων, καὶ τὸ ζῆν δρεψάμενος, σεπτῇ παραινέσει σου, ζωοποιῷ προσκλήσει Χριστοῦ, τὸν θανατωθέντα, ἀναστήσας πρὸς ὕψος, ἀνῆλθε μαρτυρίου, μετὰ σοῦ τὸν Σωτῆρα, δοξάζων εἰς αἰῶνας, Ἑρμόλαε τρισμάκαρ. Ὁ Ἱερὸς Ἑρμόλαος, ὁ παμμέγιστος Ἕρμιππος, καὶ ὁ Ἑρμοκράτης, οἱ στερροὶ ἀδάμαντες, σαρκὸς οὐκ ἐφείσαντο, οὐ τοῖς γλυπτοῖς ἐπέθυσαν, θύματα δεκτὰ δέ, ἑαυτούς τῷ Δεσπότῃ, προσήγαγον βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑπὸ Χριστοῦ ῥωννύμενος, ὁ θεόφρων Ἑρμόλαος, ἀποκεκρυμμένον, γενεαῖς μυστήριον, πιστοῖς ἀπεκάλυπτεν, ἐγκεκρυμμένος φόβῳ ἐχθρῶν, καὶ φανερωθείς, τὸν φανερῶς ὑπὲρ πάντων, τυθέντα Θεὸν Λόγον, καταγγέλλει καὶ θνῄσκει, καὶ ζῇ μετὰ Μαρτύρων, εἰς πάντας...

ΤΟΝ ΝΑΟΝ ΣΟΥ ΠΑΝΣΕΜΝΕ

Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

Η ΤΟΥ ΝΥΜΦΙΟΥ ΣΕ ΦΩΝΗ ΚΑΛΕΣΑΣΑ

Ἡ τοῦ νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

ΟΥΚ ΟΝΤΑΣ ΘΕΟΥΣ ΑΛΛΑ ΨΕΥΔΗ

Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ, ἀπαύστως μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργείᾳ τοῦ ἀχράντου Σταυροῦ, δι' οὗ φραχθεῖσα μυστικῶς, ἐν παρρησίᾳ πολλῇ, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Παρασκευὴ ἡ ἁγνή, τρωθεῖσα ἔφερε, πυρὸς τὴν ἔκκαυσιν κράζουσα· εἰς ὀσμὴν τοῦ θείου μύρου σου, νῦν ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄληκτα, σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θεῖόν σου ὄνομα.

ΛΑΜΠΡΥΝΘΕΙΣ ΤΩ ΑΔΥΤΩ

Λαμπρυνθεὶς τῷ ἀδύτῳ, φωτισμῷ τῆς ἐνθέου πίστεως Ὅσιε, πρὸς φῶς θεογνωσίας, πληθὺν τῶν σῳζομένων, μελῳδοῦσαν ὡδήγησας, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ἀδελφὰ συμφρονοῦντες, Ἑρμοκράτης ὁ μέγας καὶ θεῖος Ἕρμιππος, Ἑρμόλαε παμμάκαρ, σὺν σοὶ τὸ μαρτυρίου, πόμα πίνουσι ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ὀρεκτῶν ἀκροτάτῳ, προσεπέλασας Μάρτυς θέσει θεούμενος, καὶ νῦν μετὰ Μαρτύρων, γηθόμενος κραυγάζεις· τῷ Δεσπότῃ Ἑρμόλαε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ὑπερθέου Τριάδος, ἐκκαιόμενοι πόθῳ, Μάρτυρες Ἔνδοξοι, τὸ πῦρ τῆς ἀθεΐας, αἱμάτων ταῖς ῥανίσι, κατεσβέσατε ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους, καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους. Ἕρμιππος, Ἑρμόλαος ἠδ' Ἑρμοκράτης Ἑρμῆν σέβοντας ᾔσχυναν παρρησίᾳ. Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς. Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον, Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν. Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ. Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Η ΜΗΤΗΡ ΤΗΣ ΜΟΝΗΣ ΘΕΟΤΟΚΟΥ, Η ΣΤΕΙΡΑ ΤΟ ΠΡΙΝ

Ἡ μήτηρ τῆς μόνης Θεοτόκου, ἡ στεῖρα τὸ πρίν, νῦν δὲ προμήτωρ Χριστοῦ, ὥσπερ τῆς στειρώσεως, οὕτω τῆς νεκρώσεως, ἐκδυσαμένη ἔνδυμα, ἐν χώρᾳ ζώντων βοᾷ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Χριστὸς σοι τὰς πύλας ἐκπετάσας, τὰς ἄνω περιχαρῶς καθυπεδέξατο, πύλην ὅτι ἔτεκες, ἣν αὐτὸς διώδευσε, καὶ κεκλεισμένην ἔδειξε, μετὰ τὴν πάροδον, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας. Ἁγίως τὸν βίον ἐκτελοῦσα, Ἁγίας ἀειπαρθένου Μήτηρ γέγονας, ἥτις τὸν πανάγιον, Λόγον ἀπεκύησεν, ἁγιασμὸν καὶ λύτρωσιν ἡμῖν παρέχοντα, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΟΙ ΕΚ ΤΗΣ ΙΟΥΔΑΙΑΣ, ΚΑΤΑΝΤΗΣΑΝΤΕΣ ΠΑΙΔΕΣ

Οἱ ἐκ τῆς ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ. Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

ΠΡΟΓΟΝΩΝ ΧΡΙΣΤΟΥ, ΤΗΝ ΜΝΗΜΗΝ ΕΟΡΤΑΖΟΜΕΝ, ΤΗΝ ΤΟΥΤΩΝ ΠΙΣΤΩΣ

Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ ΝΟΣΗΜΑΤΙ

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας, λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε. Ἐκ γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως, τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα πανσόφως μεταστήσαντα. Ἐδέξατο ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ Πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις, Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες μακαρίζομεν. Ἡ μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας ἡμᾶς φύλαττε.

ΜΝΗΜΗΝ ΤΕΛΟΥΝΤΕΣ ΑΙΣΙΑΝ, ΣΕ ΑΝΥΜΝΟΥΜΕΝ ΧΡΙΣΤΕ...

Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός. (Δίς) Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον. Πρὸς τὰς ἀΰλους χορείας, καὶ τῶν Δικαίων σκηνάς, ἔνθα Ἀγγέλων τάξεις, ἔνθα δῆμος Ἁγίων, χαρὰ ἑορταζόντων ἄγεται νῦν, τῶν Δικαίων τὰ πνεύματα, Ἰωακεὶμ καὶ τῆς Ἄννης, οὓς εὐσεβῶς, εὐφημοῦντες μακαρίσωμεν. Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

ΠΡΟΦΗΤΙΚΩΣ ΣΥΝΕΛΘΩΜΕΝ ΠΑΝΤΕΣ

Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.

ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ, ΜΗΤΡΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης, Ἡ τῶν κυουσῶν μητέρων σωτηρία. Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων. Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους, Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΙΑΙΣ ΕΠΙΓΝΩΣΕΣΙ

Θείαις ἐπιγνώσεσι, τὴν καθαράν σου διάνοιαν, καταυγάσας ὁ Κύριος, ἀγνοίας λυτροῦταί σε, βαθυτάτου σκότους, ἥλιος ὑπάρχων, δικαιοσύνης ἀληθοῦς, Μάρτυς Χριστῖνα θεομακάριστε, ἐντεῦθεν τὰ σεβάσματα, τῆς πονηρίας συνέτριψας, καὶ Χριστοῦ τὰ παθήματα, καρτερῶς ἐξεικόνισας. Πόνους καρτερήσασα, τοὺς τῆς σαρκὸς πρὸς τὴν ἄπονον, μεταβέβηκας χαίρουσα, Χριστῖνα ἀπόλαυσιν, ἔνθα γενομένη, καθωραϊσμένη, οἷά περ νύμφη ἐκλεκτή, τοῦ Βασιλέως Χριστοῦ πανεύφημε, τῶν πίστει τὸ μνημόσυνον, ἐπιτελούντων σου μέμνησο, ὅπως εὕρωμεν ἔλεος, καὶ δεινῶν ἀπολύτρωσιν. Ὥσπερ ὡραΐσματα, τὰ τῆς σαρκός σου σπαράγματα, νυμφικῶς περιστέλλουσα, πορφύραν ἐξ αἵματος, λαμπρῶς βεβαμμένην, Μάρτυς ἐνεδύσω, καὶ τῷ νυμφίῳ σου Χριστῷ, πεποικιλμένη θείαις λαμπρότησι, Χριστῖνα νῦν παρίστασαι, περιχαρῶς τῆς θεώσεως, ἀπολαύουσα πάντοτε, σὺν Παρθένοις καὶ Μάρτυσι. Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας, τῷ σῷ νυμφίῳ Χριστῷ, Χριστῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας, στέφος ἄφθαρτον παρ' αὐτοῦ ἀξιάγαστε· ὅθ...

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΧΡΙΣΤΙΝΗΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. Τὴν Χριστίναν ἥνωσε Χριστῷ νυμφίῳ, Νύμφην ἄμωμον, αἷμα τοῦ μαρτυρίου. Εἰκάδι βλῆτο τετάρτῃ Χριστῖνα ὀξέσι πέλταις. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Μάρτυρες Καπίτων, Ὑμέναιος καὶ Ἑρμογένης ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΥΡ ΑΠΑΥΣΤΩΣ ΕΧΩΝ ΕΝ ΨΥΧΗ

