Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 19 Δεκεμβρίου 2011

ΤΡΙΣΤΑΤΑΣ ΚΡΑΤΑΙΟΥΣ, Ο ΤΕΧΘΕΙΣ ΕΚ ΠΑΡΘΕΝΟΥ, ΑΠΑΘΕΙΑΣ ΕΝ ΒΥΘΩ ΨΥΧΗΣ ΤΟ ΤΡΙΜΕΡΕΣ, ΚΑΤΑΠΟΝΤΙΣΟΝ...


«Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα».

Προθύμῳ λογισμῷ, τοὺς ἀγῶνας ζηλώσας, τῶν γενναίων Ἀθλητῶν, ἐνήθλησας στερρῶς, καὶ τὸν ὄφιν ἐνέκρωσας, ἄθλοις σου τοῖς ζωηφόροις, Ἱερὲ Βονιφάτιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

Ἰδὼν ἐπὶ τῆς γῆς, τοῦ ἐχθροῦ τὴν ἀπάτην, κεχυμένην ἀληθῶς, γενναῖε Ἀθλητά, τὴν ψυχὴν πυρπολούμενος, ἔρωτι τῷ θειοτάτῳ, ὑπεισῆλθες τὸ στάδιον, ἀπτοήτῳ τρισμάκαρ φρονήματι.

Σοφίᾳ θεϊκῇ, λαμπρυνόμενος Μάκαρ, τοὺς ἀσόφους δυσμενεῖς, ἐμώρανας, Χριστὸν καταγγέλλων παχύτητι, σώματος ὁμοιωθέντα, ὀφθῆναι ἠθέλησε, Βονιφάτιε οἷς Μάρτυς πολύαθλε.