Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2011

ΤΗΝ ΠΑΣΑΝ ΜΟΥ ΕΛΠΙΔΑ ΕΙΣ ΣΕ ΠΑΡΘΕΝΕ

Τὴν πᾶσάν μου ἐλπίδα εἰς σὲ, Παρθένε ἀνατίθημι, μὴ παρίδῃς, ἀλλὰ σπεῦσον ἀγαθή, ῥυσθῆναί με ἐν τάχει, παθῶν τῶν ἐνοχλούντων, καὶ καθ' ἑκάστην πολεμούντων με.

ΜΑΡΤΥΡΩΝ ΕΝ ΑΙΜΑΤΙ, ΤΗΝ ΙΕΡΑΝ ΔΙΠΛΟΪΔΑ

Μαρτύρων ἐν αἵματι, τὴν ἱερὰν διπλοΐδα, φοινίξας εἰσέδραμες, εἰς Ἁγίων Ἅγια, ἀξιάγαστε, ἔνθα φῶς ἄρρητον, ἔνθα θεία δόξα, ὅπου ἦχος ἐορτάζοντος, ἐν ᾧ τῶν πόνων σου, Μάρτυς ἀποδέχῃ τὰ ἔπαθλα, καὶ στέφος τὸ ἀμάραντον, καὶ τὴν αἰωνίζουσαν εὔκλειαν, καὶ τοῦ Παραδείσου, τὴν οἴκησιν Γρηγόριε σοφέ, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Βασάνων οὐκ ἔσεισε, σοῦ τὴν ψυχὴν τρικυμία, οὐ κάθειρξις χρόνιος, ἐν ζοφώδει λάκκῳ σε κατακρύπτουσα, Ἀθλητὰ ἔνδοξε, ἀλλ' ὡς φῶς ἤστραψας, τοῖς ἐν σκότει κινδυνεύουσι, τῆς ματαιότητος, οὓς υἱοὺς ἡμέρας ἀνέδειξας, λουτροῦ διὰ Βαπτίσματος, καὶ ἀναγεννήσεως κρείττονος, καὶ σωτηριώδους, καὶ θείας ἀληθῶς διαγωγῆς, ὡς ἱεράρχης θεόληπτος, πάνσοφε Γρηγόριε. Νυμφίον ἀθάνατον, σὲ τὸν ἁπάντων Δεσπότην, Ῥιψιμία στέργουσα, τὴν δορὰν ἀφήρηται, τὴν τοῦ σώματος, τῶν παθῶν πρότερον, τὸν ζοφώδη σάκκον, ἐγκρατείᾳ διαρρήξασα· μεθ' ἧς ἠγώνισται, καὶ Γαϊανὴ ἡ ἀοίδιμος, παρθένων ἐπιφέρουσα, ὅμιλον στερρῶς ἐναθλήσαντα, καὶ καταβαλόντα, τῆς Εὕας τὸν ἀρχαῖον πτερν...

ΓΥΝΑΙΚΕΣ ΤΩ ΣΤΑΥΡΩ

Γυναῖκες τῷ Σταυρῷ, τοῦ ἐκ σοῦ σαρκωθέντος, κραταιούμεναι Ἁγνή, ἐνήθλησαν στερρῶς, καὶ αὐτῷ προσηνέχθησαν, ὄπισθέν σου τῆς Παρθένου, παρθενίας λαμπρότησι, καὶ Μαρτύρων ἐν αἵματι λάμπουσαι.

