Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούλιος, 2019

Check out this book - "ΕΙΣ ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΘΛΟΦΟΡΟΥ ΤΟΥ ΧΡΙΣΤΟΥ ΚΥΡΙΑΚΗΣ"

I think you might like this book - "ΕΙΣ ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΘΛΟΦΟΡΟΥ ΤΟΥ ΧΡΙΣΤΟΥ ΚΥΡΙΑΚΗΣ" by Διγαλάκης Ιάσων Read it for free here - https://www.media365.com/en/book/00ab9fc2-8cce-4e88-8fcc-47fb11d2b942/is-mnimi-tis-agias-endoxou-megalomartiros-kai-athloforou-tou-christou-kiriakis

Από την εορτή του προφήτη Ηλία

Εικόνα

Από την Αγρυπνία της Αγίας Μαρίνας

Εικόνα

Από την Αγρυπνία της Αγίας Μαρίνας

Εικόνα

Από την Αγρυπνία της Αγίας Μαρίνας

Εικόνα

Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν

Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Μαρῖνα πανσεβάσμιε, καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου. 

Μαρῖνα μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη,

Μαρῖνα μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων. 

Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν

Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν. 

Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης. Στίχοι Χεὶρ δημίου τέμνει σε Μαρῖνα ξίφει, Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει. Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δειροτομήθη. Μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Βηρονίκης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.  

Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους

Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον,  βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.  

Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι,

Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Μαρῖνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω,  βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.  

Ἀθλητῶν ἐν σταδίῳ, δρόμον συντονώτατον κόρη διήνυσας

Ἀθλητῶν ἐν σταδίῳ, δρόμον συντονώτατον κόρη διήνυσας· ὁ γὰρ θεῖος πόθος, τὸ τοῦ θήλεος χαῦνον ἐπτέρωσε, προφανῶς δεικνύων, τὸν λογισμὸν τῶν παθημάτων, αὐτοκράτορα Μάρτυς ὑπάρχοντα. Ῥανίδες σῶν αἱμάτων, Μάρτυς ἀποστάζουσαι χλαίναν πολύτιμον, καὶ τῆς ἀκηράτου, εὐφροσύνης χιτῶνα ἐξύφαναν, ὄνπερ νῦν θεόφρον, ἐν οὐρανοῖς ἐνδεδυμένη, νοητῷ σου νυμφίῳ παρίστασαι. Τοῖς δεσμοῖς τῶν εὐχῶν σου, Κόρη τὸν μεγάλαυχον ὄφιν ἐδέσμευσας, καὶ ὀφρὺν τὴν πρώην, ἐπηρμένην πρὸς γῆν ἐταπείνωσας· ἐκτελεῖν γὰρ οἶδεν, ὡς ἀγαθὸς ὁ παντεπόπτης, τῶν αὐτὸν φοβουμένων τὸ θέλημα. Ὑπερτέρας σε δόξης, θείοις διαδήμασιν ὄντως ἐκόσμησεν, ὁ νυμφίος Λόγος, δι' αὐτὸν ἐναθλοῦσαν θεώμενος, καὶ πυρὸς τὴν φλόγα, καὶ αἰκισμῶν τὰς ἀλγηδόνας, καρτερῶς ὑπομένουσαν Ἔνδοξε.

Μαρτυρίου διαλάμπουσα λαμπηδόσι,

Μαρτυρίου διαλάμπουσα λαμπηδόσι, καὶ ἀφθαρσίας στέφανον, ἀναδησαμένη, χαίρουσα παρίστασαι, Χριστῷ τῷ νυμφίῳ σου, ὦ Μαρῖνα μάρτυς πανεύφημε. Τὸν πτερνίσαντα ἀπάτῃ τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, καὶ χαίρουσα ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε. Σὲ τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεοῦ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγιον. Τοῦ ποιμένος θείοις ἴχνεσιν ἑπομένη, τὸ δι' αὐτὸν ὑπέμεινας, ἑκούσιον πάθος, Μάρτυς καὶ ἐσκήνωσας, εἰς μάνδραν οὐράνιον, ἔνθα τῶν Μαρτύρων τὰ τάγματα.

Θεοπρεπής, γέγονεν ὄντως ὁ βίος σου, τοῖς Ἀγγέλοις,

Θεοπρεπής, γέγονεν ὄντως ὁ βίος σου, τοῖς Ἀγγέλοις, ὤφθη ποθεινότατος, τῶν δὲ δαιμόνων τῇ στρατιᾷ, καὶ τοῖς ὑπηρέταις, ἐκείνων τῆς ἀγριότητος, ἀπρόσιτος ἐδείχθη· τῷ Χριστῷ γὰρ ἐβόας, τῇ δυνάμει σου δόξα φιλάνθρωπε. Ἐπὶ τῆς γῆς, ἠγωνισαμένη πανόλβιε, καὶ προσκαίρους, πόνους ὑπομείνασα, ἐν οὐρανοῖς, νῦν τὰς ἀμοιβάς, παρὰ τοῦ Δεσπότου, κομίζῃ Μάρτυς ἀοίδιμε, ἀπείρους εἰς αἰῶνας, σὺν Ἀγγέλοις βοῶσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε. Νῦν ἐπὶ σοί, χαίρει Παρθένων τὸ καύχημα, νῦν Μαρτύρων, ὅμιλος εὐφραίνεται, νῦν καὶ τὸ πλῆθος τῶν εὐσεβῶν, ἐπισυναχθέντες, χορεύουσιν ἀγαλλόμενοι, βοῶντες τῷ Δεσπότῃ, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα φιλάνθρωπε. Ὅλη καλή, πέφηνας κόρη καὶ ἄσπιλος, ὤφθης ὅλη, νύμφη παναμώμητος, τῷ τῶν ψυχῶν, κάλλους ἐραστῇ· διὰ γὰρ βασάνων, πυρώσεως Παμμακάριστε, ἐφάνης λαμπροτέρα, τῷ Χριστῷ μελῳδοῦσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί

Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί, ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν· καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κορυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας, τούς τελοῦντας τὴν μνήμην σου.

