...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Δευτέρα 30 Νοεμβρίου 2009
ΩΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΡΩΤΟΚΛΗΤΟΣ...
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ΧΑΙΡΟΙΣ Ο ΛΟΓΙΚΟΣ ΟΥΡΑΝΟΣ....
Χαίροις ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διαπαντὸς διηγούμενος, ὁ πρῶτος Χριστῷ καλοῦντι, καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτῳ συγγενόμενος, ὑφ' οὗ πυρσευόμενος, καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαῖς σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος. Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν, καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἧς ἀναβλύζεις, σωτηρίαν τοῖς αἰτοῦσι, καὶ μέγα ἔλεος.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Πρῶτον τῶν ὀρεκτῶν εὑρηκώς, δι' εὐσπλαγχνίαν τὴν ἡμῶν περικείμενον, Ἀνδρέα θεόφρον φύσιν, συνανεκράθης αὐτῷ, διαπύρῳ πόθῳ τῷ συναίμονι, βοῶν· Ὃν ἐκήρυξαν, οἱ Προφῆται, ἐν Πνεύματι, εὕρομεν δεῦρο, ταῖς αὐτοῦ ὡραιότησι, καταθέλξωμεν, καὶ ψυχὴν καὶ διάνοιαν, ὅπως φωταγωγούμενοι, αὐτοῦ ταῖς λαμπρότησι, νύκτα τῆς πλάνης καὶ σκότος, τῆς ἀγνωσίας διώξωμεν, Χριστὸν εὐλογοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ἔθνη τὰ μὴ εἰδότα Θεόν, ὡς ἐκ βυθοῦ τῆς ἀγνωσίας ἐζώγρησας, σαγήνῃ τῶν σῶν λογίων, καὶ συνταράσσεις σαφῶς, ἁλμυρὰς θαλάσσας, ἵππος ἄριστος, ὀφθεὶς τοῦ Δεσπόζοντος, τῆς θαλάσσης ἀοίδιμε, καὶ σηπεδόνα, ἀθεΐας ἐξήρανας, ἅλας τίμιον, ἐμβαλὼν τὴν σοφίαν σου, ἣν περ καὶ κατεπλάγησαν, Ἀπόστολε ἔνδοξε, τῆς μωρανθείσης σοφίας, οἱ ἀναιδῶς ἀντεχόμενοι, Χριστὸν μὴ εἰδότες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Τὸν συναίμονα Πέτρου, καὶ Χριστοῦ μαθητήν, τῶν ἰχθύων ἀγρευτήν, καὶ ἁλιέα τῶν ἀνθρώπων, ἐν ὕμνοις τιμήσωμεν, Ἀνδρέαν τὸν Ἀπόστολον· τοῦ γάρ, Ἰησοῦ τὰ διδάγματα, πάντας ἐξεπαίδευσε τοῖς δόγμασι, καὶ ὡς δέλεαρ ἰχθύσι, τὰς σάρκας τοῖς ἀνόμοις παρέδωκε, καὶ τούτους ἐσαγήνευσεν. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, παράσχου τῷ λαῷ σου εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τῶν Ἁγίων, ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγώ, φησί, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει, ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε δόξα σοι.

Ο ΠΡΩΤΟΚΛΗΤΟΣ ΜΑΘΗΤΗΣ, ΚΑΙ ΜΙΜΗΤΗΣ ΤΟΥ ΠΑΘΟΥΣ....
Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, ταῖς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν
Ὑμνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν· οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νῦν δὲ τὴν οἰκουμένην, τῷ καλάμῳ σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῷ Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Τὸ πῦρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταῖς μυστικαῖς ἀκτῖσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις· φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας· τὸ πῦρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν· Ὢ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο γνῶσιν. Ἀλλ' ὦ μύστα τῶν ἀρρήτων, καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ κατιδὼν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε, τῷ μὲν ὁμαίμονι ἐβόας ἀγαλλόμενος· Εὑρήκαμεν ὦ Σίμων τὸν ποθούμενον, τῷ δὲ Σωτῆρι δαυϊτικῶς ἐκραύγαζες· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ Χριστὲ ὁ Θεός. Ὅθεν καὶ πόθῳ πόθον προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας, ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους· διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ο ΠΡΩΤΟΚΛΗΤΟΣ ΜΑΘΗΤΗΣ... ΣΩΣΟΝ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...
Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, ταῖς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
ΩΣ ΠΡΩΤΟΚΛΗΤΟΝ ΠΑΝΤΩΝ ΤΩΝ ΜΑΘΗΤΩΝ...
Ὡς πρωτόκλητον πάντων τῶν Μαθητῶν, καὶ αὐτόπτην τοῦ Λόγου καὶ ὑπουργόν, Ἀνδρέα Ἀπόστολε, κατὰ χρέος τιμῶμέν σε, τῷ γὰρ Ἀμνῷ τῷ αἴροντι, τοῦ κόσμου τὰ πταίσματα, ἀδιστάκτῳ πόθῳ, θερμῶς ἠκολούθησας· ὅθεν καὶ τοῦ πάθους, κοινωνὸς ἀνεδείχθης, τοῦ σαρκὶ ὑπομείναντος, ἑκουσίως τὸν θάνατον. Διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Τῶν εἰδώλων τὰ θράση καταβαλών, τοῦ Σωτῆρος τὰ πάθη ἐπιποθῶν, Ἀνδρέα μακάριε, ἀνεδείχθης Ἀπόστολος, οὐρανόθεν πᾶσι, πηγάζων τὰ θαύματα, καὶ ἐθνῶν ἐγένου, παμμάκαρ Διδάσκαλος· ὅθεν σου τὴν μνήμην, ἐπαξίως τιμῶντες, ἐν ὕμνοις δοξάζομεν, καὶ πιστῶς μεγαλύνομεν, τοῦ Κυρίου Ἀπόστολε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Η ΘΕΙΑ ΕΞΑΝΑΛΩΤΙΚΗ ΤΕ ΤΟΥ ΧΕΙΡΟΝΟΣ....
Ἡ θεία ἐξαναλωτική τε τοῦ χείρονος, τοῦ παντουργοῦ καὶ φωταυγοῦς, Πνεύματος δύναμις ἐν σοί, Ἀνδρέα οἰκήσασα, θεοπρεπῶς πυρίνης γλώττης ἐν σχήματι, τῶν ἀπορρήτων ἀνέδειξε Κήρυκα.
Οὐχ ὅπλα πρὸς ἄμυναν, ἀνείλετο σάρκινα, καὶ πρὸς καθαίρεσιν δεινῶν, ὀχυρωμάτων τοῦ ἐχθροῦ, Ἀνδρέας ὁ πάντιμος, ἀλλὰ Χριστῷ φραξάμενος προσενήνοχεν, αἰχμαλωτίσας τὰ ἔθνη ὑπήκοα.
Τοὺς πόθῳ τελοῦντάς σου, τὴν μνήμην ἐν ᾄσμασιν, ἐκ τῆς ἀφθόνου δωρεὰς τοῦ Διδασκάλου σου Χριστοῦ, Ἀνδρέα πανόλβιε, πνευματικῆς ἀγαλλιάσεως νάματα, ἀναπιμπλῶν μὴ ἐλλίπῃς πρεσβείαις σου.

ΤΑ ΔΙΚΤΥΑ ΣΟΥ ΡΙΨΑΣ, ΚΑΙ ΑΡΑΣ ΤΟΝ ΣΤΑΥΡΟΝ... ΟΝΤΩΣ ΖΩΗ...
Τὰ δίκτυά σου ῥίψας, καὶ ἄρας τὸν σταυρόν, δρόμῳ ἠκολούθησας, καλοῦντι τῷ Χριστῷ, καὶ τὴν σαγήνην τοῦ Πνεύματος ὑφαπλώσας, ἀντὶ ἰχθύων τοὺς ἀνθρώπους σαγηνεύεις· Δόξα τῷ δοθέντι σοι Πνεύματι.
Τοῦ Πνεύματος τὴν φλόγα, τῇ γλώσσῃ προσλαβών, γέγονας Ἀπόστολε, θεόληπτος ἀνήρ, τῶν οὐρανίων τὰ κάλλη περιπολεύων, καὶ τὰ ἐν τούτοις νοητὰ καταμανθάνων, κάλλη καὶ ἡμῖν ἐκκαλύπτων αὐτά.
Τὴν ἔρημον διψῶσαν, ἐπότισας Σοφέ, τοῖς ἐνθέοις λόγοις σου, καὶ ἔδειξας αὐτήν, πολυγονοῦσαν τὰ τέκνα τῆς Ἐκκλησίας, καρποφοροῦντα τοῦ κηρύγματος τὸν σπόρον· Δόξα τῷ δοθέντι σοι Πνεύματι.
Τὸ ἄφραστόν σου κάλλος, Ἀνδρέας προϊδών, Ἰησοῦ, τὸν σύγγονον, ἐφώνησε λαμπρῶς· Πέτρε ὁμαῖμον, εὑρήκαμεν τὸν Μεσσίαν, τὸν ἐν τῷ νόμῳ καὶ Προφήταις κηρυχθέντα, δεῦρο κολληθῶμεν τῇ ὄντως ζωῇ.

ΤΗΝ ΣΗΝ ΕΙΡΗΝΗΝ ΔΟΣ ΗΜΙΝ, ΥΙΕ ΤΟΥ ΘΕΟΥ...
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
Τὰς κόρας τῆς καρδίας μου, διάνοιξον Ἁγνή, βλέπειν με τρανῶς, τὴν θείαν λαμπρότητα, καὶ τὴν σὴν δόξαν τὴν ἀνέκφραστον, ὅπως ἐλέους τύχω, καὶ αἰωνίου δόξης.
Ἐν δύο ταῖς θελήσεσι, τὸν ἕνα τῆς σεπτῆς, τέτοκας Τριάδος Πανάχραντε, φέροντα μίαν τὴν ὑπόστασιν, ὃν ἐκτενῶς δυσώπει, πάντας ἡμᾶς σωθῆναι.
Πανάχραντε ὡς τέξασα, Σωτῆρα καὶ Θεόν, πρέσβευε ἐκ πάσης με θλίψεως, καὶ νοσημάτων καὶ κακώσεως, σῶον συντηρηθῆναι, τὸν σὸν ἀχρεῖον δοῦλον.
Δυσώπησον ὃν ἔτεκες, Παρθένε ὑπὲρ νοῦν, σῴζεσθαι τοὺς πίστει σοι κράζοντας· Χαῖρε Παρθένε παναμώμητε, εὐλογημένη μόνη, τοῦ κόσμου προστασία.

ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ....
Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου Ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.
Μολυνθέντα με πολλαῖς, ἁμαρτίαις δυσωπῶ, σὲ τὴν ὄντως ἀγαθήν, καὶ ἀμόλυντον Σκηνήν. Ἀπόπλυνον, παντοίου ῥύπου, τῇ μεσιτείᾳ σου.
Κυβερνήτης μοι γενοῦ, θαλαττεύοντι ἀεί, ἐν πελάγει τῶν δεινῶν, τῶν τοῦ βίου πειρασμῶν, καὶ σῶσόν με, πρὸς σωτηρίας, ὅρμον ἰθύνασα.
Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησόν μοι, Ἁγία Δέσποινα.
Μεγαλεῖά σοι ἀεί, ἐποιήσατο Χριστός, ὃν ἱκέτευε ἀεί, μεγαλῦναι ἐπ' ἐμοί, τὰ πλούσια, αὐτοῦ ἐλέη, Θεοχαρίτωτε.

ΕΥΦΡΑΙΝΟΝΤΑΙ ΕΝ ΣΟΙ ΠΑΡΘΕΝΕ ΑΧΡΑΝΤΕ, ΤΟΥ ΓΕΝΟΥΣ ΟΙ ΠΡΟΠΑΤΟΡΕΣ...
Εὐφραίνονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ Ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.
Ο ΕΚ ΤΗΣ ΒΗΘΣΑΙΔΑ, ΚΑΤΑΓΟΜΕΝΟΣ ΗΜΑΣ...
Ὁ ἐκ τῆς Βηθσαϊδά, καταγόμενος ἡμᾶς, ἑορτάσαι συγκαλεῖ, τὴν πανήγυριν αὐτοῦ, προθεὶς ἡμῖν, τὰς ἀριστείας, τῶν παλαισμάτων αὐτοῦ.
Ὁ τῇ τέχνῃ ἁλιεύς, καὶ τῇ πίστει μαθητής, ὡς βυθὸν διερευνῶν, τὰς καρδίας τῶν πιστῶν, τὸ ἄγκιστρον, χαλᾷ τοῦ λόγου, καὶ σαγηνεύει ἡμᾶς.
Τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐν καρδίᾳ σου τὸ πῦρ, περιφέρων Μαθητά, κατεβόας τῶν ἐθνῶν· Ἡ φλὸξ ὑμῶν, ἐσβέσθη ὄντως, ἐπιφανέντος Χριστοῦ.
Οἱ τῷ ἅλατι τὸν νοῦν, ἀρτυθέντες τοῦ Χριστοῦ, τὰ ὀψώνια ὑμῶν, κατεγλύκαναν ἡμῖν, τὰ δόγματα, τῆς οὐρανίου, καὶ ἀκηράτου τρυφῆς.

ΤΟΝ ΤΗΣ ΑΝΔΡΕΙΑΣ ΕΠΩΝΥΜΟΝ ΘΕΗΓΟΡΟΝ
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.
ΑΝΩΘΕΝ ΜΕΝ ΔΑΥΙΔ ΑΝΑΣΤΕΛΛΕΙ... ΠΟΘΟΥΜΕΝΟΝ...
Ἄνωθεν μὲν Δαυῒδ ἀναστέλλει ἁμαρτωλόν, ὡς ἐμέ, διηγεῖσθαι Θεοῦ εὐλόγως τὰ δικαιώματα, ὅμως πρὸς πίστιν διδάσκει πάλιν, καὶ ἐν δάκρυσι πλείστοις ἐξαγορεύει· Σήμερον γὰρ τῆς φωνῆς αὐτοῦ ἐὰν ἀκούσητε, καρδίας μὴ σκληρυνθῆτε, ὥς ποτε Ἰσραὴλ παρεπίκρανεν. Ἐπάγει οὖν τῷ ἑξῆς Ψαλμῷ· Τῷ Κυρίῳ ἡ σύμπασα γῆ ᾄσατε· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.
ΒΗΘΣΑΙΔΑ ΝΥΝ ΑΓΑΛΛΟΥ... ΑΝΔΡΕΑ ΧΑΙΡΕ ΚΑΙ ΣΚΙΡΤΑ...
Βηθσαϊδὰ νῦν ἀγάλλου· ἐν σοὶ γὰρ ἤνθησαν, ἐκ μυστικῆς λιβάδος, εὐωδέστατα κρίνα, Πέτρος καὶ Ἀνδρέας, κόσμῳ παντί, τὸ τῆς πίστεως κήρυγμα, εὐωδιάζοντες χάριτι τοῦ Χριστοῦ, οὗ καὶ τὰ πάθη ἐμιμήσαντο.
Ἀνδρέα χαῖρε καὶ σκίρτα, ὅτι ἐδέξω σαφῶς, ἐν τῇ τοῦ Λόγου λάμψει, τὸν Ἥλιον τῆς δόξης, Χριστὸν τὸν ζωοδότην, ὃν καὶ κρατῶν, ἐν τῇ πίστει ἐκήρυξας, τοῦτον δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἀνυμνούντων σε.
Ὁ μυστολέκτης τῆς θείας, οἰκονομίας Χριστοῦ, ὁ ἐκλεχθεὶς ἐν πρώτοις, μαθητεῦσαι τῷ Λόγῳ, Ἀνδρέας ὁ θεόπτης, ἐβόα φησί, τὸν συναίμονα Πέτρον ἰδών· Εὑρήκαμεν τὸν Μεσσίαν ὃν ἡ Γραφή, καὶ Προφῆται προεκήρυξαν.
Ἡ τῶν Πατρέων σε πολις, Ποιμένα κέκτηται, καὶ πολιοῦχον θεῖον, καὶ κινδύνων παντοίων, ῥύστην καὶ φρουρὸν σε, Ἀνδρέα σοφέ, εὐχαρίστως τιμῶσά σε· Ἀλλ' ἐκδυσώπει ἀπαύστως ὑπὲρ αὐτῆς, διασῴζεσθαι ἀλώβητον.
Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ τοὺς ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου τὸν σταυρόν, ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω τὸν παντουργέτην.