Πῦρ ἀπαύστως ἔχων ἐν ψυχῇ, τὸ τῆς ἀγάπης Χριστοῦ, Φωκᾶ μακάριε, τὸν δρόμον ἄσχετον ἤνυσας, πρὸς αὐτὸν τὸν δι' ἀθλήσεως δι' ἧς τυχὼν τοῦ ἐφετοῦ, σὺν Ἀσωμάτοις βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἔρρει τῶν Ἑλλήνων τὰ σαθρά, πλάνης σεβάσματα, καὶ σεσιγήκασι, τῆς ματαιότητος ἅπασαι, αἱ διπλόαι καὶ τὸ ψεῦδος αὐτῶν, ἠλέγχθη γνώσει ἀληθεῖ, τῶν ἀθλοφόρων Χριστοῦ, κηρυττόντων, εἶναι σοφίαν Θεοῦ ἐνυπόστατον. Ἰσχὺν ἀπροσμάχητον Φωκᾶ, περιζωσάμενος, Ἁγίου Πνεύματος, ἀκαταγώνιστον ἔνστασιν, καὶ ἀνδρείαν ἀπερίτρεπτον, προπολεμῶν ὑπὲρ τῆς σῆς, ποίμνης ἐνδέδειξαι, καὶ νικήσας, σὺν τοῖς Ἀγγέλοις ὑμνεῖς τὸν τῶν ὅλων Θεόν. Χάριν θείαν ἄφθονον Χριστός, σοὶ ἐδωρήσατο, Φωκᾶ ἀοίδιμε, τοῖς ἐξαιτοῦσί σε ἅπασι, καταλλήλως παρεχόμενον, τὰς τῶν θαυμάτων δωρεάς, ἀπαύστως κράζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΩΚΑ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομαρτυρος Φωκᾶ. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ. Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ, φωτίσαν, Σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον. Εἰκάδι τῇ τριτάτῃ Φωκᾶ νεκρὸς ἀμφεκομίσθη. Μνήμη τῆς Ὁσίας Ἄννης, τῆς ἐν τῷ Λευκαδίῳ ἢ Λευκάτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἰεζεκιήλ. Ἰεζεκιὴλ ἑβράϊζε κἂν πόλω, Ἀδωναῒ βλέπω σε, φάσκων Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολιναρίου καὶ Βιταλίου, Ἐπισκόπων Ῥαβέννης, καὶ Ἀπολλωνίου Ῥώμης, καὶ τῶν ἐν Καρχηδόνι ἑπτὰ Μαρτύρων, καὶ Ἀνάμνησις τῶν ἐν Βουλγαρίᾳ τελειωθέντων Χριστιανῶν ἐπὶ Νικηφόρου τοῦ Βασιλέως. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ

Ἑπλαπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ΠΡΟΣ ΘΕΙΑΝ ΜΕΤΕΤΕΘΗΣ ΝΥΝ ΧΑΡΜΟΝΗΝ

Πρὸς θείαν μετετέθης νῦν χαρμονήν, Παραδείσου πρὸς πλάτος εὐρύχωρον, πρὸς νοητάς, καὶ ὑπερκοσμίους διαμονάς, ὅπου ὁσίων τάγματα, ἦχος ἔνθα πέφυκε καθαρός, λαμπρῶς ἑορταζόντων, Μαρία Μυροφόρε· διὸ σε πάντες μακαρίζομεν. Οὐδὲν προετιμήσω τῶν ἐπὶ γῆς, τῆς Χριστοῦ τοῦ Θεοῦ ἀγαπήσεως, ἀλλὰ αὐτοῦ, μόνου τετρωμένη ταῖς καλλοναῖς, καὶ ταῖς ἀμέσως Πάνσεμνε, ἐπιπεμπομέναις μαρμαρυγαῖς, τοῖς, ἴχνεσι τοῖς τούτου, ἐβόας ἑπομένη· Σὲ μεγαλύνω πολυέλεε. Θεώσεως τυχοῦσα θεοποιοῦ, καὶ χειμάρρουν τρυφῶσα τῆς χάριτος, καὶ ἀμοιβάς, πόνων δεχομένη θεαρχικῶς, καὶ Ἀποστόλων τάγμασι, συναριθμουμένη Μαγδαληνή, μαθήτρια τοῦ Λόγου, τοὺς πόθῳ σε τιμῶντας, σαῖς ἱκεσίαις διαφύλαττε.

ΤΟ ΦΩΣ ΤΟΥ ΚΟΣΜΟΥ Ο ΧΡΙΣΤΟΣ

Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε τὸ φίλτρον τὸ ἀναπόσπαστον Σεμνή, πρώτη ἐμφανίζει ἑαυτὸν σοι, ἀναστὰς ἐκ τοῦ μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι τῷ ἀπροσπελάστῳ, καὶ αὐτὸς σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δὲ σε, θεῖα εὐαγγέλια τοῖς κατεπτηχόσι Μύσταις τῆς αὐτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παρρησίαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.

ΩΣ ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΜΟΝΗΝ

Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε.

ΠΡΟΣ ΘΕΙΑΝ ΜΕΤΕΤΕΘΗΣ

Πρὸς θείαν μετετέθης νῦν χαρμονήν, Παραδείσου πρὸς πλάτος εὐρύχωρον, πρὸς νοητάς, καὶ ὑπερκοσμίους διαμονάς, ὅπου ὁσίων τάγματα, ἦχος ἔνθα πέφυκε καθαρός, λαμπρῶς ἑορταζόντων, Μαρία Μυροφόρε· διὸ σε πάντες μακαρίζομεν. Οὐδὲν προετιμήσω τῶν ἐπὶ γῆς, τῆς Χριστοῦ τοῦ Θεοῦ ἀγαπήσεως, ἀλλὰ αὐτοῦ, μόνου τετρωμένη ταῖς καλλοναῖς, καὶ ταῖς ἀμέσως Πάνσεμνε, ἐπιπεμπομέναις μαρμαρυγαῖς, τοῖς, ἴχνεσι τοῖς τούτου, ἐβόας ἑπομένη· Σὲ μεγαλύνω πολυέλεε. Θεώσεως τυχοῦσα θεοποιοῦ, καὶ χειμάρρουν τρυφῶσα τῆς χάριτος, καὶ ἀμοιβάς, πόνων δεχομένη θεαρχικῶς, καὶ Ἀποστόλων τάγμασι, συναριθμουμένη Μαγδαληνή, μαθήτρια τοῦ Λόγου, τοὺς πόθῳ σε τιμῶντας, σαῖς ἱκεσίαις διαφύλαττε.

ΜΥΡΟΦΟΡΟΥ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. Ἀφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου, Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία. Δευτερίῃ Μαρίη μύσεν εἰκάδι Μαγδαληνή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Μαρκέλλης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΡΗΜΟΝ ΟΙΚΗΣΑΝΤΕΣ

Ἔρημον οἰκήσαντες, ἐν ὁμονοίᾳ μακάριοι, τῆς σαρκὸς τὰ κινήματα, ταῖς θείαις δεήσεσι, καὶ ταῖς θεωρίαις, ταῖς φαεινοτάταις, κατεμαράνατε σοφῶς, τὴν δὲ καρδίαν κατελαμπρύνατε, δοχεῖον ἐργασάμενοι, πνευματικῶν διαδόσεων, Συμεὼν Ἰωάννη τε, μοναζόντων ἐρείσματα. Μωραῖς προσποιήσεσι, τὸν σοφιστὴν ἀπεμώρανας, τῆς κακίας μακάριε, τελῶν τὰ παράδοξα, ἐνεργῶν σημεῖα, δαίμονας διώκων, φωταγωγῶν τοὺς ἐν νυκτί, τῆς ἁμαρτίας πάτερ ὑπάρχοντας, καὶ νοῦν ἀνεπιθόλωτον, μέσον θορύβων ἐτήρησας, Συμεὼν τὴν ἀπάθειαν, ἐκ Θεοῦ κομισάμενος. Μέτριος τὸ φρόνημα, καὶ συμπαθὴς καὶ φιλόθεος, καὶ ἀγάπης ἀνάπλεως, ὡράθης θεόπνευστε, ταπεινὸς καὶ πρᾶος, ἄγγελος καθάπερ, ἐπὶ τῆς γῆς περιπατῶν, καὶ πολιτείαν ἔχων οὐράνιον· διὸ ἐπανεπαυσατο, ὡς καθαρῷ σοι μακάριε, Συμεών, ὁ Πατὴρ Υἱός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον.

ΤΟΝ ΒΙΟΝ ΕΥΣΕΒΩΣ

Τὸν βίον εὐσεβῶς, ἐκτελέσαντες πίστει, δοχεῖα καθαρά, τῆς Τριάδος δειχθέντες, Συμεὼν Ἰωάννη τε, θεοφόροι Πανεύφημοι, νῦν αἰτήσασθε, τὸν ἱλασμὸν καὶ εἰρήνην, ταῖς ψυχαῖς ἡμῶν, καταπεμφθῆναι πλουσίως, Πατέρες πανόλβιοι.

Ο ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

ΜΙΑΝ ΨΥΧΗΝ ΠΑΤΕΡΕΣ

Μίαν ψυχὴν Πατέρες, σώμασι φέροντες δυσί, καὶ σκοπὸν εἴχετε ἕνα, ἐν διαφόροις τοῖς τρόποις, ὦ Συμεὼν Ἰωάννη· διὸ ὑμᾶς εὐφημοῦμεν. Διγαλάκης Ιάσων

ΜΝΗΜΗ ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΚΑΙ ΣΥΜΕΩΝ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων Πάτερ, Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι. Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ, Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη. Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ. Καὶ τῆς ἀθλήσεως τῶν Ἁγίων Θεοφίλου, Ἰούστου, Τροφίμου καὶ Ματθαίου. Καὶ ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου ἐν ταῖς Ἁρματίου. Οἱ ἅγιοι τρεῖς Μάρτυρες οἱ ἐν Μελιτηνῇ κατὰ πετρῶν συρόμενοι, καὶ οἱ ἅγιοι μάρτυρες Γεώργιος, Θεόδωρος καὶ Εὐγένιος, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΥΣΤΗΝ ΣΕ ΕΔΕΙΞΕ

Μύστην σε ἔδειξε Χριστός, ὡς ἁγνείας φυτουργὸν ὁ τῆς Παρθένου, ὑπέρθεος βλαστός, ἐν Θαβὼρ τῆς θείας σαρκώσεως, τῆς Θεότητος τὸ ἀκατάληπτον φῶς, ἐν τῇ αὐτοῦ σαρκὶ δεικνὺς σοι κράζοντι· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΙΔΕΙΝ ΕΝ ΛΕΠΤΟΤΑΤΗ

Ἰδεῖν ἐν λεπτοτάτῃ αὔρᾳ Θεόν, ὡς ἰδεῖν δυνατὸν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τὸ σῶμα διαγωγαῖς, καταλεπτύνας Ἔνδοξε· ὅθεν δυσωπῶ σε σαῖς προσευχαῖς, τὸ πάχος τοῦ νοός μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον. Ὡς πάλαι Ἰορδάνην τῇ μηλωτῇ, διαρρήξας διέβης πανόλβιε· οὕτω κἀμοῦ, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τὰς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τῇ ψυχῇ, δακρύων καθ' ἑκάστην, Προφῆτα θεηγόρε, τρυφῆς χειμάρρουν προξενοῦντάς μοι. Σκανδάλων τῶν ἐν βίῳ πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τε παρατροπῆς, ταῖς προσευχαῖς σου ῥῦσαί με, ἔνδοξε Προφῆτα ὡς ἀγαθός, προστάτης μου βοῶ σοι, καὶ τῆς ἐν τῇ γεέννῃ, αἰωνιζούσης κατακρίσεως. Ἡρπάγης πρὸς τὸ ὕψος Ἐλισαιέ, δισσουμένην τὴν χάριν τοῦ Πνεύματος, καταλιπών, ἔνδοξε αἰτήσαντι Ἠλιού, μεθ' οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν τῷ Βασιλεῖ, καὶ ἄφεσιν πταισμάτων, προστάτην σε πλουτοῦντι, πρὸς τὸν Δεσπότην ἀκαταίσχυντον.

