Αναρτήσεις

Προβολή αναρτήσεων από Φεβρουάριος, 2026

Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὁλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

Πιστὸν σε δοῦλον τοῦ Χριστοῦ ὁ κορυφαῖος Παῦλος, Ἄρχιππε, ἐκθειάζων, συγγράφει τοῖς ἐπαίνοις, καὶ μαρτυρεῖ περιφανῶς πληρωτὴν τοῦ λόγου, καὶ ἱερὸν ὑφηγητήν, καὶ κήρυκα σοφώτατον· Ἡμεῖς δὲ λύχνον σήμερον ἄσβεστον βλέπομέν σε πάντες, καταλάμποντα τῷ κόσμῳ Ἀπόστολε· ὃν καὶ ἡ Ἀπφία ἐγνώρισε καλῶς, ἐκ τοῦ φωτὸς τοῦ πρώτου τηλαυγέστατον πυρσόν, φαεσφόρον δᾳδουχητικῶς φωτίζοντα τοὺς βοῶντας· Σῶσον τοὺς πίστει τιμῶντας τὴν μνήμην σου.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον

 «Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Ὁ Παῦλος ἐπαίνοις ἱεροῖς, ἐγκωμιάζων σε, Ἄρχιππε ἔνδοξε, συστρατιώτην σε ἔγραψε, πληρωτὴν ἐνθέων πράξεων, διακονούμενον αὐτῷ, καὶ πίστει μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ῥήμασιν ἐπήλειψε σεπτοῖς, πρὸς τὸ μαρτύριον, ἡ ἀξιάγαστος, Ἀπφία στέργουσα Ἔνδοξε, ὡς υἱὸν σε γνησιώτατον, μεθ᾽ ἧς τὰ ἄνω κατοικεῖς ὄντως βασίλεια· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον. Οἱ νήπιοι ὄντες ταῖς φρεσί, σὲ τὸν ἐχέφρονα, νηπίοις παίγνιον, παραδιδόασιν Ἄρχιππε, ἐναθλοῦντα καρτερώτατα, καὶ ὑπ αὐτῶν ἀνηλεῶς κατακεντούμενον, καὶ βοῶντα· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.