O ΛΟΓΟΣ Ο ΠΡΟΑΝΑΡΧΟΣ, ΕΥΡΗΚΩΣ.... ΘΕΙΑΝ ΠΟΡΕΙΑΝ...
Ὁ Λόγος ὁ προάναρχος, εὑρηκὼς σε παμμάκαρ, Πρωτόκλητον ἀνέδειξε, πάντων τῶν Ἀποστόλων, Ἀνδρέα παναοίδιμε, καὶ τοῖς τούτου ἴχνεσιν, ἑπόμενος ἀνεδείχθης, ὁδηγὸς πλανωμένων, πρὸς οὐράνιον αὐτούς, ἀνάγων θείαν πορείαν.
Ο ΤΗΝ ΣΑΓΗΝΗΝ ΑΠΛΩΣΑΣ.... ΕΛΕΥΣΕΤΑΙ ΧΡΙΣΤΟΣ.... ΤΑΣ ΦΥΛΑΣ ΤΟΥ ΙΣΡΑΗΛ....
Ὁ τὴν σαγήνην ἁπλώσας, τῆς μυστικῆς θεωρίας, καὶ ὡς ἰχθύας ἐν αὐτῇ, σαγηνεύσας τὰ κάλλη, τῶν οὐρανίων ἐννοιῶν, ἱκέτευε Ἅγιε, τὴν Ἁγίαν Τριάδα, τοῦ πηγάσαι καὶ ἡμῖν τὸν ἱλασμόν.
Εὐχαριστοῦμεν τὰ ἔθνη, τὰ διὰ σοῦ φωτισθέντα, καὶ ἀπὸ γῆς εἰς οὐρανούς, διὰ σοῦ ἀναχθέντα Δαυῒδ· τῆς γὰρ λατρείας τοῦ ἐχθροῦ, ἐκστάντες γεγόναμεν συμμέτοχοι, τῶν Ἁγίων Ἀγγέλων, τοῦ Κυρίου τε τῆς δόξης κοινωνοί.
Τῶν ἀπορρήτων αὐτόπται, καὶ ὑπηρέται τοῦ Λόγου, μυσταγωγοὶ καὶ θεωροί, τῶν ἀνεξιχνιάστων, συγκληρονόμους καὶ ἡμᾶς, γενέσθαι δεήθητε Ἀπόστολοι, τῆς Χριστοῦ βασιλείας, καὶ μετόχους τῆς Θεότητος αὐτοῦ.
Δεσμεῖν καὶ λύειν λαβόντες, παρὰ Χριστοῦ ἐξουσίαν, λύσατε πάντας τῶν δεσμῶν, τῶν πολλῶν ἐγκλημάτων, ὅτι ἐλεύσεται Χριστός, καὶ πάντες καθήσεσθε οἱ Δώδεκα, ἐπὶ θρόνοις τοσούτοις, κρῖναι πάσας, τὰς φυλὰς τοῦ Ἰσραήλ.

ΟΙΑ ΦΟΙΤΗΤΗΣ ΠΑΝΑΡΙΣΤΟΣ... ΤΟΥ ΤΩ ΣΤΑΥΡΩ...
Οἷα φοιτητὴς πανάριστος, τοῦ τῷ σταυρῷ βουλήσει προσομιλήσαντος, τῷ Δεσπότῃ σου μέχρι θανάτου ἑπόμενος, ἀνελήλυθας χαίρων εἰς ὕψος σταυροῦ, στελλόμενος πορείαν, πρὸς οὐρανοὺς μάκαρ Ἀπόστολε.
Πύλη τῆς Ἐδὲμ σοι ἤνοικται, καὶ προσετέθη κλῖμαξ ἡ ἐπουράνιος, καὶ ἐδέξαντο τῶν οὐρανῶν τὰ σκηνώματα, καὶ παρέστηκας χαίρων Ἀπόστολε, Χριστῷ τῷ ζωοδότῃ, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.
Ἴσοις ἐδοξάσθης πάθεσι, τοῦ Διδασκάλου μάκαρ Ἀνδρέα πάνσοφε· διὰ γὰρ σταυροῦ τὸ θεῖον τέλος ἀπείληφας, καὶ μεθέξει Θεὸς ἐχρημάτισας· διὸ σε δυσωποῦμεν, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Χαίροις ξυνωρὶς πανάριστος, ἐν οὐρανοῖς λαχοῦσα νῦν τὸ πολίτευμα, ἐποπτεύοις τε, τῶν ὑμνητῶν τὴν προαίρεσιν, ἑαυτῶν ἐκνικῶσαν τὴν δύναμιν, καὶ θείων χαρισμάτων, καταγλαΐζοις τῇ λαμπρότητι.

ΤΗΝ ΦΩΤΟΦΟΡΟΝ ΝΕΦΕΛΗΝ.... ΠΑΝΤΩΝ ΤΩΝ ΚΑΛΩΝ...
Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος, ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν.
Φιλαμαρτήμων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον Ἁγνή, τὸ ἀδέκαστον τρέμω, ἐν ᾧ με τήρησον ταῖς σαῖς, ἁγίαις δεήσεσι, Θεόνυμφε, ἀκατάκριτον ὅπως, ὡς προστάτιν μακαρίζω σε ἀεί.
Φρίττω τὸ βῆμα Παρθένε, καὶ τὸ ἀλάθητον ὄμμα, τοῦ σοῦ Υἱοῦ πράξεις αἰσχράς, ἐπὶ γῆς ἐκτελέσας, καὶ διὰ τοῦτό σοι βοῶ· Πανεύσπλαγχνε Δέσποινα βοήθει μοι, καὶ τῆς τότε ἀνάγκης, ἐξελοῦ με καὶ διάσωσον Ἁγνή.
Ὡς φοβερὰ ἡ ἡμέρα, τῆς ἐξετάσεως Κόρη! ὡς ἡ ἀπόφασις φρικτή! ὡς δεινὴ ἡ αἰσχύνη! τὶς ὑποστήσεται λοιπόν, πανάχραντε Δέσποινα ἐλέησον, τὴν ἀθλίαν ψυχήν μου, καὶ πρὸ τέλους δὸς μοι ἄφεσιν Ἁγνή.
Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις, ταῖς προσβολαῖς τοῦ πονηροῦ, καὶ κακίαις ἀπάσαις, καὶ παροργίζοντα Θεόν, Πανάμωμε φώτισον, ὁδηγοῦσα πρός καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.

ΦΩΤΟΦΟΡΟΣ ΚΑΙ ΕΥΦΡΑΝΤΙΚΗ....
Φωτοφόρος καὶ εὐφραντική, ἀκτῖνας ἰαμάτων, Ἀνδρέα Χριστοῦ Ἀπόστολε, νῦν ἐξέλαμψεν ἡμῖν, ἡ ἔνθεος μνήμη σου, τοῖς βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀνθρωπίνης φύσεως λαχών, τοὺς ταύτης ὑπερέβης, θεσμοὺς καὶ πρὸς τὴν Ἀγγέλων, μεταβέβηκας σκηνήν, Ἀνδρέα Ἀπόστολε, καὶ κραυγάζεις· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἡ ἐξ ὕψους Πνεύματος Θεοῦ, πνοὴ σε ἐκπυρώσασα, Ῥήτορα θεηγόρον, ἀναδείκνυσι θερμόν, βοῶντα Ἀπόστολε τῷ Χριστῷ σου· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φεγγοβόλος ὥσπερ ἀστραπή, εἰς φῶς ἐθνῶν ἐξῆλθες, τὸ σκότος τῆς ἀγνωσίας, ἐκδιώκων καὶ πιστούς, φωτίζων κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΟΙ ΠΑΙΔΕΣ ΕΥΣΕΒΕΙΑ ΣΥΝΤΡΑΦΕΝΤΕΣ....
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
ΤΟΥ ΠΑΝΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ....ΚΑΡΔΙΑΙΣ ΗΜΩΝ....
Τοῦ Παναγίου Πνεύματος τὸ πῦρ, σπασάμενος, ἄνωθεν Ἀπόστολε Χριστοῦ, γλώσσαις καιναῖς, αἷς μηδαμοῦ ἐφθέγξω, τοῖς τοῦ κόσμου πέρασι, διεκελεύσθης λαλεῖν τὰ μεγαλεῖα αὐτοῦ.
Ὑπερεκπλήττει πάντα λογισμόν, τὸ κήρυγμα, ὅπερ ἐσαλπίσατε τῇ γῇ, μύσται Χριστοῦ, καὶ θεωροὶ τῶν ἄνω, ὅτι μόνοι δώδεκα ὄντες, τὰς μυριάδας τῆς γῆς κατεφωτίσατε.
Ἐθαυμαστώθη Δέσποτα Χριστέ, ἡ χάρις σου, ἐν τοῖς θεοσόφοις Μαθηταῖς, ὅτι μικροὶ καὶ ἰδιῶται ὄντες, πᾶσαν γῆν διέδραμον, ἀπὸ τῶν ἄκρων αὐτῆς ἕως περάτων αὐτῆς.
Τὶ τὸ διδάξαν οὕτω σε λαλεῖν, Ἀπόστολε; τὶ τὸ καταλάμψαν σου τὸν νοῦν, βλέπειν τρανῶς, τῆς ἀπροσίτου δόξης, τὴν αὐγὴν τὴν λάμψασαν, τῆς ἀληθείας τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν;

Η ΑΨΕΥΔΗΣ ΕΜΦΑΝΩΣ ΠΕΠΛΗΡΩΤΑΙ....
Ἡ ἀψευδής, ἐμφανῶς πεπλήρωται, ἐπαγγελία σου Χριστέ· τῷ γὰρ σάλῳ ὁ φοιτητής, σοῦ ὁ ἐνθεώτατος, λόγῳ ἐμβριμώμενος, πρὸς ἱλαρὰν γαλήνην μετέβαλεν. Ὁ αἰνετός ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος.
Τῷ νοητῷ, τῆς Σιὼν Ἀπόστολε, προβῆναι ὄρει κελευσθείς, σωτηρίου τε εἰληφώς, χαίρων τὸ ποτήριον, ἔδης πορθμευόμενος, διὰ θανάτου πρὸς θείαν ζωήν, ἔνθα Χριστός τῶν ἁπάντων, Θεὸς καὶ ὑπερένδοξος.
Σὺ γηγενής, πεφυκὼς Ἀπόστολε, ὑπερφυῶς τερατουργείς· δι' ἀγάπης γὰρ συγκραθείς, τούτῳ ἠκολούθησας, Χριστῷ τῷ σὲ ἀγαπήσαντι· Ὁ αἰνετὸς ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος.

ΤΟΥΣ ΕΝ ΚΑΜΙΝΩ ΠΑΙΔΑΣ ΣΟΥ ΣΩΤΗΡ
Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Τὴν μιανθεῖσαν ἄχραντε ψυχήν, ἁγίασον, πάντοτε τοῦ δούλου σου Ἁγνή, καὶ τοῦ νοὸς δεινὰς αἰχμαλωσίας, καὶ καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμάς, τάχος ἀφάνισον.
Νενεκρωμένον πάθεσι σαρκός, Πανάμωμε, ζώωσον τὸν νοῦν μου καὶ Θεῷ, τὰ ἀρεστὰ ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω ἀεί, τὴν ἀγαθότητα σου.
Νεκρωσόν μου Δέσποινα ἁγνή, τὰ τῆς σαρκὸς πάθη, καὶ ψυχῆς μου ταπεινῆς ῥύπον, δεινὸν ἐναποσμήχουσα Παρθένε, καὶ λογοθεσίου με, τῶν ἀοράτων ἐχθρῶν, ῥῦσαι καὶ σῶσόν με.
Σοὶ Παναγία ἄχραντε ἁγνή, οἱ δοῦλοί σου, πάντοτε ἡμέρας καὶ νυκτός, προσπίπτομεν συντετριμμένῃ διανοίᾳ, δυσωποῦντες λύτρωσιν, ἁμαρτημάτων εὑρεῖν, ταῖς ἱκεσίαις ταῖς σαῖς.

ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΝΔΡΕΟΥ ΤΟΥ ΠΡΩΤΟΚΛΗΤΟΥ....
Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου.
Στίχοι
Ἀντίστροφον σταύρωσιν Ἀνδρέας φέρει,
Φανεὶς ἀληθῶς οὐ σκιώδης ἀντίπους.
Σταυρὸν κακκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας.
Στίχοι
Φρουρούμενος χάριτι Σεπτῆς Τριάδος,
Φρουμέντιος δέδειχε φροῦδον τὴν πλάνην.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κυριακή 29 Νοεμβρίου 2009
ΤΗΝ ΧΑΡΙΝ ΝΥΝ ΑΠΑΝΤΕΣ, ΑΝΕΥΦΗΜΗΣΩΜΕΝ, ΜΗΤΡΟΣ ΤΟΥ ΘΕΟΥ....ΔΕΙΝΩΝ...
Τὴν χάριν νῦν ἅπαντες, ἀνευφημήσωμεν, Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὡς δι' αὐτῆς τὴν χαράν, τῷ κόσμῳ αὐγάσασαν, λύσιν τῆς ἁμαρτίας, εὑραμένη ἡ φύσις, ἅπασα τῶν ἀνθρώπων, γηθομένη κραυγάζει· Εὐχαῖς αὐτῆς Κύριε, ῥῦσαι ἡμᾶς τῶν δεινῶν.
ΜΗ ΕΠΟΔΥΡΟΥ ΜΟΥ ΜΗΤΕΡ ΚΑΘΟΡΩΣΑ, ΕΝ ΞΥΛΩ ....
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ χαρίσομαι τούτοις, βασιλείαν τὴν αἰώνιον.
ΕΠΑΡΘΕΝΤΑ ΣΕ ΙΔΟΥΣΑ Η ΕΚΚΛΗΣΙΑ... ΥΠΕΡΤΙΜΟΥ ΑΘΛΗΣΕΩΣ....
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».
Ἡ καρδία σου ἀνδρείᾳ ὠχυρωμένη, καὶ παρρησίᾳ ἔνδοξε, πεπυρακτωμένη, βάσανα πολύπλοκα νηπίων τοξεύματα, Μάρτυς τοῦ Χριστοῦ ἐλογίσατο.
Νεκρωθέντας ταῖς προστάξεσι τοῦ τυράννου, τοὺς Ἀθλητὰς θεώμενος, ζῆλον κατ' ἐκείνους, ἔνθεον ἀνέλαβεν, ὁ Μάρτυς Παράμονος, καὶ πρὸς τὸ παθεῖν ηὐτομόλησεν.
Νεανικῶς σε τεινόμενον καὶ ταῖς λόγχαις, ἀνηλεῶς νυπόμενον, καὶ τὰς μεθοδείας, τοῦ ἐχθροῦ τροπούμενον, Χριστὸς ἐστεφάνωσεν, ὁ ἀγωνοθέτης Μακάριε.
Ὑπομονὴν ἐκπληττόμενος τῶν Μαρτύρων, καὶ τὴν αὐτῶν τελείωσιν, Ἔνδοξε θαυμάζων, τούτοις ἐκοινώνησας, τοῦ ζήλου τῆς πίστεως, καὶ τῆς ὑπερτίμου ἀθλήσεως.

ΕΥΦΡΑΙΝΕΤΑΙ ΕΠΙ ΣΟΙ Η ΕΚΚΛΗΣΙΑ ΣΟΥ... ΛΕΛΟΓΙΣΑΙ...
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου, Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Τὴν ἔπαρσιν τοῦ ἐχθροῦ, ταπεινωθείς, διὰ Χριστὸν ἔθραυσας, καὶ τὰς αὐτοῦ φάλαγγας, ξίφει καρτερίας συνέκοψας.
Ἠκύρωσας πονηρόν, κατὰ τῆς πίστεως ἡμῶν βούλημα, καὶ καρτερῶς ἤθλησας, Μάρτυς ἀθλοφόρε Παράμονε.
Νενεύρωσαι θεϊκῇ, ὡς στρατιώτης δυνατὸς χάριτι, καὶ χαλεπὰ βάσανα, Μάρτυς ὥσπερ ὄναρ λελόγισαι.