ΥΕΙ ΣΟΙ ΠΥΡ ΕΞ ΟΥΡΑΝΟΥ

Ἄριστα εὗρεν Ἀχαάβ, τὴν τοῦ γένους εὐπρεπῆ πανωλεθρίαν, Προφήτου ἐλεγμῷ, μιαιφόνου μύσους ἀντέκτισιν· ὁ Θεσβίτης δὲ ἐκ πυριπνόου φρενός, τῷ Ζωοδότῃ ὕμνον ἀνεμέλπετο· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὕει σοι πῦρ ἐξ οὐρανοῦ, καταφλέγον Ἠλιοὺ ἐπιθεμένους, πεντήκοντα δισσούς, ὡς Θεοῦ ἀρίστῳ θεράποντι· τῷ κρατοῦντι γάρ της ἀειζώου ζωῆς, θεοπρεπῶς τὸν ὕμνον ἀνεκραύγαζες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΤΗΝ ΠΟΛΛΗΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ

Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, Θεοῦ δὲ τὴν ἄμετρον φιλανθρωπίαν, θεασάμενος ὁ Προφήτης Ἠλίας, ἐταράπτετο θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν. Ὀργίσθητι βοήσας, ἐπὶ τοὺς ἀθετήσαντάς σε, Κριτὰ δικαιότατε. Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ, οὐδόλως παρεκίνησε πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας· ἀεὶ γὰρ τὴν μετάνοιαν πάντων ἀναμένει, ὁ μόνος φιλάνθρωπος.

ΠΡΟΦΗΤΑ ΚΑΙ ΠΡΟΟΠΤΑ ΤΩΝ ΜΕΓΑΛΟΥΡΓΙΩΝ

Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν μόνον φιλάνθρωπον.

ΙΣΟΣΘΕΝΗ ΟΜΟΤΙΜΟΝ, ΟΜΟΥΣΙΟΝ, ΣΥΝΘΡΟΝΟΝ, ΣΕΒΟΝΤΕΣ ΤΡΙΑΔΑ

Ἰσοσθενῆ ὁμότιμον, ὁμοούσιον, σύνθρονον, σέβοντες Τριάδα, ἐν μιᾷ Θεότητι, Πατέρα δοξάζομεν, Υἱὸν καὶ Πνεῦμα, Ἅγιον, ἄδυτον αὐγήν, ὁμοβασίλειον κράτος, καὶ μέλπομεν συμφώνως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΤΟΥ ΘΕΣΒΙΤΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω, Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω. Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΩΣ ΕΠΑΙΝΕΣΩ ΤΟΥΣ ΣΟΥΣ

Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας, Ὅσιε Πάτερ, ὁ τάλας; τῶν δακρύων δὲ πῶς τὸ πέλαγος ἐξερεύξομαι; σὺ γὰρ τῷ βίῳ ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες τὴν χορείαν, πάντα σχεδὸν τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας, καθυπέταξας ταύτην τῷ πνεύματι, εὐχὴν δὲ ἔχων ὡς μάχαιραν, τὸν τοῦ σκότους προστάτην κατέβαλες, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ, ΑΔΕΛΦΗΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου. Φρονοῦσ' ἀδελφὰ τοῖς ἀδελφοὶς Μακρῖνα, Τούτοις ἀδελφὰ συγκατοικεῖς καὶ πόλον. Τῇ δ' ἐνάτῃ δεκάτῃ Μακρῖναν νόες ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ. Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε, Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΛΥΣΑΣ ΤΑ ΣΕΒΑΣΜΑΤΑ ΤΗΣ ΠΛΑΝΗΣ

Λύσας τὰ σεβάσματα τῆς πλάνης, δεσμοῖς ἀντὶ σοῦ τὸν κατεχόμενον, Πάνσοφε ἀπέλυσας, καὶ πρὸς τὸ μαρτύριον, αὐτοθελῶς ἐχώρησας, βοῶν πανεύφημε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Εὑρέθην ἰδοὺ τοῖς μὴ ζητοῦσι, μὴ ἐπερωτῶσιν ἐπεφάνην δέ, ἔκραζες ἀοίδιμε, σύνετε παράνομοι· ὡς γὰρ ἀρνίον ἄκακον, τυθῆναι ἔσπευσας· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ μέγας ἡμᾶς πρὸς εὐωχίαν, Αἰμιλιανὸς συνεκαλέσατο, προθεὶς ὡς ἐδέσματα, τὰ αὐτοῦ παλαίσματα, πνευματικῶς τρυφήσωμεν, πιστοὶ καὶ μέλψωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΕΥΑ ΜΕΝ ΕΤΡΥΓΗΣΕ ΤΟΥ ΞΥΛΟΥ

Εὔα μὲν ἐτρύγησε τοῦ ξύλου, καρπὸν θανατηφόρον, σὺ δὲ Πάναγνε ζωῆς τὸ ξύλον, καρπογονεῖς, οὗ ἡ γεῦσις ἅπαντας, τοὺς θανόντας ἀνεζώωσεν. Διγαλάκης Ιάσων

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΙΜΙΛΙΑΝΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Αἰμιλιανοῦ. Αἰμιλιανὸς εἰς πυρὰν βεβλημένος, Χριστῷ παραστάς, τέρπεται σὺν Ἀγγέλοις. Ὀγδοάτῃ δεκάτῃ φλογὶ Αἰμιλιανὸς ἐβλήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Θεῆς καὶ Οὐαλεντίνης. Μνήμη τοῦ ἁγίου μάρτυρος Ὑακίνθου τοῦ ἐν Ἀμάστριδι. Ὁ ἅγιος μάρτυς Μάρκελλος ἐν κραβάτῳ πυρακτωθέντι ἁπλωθεὶς τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Δάσιος καὶ Μάρων ξίφει τελειοῦνται. Ὁ ὅσιος Παμβὼ ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΩΡΙΜΟΝ ΔΡΕΠΟΜΑΙ ΖΩΗΝ, ΜΗ ΒΛΑΠΤΟΜΕΝΟΣ ΤΩ ΞΥΛΩ ΤΗΣ ΓΝΩΣΕΩΣ

Ὥριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῷ ξύλῳ τῆς γνώσεως· σὺ γὰρ Πανάχραντε, ζωῆς τὸ ξύλον, Χριστὸν ἐβλάστησας, τὸν τὰς εἰσόδους τῆς ζωῆς, τοῖς πᾶσι γνωρίζοντα· διὸ σε πάναγνε, Θεοτόκον εὐσεβῶς καταγγέλλομεν.

ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΣΩΜΑ ΚΑΙ ΨΥΧΗΝ, ΘΕΩ ΔΙΕΣΩΣΑΣ

Παρθένον καὶ σῶμα καὶ ψυχήν, Θεῷ διέσωσας, καὶ προσενήνοχας, ὡς προῖκα πάντιμον Ἔνδοξε, τὴν ἀοίδιμόν σου ἄθλησιν, καὶ εἰς νυμφῶνα νοητὸν εἰσήχθης μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ῥήμασι τυράννου δυσμενοῦς, ὑπηρετούμενοι, πυρὸς ἐπάξιοι, οἱ ματαιόφρονες ζῶσάν σε, τῇ πυρᾷ Μάρτυς ἐνέβαλον· ἀλλ' οὐκ ἐφλέχθης τῷ πυρί, τῆς τοῦ νυμφίου στοργῆς, θεοφόρε δροσιζομένη, καὶ τοῦτον γεραίρουσα. Ἵστασο πρὸ βήματος Χριστόν, ἀνακηρύττουσα, Θεὸν ἀθάνατον, καθυπομείναντα σταύρωσιν, καὶ τὴν πλάνην θανατώσαντα, καὶ τὴν ἀθάνατον ζωὴν πιστοῖς παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΠΑΡΘΕΝΙΑΣ ΚΑΛΛΕΣΙ, ΠΕΠΟΙΚΙΛΜΕΝΗ

Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Μαρῖνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

ΤΩ ΝΥΜΦΙΩ ΧΡΙΣΤΩ, ΕΡΩΤΙ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΑΠΟ ΒΡΕΦΟΥΣ

Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης. Χεὶρ δημίου τέμνει σε Μαρῖνα ξίφει, Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει. Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δειροτομήθη. Μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Βηρονίκης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΕ ΔΥΣΩΠΟΥΜΕΝ ΠΑΝΑΧΡΑΝΤΕ

Σὲ δυσωποῦμεν Πανάχραντε, τὴν προστασίαν ἡμῶν, συσχεθέντες ἐν θλίψεσι. Μὴ παρίδῃς τέλεον, ἀπολέσθαι τοὺς δούλους σου, ἀλλὰ τάχυνον τοῦ ἐξελέσθαι ἡμᾶς, τῆς ἐνεστώσης ὀργῆς καὶ θλίψεως, ὦ παμμακάριστε, Παναγία Δέσποινα· σὺ γὰρ ἡμῶν, τεῖχος καὶ βοήθεια, ἀκαταμάχητος.

ΑΣΚΗΣΕΙ ΤΟ ΠΡΟΤΕΡΟΝ

Ἀσκήσει τὸ πρότερον, προκαθαρθεὶς τὴν ψυχήν, ἀθλήσει τὸ δεύτερον, τελειοτάτῳ νοΐ, Θεῷ εὐηρέστησας, θύτης αὐτοῦ καὶ μάρτυς, γεγονὼς Θεοφόρε· στῖφος δὲ προσηγάγου, μαθητῶν τῷ Δεσπότῃ, μεθ' ὧν ὑπὲρ ἡμῶν ἐκτενῶς πρέσβευε ἔνδοξε.

ΑΘΗΝΟΓΕΝΗΣ Ο ΕΝΔΟΞΟΣ

Ἀθηνογένης ὁ ἔνδοξος, ἱερωσύνης φαιδρόν, προκείμενος ἔνδυμα, ταῖς βαφαῖς τοῦ αἵματος, ἱερώτερον ἔδειξε. Μεθˈοὗ εἰσῆλθεν εἰς ναὸν ἅγιον, τῷ παντεπόπτῃ ἐμφανιζόμενος, καὶ λειτουργῶν αὐτῷ, σὺν ἀΰλοις τάξεσι, καὶ μετοχῇ, θείᾳ λαμπρυνόμενος, ὃν μακαρίσωμεν. Ἀθηνογένης ὁ πάνσοφος, χορὸν προσῆξε Χριστῷ, ἀθλητῶν διὰ πίστεως, καρτερῶς ἀθλήσαντα, καὶ τὸν δρόμον τελέσαντα, μεθ' ὧν νικήσας τὸν πολυμήχανον, χοροῖς Μαρτύρων, ἀναλαμβάνεται θέσει θεούμενος, καὶ πρεσβεύων πάντοτε, ὑπὲρ ἡμῶν, τῶν τὴν ἱερὰν αὐτοῦ, μνήμην τελούντων ἀεί. Δεκὰς μαθητῶν θεόλεκτος, ἀσκητικαῖς ἀγωγαῖς, τῶν παθῶν τὰ σκιρτήματα, καθελοῦσα ἤθλησε, καὶ τὸν ὄφιν ἐνέκρωσεν, Ἀθηνογένην, καθηγητὴν ἱερόν, ἐνθέῳ σθένει καταπλουτήσασα. Ταύτης δεήσεσι, σῶσον ἡμᾶς εὔσπλαγχνε, τοὺς ἐπὶ σέ, πάντοτε ἐλπίζοντας, τὸν ὑπεράγαθον.

