Αναρτήσεις

Προβολή αναρτήσεων από Νοέμβριος, 2020

Θρονική εορτή Οικουμενικού Πατριαρχείου-Πατριαρχική & Συνοδική Θ. Λειτου...

Εικόνα

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις

 Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ΄ ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν

 Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ΄ ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν. Ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

LIVE (34) don't look down με τον π. Αντώνιο 8.11.2020

Εικόνα

Κυριακή Η' Λουκᾶ 15-11-2020

Εικόνα

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον

 Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Τὴν Μονὴν ἣν ἀνήγειρας, καὶ κανόσι τετείχικας, εἰς ψυχῶν Νεκτάριε

Τὴν Μονὴν ἣν ἀνήγειρας, καὶ κανόσι τετείχικας, εἰς ψυχῶν Νεκτάριε περιποίησιν, σκέπε ἀπαύστως καὶ φύλαττε, Αἰγίνῃ τῇ νήσῳ δέ, δίδου Πάτερ δαψιλῶς, τὴν θερμήν σου ἀντίληψιν πρὸς τὸν Κύριον, ὑπὲρ ταύτης ἀεὶ καθικετεύων, σὺν τῷ ταύτης Ποιμενάρχῃ, Διονυσίῳ τῷ μάκαρι.

Ὡς τὸ νέκταρ τῆς χάριτος, φερωνύμως δεξάμενος, ἱερὲ Νεκτάριε

 Ὡς τὸ νέκταρ τῆς χάριτος, φερωνύμως δεξάμενος, ἱερὲ Νεκτάριε τῇ καρδίᾳ σου, τῇ τῶν σῶν λόγων γλυκύτητι, εὐφραίνεις ἐν Πνεύματι, τὰς ψυχὰς τῶν εὐσεβῶν, ὡς σοφὸς καὶ θεόπνευστος, καὶ θαυμάτων σου, ταῖς ἀκτῖσιν ἀεὶ καταπυρσεύεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, λαμπρυνομένην τῇ δόξῃ σου.

Τὸν γενναῖον ἐν Μάρτυσι Γαλακτίωνα, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν,

 Τὸν γενναῖον ἐν Μάρτυσι Γαλακτίωνα, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, σὺν τῇ πανευκλεεῖ συζύγῳ, τῇ φερωνύμῳ Ἐπιστήμῃ· οὗτοι γὰρ καθεῖλον τοῦ ἐχθροῦ τὸ φρύαγμα, καὶ εἰδώλων τὸ ἄθεον ἤλεγξαν, τὴν δὲ πίστιν Χριστοῦ ἀνεκήρυξαν. Διὸ περιφανῶς λαβόντες παρ' αὐτοῦ, τοὺς στεφάνους τῆς ἀφθαρσίας,  ἀπαύστως πρεσβεύουσιν ὑπέρ πάντων ἡμῶν.

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης. Στίχοι Ἀσυνδυάστους συζύγους κτείνει ξίφος, Τὴν ψυχικὴν σύζευξιν ἠγαπηκότας. Τμήθη Ἐπιστήμη Γαλακτίων τ' ἑνὶ πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἑρμᾶ, Πατρόβα, Λίνου, Γαΐου καὶ Φιλολόγου.