Ο ΜΑΡΤΥΣ ΠΑΡΑΜΟΝΟΣ, ΚΑΡΤΕΡΙΚΩΣ ΕΝΑΘΛΩΝ... ΣΩΣΟΝ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...
Ὁ Μάρτυς Παράμονος, καρτερικῶς ἐναθλῶν, τοῖς ῥείθροις τοῦ αἵματος, πολυθεΐας πυράν, ἐνθέως κατέσβεσεν· ὅθεν τῶν ἰαμάτων, εἰληφὼς θείαν χάριν, δαίμονας ἀπελαύνει, καὶ νοσήματα παύει αὐτοῦ Χριστὲ πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ο ΜΑΡΤΥΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ....
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΤΑΣ ΣΤΡΕΒΛΩΣΕΙΣ ΤΟΥ ΣΩΜΑΤΟΣ...
Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ μαστῶν τὴν ἀφαίρεσιν, καὶ χειρῶν ὑπήνεγκας καρτερώτατα, τήν τε ὀδόντων ἐκρίζωσιν, πλευρῶν τὴν κατάφλεξιν, τῶν ποδῶν τήν ἐκκοπήν, καὶ τὸν ἄδικον θάνατον· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης οὐρανίοις, ἐν θαλάμοις κατοικοῦσα, Ἀναστασία πολύαθλε.
Παρθενίας κειμήλιον, κεκλεισμένος Παράδεισος, ἱερὸν ἀνάθημα, θεῖον τέμενος, νύμφη Χριστοῦ πανακήρατε, καὶ ἔμψυχον ἄγαλμα, ἀσκουσῶν ὑπογραμμός, τῶν Μαρτύρων ἀγλάϊσμα, κρήνη βρύουσα, ποταμοὺς ἰαμάτων ἀνεδείχθης, τοῖς τελοῦσί σου τὴν μνήμην, Ἀναστασία πανεύφημε.
Τῶν Μαρτύρων ἀγλάϊσμα, τῶν Παρθένων ἀπάνθισμα, τῶν Ὁσίων μέγιστον ἐγκαλλώπισμα, Ἀναστασίαν πολύαθλον, τῆς Ῥώμης τὸ καύχημα, καὶ τερπνότατον Θεοῦ, καὶ ἀμώμητον σφάγιον, τὴν ἀκράδαντον, εὐσεβείας κρηπῖδα, δεῦτε πάντες, ἀνυμνήσωμεν προθύμως, περιφανῶς ἐναθλήσασαν.
Πάτερ θεόφρον Ἀβράμιε, τοῦ Ἀβραὰμ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς πατρίδος μακάριε, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν οἰκίσκῳ σμικρῷ τὸ σῶμά σου, κλείσας μακάριε, τὸν νοῦν ἀνεπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο.
Ὅσιε Πάτερ Ἀβράμιε, ἀβραμιαίαν ψυχήν, φερωνύμως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, ἐπαγγελίας τήν γῆν κεκλήρωσαι, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν.
Ὅσιε Πάτερ Ἀβράμιε, τὴν ταῖς ἀπάταις δεινῶς, ὑπαχθεῖσαν τοῦ ὄφεως, καὶ κατολισθήσασαν, ἀπωλείας πρὸς βάραθρον, δι' ἐπινοίας θείας ἀνείλκυσας, καὶ σῳζομένην Θεῷ παρέστησας, ἧς τὴν μετάνοιαν, πάντες κατεπλάγησαν, οἱ εὐσεβῶς, Κύριον δοξάζοντες, τὸν ὑπεράγαθον.

ΙΔΕΙΝ ΚΑΤΗΞΙΏΘΗΣ ΠΑΤΕΡ.... ΤΙΜΩΣΑΝ ΤΗΝ ΠΟΛΙΤΕΙΑΝ ΣΟΥ...
Ἰδεῖν κατηξιώθης, Πάτερ θεοφόρε, τὰ δι' ἐλπίδος σοι πάλαι ποθούμενα, ἃ ὀφθαλμὸς οὐ κατεῖδε, καὶ οὓς οὐκ ἤκουσεν.
Ὡραῖος ἀπεφάνθης, θείαις ἀγλαΐαις, τῶν ἀρετῶν διαλάμπων Ἀβράμιε, καὶ τῷ τῶν ὅλων Δεσπότῃ χαίρων παρίστασαι.
Συνήφθης ταῖς χορείαις, πάντων τῶν Ὁσίων, καὶ σὺν αὐτοῖς τῆς θεώσεως Ὅσιε, ἐπιτυχὼν ἱκετεύεις, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἡμέραν εὐφροσύνης, ἄγει χαρμοσυνως, τῆς ἱερᾶς σου ὦ Πάτερ κοιμήσεως, ἡ Ἐκκλησία, τιμῶσα τὴν πολιτείαν σου.

ΣΕ ΤΗΝ ΑΓΝΗΝ ΚΑΙ ΑΜΩΜΟΝ, Η ΠΑΡΘΕΝΟΣ ΠΟΘΗΣΑΣΑ, ΑΜΩΜΟΝ ΚΑΙ ΣΩΜΑ....
Σὲ τὴν Ἁγνὴν καὶ ἄμωμον, ἡ Παρθένος ποθήσασα, ἄμωμον καὶ σῶμα, καὶ ψυχὴν ἐτήρησε, παθῶν ὑπεκκαύματα, ὑπομονῇ τεφρώσασα, πεῖράν τε πολλῶν, ὑπενεγκοῦσα βασάνων, καὶ νῦν ἐπουρανίοις, ἐν θαλάμοις χορεύει, σὺν σοὶ εὐφραινομένη, εἰς πάντας τοὺς αἰῶνας.
ΝΕΑΝΙΚΩΣ ΗΡΙΣΤΕΥΣΑΣ ΑΘΛΗΦΟΡΕ.... ΧΡΙΣΤΟΝ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...
Νεανικῶς ἠρίστευσας, Ἀθληφόρε πανεύφημε, καὶ κατὰ τῆς πλάνης, ἀνεστήσω τρόπαια, χειρῶν στερουμένη γάρ, καὶ τῶν ποδῶν ὑπέφερες, καὶ τομῆς μαστῶν, καὶ ἐκριζώσεως Μάρτυς, ἠνέσχου τῶν ὀδόντων, ἐν χαρᾷ μελῳδοῦσα· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας.
Ὁλολαμπὴς ὡς ἥλιος, παρθενίας λαμπρότησι, καὶ τῆς μαρτυρίας, καλλοναῖς ἐξήστραψας, καὶ κόσμον ἐφώτισας, ταῖς φωτοβόλοις λάμψεσι, σοῦ Ἀναστασία, τῆς πολλῆς καρτερίας, προθύμως ἐκβοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου Θεόνυμφε, καὶ ἀμαυρουμένην, προσβολαῖς τοῦ ὄφεως, ταῖς σαῖς παρακλήσεσιν, ἐκ τῶν δεινῶν καθάρισον, καὶ φωτιστικῇ, ἐπισκιάσει σου Μάρτυς, καταύγασον βοῶντα· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΛΙΘΟΣ .....ΔΙΟ ΕΠΑΓΑΛΛΟΜΕΝΟΙ .... ΠΑΝΗΓΥΡΙΖΟΥΣΙ ΠΑΡΑΜΟΝΕ...
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Ἴδε φωταυγοῦς Ἀθλοφόρου, φωτοφανὴς ἔλαμψε μνήμη, πάντων τῶν Πιστῶν τὰς καρδίας, φωταγωγοῦσα τῷ θείῳ Πνεύματι, περιχαρῶς χορεύσωμεν, τοῦτον ἐν πίστει μακαρίζοντες.
Ὡς τῇ ἑπτακύκλῳ δεκάδι, καὶ τῇ τριπλῇ ἑκατοντάδι, ἀκαταγωνίστων Μαρτύρων, συναγελάζων, μεθ' ὧν τὸ σῶμά σου, Μάρτυς Χριστοῦ κατάκειται, σὺν τούτοις πρέσβευε σωθῆναι ἡμᾶς.
Στάδιον ἀνύσαντες πόνων, πολυειδῶν μεμεστωμένον, καὶ μετὰ Χριστοῦ τοῦ τὸν κόσμον, νενικηκότος λαμπρῶς νικήσαντες, στεφανηφόροι Μάρτυρες, τοὺς οὐρανοὺς περιπολεύετε.
Ἤρθης ἀπὸ γῆς καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐκομίσω, νῦν δὲ ποταμοὺς ἀναβλύζεις, ἡμῖν θαυμάτων τοῖς σὲ γεραίρουσι, καὶ εὐσεβῶς τὴν μνήμην σου, πανηγυρίζουσι Παράμονε.

ΗΧΟΣ ΦΩΝΗΣ ΕΟΡΤΑΖΟΝΤΩΝ....
Ἦχος φωνῆς ἑορταζόντων, ἔνθα πέφυκε χορεύεις, Ἀθληφόρε, σὺν παρθένων χοροῖς, τῷ Κτίστῃ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μέλη συνθλώμενα ὁρῶσα, καὶ ὀνύχων σπαραγμὸν προσκαρτεροῦσα, ἀνηνέχθης Χριστῷ, θυσία μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὤφθης ὡς ἄμπελος θεόφρον, χεῖρας πόδας τε ὡς κλάδους τεμνομένη, καὶ ἡμῖν νοητῶς, τὸν οἶνον γεωργοῦσα, καρδίας τὸν εὐφραίνοντα, καὶ παθῶν ὠθοῦντα μέθην.
Πῦρ αἰσθητὸν οὐκ ἐπτοήθης, νεανίας τρεῖς τοὺς πάλαι μιμουμένη, θείαν δρόσον καὶ γάρ, ἐδέξω μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ.... ΕΥΛΟΓΕΙΤΕ.... ΚΥΡΙΟΝ....
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον
ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ .... ΠΑΝΤΑ ΤΑ ΕΡΓΑ ΚΥΡΙΟΥ ΤΟΝ ΚΥΡΙΟΝ...
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Ἄγρυπνὸν σε φύλακα Πιστῶν, κατεπλουτήσαμεν, κατακοιμίζοντα, δαιμόνων φάσματα πάντοθεν, καὶ σαρκὸς ἄγρια κύματα, καὶ καταιγίδας λογισμῶν, Μάρτυς πολύαθλε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ῥείθροις σῶν αἱμάτων ἱερῶν, πορφύραν ἔβαψας, σαυτῷ παλαίωσιν, μηδόλως μέλλουσαν δέχεσθαι, καὶ λαμπρῶς ὡραϊζόμενος, τὰ ἐπουράνια οἰκεῖς, βοῶν μακάριε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱερεῖον ὥσπερ καθαρόν, καὶ θῦμα ἄμωμον, καὶ καλλιέρημα, ὁλοκαυτούμενον ἄνθραξιν, ἱερᾶς Μάρτυς ἀθλήσεως, τῷ ἀθλοθέτῃ σου Χριστῷ, προσήχθης μέλπων σοφέ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΘΥΣΩ ΣΟΙ....ΡΕΥΣΑΝΤΙ ΑΙΜΑΤΙ...
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι
ΣΥ ΚΥΡΙΕ ΜΟΥ ΦΩΣ, ΕΙΣ ΤΟΝ ΚΟΣΜΟΝ ΕΛΗΛΥΘΑΣ.....
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας τοὺς πίστει ἀνυμνοῦντάς σε».
Δῶρον πολυτελές, σεαυτὸν προσενήνοχας, τῷ Κτίστῃ σου ἐναθλήσας, καὶ τὴν πλάνην νικήσας, Μαρτύρων ἐγκαλλώπισμα.
Ἱδρύματα σοφέ, τῶν Δαιμόνων καὶ ξόανα, συνέτριψας ἡδρασμένον, λογισμὸν κεκτημένος, ἐν πέτρᾳ θείας πίστεως.
Δαιμόνων τὴν πληθύν, ἀνδρικῶς ἐτραυμάτισας, τῷ τραύματι τῆς σαρκός σου, Ἀθλητὰ γενναιόφρον· διὸ σε μακαρίζομεν.

....ΝΕΚΡΩΘΕΝΤΑΣ....Ο ΜΑΡΤΥΣ ΠΑΡΑΜΟΝΟΣ...
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».
Ἡ καρδία σου ἀνδρείᾳ ὠχυρωμένη, καὶ παρρησίᾳ ἔνδοξε, πεπυρακτωμένη, βάσανα πολύπλοκα νηπίων τοξεύματα, Μάρτυς τοῦ Χριστοῦ ἐλογίσατο.
Νεκρωθέντας ταῖς προστάξεσι τοῦ τυράννου, τοὺς Ἀθλητὰς θεώμενος, ζῆλον κατ' ἐκείνους, ἔνθεον ἀνέλαβεν, ὁ Μάρτυς Παράμονος, καὶ πρὸς τὸ παθεῖν ηὐτομόλησεν.
Νεανικῶς σε τεινόμενον καὶ ταῖς λόγχαις, ἀνηλεῶς νυπόμενον, καὶ τὰς μεθοδείας, τοῦ ἐχθροῦ τροπούμενον, Χριστὸς ἐστεφάνωσεν, ὁ ἀγωνοθέτης Μακάριε.
Ὑπομονὴν ἐκπληττόμενος τῶν Μαρτύρων, καὶ τὴν αὐτῶν τελείωσιν, Ἔνδοξε θαυμάζων, τούτοις ἐκοινώνησας, τοῦ ζήλου τῆς πίστεως, καὶ τῆς ὑπερτίμου ἀθλήσεως.
Ἡ καρδία σου ἀνδρείᾳ ὠχυρωμένη, καὶ παρρησίᾳ ἔνδοξε, πεπυρακτωμένη, βάσανα πολύπλοκα νηπίων τοξεύματα, Μάρτυς τοῦ Χριστοῦ ἐλογίσατο.
Νεκρωθέντας ταῖς προστάξεσι τοῦ τυράννου, τοὺς Ἀθλητὰς θεώμενος, ζῆλον κατ' ἐκείνους, ἔνθεον ἀνέλαβεν, ὁ Μάρτυς Παράμονος, καὶ πρὸς τὸ παθεῖν ηὐτομόλησεν.
Νεανικῶς σε τεινόμενον καὶ ταῖς λόγχαις, ἀνηλεῶς νυπόμενον, καὶ τὰς μεθοδείας, τοῦ ἐχθροῦ τροπούμενον, Χριστὸς ἐστεφάνωσεν, ὁ ἀγωνοθέτης Μακάριε.
Ὑπομονὴν ἐκπληττόμενος τῶν Μαρτύρων, καὶ τὴν αὐτῶν τελείωσιν, Ἔνδοξε θαυμάζων, τούτοις ἐκοινώνησας, τοῦ ζήλου τῆς πίστεως, καὶ τῆς ὑπερτίμου ἀθλήσεως.
ΣΤΕΡΕΩΣΟΝ ΜΟΥ ΤΟΝ ΝΟΥΝ....
Στερέωσόν μου τὸν νοῦν, περιτρεπόμενον πολλοῖς πάθεσι, Μήτηρ Θεοῦ πάναγνε, ὅπως κατὰ χρέος δοξάζω σε.
ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ.... ΚΥΡΙΟΥ ΤΟΝ ΚΥΡΙΟΝ...
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Ἄγρυπνὸν σε φύλακα Πιστῶν, κατεπλουτήσαμεν, κατακοιμίζοντα, δαιμόνων φάσματα πάντοθεν, καὶ σαρκὸς ἄγρια κύματα, καὶ καταιγίδας λογισμῶν, Μάρτυς πολύαθλε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ῥείθροις σῶν αἱμάτων ἱερῶν, πορφύραν ἔβαψας, σαυτῷ παλαίωσιν, μηδόλως μέλλουσαν δέχεσθαι, καὶ λαμπρῶς ὡραϊζόμενος, τὰ ἐπουράνια οἰκεῖς, βοῶν μακάριε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱερεῖον ὥσπερ καθαρόν, καὶ θῦμα ἄμωμον, καὶ καλλιέρημα, ὁλοκαυτούμενον ἄνθραξιν, ἱερᾶς Μάρτυς ἀθλήσεως, τῷ ἀθλοθέτῃ σου Χριστῷ, προσήχθης μέλπων σοφέ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἄγρυπνὸν σε φύλακα Πιστῶν, κατεπλουτήσαμεν, κατακοιμίζοντα, δαιμόνων φάσματα πάντοθεν, καὶ σαρκὸς ἄγρια κύματα, καὶ καταιγίδας λογισμῶν, Μάρτυς πολύαθλε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ῥείθροις σῶν αἱμάτων ἱερῶν, πορφύραν ἔβαψας, σαυτῷ παλαίωσιν, μηδόλως μέλλουσαν δέχεσθαι, καὶ λαμπρῶς ὡραϊζόμενος, τὰ ἐπουράνια οἰκεῖς, βοῶν μακάριε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱερεῖον ὥσπερ καθαρόν, καὶ θῦμα ἄμωμον, καὶ καλλιέρημα, ὁλοκαυτούμενον ἄνθραξιν, ἱερᾶς Μάρτυς ἀθλήσεως, τῷ ἀθλοθέτῃ σου Χριστῷ, προσήχθης μέλπων σοφέ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ΟΥΚ ΑΠΟΚΡΥΠΤΩ...
Οὐκ ἀποκρύπτω ὁ τάλας τὰ δεινά μου, ὅτι πάντα κέκτημαι ἅπερ μισεῖ ὁ Θεός, σάρκα μολύνας καὶ πνεῦμά μου, καὶ νοῦν ἐννοίαις, καὶ ἀθεμίτοις ἔργοις καὶ λόγοις αἰσχροῖς· γλώσσῃ κατακρίνων τε τοὺς ἁμαρτάνοντας, αὐτὸς τὰ χείρω ἐργάζομαι· Θεογεννῆτορ, τούτων μοι δίδου πάντων διόρθωσιν, ἵνα ἐκνήψας τῆς κακίστης μου, συνηθείας προσπέσω καὶ κλαύσωμαι, ἃ δεινὰ εἰργασάμην, τῆς ζωῆς μου τὸ ὑπόλοιπον.
ΦΩΤΟΦΑΝΕΙΑΣ ΣΑΦΩΣ.... ΠΑΡΑΜΟΝΕ...
Φωτοφανείας σαφῶς πεπυρσευμένος, παμμάκαρ Παράμονε, τοῦ θείου Πνεύματος, σκότος βαθύτατον τέλεον, ἀπεβδελύξω, πολυθεΐας καὶ ηὐτομόλησας, εὐθέτου λαβόμενος, καιροῦ πανόλβιε, πρὸς τὰ προκείμενα σκάμματα, γενναιοφρόνως· καὶ νικηφόρος ὀφθεὶς κατέβαλες, τὸν ἀλαζόνα καὶ πολέμιον, πάντων βροτῶν μεγαλύνων Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Διὰ τὸν πάντων Θεὸν καὶ Βασιλέα, δῆμον πολυάριθμον κατασφαττόμενον, κατανοήσας Παράμονε, τῷ θείῳ ζήλῳ, ὅλως ἐθέλχθης καὶ ἀνεβόησας· Χριστοῦ δοῦλος γνήσιος, ὑπάρχω πάντοτε· γνῶτε παράνομοι τύραννοι· καὶ ὡς ἀρνίον, ἄκακον θύεσθαι νῦν αὐτόκλητος, παρεγενόμην· μὴ οὖν μέλλετε, θῦμα δεκτὸν τῷ τυθέντι σαρκί, δι' ἐμὲ ἑκουσίως, τοῦ γενέσθαι κατεπείγομαι.
Τῇ ἑπταρίθμω τιμώμενος δεκάδι, τριπλῇ τε ὁ τίμιος, ἑκατοντάδι χορός, τῶν ἀθλοφόρων πολύθεον, καθεῖλε πλάνην, παρανομούντων διὰ τῆς πίστεως· μεθ' οὗ ἐστεφάνωσαι, ἀγωνισάμενος, γενναιοφρονως Παράμονε, καὶ ταῖς χορείαις, τῶν Ἀσωμάτων χαίρων ἠρίθμησαι· μεθ' ὧν δυσώπει πάσης θλίψεως, καὶ πειρασμῶν λυτρωθῆναι ἡμᾶς, τούς σὲ ἀνευφημοῦντας, καὶ γνησίως μακαρίζοντας.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΡΑΜΟΝΟΥ
Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ.
Στίχοι
Ὁ Παράμονος νύπεταί σοι Χριστέ μου.
Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ.
Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα
Σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι.
Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλουμένου.
Στίχοι
Φιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας,
Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς.
Στίχοι
Ἤνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν,
Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὁ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων,
Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Διονύσιος, Ἐπίσκοπος Κορίνθου, ξίφει πληγεὶς τελειοῦται.
Στίχοι
Διονύσιος εἷς τελῶν θυηπόλων,
Ξίφος μετελθών, εἷς ἐστι καὶ Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Παγκόσμιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Σύμπας ὁ κόσμος οὐδὲν ἦν Παγκοσμίῳ·
Ἐδὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πιτυροῦν ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τῇ σῇ θελήσει πρὸς σὲ χωρεῖ Χριστέ μου,
Ὁ σῶν Πιτυροῦν ἐργάτης θελημάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος ξίφει τελειοῦται.
Στίχοι
Διὰ στέφος πάντιμον οἴσω καὶ ξίφος.
Ὁ Μάρτυς ἐκραύγαζεν Οὐαλλερῖνος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φαῖδρος, ῥητίνης ζεούσης καταχεθείσης αὐτῷ, τελειοῦται.
Στίχοι
Πολλοὺς πρὸς ἄλλα, πρὸς δὲ ῥητίνης ζέσιν,
Στερρῶς ἀθλοῦντα, Φαῖδρον ἔγνωμεν μόνον.
Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Σάββατο 28 Νοεμβρίου 2009
ΡΟΜΦΑΙΑ ΤΕΤΡΩΤΑΙ Ο ΕΧΘΡΟΣ... ΑΦΘΑΡΣΙΑΣ ΚΑΤΕΣΤΕΦΑΝΩΣΑΙ...
Ῥομφαίᾳ τέτρωται ὁ ἐχθρός, τῆς ὑπομονῆς τῆς καρτερᾶς, τοῦ γενναιόφρονος Μάρτυρος, καὶ ταῖς τούτου πτέρναις καθυποτέτακται, καὶ γέλως καθορᾶται καὶ καταισχύνεται.
Ὁ ποῦς σου ἔστη προφητικῶς, Μάρτυς ἐν εὐθύτητι σοφέ, ἀπεριτρέπτῳ φρονήματι, καθυποσκελίζων τὸν πολυμήχανον, ταῖς τρίβοις μαρτυρίου καλλωπιζόμενος.
Σὺ τὴν κακίαν τῶν διωκτῶν, ἄκακος ἀκέραιος ὀφθείς, Μάρτυς ἀπώσω Εἰρήναρχε, καὶ τῇ τελειώσει σου τῇ δι᾿ αἵματος, στεφάνοις ἀφθαρσίας κατεστεφάνωσαι.