ΤΑΧΥ ΠΡΟΚΑΤΑΛΑΒΕ

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ὑμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

ΠΛΗΡΩΝ ΤΟ ΑΙΤΗΜΑ ΧΡΙΣΤΕ

Πληρῶν τὸ αἴτημα Χριστέ, τοῦ σοῦ Ἱερομάρτυρος, Ἀθηνογένους φαιδρύνεις, νῦν τῆς ἐλάφου τῷ νεβρῷ, μνήμην αὐτοῦ ἐτήσιον, σὺν μαθητῶν τῇ δεκάδι, σοὶ Λόγε πρεσβεύοντος.

ΜΗΤΕΡΑ ΚΑΙ ΠΑΡΘΕΝΟΝ ΕΙΔΟΤΕΣ

Μητέρα καὶ Παρθένον εἰδότες σε, Παναγία, συμφώνως γεραίρομεν, καὶ εὐσεβῶς μακαρίζομεν.

ΙΔΕ ΦΩΤΑΥΓΗΣ ΣΗΜΕΡΟΝ ΗΜΕΡΑ

Ἴδε φωταυγὴς σήμερον ἡμέρα, Μαρτύρων, ἀπαστράπτουσα θαύμασι, καὶ θείαις ἀγλαΐαις, καταυγάζουσα τῶν πιστῶν τὰς καρδίας· Δεῦτε φωτισμὸν ἀπαρυσώμεθα. Ὥσπερ προσφοραί, καὶ ἄμωμοι ὡς ἄρνες, προσηνέχθητε Μάρτυρες, τῷ δι' ἡμᾶς τυθέντι, παρ' αὐτοῦ τοὺς στεφάνους τῆς νίκης, ὡς ἀγωνοθέτου κομισάμενοι. Στάζουσιν οἱ σοὶ γλυκασμὸν Ἀθλοφόρε πόνοι, καὶ πικρίαν πᾶσαν, παθῶν καθαίρουσι τῶν πίστει, τῷ τεμένει σου προστρεχόντων καὶ πόθῳ, σοῦ ἑορταζόντων τὸ μνημόσυνον. Ἡμεροφαεῖς ὡς ἀστέρες ἀναδειχθέντες, στερεώματι Μάρτυρες τῆς σεπτῆς Ἐκκλησίας, καταυγάζετε πᾶσαν τὴν Οἰκουμένην, σκότος πειρασμῶν ἀποδιώκοντες.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΘΗΝΟΓΕΝΟΥΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀθηνογένους. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀθηνογένους, Ἐπισκόπου Πηδαχθόης. Ἀθηνογένης ἐκ ξίφους ἀνῃρέθη, Ψευδῆ θέαιναν τὴν Ἀθηνᾶν οὐ σέβων. Ἕκτῃ καὶ δεκάτῃ Ἀθηνογένη τάμε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φαύστου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀντιόχου, ἀδελφοῦ τοῦ ἁγίου μάρτυρος Πλάτωνος. Οἱ ἅγιοι δεκαπεντακισχίλιοι μάρτυρες, οἱ ἐν Πισιδίᾳ ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Ἀθηνογένης διὰ πυρός, καὶ πολλαὶ μάρτυρες γυναῖκες, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΝΟΥΝ ΜΟΥ ΦΩΤΙΣΟΝ

Τὸν νοῦν μου φώτισον, Χριστὲ φωτὶ τῶν ἐντολῶν σου, ὅπως ἐπαξίως ἐξισχύσω ὑμνῆσαι τοὺς Ἁγίους σου, καὶ τοὺς ἀγῶνας ἐξειπεῖν· Ποία δὲ γλῶσσα ἐκλαλῆσαι δυνήσεται τοὺς ἄθλους, οὓς ὑπέμειναν, καὶ τὰ ἔπαθλα; Διὸ οὖν σοι προσπίπτω φιλάνθρωπε· Ἄνεσιν παράσχου τῇ ἀθλίᾳ νῦν ψυχῇ μου, δωρούμενός μοι καιρὸν μετανοίας· εἰς τοῦτο γὰρ ἑκὼν ἔλαβες σάρκα, ἵνα πάντας πρὸς ζωὴν ἐπαναγάγῃς, ἧς οἱ Ἀθληταὶ τυχόντες, ἀπαύστως μέλπουσι· Σὺ τῶν μαρτύρων Χριστὲ τὸ κραταίωμα.

ΚΗΡΥΚΟΥ ΚΑΙ ΙΟΥΛΙΤΤΗΣ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης τῆς μητρὸς αὐτοῦ. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης. Ἰουλίττα σύναθλος υἱῷ Κηρύκῳ, Ἡ λαιμότμητος τῷ κάραν τεθλασμένῳ, Πέμπτῃ. Ἰουλίτταν δεκάτῃ τάμον, υἷα δ' ἔαξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Λολλιανοῦ. Ποσὶ προθύμοις ἔδραμε τρίβον τέλους. Ὁ Λολλιανός, οὗ ποσίκρουστον τέλους, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβουδίμου. Ἀβουδίμῳ μάχαιρα πρόξενος τέλους, Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΚΟΝΤΑΚΙΟΝ

Ὡς ἐναρέτου πολιτείας μύστην ἄριστον Καὶ εὐσεβείας θεοφόρητον διδάσκαλον Ἡ Ὀρθόδοξος γεραίρει σε Ἐκκλησία· Οὐρανόθεν γὰρ τὸ χάρισμα δεξάμενος Καταυγάζεις τοις ἐνθέοις σου συγγράμμασι Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Νικόδημε.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Σοφίας χάριτι, Πάτερ κοσμούμενος, σάλπιγξ θεόφθογγος, ὤφθης τοῦ Πνεύματος, καὶ ἀρετῶν ὑφηγητής, Νικόδημε θεηγόρε· πᾶσι γὰρ παρέθηκας, σωτηρίας διδάγματα, βίου καθαρότητος, διεκφαίνων τὴν ἔλλαμψιν, τῷ πλούτῳ τῶν ἐνθέων σου λόγων, δι’ ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.

ΣΕ ΤΟΝ ΑΠΕΡΙΓΡΑΠΤΟΝ

Σὲ τὸν ἀπερίγραπτον, καὶ ἀνερμήνευτον Λόγον, σάρκα χρηματίσαντα, δι' ἡμᾶς φιλάνθρωπε ἀνεκήρυξε, τὸ σεπτὸν σύστημα, τῶν σοφῶν Πατέρων, Θεὸν τέλειον καὶ ἄνθρωπον, διπλοῦν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις ὑπάρχοντα, διπλοῦν καὶ ταῖς θελήσεσιν, ἕνα τὸν αὐτὸν καθ' ὑπόστασιν· ὅθεν σὺν Πατρί τε, καὶ Πνεύματι γινώσκοντες Θεόν, ἕνα πιστῶς προσκυνοῦμέν σε, τούτους μακαρίζοντες. Πύρρον τε καὶ Σέργιον, καὶ τὸν Ὀνώριον ἅμα, Εὐτυχῆ Διόσκορον, καὶ δεινὸν Νεστόριον κατεστρέψατε, τῶν κρημνῶν ἔνδοξοι, τὸ Χριστοῦ ποίμνιον, ἑκατέρων διασώσαντες, διπλοῦν ταῖς φύσεσιν, ἵνα τὸν Χριστὸν καθ' ὑπόστασιν, λαμπρῶς ἀνακηρύξαντες, μόναις ἐνεργείαις δεικνύμενον· ὃν καὶ προσκυνοῦντες, ὡς ἄνθρωπον, καὶ τέλειον Θεόν, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ὑμᾶς δοξάζομεν. Ἄκτιστον ἐκήρυξαν, οἱ θεοφόροι συμφώνως, τὴν θείαν ἐνέργειαν, καὶ τὴν θείαν θέλησιν τοῦ πτωχεύσαντος, τὸν ἐμὸν ἄνθρωπον, τῇ σαρκὶ νείμαντες, τὸ κτιστόν τῆς ἐνεργείας τε, καὶ τῆς θελήσεως, φύσεως φυγόντες τὴν σύγχυσιν, ἐμφρόνως οἱ μακάριοι,...

ΑΠΑΝΤΩΝ ΜΕΝ ΚΥΡΙΟΝ

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυές, καὶ συναΐδιον.

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΟ ΚΗΡΥΓΜΑ

Τῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα Μυστήριον.