ΤΡΙΑΔΙ ΤΗ ΣΕΠΤΗ ΠΑΡΕΣΤΩΣ ΣΤΕΦΗΦΟΡΟΣ, ΩΣ ΓΡΗΓΟΡΟΣ ΠΟΙΜΗΝ

Τριάδι τῇ σεπτῇ παρεστὼς στεφηφόρος, ὡς γρήγορος ποιμήν, ὡς Μάρτυς ἱερός, ἱεραῖς σου δεήσεσι, κοίμισον τὰ τῶν παθῶν μου, ἀχλυώδη ἰνδάλματα, εὐφημοῦντος σε, Μάκαρ Γρηγόριε. Ὁ ἄδυτος λαμπτήρ, Ἱεράρχης ὁ μέγας, ὁ πολύαθλος ποιμήν, ἀγώνων ἡ τριβή, Ἀρμενίας τὸ καύχημα, σήμερον πρὸς εὐωχίαν, τοὺς πιστοὺς συνεκάλεσε, συνελθόντες αὐτὸν μακαρίσωμεν. Ναμάτων ζωηρῶν, τῶν τοῦ Πνεύματος Μάκαρ, ἐμπλησθεὶς ὡς ποταμός, Ἐδὲμ τῆς νοητῆς, ἐκπεπόρευσαι πρόσωπον, ἄρδων τὸ τῆς Ἐκκλησίας, καὶ ξηραίνων τὸ πέλαγος, τῆς εἰδωλομανίας Γρηγόριε.

ΒΛΕΜΜΑ ΓΡΗΓΟΡΟΝ ΤΗΣ ΔΙΑΝΟΙΑΣ, ΜΑΡΤΥΣ ΕΝΔΟΞΕ

Βλέμμα γρήγορον τῆς διανοίας, Μάρτυς ἔνδοξε προκεκτημένος, ὁμωνύμως καὶ καταλλήλως διέπρεψας, ὑπὲρ Χριστοῦ τῇ ἀθλήσει στρεβλούμενος, ἐν προσευχαῖς ἀνενδότως ἠγρύπνησες ὅθεν εἴληφας, ἱεραρχικῶς δι' αἵματος, βραβεῖον κατ' ἄμφω παμμάκαρ Γρηγόριε.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ, ΚΑΙ ΘΡΟΝΩΝ ΔΙΑΔΟΧΟΣ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Κυπριανέ, πρὲσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΑΔΥΤΟΝ ΓΝΟΦΟΝ ΤΟΥ ΑΦΡΑΣΤΟΥ ΦΩΤΟΣ

Εἰς τὸν ἄδυτον γνόφον τοῦ ἀφράστου φωτός, εἰσδύσας νοητῶς ὁ Μάρτυς καὶ Ποιμήν, ἐμυήθη τὰ ἀπόρρητα τῶν μυστηρίων Θεοῦ, ὡς Μάρτυς μὲν φωτιζόμενος, ὡς ποιμὴν δὲ μυσταγωγούμενος· διὸ διπλοῦς καὶ τοὺς στεφάνους, ἐκ τῆς ἄνω δόξης ἀνεδήσατο, πρεσβεύων πάντοτε Χριστῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ο ΗΛΙΟΣ ΕΣΚΟΤΙΣΕΝ, ΥΙΕ ΜΟΥ ΠΡΟΣΗΛΟΥΜΕΝΟΝ, ΦΩΤΟΔΟΤΑ

Ὁ ἥλιος ἐσκότισεν, Υἱέ μου προσηλούμενον, φωτοδότα, καθορῶν σε καὶ ἡ γῆ, τῷ φόβῳ ἐκλονεῖτο, λαὸς δὲ Ἰουδαίων, οὐδόλως ᾤκτειρε παμφίλτατε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΓΡΗΓΟΡΙΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ     Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Εἰδὼς τό, Γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου, Θεοῦ καλοῦντος, γρηγορῶν ὤφθης Πάτερ, Ἀρμενίης μεγάλης θάνε Γρηγόριος τριακοστή.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς, καὶ ἑτέρων λβ' Ὀσιομαρτύρων γυναικῶν καὶ παρθένων. Ἤλγει σπαθισμοῖς οὐδαμῶς Ῥιψιμία, Ἄπειρα τούτοις ἀνταριθμοῦσα στέφη. Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι. Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει. Τιμᾷ Τριάς, δεκὰς σε τριπλῆ Μαρτύρων, Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἑβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν. Τέθνηκεν, ἀνδρῶν ἑβδομηκοντὰς ξίφει, Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις. Δυὰς γυναικῶν, ἀρεταῖς τεθραμμένων, Ἀθλητικῷ τμηθεῖσα ...