ΠΑΡΘΕΝΟΣ ΕΜΕΙΝΑΣ... ΠΑΝΑΜΩΜΕ...
Παρθένος ἔμεινας, μετὰ τὴν κύησιν, ὥσπερ ἦς πρὸ τοῦ τόκου, ὅτι Θεόν, Λόγον ἀπεκύησας, τὸν λυτρωσάμενον ἡμᾶς, μεσιτείᾳ σου Πανάμωμε.
ΤΩ ΘΕΙΩ ΦΕΓΓΕΙ ΣΟΥ ΑΓΑΘΕ...
Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ τὸν ὄντως Θεὸν ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».
Μαρτυρικαῖς ἔστεψε τιμαῖς, τοὺς ἀσκητικούς σου ἀληθῶς καμάτους Ὅσιε Στέφανε, ὁ ἀγωνοθέτης μόνος Θεὸς ἡμῶν, κατὰ τῶν παλαμναίων ἐνδυναμώσας σε.
Ἀγωνιζόμενος εὐκλεῶς, δῆμον συμμαρτύρων ταῖς εἱρκταῖς, προσομιλῶν Μάρτυς εὕρηκας· σὲ γὰρ ὡς ἀστέρες ἄδυτον ἥλιον, κυκλοῦντες ἐπὶ πλεῖον κατελαμπρύνοντο.
Ῥήμασι θείοις τοὺς ἱερούς, Ὁμολογητὰς καὶ μιμητάς, θείων παθῶν μακαρίζομεν, τοὺς τριακοσίους καὶ τεσσαράκοντα, καὶ δύο τοὺς ἀθέους καταπαλαίσαντας.
Τριχῶν ἀφαίρεσιν παικτικῶς, ὤτων ἐκκοπήν τε καὶ χειρῶν, μελῶν τε θείων κατάφλεξιν, ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ὑπήνεγκεν, ὁ δῆμος τῶν Ὁσίων ὁ εὐκλεέστατος.

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ...ΘΕΟΜΑΚΑΡΙΣΤΕ...
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».
Ἰδὼν ἀγάλλῃ Ἀγγέλων τάγματα, Πατριαρχῶν, Ὁσίων, Προφητῶν, Ἀποστόλων τε, καὶ Δικαίων ἁπάντων θεόπνευστε, οἷς συμπεριπολεύων μνήσθητι, πρόστηθι, τῶν εἰλικρινῶς ἐπὶ τῆς γῆς, μακαριζόντων σε.
Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, ὡς οὐρανὸς κατάστερος θαυμάτων λαμπρότησι, καὶ στιγμάτων ἁγίων γεγένησαι, πάντων τὰς διανοίας, τῶν εὐφημούντων σε, Στέφανε λαμπρύνων ἀληθῶς, Μάρτυς πολύαθλε.
Στερροῖς ἀσκήσεως ἀγωνίσματι, καταβαλὼν τοῦ σκότους τὰς ἀρχὰς Πάτερ πρότερον, ἐπ' ἐσχάτων ἀθλήσας στερρότατα, παντελεῖ ἀπωλείᾳ, ταύτας παρέδωκας, Στέφανε μαρτύρων καλλονή, Ὁσίων καύχημα.
Ἡ σὴ περίδοξος μνήμη σήμερον, φωτιστικαῖς ἀκτῖσι χαρισμάτων τοῦ Πνεύματος, καταυγάζει τὰ τῆς γῆς πληρώματα· ἣν ἐν ἀγαλλιάσει, νῦν ἑορτάζοντας, φώτισον, ἁγίασον ἡμᾶς, θεομακάριστε.

ΣΥΜΠΑΘΕΙΑΣ ΤΗΣ ΠΡΟΣ ΣΑΡΚΑ ΔΙΑΖΕΥΞΑΣ...
Συμπαθείας τῆς πρὸς σάρκα διαζεύξας σου, τὸν νοῦν Μακαριώτατε, φλογιζόμενος καὶ πυρὶ καιόμενος σοφέ, τῶν Παίδων ἐβόας τὴν ᾠδήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μεμακάρισται τῶν παίδων θεῖος ὅμιλος, καὶ γυναικῶν ἑπτάριθμος, χορὸς ἅγιος, τοὺς ξεσμούς, τὸ πῦρ, τοὺς αἰκισμούς, στερρῶς ὑπομείναντες ὁμοῦ, καὶ οὐρανίων ἀγαθῶν καταξιούμενοι.
Aπελαύνονται ἐκ μόνης σου προσκλήσεως, τῆς πονηρίας πνεύματα, ἐγνωκότα σε Aθλητὴν ἀήττητον Χριστοῦ, Εἰρήναρχε μέλποντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΝΤΟ...
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐμηνύθη σοι τὸ τέλος τὸ μακάριον, παντουργικῷ βουλήματι· ὅθεν πλείονι ἐπιδοὺς ἀσκήσει σεαυτόν, ἐκ δόξης εἰς δόξαν προχωρεῖς, ἀποκτανθεὶς διὰ Χριστόν, τόν ἐπὶ πάντων Θεόν.
Φερωνύμως τῷ πρωτάθλῳ συνδεδόξασαι· καὶ γὰρ λιθολευστούμενος, καὶ συρόμενος καὶ τυπτόμενος ἀνηλεῶς, αἱμάτων ἐπλήρωσας τὴν γῆν, καὶ τὴν ψυχήν σου τῷ Θεῷ, χαίρων παρέδωκας.
Ἐν πλατείαις μάρτυς Στέφανε συρόμενος, ἀνηλεῶς τῆς πόλεως, ἐξωμάλισας μαρτυρίου τρίβον τοῖς πιστοῖς, ἐν ᾗ ἐπιβαίνοντες στερρῶς, πρὸς τὴν οὐράνιον σαφῶς, πόλιν κατήντησαν.

ΑΓΩΝΑΣ ΤΟΥ ΣΕΠΤΟΥ ΑΘΛΗΤΟΥ....
Ἀγῶνας τοῦ σεπτοῦ Ἀθλητοῦ, τοὺς πόνους τοῦ ὁπλίτου Χριστοῦ, εὐφημοῦντες κατὰ χρέος οἱ πιστοί, βοήσωμεν Κυρίῳ· Αὐτοῦ ταῖς ἱκεσίαις, πάσης ἀνάγκης ἐξελοῦ ἡμᾶς.
Εἰρήνη σοι πολλὴ ἐκ Θεοῦ, ἀθλήσαντι γεγένηται, καὶ τὸν σάλον, διελθόντι τῶν δεινῶν, Εἰρήναρχε παμμάκαρ, γενναῖε στρατιῶτα, καὶ πρεσβευτὰ τῶν εὐφημούντων σε.
Συνήθλει σοι γυναίων χορός, καὶ παίδων θεῖος ὅμιλος, σὺν τῷ θείῳ, Ἀκακίῳ καρτερῶς, τελοῦντι, τὸν ἀγῶνα, καὶ πλάνην ἐκνευροῦντι, Μάρτυς Εἰρήναρχε μακάριε.

ΟΛΟΣ ΕΚ ΝΕΟΤΗΤΟΣ....
Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκὼς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος· καὶ γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα.
Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα· ὅθεν ὡς θῆρές σοι, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὥς περ ἄκακoν, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησίᾳ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Λαὸς ὁ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταῖς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε. Ὢ τῆς σῆς ἀνδρείας! ὢ γνώμης! ὢ πολλῆς ὑπομονῆς! δι' ἧς ἀπείληφας Στέφανε, στέφος ἀμαράντινον.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΕΦΑΝΟΥ...ΕΙΡΗΝΑΡΧΟΥ...
Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
NOEMBRIOY
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.
Στίχοι
Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ,
Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος.
Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.
Στίχοι
Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω.
Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται.
Στίχοι
Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν,
Εὕρωσιν αὐτὸν πέτρινoν τῷ σαρκίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται.
Στίχοι
Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην,
Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων.
Στίχοι
Τιμῶντες εἰκόνισμα σαρκός σου Λόγε,
θνῄσκουσιν οἱ ἅγιοι βίαιον μόρον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν.
Στίχοι
Τὸν Εἰρήναχον ἡ φονεύτρια σπάθη
Σῷ Σῶτερ εἰρήναρχε συντάττει μέρει.
Ἔδειξε νεκρὰς ἐν Σεβαστείᾳ πόλει
Γυναῖκας ἑπτὰ πανσεβάστους τὸ ξίφος.
Οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος οἱ Ἐπίσκοποι. Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος οἱ ἱερεῖς, Bασίλειος καὶ Θωμᾶς οἱ διάκονοι, Ἱερόθεος, Δανιήλ, Χαρίτων, Σωκράτης, Κομάσιος, Εὐσέβιος οἱ μοναχοί, καὶ Ἑτοιμάσιος, ἐν Τιβεριουπόλει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Παρασκευή 27 Νοεμβρίου 2009
ΕΚ ΠΕΡΣΙΔΟΣ ΑΣΤΕΡΑ ΝΕΟΦΑΝΗ...
Ἐκ Περσίδος ἀστέρα νεοφανῆ, ὁ Χριστὸς ἀνατείλας τοῖς ἐπὶ γῆς, τὸν θεῖον Ἰάκωβον, καὶ ἀοίδιμον Μάρτυρα, δι' αὐτοῦ τὸν ζόφον, τῆς πλάνης ἀπήλασε, καὶ τοῖς πιστοῖς τὴν χάριν, τοῦ Πνεύματος ἔλαμψεν· ὅθεν οἱ τὴν μνήμην, τὴν αὐτοῦ ἐκτελοῦντες, πιστῶς ἑορτάσωμεν, καὶ βοήσωμεν λέγοντες· Ἀθλοφόρε πολύαθλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ο ΜΑΡΤΥΣ ΣΟΥ, ΚΥΡΙΕ...ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΘΑΥΜΑΣΤΩΘΗΣ ΙΑΚΩΒΕ...ΜΑΡΤΥΣ ΠΟΛΥΑΘΛΕ...
Ἐθαυμαστώθης Ἰάκωβε, ἐν ταῖς βασάνοις πάσαις μακροθυμήσας· τῶν γὰρ δακτύλων καὶ τῶν χειρῶν, καὶ βραχιόνων ἐκκοπέντων σου, ὁμοίως καὶ ποδῶν καὶ κνημίδων σου, μέχρι μηρῶν ἐκαρτέρησας, λοιπὸν εὐχομένου σου, καὶ τὴν σεπτήν σου κάραν ἀπέτεμον. Μάρτυς πολύαθλε, ὑπὲρ ἡμῶν μὴ παύσῃ Χριστοῦ δεόμενος ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
ΚΟΣΜΟΥ, ΤΑ ΤΕΡΠΝΑ ΚΑΤΑΛΙΠΩΝ, ΓΕΝΟΥΣ ΠΕΡΙΦΑΝΕΙΑΝ ΠΛΟΥΤΟΝ...
Κόσμου, τὰ τερπνὰ καταλιπών, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πᾶσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὡς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νῦν συμμέτοχος.
Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας· ᾧ νῦν ἐγκοσμούμενος Μάκαρ, θείῳ τοῦ Δεσπότου σου θρόνῳ, μετὰ τῶν συνάθλων σου παρίστασαι.
Ἔχων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγῶνάς σου δοξάζωμεν.
Καρτερῶν ἐν ἀθλήσει, Μάρτυς Ἰάκωβε, τὸ σῶμά σου παρέδωκας διὰ Χριστὸν τὸν Θεόν, καὶ μελιζόμενος χεῖρας καὶ μηρούς, καὶ βραχίονας καὶ κνήμας καὶ τοὺς δακτύλους, καὶ τελευταῖον τὴν κάραν σου, ἀνίπτασαι ἐν οὐρανοῖς, συμβασιλεύειν τῷ βασιλεῖ τοῦ παντός. Διὸ Ἀθλούντων κράτιστε, μὴ διαλίπῃς ἱκετεύων, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν, ἐκ πάσης βλάβης τοῦ ἀλλοτρίου.

