Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 24 Νοεμβρίου 2009

ΚΛΗΜΑ ΤΗΣ ΑΜΠΕΛΟΥ ΤΗΣ ΖΩΗΣ..

Κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, Πάτερ πεφυκὼς Ἱεράρχα, ὡραίους ἤνεγκας, βότρυας ἐν πνεύματι, δογμάτων πάνσοφε, ἀποστάζοντας πάντοτε, σωτήριον οἶνον, θείας ἐπιγνώσεως, καὶ κατευφραίνοντας, πάντων εὐσεβῶν τὰς καρδίας, τῶν εἰλικρινῶς σε τιμώντων, Κλήμη θεοφόρε παμμακάριστε.
Πέτρου, Κορυφαίου μαθητής, Πάτερ γεγονὼς ἐπὶ πέτραν, τούτου ἐδόμησας, λίθον ὥσπερ τίμιον, σαυτὸν πανεύφημε, καὶ μοχλεύσει τῶν λόγων σου, κατέστρεψας πᾶσαν, δόμησιν πολύθεον, ναοὺς δὲ ἤγειρας, θείους εἰς τιμὴν τῆς Τριάδος, μάκαρ ὑπὲρ ἧς ἠγωνίσω, καὶ τοῦ μαρτυρίου στέφος εἴληφας.
Ὥσπερ, φωτοβόλος ἐκ δυσμῶν, ἥλιος ἀνέτειλας Πάτερ, καταλαμπρύνων τὴν γῆν, αἴγλῃ τῶν δογμάτων σου, καὶ τῶν στιγμάτων φαιδρῶς, ἐπιφθάσας δὲ μέρεσιν, Ἑῴας τρισμάκαρ, ἔδυς θανατούμενος, καὶ ἐξανέτειλας, Κλήμη πρὸς Χριστὸν ταῖς ἐκεῖθεν, λάμψεσι πλουσίαις ἀπαύστως, θείαν κατὰ μέθεξιν λαμπόμενος.
Ὑπερουσίου Τριάδος τὸ ὁμοούσιον, διεκδικῶν Παμμάκαρ, ὡς ἀκτίστου Μονάδος, Ἄρειον καθεῖλες, δείξας ἡμῖν, τοῦ Υἱοῦ τὸ ἀμέριστον, ὡς τῆς αὐτῆς ἐνυπάρχοντος τῷ Πατρί, καὶ τῷ Πνεύματι Θεότητος.
Τῶν διωκόντων ἐπαύθη, ἡ μιαιφόνος ὁρμή, ἡ τῶν αἱμάτων χύσις, νῦν εἰς φροῦδον κατέστη, ἄμφω σφραγισθέντα, Πέτρε σοφέ, τῷ ἱερῷ μαρτυρίῳ σου, ὡς τοῦ παιδός Μωϋσέως ἔστη ῥυέν, τῇ ψηφῖδι τῆς Σεπφώρας ποτέ.
Ποιμαντικῶς διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, μαρτυρικοῦς ἀγῶνας, ἐπεδείξω γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἑκατέροις κοσμούμενος, ἱερωσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
Τῆς τῶν παθῶν ὀχλήσεως ἀπασχολήσας τὸν νοῦν, περὶ τὴν γνῶσιν τῶν ὄντων, ἱερώτατε Κλήμη, ἀσχολεῖσθαι πεποίηκας· διὸ σε τὸ κυρίως καὶ πρώτως Ὄν, ἐπὶ ταύτην εἵλκυσε, διὰ Πέτρου τοῦ τῶν Ἀποστόλων ἐξάρχοντος, ὃς σε τὰ θεῖα μεμύηκε, καὶ αὐτοῦ διάδοχον καταλέλοιπεν ἄξιον· Μεθ' ὃν τὴν Ἐκκλησίαν πάνσοφε, καλῶς διαγαγών, μαρτυρικῷ τέλει πρὸς αὐτόν, ἐξεδήμησας, οἷα Θεός, Θεῷ τῷ ὄντι ἀκραιφνῶς συγγινόμενος, οὗ τῆς θεώσεως, καὶ ἡμᾶς ἀκαταπαύστως τυχεῖν καθικέτευε, Ἱερομάρτυς Ἀπόστολε.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.