ΘΕΟΣ ΘΕΤΟΣ ΓΕΓΟΝΩΣ, ΧΡΙΣΤΟΥ ΘΕΩΣΕΙ

Θεὸς θετὸς γεγονώς, Χριστοῦ θεώσει τοῦ φύσει Θεοῦ, τῆς φύσεως ἀλγεινάς, πηρώσεις ἀνώρθωσας, νοσοῦντας ἰώμενος, δαιμονῶντας αὖθις, θεραπεύων θείᾳ χάριτι. Ἐξέφυγες τοῦ πρὸς σὲ, φοιτῶντος πλήθους τὴν ὄχλησιν, καὶ πάλιν τοὺς φοβερούς, χειμάρρους κατέλαβες, ἐκκλίνων, ἀοίδιμε, τῶν κενῶν ἐπαίνων, ἀνθρώπων τὸ δοξάριον. Ὀνείρου δίκην φθαρτοῦ, τοῦ κόσμου πᾶσαν τὴν δόξαν ὁρῶν, τοῦ νόμου ζῶντος Θεοῦ, τῆς δόξης τῆς κρείττονος, ἐπόθησας μέτοχος, σοφὲ χρηματίσαι, ἧς ἐνδίκως κατηξίωσαι.

ΩΣ ΥΠΕΡΜΑΧΩ ΚΡΑΤΑΙΩ

Ὡς ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι, ἡ σὲ τιμῶσα ἱερὰ Λαύρα ἑκάστοτε, ἑορτάζει τὰ μνημόσυνα ἐτησίως. Ἀλλ' ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἵνα κράζωμεν· Χαίροις Πάτερ τρισόλβιε.

ΠΑΘΩΝ ΚΥΡΙΕΥΣΑΣ ΤΟΥ ΣΩΜΑΤΟΣ, ΕΓΚΡΑΤΕΙΑΣ ΧΑΛΙΝΩ

Παθῶν κυριεύσας τοῦ σώματος, ἐγκρατείας χαλινῷ, θαυματουργὲ Κυριακέ, ἀπαθείας τὴν λαμπράν, Πάτερ ἐνδέδυσαι στολήν, καὶ πᾶσαν, τὴν κακίαν ἀπεγύμνωσας, τοῦ πάλαι, τοὺς Προπάτορας γυμνώσαντος, καὶ νῦν οἰκεῖς τὸν Παράδεισον, διὰ παντὸς εὐφραινόμενος, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν. Φέρων τὸν σταυρὸν ἐπὶ ὤμων σου, ἠκολούθησας Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ, τῶν ἐν βίῳ ἡδονῶν, καταφρονῶν Κυριακέ, καὶ πάθη, θανατώσας τὰ τοῦ σώματος, συντόνοις, ἀγρυπνίαις καὶ δεήσεσι, χάριν ἀπείληφας Ὅσιε, τοῦ θεραπεύειν νοσήματα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν. Ἔρημον κατῴκησας ὅσιε, ἐδωδὴν Κυριακέ, σκίλλαν ποιούμενος πικράν· καὶ τὴν αἴσθησιν πικραίνων, τῆς ψυχῆς τάς ἡδονάς, προρρίζους, ἐναπέτεμες μακάριε· διὸ σε ἡ οὐράνιος ἀπόλαυσις, μετὰ τὸ τέλος ἐδέξατο, ἀγγελικῶς βιοτεύσαντα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΑΟΚΝΩΣ ΔΙΗΝΥΣΑΣ, ΤΗΝ ΤΡΙΒΟΝ ΤΗΣ ΖΩΗΣ