ΣΚΟΤΕΙ ΑΓΝΟΙΑΣ ΚΡΑΤΟΥΜΕΝΟΝ... ΕΛΠΙΔΑ ΜΕΤΑ ΘΕΟΝ...
Σκότει ἀγνοίας κρατούμενον, καὶ ἀθυμίας δεινῆς, νυσταγμῷ βαρυνόμενον, καὶ στενοχωρίας με, τῷ ζόφῳ καλυπτόμενον, καὶ τοῖς κινδύνοις, συμποδιζόμενον, μὴ με παρίδῃς, εἰς τέλος φθείρεσθαι, Δέσποινα εὔσπλαγχνε, τούτων πάντων ῥῦσαί με, τῶν πειρασμῶν· σὲ γὰρ μόνην κέκτημαι, ἐλπίδα μετὰ Θεόν.
ΠΙΣΤΩΣ ΑΘΡΟΙΣΘΕΝΤΕΣ....
Πιστῶς ἀθροισθέντες σήμερον, φιλοθεάμονες, ἀθρήσατε πάλην, ξένην καὶ διαλάττουσαν, Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἀστράψαντος, δίκην ἀστέρος τοῦ τοῖς Μάγοις φανέντος, καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος. Οὗτος γὰρ ὁ γεννάδας, ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε, καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι, τοὺς τυράννους ἐξενεύρου, τῇ ἄνωθεν προμηθείᾳ νευρούμενος, καὶ βοῶν· Εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε, ἀλλ' ἔχω Χριστόν, νοητῶς μοι τὰ πάντα γινόμενον. Ὅθεν προβλέπων τὴν μέλλουσαν ζωήν, διὰ τοῦ τοῖς πᾶσι προκειμένου θανάτου, πρὸς ἐκείνην ἔσπευσε περᾶσαι· εἰς ἣν καὶ αὐλιζόμενος, αἰτεῖται ἡμῖν, παρὰ τοῦ στεφοδότου Θεοῦ, ἱλασμόν, φωτισμόν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ.
ΠΕΙΣΘΕΙΣ ΤΗ ΚΑΛΗ, ΣΥΖΥΓΩ ΚΑΡΤΕΡΟΨΥΧΕ....
Πεισθεὶς τῇ καλῇ, συζύγῳ καρτερόψυχε, καὶ τὸ φοβερόν, κριτήριον φοβούμενος, τῶν Περσῶν τὸ φρόνημα, καὶ τὸν φοβον Ἰάκωβε κατέπτυσας, καὶ ἀνεδείχθης Μάρτυς θαυμαστός, τὸ σῶμα ὡς κλῆμα τεμνόμενος.
ΑΠΟ ΨΥΧΗΣ ΣΤΕΝΑΞΩΜΕΝ ΠΑΝΤΕΣ...ΚΑΘΟΡΩΝΤΕΣ ΠΙΚΡΩΣ ΤΟΝ ΜΑΡΤΥΡΑ
Ἀπὸ ψυχῆς στενάξωμεν πάντες, δάκρυα ἐκχέοντες, καθορῶντες πικρῶς τὸν Μάρτυρα μελιζόμενον· δίκην κυνῶν γὰρ ὠρυομένων συνελθόντες οἱ δήμιοι, τὰ μέλη κατετίτρωσκον τοῦ θαυμαστοῦ καὶ γενναίου ἐν Μάρτυσι Μάρτυρος. Τὶς οὖν ὑπάρχει; εἰ δοκεῖ, μικρὸν ὑπομείνατε, καὶ λέξω πάντα μετὰ σπουδῆς, πῶς ὡς θῦμα Κυρίῳ προσήνεκται, το σῶμα ὡς κλῆμα τεμνόμενος.
ΟΣΙΟΥ ΠΙΝΟΥΦΡΙΟΥ.......
Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.
Στίχοι
Τμηθεὶς μεληδόν, καὶ σφαγὴν Πέρσης φέρων,
«Ψυχὴ σεσώσθω, φροῦδά μοι μέλη» λέγει.
Εἰκάδι Πέρσης ἑβδομάτῃ σφάγη ἐκμελεϊσθείς.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πινούφριος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὁ Πινούφριος ἀρετῶν πολλαῖς χρόαις
Ἐν οὐρανοῖς ἔλαμψεν ὡς ἶρις νέα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ναθαναὴλ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
«Ἀφεῖσα κόσμον, πρὸς Θεὸν ψυχὴ τρέχε»,
Ναθαναὴλ ἔκραζε μέλλων ἐκπνέειν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Πέμπτη 26 Νοεμβρίου 2009
ΤΩΝ ΕΦΕΤΩΝ ΑΠΟΛΑΥΩΝ ΑΜΕΣΩΣ ΟΣΙΕ.... ΑΙΤΗΣΑΙ ΤΑΙΣ ΨΥΧΑΙΣ ΗΜΩΝ...
Τῶν ἐφετῶν ἀπολαύων ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς διανοίας, ἐν πίστει ἐκτελούντων, μνήμην τὴν σήν, θεοφόρε Πατὴρ ἡμῶν, καὶ τῷ ναῷ σου τῷ θείῳ πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε. Σὺ τοῦ Προδρόμου τὸν ζῆλον ἐκμιμησάμενος, Μετανοεῖτε πάσιν, ἀνεβόας παμμάκαρ, ἐξ ὅλης τῆς καρδίας· ἡ γὰρ Χριστοῦ, βασιλεία ἐφέστηκεν· ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει δοξαζόντων σε.
Ἐκ τῆς Ἑῴας εἰς Δύσιν, Πάτερ διέδραμες, καὶ μετανοίας πάντας, κατεπύρσευσας λόγοις, ὡς ἄλλον Μωϋσῆν δέ, πόλις ἡ σή, Λακεδαίμων ἐγνώρισε, τὴν γὰρ παθῶν ἀποτέμνεις Αἴγυπτον νῦν, μετανοίας τοῖς διδάγμασιν.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας· τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

.... ΙΕΡΟΣ Ο ΒΙΟΣ ΣΟΥ....
Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».
Ἱερὸς ὁ βίος σου, ἐκ σπαργάνων, ὤφθη τῷ Θεῷ, λαμπόμενος ἀρετῶν, μάκαρ τῷ φωτί, τίμιος ὁ θάνατος, ἐναντίον γέγονε Χριστοῦ, Πάτερ Ἀλύπιε, Μοναζοντων ἀκροθίνιον.
Ὡς φωστὴρ ὑπέρλαμπρος, καταυγάζεις, ἅπασαν τὴν γῆν, ἐλαύνων τὴν πονηράν, νύκτα τῶν παθῶν, καὶ λύων σκοτόμαιναν, τῶν Δαιμόνων, καὶ φωταγωγῶν, θείαις λαμπρότησιν, ἰαμάτων πάντας Ὅσιε.
Στάσιν ἐπὶ κίονος, ἐποιήσω, ἔτεσι σοφέ, πεντήκοντα πρὸς τρισίν, οἷα Ἀθλητής, ἀθλῶν προθυμότατα, καὶ τῷ κρύει καὶ τῷ παγετῷ, Πάτερ καὶ καύσωνι, ἀνενδότως πιεζόμενος.
Ἡ ἁγία μνήμη σου, τῷ Ἁγίῳ Πνεύματι ἡμᾶς, καθαγιάζει σοφέ, ταύτην ἱερῶς, τελοῦντας καὶ πίστει σε, ἀνυμνοῦντας, Πάτερ ἐν αὐτῇ, ὡς ἀντιλήπτορα, καὶ προστάτην τῶν ψυχῶν ἡμῶν.

ΤΟ ΚΑΘΑΡΟΝ ΚΑΙ ΑΣΠΙΛΟΝ .... ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...
Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελῳδοῦσα συμφώνως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων, τῇ σῇ σκέπῃ Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ο ΥΠΕΡΥΨΟΥΜΕΝΟΣ, ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΥΡΙΟΣ...
Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ».
Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος, χρόνοις ἐπὶ πλείοσι, κρύει πιεζόμενος, τοῦ Πνεύματος τῇ θάλψει, ἐθάλπετο παραδόξως.
Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ πολίτευμα, σώματος ἠλόγησας, ὡς φθείρεσθαι μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας τοῖς πόνοις.
Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος, τῷ κρύει καὶ καύσωνι, παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΠΑΜΜΑΚΑΡ ΑΛΥΠΙΕ....ΤΗΝ ΕΙΡΗΝΗΝ ΝΙΚΩΝ.....
Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν· ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαῖς ἀσκήσεσι· διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεῖα χαρίσματα, ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη χαλεπώτατα.
Ὕψωσαν τὸ σῶμά σου, πόνοι καὶ πόνων οἱ τρόποι, καὶ τῶν τρόπων ἔλλαμψις, ἡ τῷ θείῳ Πνεύματι ἀπαστράπτουσα, ὑπὲρ νοῦν ἅπαντα, τῇ ἰσχὺϊ ηὔγασε· θαυμαστῶς ἐμεγαλύνθη γάρ, ἡ θήκη νάματα, βλύζουσα πιστοῖς, ξένον θέαμα! πῶς τάφος οὐκ ἐπέδησεν, ἢ λίθος κατέσχε τὴν δύναμιν, ἀλλ' ὡς καὶ πρὸ τέλους, μετάνοιαν ἐκραύγαζες ἡμῖν, ὡσαύτως νῦν πρὸς ἐπίγνωσιν, ἕλκεις μετὰ θάνατον.
Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται τοῦ Παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν· Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζωμεν σορόν, καὶ τὴν εἰκόνα σεβώμεθα, μύρον ἀναβλύζουσαν.
Πλοῦτον ἀναφαίρετον, ἔχει σε πόλις Λακώνων, Μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν· ᾗ καὶ νῦν βράβευσον, τὴν εἰρήνην Νίκων, καὶ τροπαίων αὐτήν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, σῶν Πρεσβειῶν Πατὴρ ἡμῶν, καὶ τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΑΛΥΠΙΟΥ ΤΟΥ ΚΙΟΝΙΤΟΥ...ΝΙΚΩΝΟΣ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ....
Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ Μετανοεῖτε.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.
Στίχοι
Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,
Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.
Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μ ε τα ν ο ε ῖ τ ε,
Στίχοι
Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.
Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.
Στίχοι
Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.
Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.
Στίχοι
Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.
Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.
Στίχοι
Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,
Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.
Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος, Καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τετάρτη 25 Νοεμβρίου 2009
ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ ΕΝ ΒΑΒΥΛΩΝΙ...
Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Μαρτύρων τὸ καύχημα, τῆς εὐσεβείας μύστης γεγένησαι, τῷ λαμπρῷ σου Νυμφίῳ, Μαρτύρων δῆμον πρασαγαγοῦσα Χριστῷ· μεθ' οὗ κραυγάζεις πανεύφημε ψάλλουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἤμών.
Ὁ λόγος σου Πάνσοφε, πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, ἐξ εἰδωλομανίας, καὶ φωτοφόρους ἔδειξε Μάρτυρας, μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεᾶνις ὀπίσω σου, ἀκολουθοῦσά σοι προσενήνεκται, διὰ ξίφους τμηθεῖσα, σὸν μιμουμένη πάθος τὸ ἄχραντον, καὶ σοὶ τῷ Κτίστῃ βοῶσα καὶ λέγουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΤΗΝ ΕΚ ΘΕΟΥ ΣΟΦΙΑΝ ΛΑΒΟΥΣΑ...
Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε· τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
.... ΑΙΚΑΤΕΡΙΝΑΝ ΤΗΝ ΘΕΙΑΝ ΚΑΙ ΠΟΛΙΟΥΧΟΝ ΣΙΝΑ...
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
....Η ΠΡΟΚΗΡΥΞΙΣ,ΕΝ ΝΑΩ ΤΟΥ ΘΕΟΥ...
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΣΥΜΜΑΧΙΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ...ΜΕΡΚΟΥΡΙΕ...
Συμμαχίᾳ τοῦ Πνεύματος, Ἀθλοφόρε Μερκούριε, καταγωνισάμενος τὸν ἀντίπαλον, ὡς στρατιώτης ἀήττητος, τῷ ὅπλῳ τῆς πίστεως, μυριάδας νοητῶν, Αἰθιόπων διέκοψας, καὶ τελέσας σου, τὸν ἀγῶνα νομίμως μετὰ πάντων, Ἀθλητῶν ἐστεφανώθης, Μεγαλομάρτυς πανόλβιε.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Οὐρανόθεν σοι Ἄγγελος, τὰς πληγάς σου ἰώμενος, ἀπεστάλη νεύματι θείου Πνεύματος, ὑφ' οὗ ῥωσθεὶς ἀξιάγαστε, ταῖς σούβλαις κεντούμενος, πυρωθείσαις δολερῶς, ἐκαρτέρεις κρεμάμενος, καὶ τεινόμενος, καὶ δεσμούμενος λίθῳ βαρυτάτῳ, καὶ τοῖς αἵμασί σου Μάρτυς, περιρρεόμενος πάντοθεν.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Βασιλεῖ στρατευόμενος, ἐπιγείῳ Μερκούριε, ὑπ' αὐτοῦ τε δαίμοσι κελευόμενος, θύειν θεόφρον μακάριε, βασάνους ὑπήνεγκας, καὶ κατάφλεξιν πυρός, καὶ τὸν βίαιον θάνατον, καὶ ἀνέδραμες, πρὸς Χριστὸν στεφηφόρος, καὶ συνήφθης, ταῖς ἀγέλαις τῶν Μαρτύρων, ὑπὲρ τοῦ κόσμου δεόμενος.
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένη, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΣΗΜΕΡΟΝ ΤΕΡΠΕΤΑΙ ΠΟΛΙΣ Η ΑΛΕΞΑΝΔΡΕΙΑ...
Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείῳ ναῷ σου, κατέχουσα προφρόνως· διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν, ὑπερεύχου τῶν τιμώντων σε.
Αἰκατερίνης τὴν μνήμην νῦν ἑορτάσωμεν· αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργῳ, καθεῖλε στερρῶς, καὶ Ῥητόρων τὴν ἔνστασιν· Ἀλλὰ δεήσεσι ταύτης ῥῦσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων.
Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή· ἐν τῷ Σινᾷ γὰρ ὄρει, ἐν ᾧ εἶδε τὴν βάτον, Μωσῆς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκῆνός σου, νῦν μεταθείς σε φυλάττει ἕως καιροῦ, τῆς δευτέρας παρουσίας αὐτοῦ.
Χαρμονικῶς τῇ πανηγύρει, τῆς θεοσόφου Μάρτυρος Αἰκατερίνης, συνδράμωμεν ὦ φιλομάρτυρες, καὶ ταύτην τοῖς ἐπαίνοις, ὡς ἄνθεσι καταστέψωμεν· Χαίροις βοῶντες αὐτῇ, ἡ τῶν φληνάφων Ῥητόρων, τὴν θρασυστομίαν ἐλέγξασα, ὡς ἀπαιδευσίας ἀνάπλεων, καὶ τούτους πρὸς πίστιν θείαν χειραγωγήσασα· Χαίροις ἡ τὸ σῶμα πολυπλόκοις βασάνοις ἐκδοῦσα, δι' ἀγάπην τοῦ Ποιητοῦ σου, καὶ μὴ καταβληθεῖσα, ὡς ἄκμων ἀνάλωτος· Χαίροις ἡ ταῖς ἄνω μοναῖς, ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα, καὶ δόξης αἰωνίου κατατρυφήσασα, ἧς ἐφιέμενοι οἱ ὑμνῳδοί σου, τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη, πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι· Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

ΣΗΜΕΡΟΝ ΠΙΣΤΟΙ ΧΟΡΕΥΣΩΜΕΝ....
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίω ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῷ Ναῷ τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι, ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.

ΧΟΡΕΙΑΝ ΣΕΠΤΗΝ ΕΝΘΕΩΣ ΦΙΛΟΜΑΡΤΥΡΕΣ...
Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερῖναν· αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ
Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης.
Στίχοι
Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος·
Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία!
Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην,
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.
Στίχοι
Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,
Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.
Στίχοι
Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως,
Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται.
Στίχοι
Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος
Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Στίχοι
Εἰ καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,
Καὶ νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Ἡσυχαστοῦ.
Στίχοι
Ἡσύχως βίου το πέλαγος ἀνύσας,
Πρὸς ἡσύχιον Πέτρε λιμένα φθάνεις.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.
Στίχοι
Τέμνουσιν ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,
Μεθ' ὧν καὶ ἄλλους ἂνδρας ἑπτάκις δέκα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Τρίτη 24 Νοεμβρίου 2009
ΣΗΜΕΡΟΝ Ο ΘΕΟΧΩΡΗΤΟΣ ΝΑΟΣ... ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ...
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριηλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
ΤΟΝ ΠΡΟΟΡΙΣΘΕΝΤΑ....ΙΕΡΩΤΑΤΕ....
Τὸν προορισθέντα ἁγίως ἱερατεύειν, καὶ ἱερωσύνης τέλος εὐκλεῶς εἰληφότα, καὶ Χριστοῦ μιμησάμενον πάθος, Πέτρον τὸν θεσπέσιον ὑμνήσωμεν.
Ῥάβδῳ στηριχθέντα δυνάμεως τοῦ Κυρίου, καὶ ἱερουργήσαντα, καὶ ἱερουργηθέντα, καὶ Χριστῷ προσαχθέντα θυσίαν, Πέτρον τὸν θεσπέσιον ὑμνήσωμεν.
Ὅλῃ συγκραθέντα τῇ αἴγλῃ τῇ τῆς Τριάδος, καὶ τῷ φανοτάτῳ ταύτης ἐνηδόμενον φέγγει, καὶ ἡμῖν σωτηρίαν αἰτοῦντα, Πέτρον τὸν θεόληπτον ὑμνήσωμεν.
Νέμοις μοι ἀφθόνως ψυχῆς μου τὴν σωτηρίαν· ὡς γὰρ ἱεράρχης ἔχεις ἐξουσίαν τοῦ λύειν, καὶ δεσμεῖν τῶν πταισμάτων εὐθύνας, ταῖς σαῖς ἱκεσίαις Ἱερώτατε.