ΕΝ ΥΨΗΛΩ ΚΗΡΥΓΜΑΤΙ

Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἀκούσωμεν βοώσης, ὁ διψῶν ἐρχέσθω πρὸς με καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατὴρ ἐστι τῆς σοφίας. Τοῦτο τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέω ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον. Ἴδετε, ἴδετε, ὅτι αὐτὸς ἐγὼ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλήν μου ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Δ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΤΩΝ ΕΝ ΧΑΛΚΗΔΟΝΙ ΣΥΝΕΛΘΟΝΤΩΝ

Κυριακῇ τῶν ἁγίων Πατέρων τῆς Δ' Οἰκουμενικῆς Συνόδου, τῶν ἐν Χαλκηδόνι συνελθόντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς τετάρτης Συνόδου. Πόλου νοητοῦ ἀστέρες σελασφόροι, Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας. Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΚΥΛΑ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς τῶν ἑβδομήκοντα. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα. Ἥπλωσε Παῦλος, ὡς σαγήνην, τοὺς λόγους, Ἤγρευσε δ' ὡς θήραμα θεῖον Ἀκύλαν. Ἀκύλαν δεκάτῃ γε τετάρτῃ τύμβος ἔκρυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰούστου. Μὴ θῦμα βαλεῖν εἰς τὸ βωμοῦ πῦρ θέλων, Εἰς πῦρ Ἰοῦστος θῦμα βάλλεται ξένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ὀνησίμου. Ἐλαφρὸν ἦρα φορτίον σὸν ἡδέως, Μεθ' οὗ σὸς Ὀνήσιμος ἥκω σοι, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωσήφ, Ἀρχιεπισκόπου Θεσσαλονίκης. Ἀφείς, Ἰωσὴφ καθέδραν τὴν γηΐνην, Παρίσταται νῦν τῷ θρόνῳ τοῦ Κυρίου. Οἱ ἅγιοι μάρτυρες Ἀκύλας καὶ Ἱλάριος ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Πέτρος ὁ νέος, τοὺς πόδας ἐκκοπείς, τελειοῦται. Ὁ ἅγιος μάρτυς Ἡράκλειος, ῥοπάλοις τυπτόμενος, τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΓΑΒΡΙΗΛ Ο ΜΕΓΙΣΤΟΣ Ο ΝΟΥΣ, Ο ΘΕΟΕΙΔΕΣΤΑΤΟΣ

Γαβριὴλ ὁ μέγιστος ὁ νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ σωτήριος, φῶς τὸ τρισήλιον, καθορᾷ καὶ μέλπει, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μελῴδημα, καθικετεύει τε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων τηρούμενον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάρρηκας, Ἁγνη εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Πάτερ θεοφόρε Στέφανε, θείᾳ φρονήσει τὸν νοῦν, ὀχυρώσας λαμπρότατα, τὸν θυμὸν ἀνδρείᾳ τε, σωφροσύνῃ τὴν ἔφεσιν, δικαιοσύνῃ ἅπασαν δύναμιν, ψυχῆς ἰθύνας φιλοσοφώτατα, ἅρμα τερπνότατον, ἀρετῶν συνήρμοσας, οὗ ἐπιβάς, χαίρων ἀνελήλυθας, πρὸς ὕψος ἔνδοξε. Πάτερ θεηγόρε Στέφανε,...

ΤΩΝ ΑΣΩΜΑΤΩΝ

Τῶν ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε προσφωνῶν αὐτῇ, ἡ κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.

ΣΥΝΑΞΙΣ ΤΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ. Τῶν σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον, Ὡς οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων. Τῇ δεκάτῃ δὲ τρίτῃ συναγήοχεν ὧδε Γαβριήλ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γολινδούχ, τῆς μετονομασθείσης Μαρίας. Σκηνοῖς Γολινδοὺχ εἰς Ἐδέμ, σκηναὶ δὲ σοι, Τὸ τοῦ Βαλαάμ, ὡς σκιάζουσαι νάπαι. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

META ΠΛΕΙΣΤΑΣ

Μετὰ πλείστας βασάνους τοξεύμασιν, ἀνημέροις ἐχθρὸς σε προδίδωσιν, ὑφ' ὧν κατατεμνόμενος, παναοίδιμε Πρόκλε, χαίρων εἰς χεῖρας, τοῦ Θεοῦ ἐναπέθου τὸ πνεῦμά σου. Ἐπληγώθη τὸ τίμιον σῶμά σου, ἀνενδότοις τοξεύμασιν Ἅγιε, καὶ ἀνιάτως ἔπληξε, δυσμενεῖς ἀσωμάτους μὴ μελῳδοῦντας· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον. Λαμπρυνόμενος αἴγλῃ τῆς χάριτος, ὥσπερ λίθος ἐν γῇ κυλιόμενος, συνέτριψας Ἱλάριε, ὀχυρώματα πλάνης μέλπων συντόνως· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Οἱ κρουνοὶ τῶν αἱμάτων σου ῥεύσαντες, ἀσεβείας τὸ πῦρ ἐναπέσβεσαν, τοὺς δὲ πιστοὺς κατήρδευσαν, μελῳδοῦντας ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τόν Κύριον.

ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΠΡΟΚΛΟΥ ΚΑΙ ΙΛΑΡΙΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μαρτύρων Πρόκλου καὶ Ἱλαρίου. Ἤνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη. Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν. Δωδεκάτῃ βέλος εἷλε Πρόκλον, ξίφος Ἱλάριόν τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε Πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Σεραπίωνος, καὶ τῶν Ἁγίων μαρτύρων Ἀνδρέου τοῦ στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ, καὶ τῆς συνοδείας αὐτῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Μάμαντος, πέραν ἐν τῷ Σίγματι. Ἡ ἁγία Βερονίκη ἡ αἱμορροοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΣΤΗΣ ΠΡΟ ΒΗΜΑΤΩΝ ΕΥΦΗΜΙΑ, ΤΥΡΑΝΝΩΝ

Ἔστης πρὸ βημάτων Εὐφημία, τυράννων παρανομούντων ἀνδρικώτατα, τὸν Χριστὸν κηρύττουσα, Θεόν τε καὶ ἄνθρωπον, διπλοῦν ἐν ταῖς θελήσεσιν ἅμα καὶ φύσεσι, καὶ κράζουσα· Ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Ὕλην γεηρὰν ἀπεποιήσω, Χριστὸν τὸν νυμφίον σου ἐπιποθήσασα, οὗτινος τοῖς ἴχνεσι, Μάρτυς ἠκολούθησας· διὸ καὶ συναγάλλῃ νῦν, αὐτῷ κραυγάζουσα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Φρίττω κατὰ νοῦν ἀναλαμβάνων, τοὺς πόνους σου τοὺς δεινοὺς καὶ τὰ παλαίσματα, οἷς ἐνεκαρτέρησας, γυναικείῳ σώματι, διὰ πολλὴν ἀγάπησιν, Μάρτυς πανεύφημε, Πατρός τε καὶ Υἱοῦ καὶ τοῦ θείου, Πνεύματος τοῦ μόνου, Θεοῦ τρισυποστάτου.

ΚΑΙ ΘΑΝΟΥΣΑΝ ΖΩΗΡΟΝ

Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ τῶν δογμάτων τοῦ Χριστοῦ, τὰς πλάκας ταῖς ἀγκάλαις σου, Εὐφημία κατέχεις· διὸ εὐφημοῦμέν σε.

ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΕΥΦΗΜΙΑΣ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη, Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ. Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου. Ὁ ὅσιος Λέων, ὁ ἐν τῇ μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθεὶς τελειοῦνται. Ὁ ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς μονῆς ἀσκήσας, καὶ διδασκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας ἐν εἰρήνῃ τελειοῦται. Ὧν ταῖς πρεσβείαις εἴημεν ἅπαντες περιφρουρούμενοι. Ἀμήν.

ΤΙ ΤΩΝ ΣΩΝ ΑΘΛΗΜΑΤΩΝ, Η ΤΙ ΤΩΝ ΣΩΝ ΚΑΤΟΡΘΩΜΑΤΩΝ

Τὶ τῶν σῶν ἀθλημάτων, ἢ τὶ τῶν σῶν κατορθωμάτων, ἢ τὶ τῆς σῆς παρθενίας, ἢ τοῦ βίου τοῦ ἀμέμπτου σου θαυμάσειέ τις πρότερον; σὺ γὰρ εὔφρανας τὸν Πατέρα, ὡς τῷ Υἱῷ νυμφευθεῖσα, τῷ Πνεύματι τῷ Ἁγίῳ σαυτὴν κατακοσμήσασα. Τὶς ἱκανοῖ πρὸς ταῦτα, τὶς λέγειν νῦν ἰσχύσειεν, ὅσαι σε περιλάμπουσιν ἀρεταὶ μὴ ὑποδύουσαι; ὡς ἐξ ἀνατολῆς γὰρ ἐκ τάφου ἀνατέλλουσα, παντὶ φαίνεις, καὶ ἀκτινοβολεῖς ἐν γῇ καὶ θαλάσσῃ, καὶ ἐπὶ πᾶσαν ἤπειρον ἁγιάζεις καὶ μυρίζεις τὰ πέρατα· διὸ Τόμον πεπίστευσαι, ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα Πανεύφημε.

ΜΕΤΑ ΜΑΡΤΥΡΩΝ

Διγαλάκης Ιάσων Μετὰ Μαρτύρων γενέσθω, τὰ αἰτήματα ἡμῶν τῶν πιστῶν, καὶ τῆς αὐτῶν κληρουχίας, κοινωνοὶ ἀξιωθείημεν, τὸν Χριστὸν ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. Ἀγαλλιάσει καρδίας, ὁ χορὸς τῶν καρτερῶν ἀθλητῶν, παρὰ Χριστοῦ τοὺς στεφάνους, εὐπρεπῶς ἀπολαμβάνουσι, καὶ φαιδρῶς ἀνυμνοῦσι, καὶ ὑπερυψοῦσιν, αὐτὸν εἰς τοὺς αἰῶνας. Ῥείθροις ἰδίων αἱμάτων, φοινιχθέντες Ἀξιάγαστοι, ἐν οὐρανοῖς τῷ Χριστῷ συμβασιλεύετε, εὐσεβῶς ὑμνοῦντες, καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Τοὺς καρτεροὺς στρατιώτας, τοὺς λαμπτῆρας τοῦ ἀσβέστου πυρός, τοὺς κοινωνοὺς τῶν φωτίδων (ἴσως φωστήρων), τοὺς ἀστέρας ἀεὶ λάμποντας, εὐσεβῶς ὑμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΠΕΝΤΕ ΜΑΡΤΥΡΩΝ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας μαρτυρησάντων. Στίχοι Παρεμβολὴ τις εὑρέθη Θεῷ νέα, Τόλμη παρεμβάλλουσα καὶ πυρὸς μέσον. Κτεῖνεν ἐρισθενέας δεκάτῃ πῦρ Νικοπολίτας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βιάνορος καὶ Σιλουανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀπολλωνίου, τοῦ ἐκ Σάρδεων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μυρίων Πατέρων, οὓς διὰ πυρὸς θανάτῳ βιαίῳ παρέδωκε Θεόφιλος ὁ Ἐπίσκοπος Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν Πρεσβύτερον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τοῦ Ἁγίου Ἰωάννου τοῦ θεολόγου ἐν τοῖς Βεάτου (ἐν ἄλλ. Βιάτου ἢ Βιώτου). Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΤΕ, Η ΚΡΗΠΙΣ ΤΩΝ ΜΑΘΗΤΩΝ

Ὅτε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε εὑραμένη σε λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θείᾳ δυναστείᾳ τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοῖς ἀνθρώποις εὐδοκήσαντος. Λόγῳ, φυγαδεύων πσνηρά, πνεύματα κακίας, ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τῇ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον, ὅνπερ, γεωργῷ προσηγάγου, τῷ ἐπουρανίῳ πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε. Δύσιν, φρυκτωρίαις νοηταῖς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος, καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον, ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.