Οὐ πῦρ οὐδὲ μάστιγες, οὐδὲ ξίφους ἀκμή, οὐ τυράννων ὠμότητες

Οὐ πῦρ οὐδὲ μάστιγες, οὐδὲ ξίφους ἀκμή, οὐ τυράννων ὠμότητες, οὐδὲ θάνατος, οὐ θηρῶν ἀγριότης, τῆς θείας ἐχώρισεν, ἀγάπης σε Πανόλβιε. Ὑπῆρξας ἄσειστος καὶ ἀσάλευτος, ἐν καιρῷ περιστάσεως, πύργος πανένδοξε, εὐσεβείας κρηπῖδα, θεμένη τῆς πίστεως, ἐν πέτρᾳ Παμμακάριστε. Παρθένος ἐν μάρτυσιν ἐχρημάτισας, ἐν παρθένοις ἀήττητος, Μάρτυς γεγένησαι, τῷ Χριστῷ νυμφευθεῖσα, διπλοῦν σοι παρέχοντι, τὸν στέφανον πανόλβιε. Ἁγίων αἱμάτων σου Καλλιπάρθενε, οἱ κρουνοὶ προχεόμενοι, πᾶσαν κατέσβεσαν, τῶν εἰδώλων τὴν πλάνην, καὶ δῆμον προσήγαγον, Μαρτύρων τῷ νυμφίῳ σου.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή,

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα. Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον. Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα. Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε. 

Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις

Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοῖς ὑμνοῦσί σε. Ἀθλήσει, τὴν ψυχικὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ συντηρούμενον, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε. Πορφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, μάρτυς Μαρῖνα κατηγλάϊσαι. Ῥωσθεῖσα, τοῦ παντουργοῦ πανεύφημε, δυνάμει Πνεύματος, τὸν ἰσχυρὸν ἀνδρείως συμπλοκαῖς, ἐταπείνωσας τύραννον, μεγαλαυχίᾳ χρώμενον, καὶ σοῖς ποσὶ Μάρτυς ὑπέταξας.

Από την αγρυπνία επί τη εορτή της Αγίας Μαρίνας

Εικόνα

Αγρυπνία για την Αγία Μαρίνα

Εικόνα
https://photos.app.goo.gl/tDEzJcBsV7JxKEvc8

Παναγία η Πεφανερωμένη από το προσκηνυμα στο ναό του Αγίου Νικοδήμου

Εικόνα

Παναγία η Πεφανερωμένη

Εικόνα

Αγίου Νικοδήμου εορτή

Εικόνα

Θεοφρόνως πιστοί, τοὺς στρατιώτας Χριστοῦ

Θεοφρόνως πιστοί, τοὺς στρατιώτας Χριστοῦ, τοὺς ἀθλοφόρους ἀνυμνήσωμεν, ὡς καθαιρέτας τῆς πλάνης, καὶ τροπαιούχους φαιδρούς, Θεῷ ἐπινίκιον, ὕμνον ἀναμέλποντας. Ἐπὶ γῆς ἀθληταί, ἠγωνισμένοι λαμπρῶς, καὶ τὰς βασάνους ὑπομείναντες, ἐν οὐρανοῖς τοὺς στεφάνους ὑπεδέξασθε, συμφώνως ἀναμέλποντες, ὕμνον ἐπινίκιον. Ὁμονοίᾳ ψυχῆς, συνδεδεμένοι πιστῶς, κατὰ τῆς πλάνης ἐχωρήσατε, καὶ νικηταὶ στεφανηφόροι ἀνεδείχθητε, συμφώνως ἀναμέλποντες, ὕμνον ἐπινίκιον.

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εις μνήμη της Αγίας Ενδόξου Μεγαλομάρτυρος και Αθλοφόρου του Χριστού Κυριακής

Εις Μνήμην της Αγίας Ενδόξο... by on Scribd

H ΕΟΡΤΗ ΤΟΥ ΟΣΙΟΥ ΟΝΟΥΦΡΙΟΥ ΣΤΟ ΠΑΤΡΙΑΡΧΕΙΟ ΙΕΡΟΣΟΛΥΜΩΝ ΣΤΗΝ ΜΟΝΗ ΤΟΥ ΑΓΙΟΥ

Εικόνα
H ΕΟΡΤΗ ΤΟΥ ΟΣΙΟΥ ΟΝΟΥΦΡΙΟΥ ΣΤΟ ΠΑΤΡΙΑΡΧΕΙΟ ΙΕΡΟΣΟΛΥΜΩΝ ΣΤΗΝ ΜΟΝΗ ΤΟΥ ΑΓΙΟΥ https://jerusalem-patriarchate.info/blog/2019/06/25/h-%ce%b5%ce%bf%cf%81%cf%84%ce%b7-%cf%84%ce%bf%cf%85-%ce%bf%cf%83%ce%b9%ce%bf%cf%85-%ce%bf%ce%bd%ce%bf%cf%85%cf%86%cf%81%ce%b9%ce%bf%cf%85-%ce%b5%ce%b9%cf%83-%cf%84%ce%bf-%cf%80%ce%b1%cf%84%cf%81%ce%b9/