ΒΙΩ ΘΕΟΠΡΕΠΕΙ ... Ο ΤΩΝ ΠΑΤΕΡΩΝ ΘΕΟΣ...
Βίῳ θεοπρεπεῖ λελαμπρυσμένος, καὶ θείῳ φωτὶ καταλαμπόμενος, οὐρανίων ἀδύτων, ἐπέβης γηθόμενος, καὶ βοῶν Σοφὲ τῷ ποιήσαντι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἴνα περιφανῶς εὐαρεστήσῃς, Χριστῷ τῷ Θεῷ Θεομακάριστε, ταῖς χερσὶ τῶν ἀνόμων, σαυτὸν παραδέδωκας, ἑκουσίως ψάλλων πανόλβιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὅλος πεφωτισμένος ἠξιώθης, ἰδεῖν τὸν Χριστὸν σοι προμηνύοντα, τὸν αὐτοῦ τὸν χιτῶνα, δεινῶς διαρρήξαντα, ὑφαντὸν τὸν ἄνωθεν Ὅσιε· Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

ΚΛΗΜΑ ΤΗΣ ΑΜΠΕΛΟΥ ΤΗΣ ΖΩΗΣ..
Κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, Πάτερ πεφυκὼς Ἱεράρχα, ὡραίους ἤνεγκας, βότρυας ἐν πνεύματι, δογμάτων πάνσοφε, ἀποστάζοντας πάντοτε, σωτήριον οἶνον, θείας ἐπιγνώσεως, καὶ κατευφραίνοντας, πάντων εὐσεβῶν τὰς καρδίας, τῶν εἰλικρινῶς σε τιμώντων, Κλήμη θεοφόρε παμμακάριστε.
Πέτρου, Κορυφαίου μαθητής, Πάτερ γεγονὼς ἐπὶ πέτραν, τούτου ἐδόμησας, λίθον ὥσπερ τίμιον, σαυτὸν πανεύφημε, καὶ μοχλεύσει τῶν λόγων σου, κατέστρεψας πᾶσαν, δόμησιν πολύθεον, ναοὺς δὲ ἤγειρας, θείους εἰς τιμὴν τῆς Τριάδος, μάκαρ ὑπὲρ ἧς ἠγωνίσω, καὶ τοῦ μαρτυρίου στέφος εἴληφας.
Ὥσπερ, φωτοβόλος ἐκ δυσμῶν, ἥλιος ἀνέτειλας Πάτερ, καταλαμπρύνων τὴν γῆν, αἴγλῃ τῶν δογμάτων σου, καὶ τῶν στιγμάτων φαιδρῶς, ἐπιφθάσας δὲ μέρεσιν, Ἑῴας τρισμάκαρ, ἔδυς θανατούμενος, καὶ ἐξανέτειλας, Κλήμη πρὸς Χριστὸν ταῖς ἐκεῖθεν, λάμψεσι πλουσίαις ἀπαύστως, θείαν κατὰ μέθεξιν λαμπόμενος.
Ὑπερουσίου Τριάδος τὸ ὁμοούσιον, διεκδικῶν Παμμάκαρ, ὡς ἀκτίστου Μονάδος, Ἄρειον καθεῖλες, δείξας ἡμῖν, τοῦ Υἱοῦ τὸ ἀμέριστον, ὡς τῆς αὐτῆς ἐνυπάρχοντος τῷ Πατρί, καὶ τῷ Πνεύματι Θεότητος.
Τῶν διωκόντων ἐπαύθη, ἡ μιαιφόνος ὁρμή, ἡ τῶν αἱμάτων χύσις, νῦν εἰς φροῦδον κατέστη, ἄμφω σφραγισθέντα, Πέτρε σοφέ, τῷ ἱερῷ μαρτυρίῳ σου, ὡς τοῦ παιδός Μωϋσέως ἔστη ῥυέν, τῇ ψηφῖδι τῆς Σεπφώρας ποτέ.
Ποιμαντικῶς διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, μαρτυρικοῦς ἀγῶνας, ἐπεδείξω γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἑκατέροις κοσμούμενος, ἱερωσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
Τῆς τῶν παθῶν ὀχλήσεως ἀπασχολήσας τὸν νοῦν, περὶ τὴν γνῶσιν τῶν ὄντων, ἱερώτατε Κλήμη, ἀσχολεῖσθαι πεποίηκας· διὸ σε τὸ κυρίως καὶ πρώτως Ὄν, ἐπὶ ταύτην εἵλκυσε, διὰ Πέτρου τοῦ τῶν Ἀποστόλων ἐξάρχοντος, ὃς σε τὰ θεῖα μεμύηκε, καὶ αὐτοῦ διάδοχον καταλέλοιπεν ἄξιον· Μεθ' ὃν τὴν Ἐκκλησίαν πάνσοφε, καλῶς διαγαγών, μαρτυρικῷ τέλει πρὸς αὐτόν, ἐξεδήμησας, οἷα Θεός, Θεῷ τῷ ὄντι ἀκραιφνῶς συγγινόμενος, οὗ τῆς θεώσεως, καὶ ἡμᾶς ἀκαταπαύστως τυχεῖν καθικέτευε, Ἱερομάρτυς Ἀπόστολε.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ....
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Πυρακτούμενος τῷ ζήλῳ τῷ τῆς πίστεως, πῦρ ἀπετέφρωσας, τῆς ἀθεΐας Σοφέ, πιστοὺς δὲ ἐφώτισας, φόβῳ κραυγάζοντας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Ἐκ τῆς Ῥώμης τὰς ἁλύσεις περικείμενος, ὥσπερ ὁρμίσκους χρυσοῦς, διὰ θαλάσσης ἀθλῶν, Χερσῶνα κατέλαβες, ἔνθα διήνυσας, τὸ μαρτύριον, καὶ τοὺς στερροὺς ἀγῶνάς σου, τοῦ Χριστοῦ Ἱερομύστα.
Λύρα ὤφθης τὸ σωτήριον πανόλβιε, μέλος φωνοῦσα ἡμῖν, καὶ καταθέλγουσα, καρδίας πρὸς ἔνθεον, τῶν μελῳδούντων πιστῶς, Μάρτυς ἔρωτα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΛΥΤΡΩΤΑ ΤΟΥ ΠΑΝΤΟΣ....
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».
Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἀπεκδύσει πηλίνου τοῦ σώματος, περιεβάλου ἔνδοξε, ἀφθαρσίας χιτῶνα, καὶ εἰς τὰ ἄνω κατοικεῖς, Ἱεράρχα βασίλεια.
Συνετάφη σοι Μάρτυς πολύαθλε, τὰ κλοιὰ οἷς δεσμούμενος ἔλυσας, τὴν πλάνην τοῦ ἀλάστορος, Ἱεράρχα κραυγάζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ἐμερίσθη ὑγρὰ ἡ ἀμέριστος, καὶ ὁδὸν εἰσιοῦσιν ἡ ἄβατος, θαυματουργίᾳ κρείττονι, δωρουμένη ὡράθη, ἔνθα τὸ θεῖον, Ἱεράρχα σοῦ σῶμα κατάκειται.
Βυθισθεῖσαν ψυχήν μου τοῖς πάθεσιν, ὁ βυθὸν κατοικῆσαι ἑλόμενος, μετὰ ταφὴν καὶ νέκρωσιν, ἐπανάγαγε Μάρτυς, ταῖς ζωηφόροις, καὶ σεπταῖς καὶ ἐνθέοις δεήσεσιν.

ΧΑΙΡΟΙΣ ΤΟ ΦΩΤΑΥΓΕΣ ΚΑΙ ΤΕΡΠΝΟΝ...
Χαίροις τὸ φωταυγὲς καὶ τερπνόν, τοῦ θείου Πνεύματος Σοφὲ καταγώγιον, τὸ κλῆμα τὸ ταῖς ἀρδείαις, ταῖς μυστικαῖς γεγονός, εὐθαλὲς παμμάκαρ καὶ πολύφορον· ἐξ οὗ ἐναπέσταξε, διδαγμάτων σωτήριον, γλεῦκος ποτίζον, καὶ εὐφραῖνον ἑκάστοτε, τῶν τιμώντων σε, τὰς καρδίας πανόλβιε. Μάρτυς ἀκαταγώνιστε, οὐράνιε ἄνθρωπε, τῆς Ἐκκλησίας ὁ στῦλος, τῶν εὐσεβῶν τὸ κραταίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Χαίροις ἡ τῶν δογμάτων πηγή, ὁ τῶν ἀρρήτων ἑρμηνεὺς γραφικώτατος, ἡ γνῶσις τῶν ἀποκρύφων, τῆς Ἐκκλησίας στερρός, στῦλος τε καὶ βίος ἀπερίτρεπτος, κανών ἀκριβέστατος· μυστογράφος σοφώτατος· εὔστομος γλῶσσα, πᾶσαν αἵρεσιν τέμνουσα, ὥσπερ μάχαιρα, ὀξυτάτη καὶ δίστομος· ὄργανον τὸ ἡδύφθογγον· ὁ νοῦς ὁ οὐράνιος, Κλήμη Μαρτύρων τὸ κλέος, τῶν ἱεράθλων ἑδραίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Ἔχων τὸν εὐσεβῆ λογισμόν, διαφερόντως, τῶν παθῶν αὐτοκράτορα, ὑπέστης ἀπεριτρέπτως, τὴν διὰ ξίφους πικράν, τελευτὴν Παμμάκαρ καὶ τὸν θάνατον, δι' οὗ τῆς ἐνθέου, μακαριότητος ἔτυχες καὶ τῆς γλυκείας, τοῦ Σωτῆρος μεθέξεως, καὶ τερπνότητος, ἀπολαύειν ἠξίωσαι. Πέτρε μακαριώτατε, ἡ πέτρα τῆς πίστεως, κλέος τῶν θείων Μαρτύρων, ἱεραρχῶν ἐγκαλλώπισμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Λάμπων ἱερωσύνης στολή, καὶ μαρτυρίου τῷ στεφάνῳ κοσμούμενος, παρέστης Χριστῷ τῷ πάντων, Ἀρχιερεῖ καὶ Θεῷ, καὶ ἀναδειχθέντι πρωτομάρτυρι, διπλοῦν κομισάμενος, παρ' αὐτοῦ καὶ τὸ ἔπαθλον, ὃν ὡμολόγεις, τῷ Πατρὶ ὁμοούσιον, καὶ συνάναρχον, τῷ τεκόντι καὶ σύνθρονον, Ἄρειον τὸν δυσώνυμον, ἐκκόψας πανόλβιε, καὶ ἀπορρήξας εἰσάπαν, τῆς τῶν πιστῶν ὁμηγύρεως· καὶ νῦν ἐκδυσώπει, Πάτερ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.

ΚΛΗΜΕΝΤΟΣ ΡΩΜΗΣ ... ΠΕΤΡΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος Ἐπισκόπου Ῥώμης.
Στίχοι
Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ,
Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Ἐπισκόπου Ἀλεξανδρείας.
Στίχοι
Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος,
Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες,
Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν,
Ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἀπάρας Ἑρμόγενες ἀνθρώπων γένους,
Κατῄσχυνας φρύαγμα δαιμόνων γένους.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.
Στίχοι
Φιλούμενον τέμνουσι καὶ Χριστοφόρον,
Αὐτῷ φανέντας πράγματι Χριστοῦ φίλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐγένιος, ἐν ὀπῇ τείχους βληθεὶς τῆς εἰσόδου πηλῷ ἀναφραγείσης, τελειοῦται.
Στίχοι
Μάτην ὀπὴ ὡς κλεῖθρα τὸν πηλὸν φέρεις·
Εὐγενίῳ γὰρ πρὸς Θεὸν τρίβος γίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Προκόπιος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.
Στίχοι
Ὁ Προκόπιος «Ὡς ἐγὼ Χριστοφόρε,
Θοῦ καὶ σύ, φησίν, εἰς τομὴν τὸν αὐχένα».
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κορίνθῳ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ ἐν τῇ Χρυσῇ Πέτρᾳ ἀσκήσαντος, ὃς ὥρμητο ἐκ τῶν τῆς Ἀνατολῆς μερῶν, καὶ ἐλθὼν κατῴκησεν ἐν τῇ ῥηθείσῃ Πέτρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ ἐν Ἀντιοχείᾳ.
Στίχοι
Δῶρον Θεοῦ τέμνουσι Μάκαρ σε ξίφει,
Δῶρον Θεῷ φέροντα αἷμα τραχήλου.

Δευτέρα 23 Νοεμβρίου 2009
ΓΝΩΜΗΝ ΑΥΤΕΞΟΥΣΙΟΝ...
Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν παθῶν κληρωσάμενος, τῷ κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν ἡγεμονίαν, κατὰ τοῦ χείρονος ζυγῷ, δικαιοτάτῳ Πάτερ χρησάμενος· ἐντεῦθεν ἐπιτήδειος, πρὸς θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, ἱεράρχα θεόπνευσε.
Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογίᾳ, τῇ ἀκριβεστάτῃ, καὶ τὴν διαίρεσιν φυγών, καὶ τὴν κακίστην Πάτερ συναίρεσιν· ἐν ὅροις δὲ διέμεινας, τῆς εὐσεβοῦς ἡμῶν Πίστεως καὶ Τριάδα ἐκήρυξας, ἐν Μονάδι θεότητος.
Τέχνῃ σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκύνητον, συνετῶς διδάσκων, ὡς ἀπροσκυνήτου παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκὼς ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὡς αὐτὸς οἶδεν Ὅσιε.
Πάτερ Ἱερὲ Γρηγόριε, ἀπὸ σπαργάνων Θεῷ, ἀνετέθης κολλώμενος, ἀνενδότοις νεύσεσι, τῷ τὰ πάντα ποιήσαντι, καὶ δὴ πρὸς τούτου, καταλαμπόμενος, παθῶν διέβης, νύκτα καὶ ἤστραψας, φέγγος ἰάσεων, καὶ θαυμάτων χάριτας, ἀποσοβῶν, ποικίλα νοσήματα, καὶ πλάνης πνεύματα.
Πάτερ θαυμαστὲ Γρηγόριε, φωτοφανείαις τὸν νοῦν, καθαρῶς ἀστραπτόμενος, τῶν παθῶν ἐκοίμισας, πολυκύμαντον θάλασσαν, καὶ ἀπαθείας, περιϊπτάμενος, καθαρωτάταις, πτέρυξιν ἔφθασας, ἔνθα τὸ ἄφραστον, κάλλος καὶ ἀμήχανον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.
Πάτερ Πατέρων Γρηγόριε, ἱερωσύνης κανών, σωφροσύνης εἰκόνισμα, Μοναζόντων στήριγμα, Ἐκκλησίας ἑδραίωμα, ἀγάπης λύχνος, θρόνος αἰσθήσεως, πηγὴ θαυμάτων, καὶ γλῶσσα πύρινος, στόμα ἡδύλαλον, σκεῦος θείου Πνεύματος, καὶ νοητός, γέγονας Παράδεισος, θεομακάριστε.
Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΑΠΕΝΕΧΘΗΣΟΝΤΑΙ ΦΑΣΚΕΙ Ο ΘΕΟΠΑΤΩΡ ΔΑΥΙΔ.... ΕΠΕΛΑΜΨΕΝ ΗΜΕΡΑ ΧΑΡΜΟΣΥΝΟΣ...
Ἀπενεχθήσονται φάσκει ὁ Θεοπάτωρ Δαυΐδ, τῷ Βασιλεῖ παρθένοι, ἐν Ναῷ τοῦ Κυρίου, ὀπίσω σου Παρθένε μετὰ φαιδρῶν, τῶν λαμπάδων χορεύουσαι, καὶ εἰς τὰ Ἅγια φέρουσαί σε Ἁγνή, ὡς ἁγίαν κιβωτὸν τοῦ Θεοῦ.
Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι
Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ μεθεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.
Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως
Ἐξανοιγέσθω ἡ πύλη τοῦ θειοτάτου ναοῦ, καὶ εἰσδεχέσθω ἔνδον, τὴν οὐράνιον πύλην, καὶ πανηγυριζέτω φύσις βροτῶν, καὶ σκιρτάτωσαν Ἄγγελοι, συνεορτάζοντες ἅμα φαιδρῶς ἡμῖν, τῆς Θεομήτορος τὴν Εἴσοδον.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος· Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν ναῷ Ἁγίῳ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ Πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προστασία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς Ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ Προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἄμωμον Δέσποιναν, Μητέρες συγχάρητε, Παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε, ὅτι ἠνέωξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα παντάνασσα· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

O ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ...
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, Ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
ΠΡΟ ΣΥΛΛΗΨΕΩΣ ΑΓΝΗ...
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν, τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.
ΩΣ ΙΕΡΑΡΧΑΙ ΟΣΙΟΙ, ΘΕΟΦΟΡΟΙ ΠΟΙΜΕΝΕΣ...
Ὡς Ἱεράρχαι ὅσιοι, θεοφόροι Ποιμένες, ὀφθέντες ἀληθέστατοι, τοῦ ἀμνοῦ καὶ Ποιμένος, Ἀμφιλόχιε ὅσιε, καὶ Γρηγόριε μάκαρ, πρεσβεύσατε ὑπὲρ πάντων, τῶν ὑμῶν ἐκτελούντων, μνήμην ῥυσθῆναι κινδύνων, ψυχῶν ὁμοῦ καὶ σωμάτων.
ΕΠΑΡΘΕΝΤΑ ΣΕ ΙΔΟΥΣΑ... ΑΡΧΙΚΗΣ ΤΡΙΑΔΟΣ...
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».
Ἀμφιλοχίου τοῦ θείου καὶ θεηγόρου, τὴν ἱερὰν πανήγυριν θεόφρονες δεῦτε, πίστει συγκροτήσωμεν, τοῖς τούτου διδάγμασι, καὶ θεολογίαις νευρούμενοι.
Νυμφαγωγὸς θεοφόρε τῆς Ἐκκλησίας, τῆς ἐν Χριστῷ γενόμενος, τῷ κάλλει τῶν λόγων, ταύτην κατεκόσμησας, καὶ τῇ ὡραιότητι, τῆς ὀρθοδοξίας ἐφαίδρυνας.
Ἡ θεολόγος σου γλῶσσα καὶ θεηγόρος, τῆς ἀρχικῆς Τριάδος τὸ μονόσεπτον κράτος, πᾶσι διετράνωσε, καὶ μίαν θεότητα, σέβειν ἐν τρισὶν Ὑποστάσεσι.