ΤΟΙΣ ΦΩΤΟΒΟΛΟΙΣ ΤΟΥ ΠΕΤΡΟΥ ΠΥΡΣΕΥΜΑΣΙ

Τοῖς φωτοβόλοις τοῦ Πέτρου πυρσεύμασι, καταυγασθεὶς καὶ ψυχὴν καὶ διάνοιαν, ὡς ἀστὴρ πολύφωτος, πρὸς τὴν δύσιν ἔφθασας, φωταγωγῶν διδαχαῖς τοὺς πεπτωκότας, εἰς ἀγνωσίας Παγκράτιε βάραθρα. Τὴν τῆς εἰκόνος τιμὴν διαβαίνουσαν, εἰς τὸ πρωτότυπον σὺ ἐπιστάμενος, πανταχοῦ τὴν ἄχραντον, ἀνεστήλους Ἔνδοξε, τοῦ Ἰησοῦ καὶ Θεοῦ ἡμῶν εἰκόνα, εἰς ἰνδαλμάτων δαιμόνων καθαίρεσιν. Ἱερωτάταις ἐμπρέπων λαμπρότησι, μαρτυρικαῖς διαλάμπεις φαιδρότησιν, ὁρῶν καὶ ὁρώμενος, Ἱερὲ Παγκράτιε, ἀγαλλομένῃ ψυχῇ, Θεοῦ τὴν δόξαν, Ἱεραρχῶν καὶ Μαρτύρων ἀγλάϊσμα.

ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ, ΕΚΜΙΜΟΥΜΕΝΟΣ ΒΟΩ

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου, ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· δόξα σοι

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΑΓΚΡΑΤΙΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας. Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον, Ἀθλήσεως ἤγειρεν οἶκον ἐκ λίθων. Παγκράτιος δ' ἐνάτῃ δῶμ' ἔδρακε παγκρατέοντος. Οἱ ἅγιοι μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΦΩΡΙΣΜΕΝΟΣ ΥΠΑΡΧΩΝ, ΑΠΟ ΚΟΙΛΙΑΣ ΜΗΤΡΟΣ, ΥΠΟ ΘΕΟΥ ΠΑΝΣΟΦΩΣ

Ἀφωρισμένος ὑπάρχων, ἀπὸ κοιλίας μητρός, ὑπὸ Θεοῦ πανσόφως, οὐρανόθεν τὴν κλῆσιν, ἔσχες κατὰ Παῦλον· ὅθεν μαθών, τὰ ἑκούσια πάθη Χριστοῦ, κήρυξ αὐτοῦ ἀνεδείχθης καὶ ζηλωτής, ἀληθῶς Μάρτυς Προκόπιε. Τῇ μυστικῇ παντευχίᾳ, καθωπλισμένος σοφέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ σημείῳ, Προκόπιε θεόφρον, θράση ἐχθρῶν, δυσμενῶν ἐξηφάνισας, καὶ τῶν εἰδώλων τὰ ξόανα καθελών, μέχρις αἵματος ἐνήθλησας. Ὡς τὸ στρατόπεδον πάλαι, σὺν ταῖς πισταῖς γυναιξί, τῷ οὐρανίῳ Μάρτυς, Βασιλεῖ καὶ Δεσπότῃ, προσήγαγες Κυρίῳ, οὕτω καὶ νῦν, τοὺς τελοῦντας τὴν μνήμην σου, ταῖς σαῖς πρεσβείαις προσάγαγε τῷ Χριστῷ, ὦ Μαρτυρων ἐγκαλλώπισμα. Ἄστρον, ἀνατέταλκας, ἐκ τῆς Ἑῴας πολύφωτον, καταυγάζων Προκόπιε, τοῦ κόσμου τὰ πέρατα, ταῖς θεοσημίαις, καὶ τῇ καρτερίᾳ, τῶν ἀλγεινῶν ὡς ἀληθῶς, καὶ ταῖς τῶν ἄθλων μεγίσταις λάμψεσι· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, ἀθλοφόρε Προκόπιε. Σῶμά σου Προκόπιε, καταξεόμενον ἔνδοξε, καὶ πυρὶ δαπανώμενον, εἱρκταῖς συγκλειόμενον, ὁμιλοῦν παντοίαις...

ΤΩ ΖΗΛΩ ΧΡΙΣΤΟΥ

Τῷ ζήλῳ Χριστοῦ, τῷ θείῳ πυρπολούμενος, καὶ ἐν τῷ Σταυρῷ, τῷ τιμίῳ φρουρούμενος, τῶν ἐχθρῶν τὸ φρύαγμα, καὶ τὰ θράση καθεῖλες Προκόπιε, καὶ τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσας, τῇ πίστει προκόπτων, καὶ φωτίζων ἡμᾶς.

ΣΟΥ ΤΟ ΠΟΛΙΤΕΥΜΑ ΛΟΓΕ

Σοῦ τὸ πολίτευμα Λόγε, κραταίωσον ἐν πολέμοις, τοῖς βασιλεῦσι τὸ νῖκος, κατὰ βαρβάρων παρέχων, τῆς Θεοτόκου πρεσβείαις, ἣν ἐδωρήσω, Χριστιανοῖς προστασίαν.

ΒΑΡΕΙ ΜΟΛΥΒΔΟΝ, ΤΟΝ ΣΟΝ ΑΥΧΕΝΑ

Βάρει μολύβδου, τὸν σὸν αὐχένα συντριβόμενος, μάρτυς οὐκ ᾐσθάνου· φέρειν γὰρ τὸν ζυγόν, ἐπαυχένιον ἐπόθησας, τὸν ἐλαφρότατον, τοῦ δι' οἶκτον ὁμιλήσαντος. Χάριν ἐξ ὕψους, τῶν ἰαμάτων κομισαμενος, νόσους ἀπελαύνεις, Μάρτυς καὶ πονηρά, ἐκβοῶν διώκεις πνεύματα· Εὐλογητὸς εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος. Τὰς νιφετώδεις, τῶν δυσμενῶν πληγὰς δεχόμενος, Μάκαρ καὶ πυρί, φλεγόμενος καρτερῶς, τὴν ἀσέβειαν κατέφλεξας· Εὐλογητὸς εἶ ὁ Θεός μου, κραυγάζων, καὶ Κύριος.

ΣΤΟΜΑ ΣΥΝΕΣΕΩΣ

Στόμα συνέσεώς μοι παράσχου ὁ προάναρχος Λόγος, βουλομένῳ ὑμνεῖν τὸν σὸν ὁπλίτην Προκόπιον· ἔχεις γὰρ πλοῦτον τῆς εὐσπλαγχνίας, ἐν ἀπείρῳ Χριστέ μου πελάγει τῶν σῶν κριμάτων, ἵνα κἀγὼ τῆς ψυχῆς τὸ ζοφῶδες καθαρθῶ, τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα ἀποσμήξας, καὶ ναὸς ἁγιάσματος τοῖς θείοις ἔργοις γενόμενος, ἐπάξια μέλψω τῷ Μάρτυρι, ὃς τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσε, τῇ πίστει προκόπτων καὶ φωτίζων ἡμᾶς.

ΚΟΡΗΣ ΑΦΘΟΡΟΥ, ΥΠΕΡΦΥΩΣ ΑΠΟΤΙΚΤΕΤΑΙ

Κόρης ἀφθόρου, ὑπερφυῶς ἀποτίκτεται, Λόγος ὁ τῷ λόγῳ πάντα δημιουργῶν, ἀλογίας θέλων ῥύσασθαι, τοὺς τὴν ἑκούσιον δοξολογοῦντας, αὐτοῦ συγκατάβασιν.

ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΠΡΟΚΟΠΙΟΥ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Προκοπίου. Τῇ Η' τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου. Ἔοικε Προκόπιος, αὐχένα κλίνων, Λέγειν, Κοπείτω· τῇ πλάνῃ γὰρ οὐ θύω. Ὀγδοάτῃ Προκοπίου ἀρηϊθόου κράτα κέρσαν. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Θεοδοσία ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται. Αἱ ἅγιαι δώδεκα γυναῖκες αἱ Συγκλητικαί ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΑΡΤΥΣ, ΑΘΛΗΦΟΡΕ ΤΟΥ ΧΡΙΣΤΟΥ

Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ' αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα. Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις· ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε. Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας· ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες. Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βο...

Ο ΝΟΥΣ ΣΟΥ ΦΩΤΙ, ΑΓΑΠΗΣΕΩΣ ΘΕΟΥ

Ὁ νοῦς σου φωτί, ἀγαπήσεως Θεοῦ λελαμπρυσμένος, μέσον καμίνου ἱσταμένης σου, φλογιζομένης οὐδόλως δέ, ἄτρεπτος παρθένε ἐδείχθη, μελῳδούσης τῷ Κτίστῃ σου· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Φλογίζει τοὺς τρεῖς, νεανίας οὐδαμῶς τὸ πρὶν ἡ κάμινος, οὐδὲ τὴν Μάρτυρα· εὐχομένη γάρ, μέσον ἀκλόνητος ἵστασο, δρόσον θεϊκὴν δεχομένη, καὶ ἐν αἰνέσει κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ῥομφαίᾳ τῆς σῆς, παρρησίας τὸν ἐχθρόν της ἀληθείας, Παρθενομάρτυς ἐθανάτωσας, κληρονομῆσαι ποθήσασα, τὴν διαιωνίζουσαν δόξαν, Κυριακὴ καὶ κραυγάζουσα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΘΕΟΦΕΓΓΗ ΣΕ ΦΩΣΤΗΡΑ, ΠΑΤΕΡ ΕΠΕΓΝΩΜΕΝ, ΤΑΙΣ ΝΟΗΤΑΙΣ ΑΚΤΙΣΙ

Θεοφεγγῆ σε φωστῆρα, Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζοντα κόσμον, καὶ σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, τῶν δαιμόνων συγχύσεως, τὴν φωτοφόρον σου μνήμην· ὅθεν πιστῶς, ἑορτάζομεν μακάριε. Περιφανὴς ἐν τῷ βίῳ, πάλαι γενόμενος, πλούτῳ καὶ δυναστείᾳ, μοναζόντων τὸ σχῆμα, ὁσίως ἠμφιάσω, Πάτερ Θωμᾶ, τὴν πτωχείαν μιμούμενος, τοῦ δι' ἡμᾶς σαρκωθέντος· ὅθεν πολλοῖς, σὲ χαρίσμασιν ἐπλούτισε. Στύλῳ πυρὸς ὁρατῶς σε, Θεὸς ὡδήγησε, πρὸς σωτηρίαν Πάτερ, πρὸς γαλήνης λιμένα, πρὸς ὅρμον ἀπαθείας, ὕδωρ τῇ σῇ, προσευχῇ δὲ ἀνέβλυσε, καὶ ἀβλεπτοῦσι τὸ βλέπειν, καὶ τοῖς χωλοῖς, εὐδρομίαν ἐδωρήσατο.

