Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 28 Νοεμβρίου 2009

ΤΩ ΘΕΙΩ ΦΕΓΓΕΙ ΣΟΥ ΑΓΑΘΕ...

Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ τὸν ὄντως Θεὸν ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Μαρτυρικαῖς ἔστεψε τιμαῖς, τοὺς ἀσκητικούς σου ἀληθῶς καμάτους Ὅσιε Στέφανε, ὁ ἀγωνοθέτης μόνος Θεὸς ἡμῶν, κατὰ τῶν παλαμναίων ἐνδυναμώσας σε.

Ἀγωνιζόμενος εὐκλεῶς, δῆμον συμμαρτύρων ταῖς εἱρκταῖς, προσομιλῶν Μάρτυς εὕρηκας· σὲ γὰρ ὡς ἀστέρες ἄδυτον ἥλιον, κυκλοῦντες ἐπὶ πλεῖον κατελαμπρύνοντο.

Ῥήμασι θείοις τοὺς ἱερούς, Ὁμολογητὰς καὶ μιμητάς, θείων παθῶν μακαρίζομεν, τοὺς τριακοσίους καὶ τεσσαράκοντα, καὶ δύο τοὺς ἀθέους καταπαλαίσαντας.

Τριχῶν ἀφαίρεσιν παικτικῶς, ὤτων ἐκκοπήν τε καὶ χειρῶν, μελῶν τε θείων κατάφλεξιν, ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ὑπήνεγκεν, ὁ δῆμος τῶν Ὁσίων ὁ εὐκλεέστατος.