Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν· ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαῖς ἀσκήσεσι· διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεῖα χαρίσματα, ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη χαλεπώτατα.
Ὕψωσαν τὸ σῶμά σου, πόνοι καὶ πόνων οἱ τρόποι, καὶ τῶν τρόπων ἔλλαμψις, ἡ τῷ θείῳ Πνεύματι ἀπαστράπτουσα, ὑπὲρ νοῦν ἅπαντα, τῇ ἰσχὺϊ ηὔγασε· θαυμαστῶς ἐμεγαλύνθη γάρ, ἡ θήκη νάματα, βλύζουσα πιστοῖς, ξένον θέαμα! πῶς τάφος οὐκ ἐπέδησεν, ἢ λίθος κατέσχε τὴν δύναμιν, ἀλλ' ὡς καὶ πρὸ τέλους, μετάνοιαν ἐκραύγαζες ἡμῖν, ὡσαύτως νῦν πρὸς ἐπίγνωσιν, ἕλκεις μετὰ θάνατον.
Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται τοῦ Παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν· Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζωμεν σορόν, καὶ τὴν εἰκόνα σεβώμεθα, μύρον ἀναβλύζουσαν.
Πλοῦτον ἀναφαίρετον, ἔχει σε πόλις Λακώνων, Μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν· ᾗ καὶ νῦν βράβευσον, τὴν εἰρήνην Νίκων, καὶ τροπαίων αὐτήν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, σῶν Πρεσβειῶν Πατὴρ ἡμῶν, καὶ τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.