ΠΝΕΥΜΑΤΙ ΠΑΤΕΡ ΠΤΩΧΕΥΣΑΝ, ΟΥΡΑΝΩΝ ΒΑΣΙΛΕΙΑΝ,

Πνεύματι Πάτερ πτωχεύσας, οὐρανῶν βασιλείαν, ἀπείληφας σὺν πᾶσιν ἐκλεκτοῖς, δόξης ἀρρήτου πληρούμενος, καὶ τῶν πόνων ἀξίως, δεχόμενος Θωμᾶ τὰς ἀμοιβάς· διὰ τούτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν. Ἡ τῶν λειψάνων σου θήκη, τοῖς πιστῶς προσιοῦσι, πηγάζει ἰαμάτων ποταμούς, πάθη ψυχῶν κατακλύζοντας, καὶ σωμάτων ὀδύνας, ἐξαίροντας μακάριε Θωμᾶ, πρεσβευτὰ τῶν ἐν πίστει, ἀεὶ μακαριζόντων σε. Συναγελάζων Ὁσίων, φανοτάταις ἀγέλαις, καὶ φέγγει ἀνεσπέρῳ νοητῶς, Πάτερ Θωμᾶ αὐγαζόμενος, τοὺς τὴν θείαν σου μνήμην, τελοῦντας φωταγώγησον πιστῶς, καὶ τυχεῖν σωτηρίας, πρεσβείαις σου ἀξίωσον.

ΤΥΦΛΟΙΣ ΤΟ ΟΡΑΝ, ΚΑΙ ΧΩΛΟΙΣ ΠΑΤΕΡ ΘΩΜΑ

Τυφλοῖς τὸ ὁρᾶν, καὶ χωλοῖς Πάτερ Θωμᾶ τὴν εὐδρομίαν, ἐνοχλουμένοις ἀπολύτρωσιν, καὶ ἀσθενοῦσι τὴν ἴασιν, ἐπιχορηγῶν τῇ δυνάμει τοῦ Χριστοῦ ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἡσύχως τὴν σήν, διετέλεσας ζωὴν Πάτερ παμμάκαρ, ἀκτημοσύνῃ λαμπρυνόμενος, καὶ ἐγκρατείᾳ κοσμούμενος, μέλπων κατανύξει καρδίας, τῷ Δεσπότῃ πανόλβιε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΤΗΣ ΤΩΝ ΕΙΔΩΛΩΝ ΠΛΑΝΗΣ ΚΡΑΤΟΥΣΗΣ

Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γῆν, καὶ περιπολούσης, φιλόχριστοι. Μέδοντός τε δυσσεβοῦς καὶ ἀπανθρώπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις· τῇ τούτου γὰρ ἀθεωτάτῃ φωνῇ τὰ πλήθη ὑπήκουεν, ὡς τοῖς μὴ εἴκουσι τῇ αὐτοῦ ἀσεβείᾳ θάνατον ἀπειλούσῃ σφοδρὸν τε καὶ δύσμορον. Ἀλλ' ἡ Μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρυξασα, τόν ἐχθρὸν κατεπάτησεν· ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.

Η ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ, ΗΜΑΣ ΣΥΝΕΚΑΛΕΣΑΤΟ

Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ ΚΑΙ ΑΓΙΟΥ ΘΩΜΑ ΤΟΥ ΕΝ ΜΑΛΕΩ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Θωμᾶ τοῦ ἐν Μαλεῷ, καὶ τῆς Ἁγίας Μάρτυρος Κυριακῆς. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ. Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, Πάτερ, Ὡς ἀετὸς τις ἐξανέπτης πρὸς πόλον. Ἑβδομάτῃ Θωμᾶν θάνατος μέλας ἔμφρονα εἷλεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Κυριακῆς. Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Περεγρίνου, καὶ τῶν σὺν αὐτῷ, Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου καὶ Γερμανοῦ. Οἱ ἅγιοι νεομάρτυρες Πολύκαρπος καὶ Εὐάγγελος ξίφει τελειοῦνται. Ὁ ἅγιος Ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΕΔΕΙΚΤΑΙ ΘΑΥΜΑ ΦΟΒΕΡΟΝ

Δέδεικται θαῦμα φοβερόν, κατ' αὐτόν σου τὸν καιρὸν τῆς κοιμήσεως, ὑπὲρ τὸν ἥλιον, τοῦ σοῦ προσώπου, Πάτερ ἀστράψαντος, ὅτε παρέστησαν χοροί, Ἁγίων τὸ πνεῦμά σου, παραληψόμενοι, καὶ Θεῷ τῷ ποιητῇ προσκομίσοντες. Ταῖς θείαις Μάκαρ καλλοναῖς, ἐνηδόμενος καὶ θέσει θεούμενος, καὶ λαμπρυνόμενος, ταῖς φανοτάταις ἐκεῖθεν λάμψεσι, τὴν φωτοφόρον σου πιστῶς, μνήμην τοὺς γεραίροντας, ταῖς ἱκεσίαις σου, ἀχλυώδους τῶν παθῶν λύμης λύτρωσαι. Δίκαιος, ἄμεμπτος παντός, ἀπεχόμενος κακοῦ Πάτερ γέγονας, ὅσιος ἄκακος, Θεῷ λατρεύσας ἐν ὁσιότητι, ἐπανεπαύσατο· διό, Τριὰς τῇ καρδίᾳ σου, ἧς νῦν τρανότερον, ἀπολαύεις τηλαυγῶς ἀξιάγαστε.

ΔΙΗΝΕΚΕΣΙ ΧΡΩΜΕΝΟΣ

Διηνεκέσι χρώμενος, προσευχαῖς καὶ δεήσεσι, λύμην ἐκ ψυχῆς, τὴν τῶν παθῶν ἀπήλασας, καὶ τῆς διανοίας σου, τὸ ὀπτικὸν ἐκάθηρας· ὅθεν προορᾶν, προφητικῶς ἠξιώθης, τὰ μέλλοντα Σισώη, εὐσεβῶς ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀγγελικῶς ἐβίωσας, μετὰ σώματος Ὅσιε, καὶ τὰς ἐναντίας, ἐτροπώσω φάλαγγας, ἐντεῦθεν εἰς ἄϋλον, μέτ' εὐφροσύνης Πάτερ ζωήν, ὅπου τῶν Ἀγγέλων κατεσκήνωσας τάξεις, μεθ' ὧν νῦν ἀνάκράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου καθάρισον, σοῦ ταῖς πρὸς τὸ θεῖον ἱεραῖς ἐντεύξεσι, καὶ τῆς συνεχούσης με, αἰχμαλωσίας λύτρωσαι, Πάτερ θεοφόρε, καθαρῶς ἵνα ψάλλω· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ Μεγάλου. Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ μεγάλου. Θεοῦ τεθνηκὼς πυξίῳ προσεγράφη, Θείου Σισώης Πνεύματος τὸ πυξίον. Βῆ δὲ Σισώης γῆθεν εἰς οὐρανὸν ἕκτῃ ἀμύμων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου, καὶ Ῥήξου Βικαρίου καὶ ἄλλων πλείστων παθόντων ἐν Καμπανίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀστίου (ἢ Ἀστείου), Ἐπισκόπου Δυρραχίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀρχίππου, Φιλήμονος καὶ Ὀνησίμου, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀπολλωνίου, Ἀλεξανδρίωνος καὶ Ἐπιμάχου. Οἱ ἅγιοι εἰκοσιτέσσαρες μάρτυρες, οἱ τῇ Λουκίᾳ καὶ τῷ Ῥήξῳ μαρτυρήσαντες, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΤΕΡ ΛΑΜΠΑΔΕ ΜΑΚΑΡΙΕ

Διγαλάκης Ιάσων Πάτερ Λαμπαδὲ μακάριε, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῆς σαρκὸς τὸ φρόνημα, τῇ ψυχῇ καθυπέταξας, καὶ χαρισμάτων, ἔμπλεως γέγονας, τοῦ παναγίου Πνεύματος Ὅσιε, ὦ στηριζόμενος, τῶν πνευμάτων φάλαγγας τῶν πονηρῶν πάσας καθυπέταξας, καὶ κατηδάφισας. Πάτερ Λαμπαδὲ θεόπνευστε, ὡς κεκρυμμένος ἡμῖν, θησαυρὸς πεφανέρωσαι, ἐν σπηλαίοις κείμενος, καὶ σημείοις καὶ τέρασιν, εὐωδιάζων, ψυχὰς τῶν πίστει σοι, προσερχομένων, θεομακάριστε· ὅθεν βοῶμέν σοι, καὶ ἡμᾶς ἐξάρπασον τῶν δυσχερῶν, σοῦ ταῖς παρακλήσεσιν, ἀνευφημοῦντάς σε. Πάτερ Λαμπαδὲ θεόσοφε ἀσκητικαῖς ἀγωγαῖς, τῷ Θεῷ προσκολλώμενος, καὶ ταῖς τούτου λάμψεσιν, ἱερῶς φωτιζόμενος, λαμπρὰς ἐδείχθης πᾶσιν αὐγάζουσα, σωτηριώδεις ἀρετὰς πάντοτε· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, χαρμονικῶς, πίστει ἑορτάζομεν θεομακάριστε. Ὡς ἔνθεος ἡ ζωή σου, καὶ πανίερόν σου τὸ τέλος, Πάτερ, Ἀθανάσιε· ἐν αὐτῷ γὰρ πᾶσα ἡ τοῦ Ὄρους πληθὺς συναχθεῖσα, ὡς ἔβλεψεν ἄπνουν ἐν κλίνῃ σε ῥήμασι γοεροῖς ἀνεβόα· Δὸς τελευταῖον...

ΕΠΙ ΤΩΝ ΩΜΩΝ ΤΟΝ ΣΤΑΥΡΟΝ

Ἐπὶ τῶν ὤμων τὸν Σταυρόν, ἀναλαβὼν τὸν τοῦ Χριστοῦ, ἠκολούθησας αὐτῷ, διὰ τῶν ἔργων εὐσεβῶς, τῶν τῆς ἀσκήσεως ὅσιε Ἀθανάσιε, καὶ πᾶσι μονασταῖς, ἐνασκουμενοις σεμνῶς, γεγένησαι κανών, καὶ τύπος ἔνδοξε. Ἀλλὰ τοῖς θείοις σκάμμασι, τὰ ἄνω ἀπολαβὼν νῦν βασίλεια, μὴ διαλίπῃς, καθικετεύων, τοῦ σῴζεσθαι τὰς ψυχὰς ἡμῶν.