ΩΣΠΕΡ ΜΕΓΑΣ ΗΛΙΟΣ... ΓΡΗΓΟΡΙΕ...
Ὥσπερ μέγας ἥλιος, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάζεις ἅπασαν, τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔσωσας ταῖς σαῖς πρεσβείαις πολλοὺς ἀνθρώπους, ἤλασας τοὺς κακοδόξους ἐκ τῆς σῆς ποίμνης· διὰ τοῦτό σε τιμῶμεν, θεόφρον Πάτερ, σοφὲ Γρηγόριε.
ΙΔΕ ΛΑΜΠΡΑ ΠΑΝΗΓΥΡΙΣ, ΙΔΕ ΜΝΗΜΗ.... ΠΟΙΜΗΝ ΠΟΙΜΕΝΩΝ...
Ἴδε λαμπρὰ πανήγυρις, ἴδε μνήμη ἱερά, ἴδε χάρις πᾶσι, συνελθοῦσι Πιστοῖς, ἀφθόνως ἰάσεις πηγάζουσα, προσέλθωμεν· βρύει γὰρ ἡμῖν, ἡ Γρηγορίου θήκη, φωτισμόν ἀέναον, καὶ ἀθανασίαν.
Ὡς ποταμὸς πεπλήρωσαι, τῶν ναμάτων τοῦ Χριστοῦ, ὡς ἐλαία ἔλαιον πηγάζεις ζωῆς, ὡς φοίνιξ ὑψώθης Γρηγόριε, ὡς ἄμπελος βότρυας ἡμῖν, τῶν ἀρετῶν σου φέρεις, ἐξ ὧν ποτιζόμεθα, οἶνον ἀφθαρσίας.
Συνευφραινέσθω σήμερον, ἐν τῇ μνήμῃ σου ἡμῖν, ἱερέων δῆμος, καὶ Ὁσίων πληθύς, καὶ πάντων Ἀγγέλων τὰ τάγματα, μεθ' ὧν παρεστὼς τῷ Ποιητῇ, πεπυρσευμένος Πάτερ, μνήσθητι τῶν πόθῳ σε ἀνυμνολογούντων.
Ἡγιασμένον γέγονας, Πάτερ σκήνωμα Χριστοῦ, Ἐκκλησίας στῦλος, καὶ λιμὴν τῶν πιστῶν, καὶ μάχαιρα πλάνην ἐκτέμνουσα, πηγὴ ἰαμάτων καὶ βυθός, ἐνθέων νοημάτων, καὶ πυρσὸς ἀκοίμητος, καὶ ποιμὴν ποιμένων.

ΗΡΘΗ ΤΟ ΤΟΥ ΦΡΑΓΜΟΥ....
Ἤρθη τὸ τοῦ φραγμοῦ, μεσότοιχον τῇ θείᾳ, τῆς ὄντως Θεοτόκου, Εἰσόδῳ καὶ οἱ κάτω, τοῖς ἄνω νῦν συνήφθημεν.
Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταὶ σοι.
ᾞδον παρθενικαί, χορεῖαι θεῖον ὕμνον, προπέμπουσαι ἐν οἴκῳ, Θεοῦ λαμπαδηφόρον τὴν μόνην Παναμώμητον.
Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως
Ἔνδον τοῦ ἱεροῦ, Ἁγίαν τῶν Ἁγίων, τὴν Θεοτόκον οὖσαν, ὦ Ζαχαρία δέχου, Ἁγίων εἰς τὰ Ἅγια.
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον· Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΑΜΦΙΛΟΧΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΙΚΟΝΙΟΥ....
Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου τοῦ Ἀκραγαντίνων.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου.
Στίχοι
Σταλεὶς Ἀμφιλόχιε νεκρῶν ἀμφίοις,
Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.
Εἰκάδι ἐν τριτάτῃ θάνατος λάβεν Ἀμφιλόχιον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς, Ἀκραγαντίνων Ἐκκλησίας.
Στίχοι
Ἐξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον,
Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σισινίου τοῦ Μάρτυρος.
Στίχοι
Πολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον βίας,
Μετῆλθε Σισίνιος ἐκ βίας βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ζῶν Ἰσχυρίων, ἰσχὺς ἦν Ἐκκλησίας,
Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ταρσοῦ πρόεδρος Ἕλενος θυηπόλος,
Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.
Διήγησις ὀπτασίας Ἰωάννου τινός, πάνυ ὠφέλιμος.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κυριακή 22 Νοεμβρίου 2009
ΕΧΡΙΣΕ... ΤΟΥ ΠΑΡΑΚΛΗΤΟΥ, ΑΒΕΡΚΙΕ... ΟΙΚΟΥΜΕΝΗ ΑΝΕΤΕΙΛΑΣ.... ΑΓΙΟΥ ΜΑΚΑΡ ΠΝΕΥΜΑΤΟΣ....
Ἔχρισε, σὲ Ἀρχιερέα ἡ χάρις, τοῦ Παρακλήτου, Ἀβέρκιε, πλάνης καθαιροῦντα τεμένη, καὶ ἀνιστῶντα τῇ χάριτι, ναοὺς Θεοῦ ἱερούς, εἰς δόξαν τε καὶ αἴνεσιν,τοῦ τεχθέντος ἐκ Παρθένου, καὶ τὰ πάντα ἁγιάσαντος.
Θαύμασι, Πάτερ ἐβεβαίωσας πάντας, λόγους τοῦ θείου κηρύγματος, καὶ τοὺς πλανωμένους ἀνθρώπους, πρὸς θείαν γνῶσιν ἐπέστρεψας, φωταγωγὸς ἀπλανής, Ἀβέρκιε δεικνύμενος, καὶ δαιμόνων καθαιρέτης· διὰ τοῦτο εὐφημοῦμέν σε.
Μέγιστος, πᾶσιν ὥσπερ ἥλιος Πάτερ, τῇ οἰκουμένῃ ἀνέτειλας, λάμψεσι πανσόφων σου λόγων, καὶ ἰαμάτων λαμπρότησι, φωταγωγῶν τοὺς πιστούς, καὶ σκότος παθῶν πάντοτε, ἐκδιώκων συνεργείᾳ, τοῦ Ἁγίου μάκαρ Πνεύματος.

ΕΠΙΤΕΛΩΝ ΑΒΕΡΚΙΕ.... ΧΡΙΣΤΟΥ ΔΟΞΑΝ ΘΕΙΑΝ...
Ἐπιτελῶν Ἀβέρκιε, τέρατα καὶ σημεῖα, θερμῶν ὑδάτων ἔκβλυσιν, σαῖς εὐχαῖς ἀπειργάσω· καὶ τῇ προστάξει σου Πάτερ, ἐν ἑνὶ σκεύει οἶνος, μετὰ ἐλαίου εἶδός τε, ἕτερον βεβλημένα, θείᾳ ῥοπῇ, ἀμιγῆ προήρχοντο παραδόξως, καιρῷ ἰδίῳ ἕκαστον, εἰς Χριστοῦ δόξαν θείαν.
ΧΑΙΡΕΙ ΕΦΕΣΙΩΝ Η ΛΑΜΠΡΑ... ΥΜΝΕΙΤΕ ΤΟΝ ΚΥΡΙΟΝ...
Χαίρει Ἐφεσίων ἡ λαμπρά, σαφῶς Μητρόπολις, ὑμᾶς πλουτήσασα, πρὸς τὸν Πανάγαθον Ἅγιοι, πρεσβευτὰς καὶ ἀντιλήπτορας, ξένον ὀφθέντας ἐπὶ γῆς, τοῖς πᾶσι θέαμα, τῇ ἐγέρσει τῇ παραδόξω, δι' ἧς ἐδοξάσθητε.
Ἄγρυπνοι ὠράθητε ἡμῶν, μετὰ τὴν κοίμησιν, Πάνσοφοι φύλακες, κατακοιμήσαντες κύματα, ἀπιστίας καὶ ἐμφράττοντες, αἱρετιζόντων ἐμφανῶς, ἄθεα στόματα, παραδόξως νεύσει Θεοῦ, ἐκτελοῦντες θαυμάσια.
Ῥήγνυται ὑμῶν πρὸ τῶν ποδῶν, ὁ πλάνος κείμενος, νεκρὸς ἀναίσθητος, ὁ πρὶν καυχώμενος ἄμετρα, καὶ οἰήσει σκοτιζόμενος, καὶ μεγαλύνεται Χριστός, ὁ μεγαλύνας ὑμᾶς, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἱερολογίαις ἱεραῖς, ὑμνολογήσωμεν τοὺς Παῖδας σήμερον, οὓς περ κατέστεψε Κύριος, ἀμαράντοις διαδήμασι, καὶ ἐμεγάλυνε, πολλῶν θαυμάτων λάμψεσι, μελῳδοῦντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΩΣ ΠΟΛΥΣ ΣΟΥ Ο ΠΛΟΥΤΟΣ.... ΠΟΛΥΘΑΥΜΑΣΤΟΝ...
Ὡς πολύς σου ὁ πλοῦτος τῆς χάριτος! ἀριθμὸς δὲ οὐκ ἔστι τῆς δόξης σου· ἐκ μὴ ὄντων γὰρ πάντα παρήγαγες,ὁρατὰ καὶ ἀόρατα Κύριε. Αὐτὸς οὖν φιλάνθρωπε, δώρησαι τῇ βεβήλῳ καρδίᾳ μου αἴνεσιν θείαν, ὁ ὑπ' Ἀγγέλων ἀπαύστως ὑμνούμενος, ἵνα τὸν Ἱεράρχην τιμήσω, τὸν ὡς ἀληθῶς πολυθαύμαστον.
ΩΣ ΣΤΥΛΟΙ ΥΠΑΡΧΟΝΤΕΣ... ΤΩΝ ΨΥΧΩΝ ΗΜΩΝ...
Ὡς στῦλοι ὑπάρχοντες, τῆς Ἐκκλησίας Χριστοῦ, τὰ τείχη ἐρρήξατε, τῆς ἀπιστίας σοφοί, ἑπτάφωτοι Μάρτυρες· ὅθεν πρὸ τοῦ θανάτου, τὴν Ἑλλήνων μανίαν, πάλιν δὲ μετὰ πότμον, τῆς αἱρέσεως ζάλην, ἐλάσαντες πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ΙΕΡΑΡΧΗΣ ΕΔΕΙΧΘΗΣ ΧΡΙΣΜΑ ΣΕΠΤΟΝ, ΠΕΡΙΚΕΙΜΕΝΟΣ ΠΑΤΕΡ ....
Ἱεράρχης ἐδείχθης χρῖσμα σεπτόν, περικείμενος Πάτερ θεουργικῶς, καὶ πάντας ἐν χάριτι, τελειῶν ἱερώτατε, δωρεαῖς δὲ θείων, θαυμάτων κοσμούμενος, ἐνεργεῖς σημεῖα, καὶ θαύματα ἄπειρα, νόσους θεραπεύων, καὶ τοὺς δαίμονας φλέγων, καὶ πλήθη πλανώμενα, ἐπιστρέφων Ἀβέρκιε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.
ΑΙΓΛΗ ΦΑΙΔΡΑ.... ΚΑΤΑΣΤΡΕΨΑΜΕΝΟΣ...
Αἴγλῃ φαιδρᾷ, τῆς Τρισηλίου Θεότητος, καταυγασθεὶς Ἀβέρκιε, φῶς ἐχρημάτισας, τοὺς ἐν σκότει φωτίζων, καὶ πᾶσαν τῶν δαιμονων, λύων σκοτόμαιναν.
Βίον ἐν γῇ, ἔσχες Παμμάκαρ οὐράνιον, μετὰ σαρκὸς ὡς ἄσαρκος, πολιτευσάμενος, καὶ τὰ πάθη νεκρώσας, καὶ τῆς ἱερωσύνης, χάριν δεξάμενος.
Ἔχων ἐν σοί, Πάτερ τὸν λόγον φθεγγόμενον, τῆς ἀλογίας ἔλυσας, τοὺς ματαιόφρονας, τῶν δαιμόνων τεμένη, καὶ ξόανα τῆς πλάνης, καταστρεψάμενος.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ.... ΣΩΣΟΝ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΚΑΝΟΝΑ ΠΙΣΤΕΩΣ, ΚΑΙ ΕΙΚΟΝΑ ΠΡΑΟΤΗΤΟΣ...
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω, τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια Πάτερ Ἀβέρκιε Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ... ΔΗΜΟΣ ΚΑΙ ΑΧΑΡΙΣΤΟΣ.... ΠΡΟΣΗΛΩΣΕΝ...
Ὢ τοῦ παραδόξου θαύματος! ὦ μυστηρίου καινοῦ! ὦ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ θεωροῦσά σε, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησε. Ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σὲ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν;
ΧΑΙΡΕ ΘΕΟΤΟΚΕ ΔΕΣΠΟΙΝΑ...
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρόν, οἰκητήριον ἄχραντε· χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου θεοχώρητε, τὸ θεότευκτον χαῖρε παλάτιον· θεοπάροχον χαῖρε θησαύρισμα· θάλαμος ἔμψυχος· Θεοῦ θεία τράπεζα, καὶ κιβωτέ, καὶ δοχεῖον ἄμωμον, τοῦ θείου Πνεύματος.
ΔΕΥΤΕ ΠΑΣΑ ΚΤΙΣΙΣ
Δεῦτε πᾶσα κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, καὶ ἐν φωναῖς ἀλαλαγμοῦ, αἶνον Θεῷ ἀναπέμψωμεν, τῷ πρὸ τῆς κοινῆς ἀναστάσεως, τὴν ἀνάστασιν ἡμῖν ἐμφανίσαντι, καὶ τοὺς πρὸ τριακοσίων δύο καὶ ἑβδομήκοντα τετελευτηκότας χρόνων Ἁγίους Παῖδας ἑπτά, δι' ἱκεσίας εὐσεβοῦς Βασιλέως ἀναστήσαντι ἐκ χοός, εἰς πτῶσιν ἀπίστων ἐχθρῶν, καὶ αἰσχύνην αἰώνιον, δόξαν δὲ καὶ ἔπαινον τῶν φοβουμένων αὐτόν· οἶδε γὰρ Κύριος, δοξάζειν τοὺς αὐτόν ἀντιδοξάζοντας· θέλημα γὰρ ποιεῖ τῶν φοβουμένων αὐτὸν ἐν ἀληθείᾳ, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
ΑΓΓΕΛΩΝ ΧΑΡΜΟΝΗ ... ΠΑΡΘΕΝΕ...
Ἀγγέλων χαρμονὴ τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ Προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος, διὰ τοῦτό σε προσκυνοῦμεν Παρθένε.
ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΗΜΟΝΟΣ.... ΑΠΦΙΑΣ, ΑΡΧΙΠΠΟΥ ΚΑΙ ΟΝΗΣΙΜΟΥ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΚΙΚΙΛΙΑΣ....
Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος, καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτῇ.
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.
Στίχοι
Χριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ,
Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.
Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου.
Στίχοι
Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία,
Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα
Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου.
Στίχοι
Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω,
Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ.
Στίχοι
Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,
Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μενίγνου τοῦ κναφέως.
Στίχοι
Κάραν, κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,
Κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀββᾶ.
Στίχοι
Ἀββᾶν, τὸν ἐκτύπωμα ὄντα Ἀββάδων,
Τιμῶ πρεπόντως, ὡς τεκνίων Πατέρα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὐφημία ξίφει τελειοῦνται.
Στίχοι
Τὴν Εὐφημίαν σοι συνευφημεῖν ἔγνων,
Σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.
Στίχοι
Θαλλέλαιος Ἄνθιμος ἐκτετμημένοι,
Ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Κάλλιστος ἐχθρὸν τὸν κάκιστον πτερνίσας,
Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θαδδαῖος, ἐν τροχῷ δεθείς, καὶ κατὰ πρανοὺς ἀφεθείς, τελειοῦται.
Στίχοι
Κατὰ πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει·
Φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγαπίωνος, Σισινίου Ἱερομάρτυρος, καὶ Ἀγαπίου.
Στίχοι
Ἀπῆλθε, θηρσὶ μὴ βλαβεὶς Ἀγαπίων.
Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις
Εἶχες θύτην με νῦν δέ, καὶ θῦμα ξένον,
Ἔχεις με Σισίνιον, ἐκ ξίφους Λόγε.
Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ Κρανίῳ,
Ξίφει σὸν Ἀγάπιε τείνεις κρανίον.
Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΡΧΙΕΡΕΥ ΟΣΙΕ...
Ἀρχιερεῦ Ὅσιε, παμμακάριστε Πάτερ, θαυματουργὲ θεράπον Χριστοῦ Ἀβέρκιε, προφητικῷ ἐκλάμψας βίῳ, καὶ ἀποστολικῶν ἀξιωθεὶς χαρισμάτων, τῷ Σωτῆρι λειτουργῶν, σὺν Ἀγγέλοις ἀπαύστως, πρέσβευε ῥυσθῆναι ἀπὸ πάσης ἀπειλῆς τὰς ψυχὰς ἡμῶν.
Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ.... ΜΕΛΠΟΝΤΕΣ ΦΙΛΗΜΟΝΑ....
Ὢ τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄρρητον, ἐν συμβόλοις σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται, πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ φωτοδότου Χριστοῦ.
Ὄντως ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι' ἧς τῆς λύπης, ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ.
Δεῦτε μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως, καταλαμπρυνόμενοι, τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται, προμνηστευθεῖσα, σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν, θεοπρεπῶς, πάντες εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς.
Κλῆμα, τῆς ἀμπέλου τῆς ζωῆς, ἔνδοξε Φιλῆμον ὑπάρχων, οἶνον ἀπέσταξας, θείας ἐπιγνώσεως, ταῖς ἐν ὀδύνῃ ψυχαῖς, καὶ καρδίας ἐπεύφρανας, τὰς σκυθρωπαζούσας, πλάνης ἀμαυρότητι, περικειμένας τε, ζόφῳ τῆς εἰδωλομανίας· ὅθεν γηθοσύνως τὴν μνήμην, σοῦ τὴν θεαυγῆ πανηγυρίζομεν.
Πόλις, τῶν Γαζαίων σε τιμᾷ, φῶς τῆς ἐπιγνώσεως Μάκαρ, διὰ σοῦ βλέψασα· ἡ Κολασσαέων δέ, τὸ θεῖον σῶμά σου, ὥσπερ ὄλβον κατέχουσα, τρυγᾷ τὰς ἰάσεις, καὶ τὴν ἀναβλύζουσαν, χάριν ἑκάστοτε· ὅθεν, ἐκτελεῖ σου τὴν μνήμην, περισῳζομένη κινδύνων, ἔνδοξε Φιλῆμον τῇ πρεσβείᾳ σου.
Πίστει, σὺν Ἀπφίᾳ τῇ σεμνῇ, Ἄρχιππον σοφὸν Ἱεράρχην, ἀνευφημήσωμεν, μέλποντες Φιλήμονα, καὶ τὸν Ὀνήσιμον, ἱεροὺς θεοκήρυκας, σεπτοὺς διδασκάλους, πλάνην τὴν πολύθεον, τοὺς ἐκριζώσαντας, λόγῳ καὶ φυτεύσαντας πᾶσι, γνῶσιν ἀληθείας, καὶ τούτων, εὐσεβῶς τὴν μνήμην ἑορτάσωμεν.
Δεῦτε συμφώνως ἀνυμνήσωμεν, τοὺς αὐτόπτας τοῦ Λόγου, καὶ μύστας τῶν θαυμάτων αὐτοῦ, Φιλήμονα, καὶ Ὀνήσιμον, Ἀπφίαν καὶ Ἄρχιππον, τοὺς Ἀποστόλους Χριστοῦ· Χαίρετε, ἐκβοῶντες αὐτοῖς, τῆς οἰκουμένης φωστῆρες, Κολασσαέων πρόβολοι· Χαίρετε, Ἀγγέλων ὁμοδίαιτοι, οἱ τὴν πλάνην τῶν εἰδώλων, ἀνδρικῶς καταστρεψάμενοι, καὶ Χριστὸν Σωτῆρα κηρύξαντες, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἀπαλλάξαντες. Διὸ ὡς παριστάμενοι τῷ θρόνῳ τῆς Ἁγίας τριάδος, πρεσβεύσατε σωθῆναι τὰς ψυχάς ἡμῶν.
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται, Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνὴ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Σάββατο 21 Νοεμβρίου 2009
ΣΗΜΕΡΟΝ ΠΙΣΤΟΙ ΧΟΡΕΥΣΩΜΕΝ.... ΚΑΙ ΔΙ ΑΓΓΕΛΟΥ
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίῳ ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή, προσφέρεται τῷ Ναῷ, τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.
Τῶν Ἁγίων εἰς Ἅγια, ἡ Ἁγία καὶ ἄμωμος, ἐν Ἁγίῳ Πνεύματι εἰσοικίζεται, καὶ δι' Ἀγγέλου ἐκτρέφεται, τῷ ὄντι ὑπάρχουσα, ἁγιώτατος ναός, τοῦ Ἁγίου Θεοῦ ἡμῶν, τοῦ τὰ σύμπαντα, ἁγιάσαντος ταύτης εἰσοικήσει, καὶ θεώσαντος τὴν φύσιν, τὴν τῶν βροτῶν ὀλισθήσασαν.
Αἱ νεάνιδες χαίρουσαι, καὶ λαμπάδας κατέχουσαι, τῆς λαμπάδος σήμερον προπορεύονται, τῆς νοητῆς καὶ εἰσάγουσιν, αὐτὴν εἰς τὰ Ἅγια, τῶν Ἁγίων ἱερῶς, προδηλοῦσαι τὴν μέλλουσαν, αἴγλην ἄρρητον, ἐξ αὐτῆς ἀναλάμψειν καὶ φωτίσειν, τοὺς ἐν σκότει καθημένους, τῆς ἀγνωσίας ἐν Πνεύματι.
Γηθομένη ὑπόδεξαι, Ζαχαρία ἐβόησεν, Ἄννα ἡ πανεύφημος, ἣν ἐκήρυξαν, Θεοῦ Προφῆται ἐν Πνεύματι, καὶ ταύτην εἰσάγαγε, εἰς τὸν ἅγιον Ναόν, ἱερῶς ἀνατρέφεσθαι, ὅπως γένηται, τοῦ Δεσπότου τῶν ὅλων, θεῖος θρόνος, καὶ παλάτιον καὶ κλίνη, καὶ φωταυγὲς ἐνδιαίτημα.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

