Εὔκλειαν ἐπόθησας, ἀποκειμένην τοῖς Μάρτυσιν, Ἀθλοφόρε πολύαθλε, καὶ πόνους ὑπήνεγκας, θαρσαλέᾳ γνώμῃ, ἄπονον πρὸς λῆξιν μετατεθῆναι προσδοκῶν, καὶ τὰ βραβεῖα ζητῶν κομίσασθαι, παμμάκαρ τὰ οὐράνια, καὶ Παραδείσου τὴν οἴκησιν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, καὶ ζωὴν τὴν αἰώνιον.
Ὀνύχων σπαράγματα, καὶ χαλεπὰ ἐκκεντήματα, καὶ μολύβδου πυράκτωσιν, τῆς κάρας ἀφαίρεσιν, καὶ τοὺς δριμυτάτους, ὑπήνεγκας πόνους, καὶ προσετέθης τῷ χορῷ, τῶν Ἀθλοφόρων χαίρων Πολύαθλε· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦμεν πανήγυριν, ἀθλητὰ Βονιφάτιε, τῶν Ἀγγέλων συμμέτοχε.
Δοῦλόν σε προπέμψασα, θεῖον δεσπότην ἀπέλαβεν, Ἀγλαῒς Βονιφάτιε, παθῶν κυριεύσαντα, βεβασιλευκότα, ἀθέων τυράννων, καταβαλόντα τοὺς ἐχθρούς, καὶ νίκης στέφος ἀναδησάμενον· διὸ ναὸν σοι ἅγιον, περικαλῆ τε δομήσασα, ἐν αὐτῷ ἐναπέθετο, ἱερῶς εὐφημοῦσά σε.