Ἀόκνως διήνυσας, τὴν τρίβον τῆς ζωῆς· ἐκ γὰρ βρέφους ἐπόθησας, τὸν Κτίστην σου Ὅσιε, ὃν διψῶν ἐξεζήτεις, ἐλάφου μιμούμενος, τὸν δρόμον ἐφ' ὑδάτων πηγάς. Καρδίας τοῖς πίναξιν, ἐγγραφείσας τῆς σῆς, δεδεγμένος Θεσπέσιε, δακτύλῳ τοῦ Πνεύματος, ὥσπερ ἔμψυχος βίβλος, ἐμπράκτως ἐτήρησας, Χριστοῦ τάς ζωτικὰς ἐντολάς. Ἐκράτησας Ὅσιε, ἐν νηστείαις γαστρός, τῆς λιχνώδους ὀρέξεως, καὶ τὴν ὑπόγαστρον ἡδονὴν συννεκρώσας, ἁγνείᾳ συνέζησας, Πάτερ διὰ βίου παντός. Γηθόμενος ἔμφρονα, τῇ Τριάδι ναόν, σαυτὸν κατεσκεύασας, τὸν νοῦν καθηράμενος, καὶ σῶμα καὶ Πνεῦμα, Τρισμάκαρ καὶ γέγονας, δοχεῖον τρισηλίου φωτός.

ΤΗΣ ΑΝΩ ΕΦΙΕΜΕΝΟΣ, ΥΠΕΡΚΟΣΜΙΟΥ ΖΩΗΣ

Τῆς ἄνω ἐφιέμενος, ὑπερκοσμίου ζωῆς, τοῦ κόσμου τὴν τερπνότητα, ὡς διαπίπτουσαν, κατέλιπες Ὅσιε· ὅθεν ἐν ταῖς ἐρήμοις, καὶ σπηλαίοις οἰκήσας, πόλεως οὐρανίου, ἀνεδείχθης πολίτης, ἐν ᾗ τῶν ἐκτελούντων τὴν σήν, μνήμην μνημόνευε.

ΝΟΕΡΩΣ ΕΜΥΗΘΗ, ΠΡΟΦΗΤΩΝ

Νοερῶς ἐμυήθη, Προφητῶν ὁ σύλλογος τὰ σὰ μυστήρια· οὐρανοῦ γὰρ πύλην, ὁ Δεσπότης σε ἔδειξεν ἄχραντε, καὶ ἐκ σοῦ Παρθένε, σωματωθεὶς δικαιοσύνης, τοῖς ἐν σκότει ἀνέτειλεν ἥλιος.

ΚΛΕΟΣ ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ ΧΡΙΣΤΕ

Κλέος θείας γνώσεως Χριστέ, παράσχου μοι καὶ χάριτος, τὸν ὅσιον ἀξίως, Κυριακὸν ὑμνῆσαι, ταῖς τούτου ἐντεύξεσι· σὺ γὰρ τῶν ὑπὲρ λόγον, ὁ ταμίας σοφῶν διδαγμάτων. Ὕμνον προσκομίζοντά σοι νῦν, Κυριακὲ μακάριε, εὐμενῶς δεδεγμένος, τῆς θείας μετασχεῖν με, Χριστὸν καθικέτευε, αἴγλης καὶ φωταυγίας, καὶ τῆς ὄντως τυχεῖν σωτηρίας. Ῥώμῃ τοῦ Δεσπότου κραταιᾷ, ῥωννύμενος τοὺς ἄρχοντας, Κυριακὲ παμμάκαρ, τοῦ σκότους ἐτροπώσω· τοῖς τούτου δὲ ἴχνεσι, Πάτερ ἀκολουθήσας, πρὸς τὴν ἄνω κατήντησας λῆξιν. Ἴσην ἐδείξω ἐπὶ γῆς, πρὸς Ἀσωμάτους ἅμιλλαν, ὅλον καθυποτάξας, σαρκὸς τῷ ζωηφόρῳ, τὸ φρόνημα Πνεύματι· ὅθεν ἐν οὐρανοῖς νῦν, συγχορεύεις αὐτοῖς θεοφόρε.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΑΚΟΥ ΤΟΥ ΑΝΑΧΩΡΗΤΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ      Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ. Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ, Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης. Σκιλλοβόρος δ' ἐννάτῃ μύσεν εἰκάδι Κυριακός.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν πεντήκοντα Μαρτύρων τῶν ἐν Παλαιστίνῃ, καὶ τῶν Ἁγίων Μαρτύρων Τρύφωνος, Τροφίμου καὶ Δορυμέδοντος, καὶ τῆς Ἁγίας Μάρτυρος Πετρωνίας. Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία, Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γουδελίας. Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων, Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κασδόου καὶ Κασδόας. Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα, Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δάδα, Γοβδελαᾶ, υἱοῦ Σαβ...

