Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 30 Νοεμβρίου 2009

Ο ΤΗΝ ΣΑΓΗΝΗΝ ΑΠΛΩΣΑΣ.... ΕΛΕΥΣΕΤΑΙ ΧΡΙΣΤΟΣ.... ΤΑΣ ΦΥΛΑΣ ΤΟΥ ΙΣΡΑΗΛ....

Ὁ τὴν σαγήνην ἁπλώσας, τῆς μυστικῆς θεωρίας, καὶ ὡς ἰχθύας ἐν αὐτῇ, σαγηνεύσας τὰ κάλλη, τῶν οὐρανίων ἐννοιῶν, ἱκέτευε Ἅγιε, τὴν Ἁγίαν Τριάδα, τοῦ πηγάσαι καὶ ἡμῖν τὸν ἱλασμόν.

Εὐχαριστοῦμεν τὰ ἔθνη, τὰ διὰ σοῦ φωτισθέντα, καὶ ἀπὸ γῆς εἰς οὐρανούς, διὰ σοῦ ἀναχθέντα Δαυῒδ· τῆς γὰρ λατρείας τοῦ ἐχθροῦ, ἐκστάντες γεγόναμεν συμμέτοχοι, τῶν Ἁγίων Ἀγγέλων, τοῦ Κυρίου τε τῆς δόξης κοινωνοί.

Τῶν ἀπορρήτων αὐτόπται, καὶ ὑπηρέται τοῦ Λόγου, μυσταγωγοὶ καὶ θεωροί, τῶν ἀνεξιχνιάστων, συγκληρονόμους καὶ ἡμᾶς, γενέσθαι δεήθητε Ἀπόστολοι, τῆς Χριστοῦ βασιλείας, καὶ μετόχους τῆς Θεότητος αὐτοῦ.

Δεσμεῖν καὶ λύειν λαβόντες, παρὰ Χριστοῦ ἐξουσίαν, λύσατε πάντας τῶν δεσμῶν, τῶν πολλῶν ἐγκλημάτων, ὅτι ἐλεύσεται Χριστός, καὶ πάντες καθήσεσθε οἱ Δώδεκα, ἐπὶ θρόνοις τοσούτοις, κρῖναι πάσας, τὰς φυλὰς τοῦ Ἰσραήλ.