ΑΝΩΘΕΝ ΣΟΥ ΤΗΝ ΚΛΗΣΙΝ

Ἄνωθέν σου τὴν κλῆσιν, εἰληφὼς παραδόξως, ἀθάνατον ζωὴν ἐκληρώσω· μετὰ σώματος γὰρ ἐπὶ γῆς, ἀσωμάτων βίον μετελθών, γέγονας τοῖς πάθεσιν ἀνάλωτος· διὸ σε εὐφημοῦμεν Πάτερ. Χαίροις, φαιδρὸν μοναζόντων κλέος, χαίροις, λαμπρὰ σωφροσύνης στήλη. Χαίροις, τῆς ἀνδρείας ἀρίδηλον γνώρισμα, χαίροις, τῆς πανσόφου φρονήσεως ἔνδειξις. Χαίροις, στάθμη ἰσοστάσιος δικαιοσύνης ἀκριβοῦς, χαίροις, λόγῳ καταρτίσας σου τῶν πρακτέων τὰς ὁρμάς. Χαίροις, νοῦς ἀπολαύων ἐννοιῶν ἀπορρήτων, χαίροις, πᾶσαν τὴν κτίσιν εὐσεβῶς διαθρήσας. Χαίροις, δι' οὗ ᾐσχύνθησαν δαίμονες, χαίροις, δι' οὗ πᾶν πάθος νενέκρωται. Χαίροις, λιμὴν τῶν ἐν ζάλῃ τοῦ βίου, χαίροις, σωτὴρ τῶν πιστῶς σοι βοώντων. Χαίροις, Πάτερ Ἀθανάσιε.

ΕΙΣ ΠΑΣΑΝ ΔΙΕΔΡΑΜΕ

Εἰς πᾶσαν διέδραμε, σχεδὸν τὴν κτίσιν τῆς πολιτείας σου, καὶ τῶν κατορθωμάτων ὁ φθόγγος Πάτερ, καὶ εἰς περίδοξον, ἔφθασας ὕψος Θεοῦ σε δοξάσαντος, καὶ περιβόητόν σε πᾶσι ποιήσαντος. Πενήτων προμήθεια, χηρῶν προστάτης, προνοητὴς ὀρφανῶν, λυπουμένων ταχεῖα παραμυθία, κινδυνευόντων λιμήν, ἀδικουμένων ἀντίληψις γέγονας, τὸν σὸν μιμούμενος Πάτερ διδάσκαλον. Ἀστέρα παγκόσμιον, καὶ μοναζόντων φωστῆρα ἄδυτον, βοηθὸν ἐν ἀνάγκαις, ἁμαρτανόντων μέγα προσφύγιον, εἰδὼς μεσίτην καὶ πρέσβυν προβάλλομαι, πρὸς τὸν Δεσπότην Χριστὸν σε πανσεβάσμιε.

ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ τοῦ θαυματουργοῦ. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ. Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων. Θεῖος δ' Ἀθανάσιος ἔνθεον τέλος. Κἂν Ἀθανάσιος ὕστερος χρόνοις, Ἀλλ' ὑπερέσχε καὶ παλαιοὺς τοῖς πόνοις. Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι, Ναοὶ λύονται σωμάτων ναοῦ λύσει. Πέμπτῃ δ' Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ. Ἄρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα Ἕτοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Διγαλάκης Ιάσων

ΝΕΑΣ ΚΙΒΩΤΟΥ, ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΠΑΤΕΡ

Νέας κιβωτοῦ, τῆς Ἐκκλησίας Πάτερ, φαιδρῶς προεσκίρτησας, χοροὺς στησάμενος. Πάντα τὰ ἔργα Χριστὸν βοῶν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. ᾎσμα τὸ καινόν, ἐν Ἐκκλησίᾳ Πάτερ, Ὅσίων ἐκραύγαζες, τῷ Παντοκράτορι. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νέμων ἀρετῇ, θεοπρεπῶς τὰ ἔργα, τοὺς ἄθλους ἀνύμνησας, Ἀνδρέα πάνσοφε, πάντων Ἁγίων, τῶν πρὶν θαυμαστωθέντων, καὶ τελειωθέντων, Χριστῷ εἰς τοὺς αἰῶνας.

ΣΑΛΠΙΣΑΣ ΤΡΑΝΩΣ, ΤΑ ΘΕΙΑ ΜΕΛΩΔΗΜΑΤΑ

Σαλπίσας τρανῶς, τὰ θεῖα μελῳδήματα, ἐδείχθης φωστήρ, τῷ κόσμῳ τηλαυγέστατος, τῷ φωτὶ λαμπόμενος, τῆς Τριάδος Ἀνδρέα Ὅσιε· ὅθεν πάντες βοῶμέν σοι· Μὴ παύσῃ πρεσβεύων τοῦ σωθῆναι ἡμᾶς.

ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ ΤΟΥ ΙΕΡΟΣΟΛΥΜΙΤΟΥ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου. Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα, Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας. Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε. Αἱ ἅγιαι μάρτυρες Κυπρίλλα, Ἀρόα καὶ Λουκία ξίφει τελειοῦνται. Ἡ ἁγία Ἀσκληπιὰς ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται. Ὁ ἅγιος Ἱερομάρτυς Θεόφιλος καὶ ὁ ὅσιος Μένιγνος ἐν Κυρίῳ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, καὶ τοῦ Ἁγίου Δονάτου, Ἐπισκόπου Λιβύης, καὶ τῆς ὁσίας Μαρίας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ θαυμαστῶ, Ὄρει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΥΠΕΡ ΠΟΛΛΟΥΣ ΥΜΝΗΣΩΜΕΝ

Ὑπὲρ πολλοὺς ὑμνήσωμεν Μάρτυρας, τὸν τῆς πόλεως ἡμῶν προϊστάμενον, ὃς τὴν πόλιν ἡμῶν ὡς γυμνάσιον, τῆς ἰδίας φυλάττων ἀθλήσεως, ὡς παρρησίαν ὁπλισάμενος, καὶ τὸν πέλεκυν ἔχων τῆς ἀληθείας, δι' ἧς ἀπέτεμε τὸ τῆς πλάνης φυτόν, συνεγείρει καὶ ἡμᾶς πρὸς ἐργασίαν τῶν καλῶν· Ἐκβοῶμεν οὖν σὺν αὐτῷ, χαίροις μαρτύρων τὸ κλέος Ὑάκινθε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΥΑΚΙΝΘΟΥ

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου. Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου). Ἐξ ἀρετῆς μὲν Ὑάκινθος ὡς λίθος, Λαμπρὸς πλέον δὲ ἐκ ῥοῆς τῶν αἱμάτων. Οὐλομένῳ τριτάτῃ Ὑάκινθος κάτθανε λιμῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνατολίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Δύνας, Ἀνατόλιε τοῦ βίου τέλει. Τῷ μὴ δύνοντι προσπελάζεις ἡλίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδότου, Θεοδότης, Διομήδους, Εὐλαμπίου, Ἀσκληπιάδου καὶ Δολινδούχ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΕΡΙΒΟΛΗΝ ΠΑΣΙ ΠΙΣΤΟΙΣ

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ' ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

ΤΟΝ ΚΑΘΑΡΑΝ ΚΑΙ ΑΛΗΘΗ ΣΚΗΝΗΝ

Τὴν καθαρὰν καὶ ἀληθῆ σκηνὴν τοῦ Θεοῦ Λόγου, τὴν ἔμψυχον νεφέλην, καὶ στάμνον τὴν τοῦ Μάννα, τὴν Θεοτόκον Μαριάμ, πάντες οἱ σωθέντες διὰ τοῦ τόκου αὐτῆς ἐν πίστει μακαρίσωμεν, καὶ τὴν σεπτήν, Ἐσθῆτα προσπτυξώμεθα, ᾗπερ τὸν Δεσπότην περισχοῦσα, ὡς βρέφος ἐβάστασε φορέσαντα σάρκα, δι' ἧσπερ τῶν βροτῶν ἡ φύσις ἐπήρθη πρὸς μετάρσιον ζωὴν καὶ βασιλείαν· ὅθεν γεγηθότες, κραυγάζομεν μεγαλοφώνως· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

ΤΗΣ ΤΙΜΙΑΣ ΕΣΘΗΤΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός. Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις. Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει. Δευτερίῃ κατέθεντο σορῷ Ἐσθῆτα Πανάγνου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τοῦ Μάρτυρος Κοΐντου, καὶ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰουβεναλίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΔΟΥ Ο ΟΙΚΟΣ ΥΜΩΝ

Ἰδοὺ ὁ οἶκος ὑμῶν τοῖς θαύμασι, πανευπρεπῶς, ὡς ἄστροις φωταυγέσι λαμπρύνεται, καὶ συμφώνως ὑμᾶς ἀγαλλόμενος, πάντοτε μακαρίζει, καὶ τὴν σεπτὴν ὑμῶν, μνήμην ἑορτάζει εὐσεβῶς, σεπτοὶ Ἀνάργυροι. Ὡς φῶς ὡς δύο μεγάλοι ἥλιοι, τὸ νοητὸν στερέωμα κοσμεῖτε Ἀνάργυροι, καὶ σημείων ἀκτῖσι λαμπρύνετε πάντων πιστῶν καρδίας· ὅθεν κραυγάζομεν· Λύσατε τὸ σκότος, τῶν παθῶν ἡμῶν δεόμεθα. Σκηνὰς τὰς ἄνω οἰκοῦντες Ἅγιοι, μέσον ἡμῶν γενέσθαι ἀοράτως σπλαγχνίσθητε, τῶν ἐν μέσῳ τῆς θείας σκηνῆς ὑμῶν, ὕμνους ἀναπεμπόντων, τῷ παντοκράτορι, καὶ μακαριζόντων, ἐκτενῶς ὑμᾶς πανεύφημοι. Ἡ γῆ τοῖς ἄνω συνεπαγάλλεται, ἐν τῇ φαιδρᾷ καὶ θείᾳ ἑορτῇ ὑμῶν Ἅγιοι, ἣν τελοῦντας ἡμᾶς ἐκλυτρώσατε, σκότος ἀρρωστημάτων, πάσης στενώσεως, καὶ τῆς ἐν τῷ Ἅδῃ, χαλεπῆς σοφοὶ κολάσεως.

ΤΗΝ ΧΑΡΙΝ ΤΩΝ ΙΑΣΕΩΝ

Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, ἰατρεύετε νόσους, καὶ θεραπεύετε πάντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.

ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ ΚΑΙ ΔΑΜΙΑΝΟΥ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ μαρτυρησάντων. Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. Βολαῖς ἀδελφοὺς οὐ διέσπων οἱ λίθοι, Ὡς εἰς ἕν, ἄμφω συμπεπηγότας λίθον. Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ συστησαμένου τὴν Μονὴν τοῦ Βαθέος Ῥύακος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου, πατρικίου γενομένου ἐν τοῖς Εὐάνδρου. Ὁ ὅσιος Λέων ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι δισχίλιοι μάρτυρες ξίφει τελειοῦνται. Οἱ ἅγιοι εἴκοσι πέντε μάρτυρες οἱ ἐν Νικομηδείᾳ πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.