ΣΗΜΕΡΟΝ ΤΗΣ ΕΥΔΟΚΙΑΣ ΘΕΟΥ ΤΟ ΠΡΟΟΙΜΙΟΝ...
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΕΚ ΤΟΥ ΚΥΡΙΟΥ ΛΑΒΟΝΤΕΣ...
Ἐκ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν Μητέρα, εὐπρόσδεκτον θυσίαν, ἐν τῷ Ναῷ, προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας, ὁ μέγας Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο.
Ἡ τῶν Ἁγίων Ἁγία, ἐν τοῖς Ἁγίοις οἰκεῖν, ἀξίως προσηνέχθη, ὡς θεόδεκτον θῦμα, καὶ ταύτης αἱ παρθένοι ταῖς ἀρεταῖς, ἐγκοσμούμεναι ἔμπροσθεν, λαμπαδουχοῦσαι προσέφερον τῷ Θεῷ, ὥσπερ σκεῦος ἱερώτατον.
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν εἰς Μητέρα αὐτοῦ.
Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· Τὴν γάρ πρὸ τόκου Παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβὼν σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπερ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεόν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

ΠΟΤΗΡΙΟΝ ΣΩΤΗΡΙΟΥ ΛΗΨΟΜΑΙ...
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
ΕΚ ΤΩΝ ΔΙΚΑΙΩΝ ΠΡΟΗΛΘΕΝ...
Ἐκ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, Ἱερῷ ἐν ἁγίῳ, ὡς Ἁγία, εἰς τὰ Ἅγια οἰκεῖν.
Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα, ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ Ναῷ τῷ νομικῷ· Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.
Σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, τῇ Θεοτόκῳ προσφόρως, ἀναβοήσωμεν πιστοί· Χαῖρε πάγκαλε Νύμφη, χαῖρε νεφέλη φωτεινή, ἐξ ἧς ἡμῖν ἔλαμψεν ὁ Κύριος, τοῖς ἐν σκότει ἀγνοίας, καθημένοις, χαῖρε πάντων ἡ ἐλπίς.
Ὕμνον ἐπάξιον πᾶσα, τῇ Θεοτόκῳ ἡ κτίσις, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ἀνακράζει βοῶσα, Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, δι' ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.
Ἡ τῶν Ἁγίων Ἁγία, καὶ Θεομήτωρ Μαρία, ταῖς ἱκεσίαις σου Ἁγνή, ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης αἱρέσεως καὶ θλίψεως, τοὺς πιστῶς προσκυνοῦντας, τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς.
Τῶν Χερουβὶμ ὑπερτέρα, τῶν Σεραφὶμ ἀνωτέρα, καὶ πλατυτέρα οὐρανῶν, ἀνεδείχθης Παρθένε, ὡς τὸν ἀχώρητον παντί, ἐν μήτρᾳ χωρήσασα Θεὸν ἡμῶν, καὶ τεκοῦσα ἀφράστως, ὃν δυσώπει, ἐκτενῶς ὑπὲρ ἡμῶν.
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Τὴν Τρισυμόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.
Καὶ νῦν ...
Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων.
Ὑπὸ τὴν σὺν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνoῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.

ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗ ΜΟΥ....
Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.
ΩΣ ΕΜΨΥΧΩ ΘΕΟΥ ΚΙΒΩΤΩ...
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

ΑΓΓΕΛΟΙ ΤΗΝ ΕΙΣΟΔΟΝ...
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
ΑΚΟΥΕ ΚΟΡΗ.... ΙΚΕΤΙΣ ΘΕΟΥ ΚΑΤΕΣΤΗΝ ....
Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Boῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμoί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Mητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Yποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ... Ο ΣΩΤΗΡ ΤΩΝ ΨΥΧΩΝ ΗΜΩΝ...
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνoν ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.
Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.
Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.
Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΜΕΓΑΣ ΚΥΡΙΟΣ ΚΑΙ ΑΙΝΕΤΟΣ ΣΦΟΔΡΑ...
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.
Ἀντίφωνον β'
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός...
Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
Ἀντίφωνον γ'
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

ΛΑΜΠΑΔΗΦΟΡΟΙ ΠΑΡΘΕΝΟΙ.... ΧΑΙΡΕ ΜΟΝΗ ΕΝ ΓΥΝΑΙΞΙΝ ΕΥΛΟΓΗΜΕΝΗ...
Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβαζεται.
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Nαῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, οὗ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ, ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν ὡς Μητέρα αὐτοῦ.
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.

ΠΥΛΑΙ ΤΟΥ ΙΕΡΟΥ.... ΕΚΠΕΜΠΕΙ ΜΕΓΑΛΥΝΟΝ
Πύλαι τοῦ Ἱεροῦ, εἰσδέξασθε Παρθένον, εἰς Ἅγια Ἁγίων, ἀμόλυντον σκηνήν τε, Θεοῦ τοῦ Παντοκράτορος.
Ἀπενεχθήσονται τῷ Βασιλεῖ.
Παρθένοι τὴν ἁγνήν, προπέμψατε Παρθένον, φαιδρῶς λαμπαδουχοῦσαι, εἰς Ἅγια Ἁγίων, ὡς Νύμφην τοῦ Παντάνακτος.
Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ.
Ἄρτον ἡ λογική, παστὰς Θεοῦ τοῦ Λόγου, χειρὶ θείου Ἀγγέλου, δέχεται κατοικοῦσα, Ἁγίων εἰς τὰ Ἅγια.
Φῶς σε τὸ τριλαμπές, ἀνάψαν Θεοτόκε, ἐν τῷ Ναῷ τῆς δόξης, οὐράνιον τροφὴν σοι, ἐκπέμπει μεγαλύνον σε.

Η ΕΝ ΤΩ ΝΑΩ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ....
Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος.
Στίχοι
Ἔνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη,
Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων.
Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Παρασκευή 20 Νοεμβρίου 2009
ΑΙΝΕΣΑΤΕ ΠΑΡΘΕΝΟΙ....
Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων.
Ο ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ....
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
ΛΑΜΠΑΔΗΦΟΡΟΙ ΠΑΡΘΕΝΟΙ....ΠΑΤΕΡ ΓΡΗΓΟΡΙΕ...
Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.
Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παρρησίᾳ, τῷ θρόνῳ τοῦ Κυρίου, τοῖς ἐπὶ γῆς ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων τὴν λύσιν, καὶ τῶν παθῶν, δωρηθῆναι καθικέτευε.
Τῶν προσευχῶν τῇ δρεπάνῃ, Πάτερ Γρηγόριε, τὰς τῶν παθῶν ἀκάνθας, ἐκτεμὼν καὶ νεώσας, ἀρότρῳ ἐγκρατείας, τὴν γῆν τῆς ψυχῆς, κατεβάλου τὰ σπέρματα, τῆς εὐσεβείας ἐν ταύτῃ, δι' ὧν ἡμῖν, ἐκβλαστάνεις ἰαμάτων καρπούς.
Τῶν ἀρετῶν σε δοχεῖον, καλοῦμεν Ὅσιε, ὡς ἡσυχίας φίλον, ἀγρυπνίας ἐργάτην, καὶ στήλην σωφροσύνης, καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ τῶν θαυμάτων ταμεῖον, καὶ πρεσβευτήν, τῶν τιμώντων σε Γρηγόριε.
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δογμάτων φαιδρότητι, καὶ τῇ τοῦ βίου λαμπρότητι, εὐσεβῶς κατεκόσμησας, Πρόκλε παναοίδιμε, τὴν ἱεραρχίαν, καὶ τῆς Ἐκκλησίας, στῦλος ἐδείχθης ἀληθῶς, καταφωτίζων πάντας τοῖς λόγοις σου. Διὸ σε μακαρίζομεν, καὶ ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν ἁγίαν καὶ πάνσεπτον, ἑορτάζομεν μνήμην σου.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Λαμπρῶς ἐδογμάτισας, καὶ θεοφρόνως ἐκήρυξας, Θεοτόκον τὴν ἄχραντον, Κόρην ὡς κυήσασαν, τὸν πρὸ τῶν αἰώνων, Κτίστην καὶ Δεσπότην, Υἱὸν καὶ Λόγον τοῦ Πατρός, καὶ ἐπ' ἐσχάτων δι' ἡμᾶς ἄνθρωπον, γενόμενον θελήματι, καὶ μὴ τραπέντα τῆς φύσεως, καὶ Νεστόριον ᾔσχυνας, ἀσεβῆ καὶ παράφρονα.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
Ναμάτων ἑξήντλησας, τῶν χρυσαυγῶν παναοίδιμε, τοῦ σοφοῦ θεοκήρυκος, οὗπερ καὶ διάδοχος, καὶ τῆς εὐσεβείας, ὤφθης καὶ καθέδρας, ἐπιστηρίζων διδαχαῖς, τῆς ἀληθείας Χριστοῦ τὸ ποίμνιον, καὶ τούτου τὸ ἁγνότατον, καὶ πανσεβάσμιον λείψανον, ὥσπερ κόσμον τερπνότατον, τῇ Ἐκκλησία ἀπέδωκας.
Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Εγγραφή σε:
Αναρτήσεις (Atom)