ΑΝΕΚΛΑΛΗΤΟΣ Ο ΤΟΚΟΣ ΣΟΥ ΑΝΕΔΕΙΧΘΗ....

Ἀνεκλάλητος ὁ τόκος σου ἀνεδείχθη, Θεογεννῆτορ μόνη, ἁγνὴ εὐλογημένη· ὅθεν σοι προσπίπτοντες, τὸ Χαῖρε κραυγάζομεν.

ΤΟΙΣ ΛΟΓΟΙΣ ΕΚΟΣΜΗΣΑΣ....

Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ' εἰκόνα Θεοῦ, Χαρίτων μακάριε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χαρίτας ἰαμάτων, ἀπαστράπτουσα πίστει· διὸ καὶ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.

ΤΙ ΤΟ ΟΡΩΜΕΝΟΝ ΘΕΑΜΑ

Τὶ τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι ὁ πᾶσι νέμων ζωήν; ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

ΤΟΝ ΑΣΚΗΤΗΝ ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ ΑΠΑΝΤΕΣ

Τὸν ἀσκητὴν τῆς ἐγκρατείας ἅπαντες, καὶ ἀθλητὴν τῆς εὐσεβείας σήμερον, οἱ πιστοὶ ἐν ὕμνοις στέψωμεν, καὶ ἐγκωμίοις εὐφημήσωμεν, Χαρίτωνα ποιμένα καὶ Διδάσκαλον, καὶ Μάρτυρα Χριστοῦ τὸν χαριτώνυμον, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.

ΤΟΥΤΟΝ ΤΟΝ ΜΕΓΑΝ ΕΝ ΤΟΙΣ ΟΣΙΟΙΣ

Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις, τὸν φωστῆρα τὸν θεῖον Ἰκονίου πιστοί, Χαρίτωνα τὸν μακάριον, ἐν ὑμνῳδίαις ἀνευφημήσωμεν, καὶ ἐν ᾄσμασι θείοις, αὐτοῦ τὴν κάραν στέψωμεν· τὴν γὰρ ὀφρὺν τῶν ματαίων εἰδώλων ἠδάφισε, σὺν τούτοις καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε· διὸ τοὺς πόνους μὲν ἤνεγκε, τῶν βραβείων δὲ ἔτυχεν ἀληθῶς· Αὐτὸν οὖν ἐπαινοῦντες γεραίρομεν, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.

ΟΜΟΛΟΓΗΤΟΥ ΧΑΡΙΤΩΝΟΣ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ                Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων, Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων. Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Βαρούχ.     Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων, καὶ αὐταδέλφων, Ἀλεξάνδρου, Ἀλφειοῦ, καὶ Ζωσίμου, καὶ τοῦ Ἁγίου Μάρτυρος Μάρκου τοῦ ποιμένος, καὶ τῶν Ἁγίων Μαρτύρων Νίκωνος, Νέωνος, Ἡλιοδώρου, καὶ τῶν λοιπῶν παρθένων καὶ παίδων. Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου, Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον. Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος, Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ. Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων, Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα. Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια, Ὦ παῖ γυ...

ΛΑΜΠΡΥΝΘΕΙΣ ΩΣ ΧΡΥΣΙΟΝ...

Λαμπρυνθεὶς ὡς χρυσίον, τῷ πυρὶ τῶν βασάνων, τῶν παθημάτων Χριστοῦ, ἐκσφράγισμα ἐδείχθης, καὶ νῦν ἐναπετέθης, θησαυροῖς θείοις Ἔνδοξε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ. Λιπανθεὶς τοῖς βασάνοις, ξίφος ὤφθης παμμάκαρ, οὐρανοχάλκευτον, συγκόπτων ἀοράτων, τάς φάλαγγας δαιμόνων, καὶ κραυγάζων Καλλίστρατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἰσχυρὸς ἀπεφάνθης, κατὰ τῆς ἀσεβείας, Μάρτυς Καλλίστρατε, ἰσχύϊ τῆς Τριάδος, ἧς νῦν ταῖς λαμπηδόσιν, ἐκβοᾷς φωτιζόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Σταθηρᾷ διανοίᾳ, τὸν Χριστὸν ἀγαπήσας, Μάρτυς Γυμνάσιε, σὺν πᾶσιν ὁμοζήλοις, ἐτύθης ἀναμέλπων, εὐχαρίστως θεόπνευστε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ΤΗΣ ΕΡΗΜΟΥ ΠΟΛΙΤΗΣ, ΚΑΙ ΕΝ ΣΩΜΑΤΙ ΑΓΓΕΛΟΣ

Τῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Κυριακέ· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τάς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σου πᾶσιν ἰάματα.

ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ ΚΑΛΛΙΣΤΡΑΤΕ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ

Μάρτυς ἀθλητὰ Καλλίστρατε τῆς εὐσεβείας φωτί, φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν ἐβάδισας, ἀκλινῶς τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικήσας πάντα τὰ μηχανήματα, τοῦ πολεμήτορος· ὅθεν εὐφημοῦμεν σε, τὴν ἱεράν, μνήμην σου γεραίροντες, μακαριώτατε. Μάρτυς θέοφρον Καλλίστρατε, λόγον πλουτήσας ζωῆς, πρὸς ζωὴν καθωδήγησας, τοὺς ἀγνοίᾳ πρότερον, ἐν νεκρώσει ὑπάρχοντας· οἳ καὶ θανόντες, προθύμως ἔνδοξε, διὰ τὴν πάντων, ἡμῶν ἀνάστασιν, ζῆν ἀληθέστατα, ἐν Χριστῷ πιστεύονται, μεθ' ὧν ἡμῶν, μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον. Μάρτυς Ἱερὲ Γυμνάσιε, ξίφει τὴν κάραν τμηθείς, τῇ πλημμύρᾳ τοῦ αἵματος, Φαραὼ τὸν δόλιον, ἀληθῶς κατεπόντισας, καὶ νῦν πηγάζεις, πᾶσιν ἰάματα, τοῖς τῷ ναῷ σου, πίστει προστρέχουσι, καὶ τοὺς ἀγῶνάς σου, ἐν αὐτῷ γεραίρουσι, καὶ τὴν σεπτήν, μνήμην σου μακάριε, πανηγυρίζουσιν.

ΤΡΙΒΟΝ ΔΙΟΔΕΥΣΑΣ ΑΚΛΙΝΩΣ...

Τρίβον διοδεύσας ἀκλινῶς, τοῦ μαρτυρίου γέγονας, πεπλανημένοις ὁδός, πρὸς θείας καταπαύσεις, παμμάκαρ εἰσάγουσα· ὅθεν σε συνελθόντες, εὐφημοῦμεν Καλλίστρατε πίστει. Ὥσπερ φαεινότατος ἀστήρ, ἑξανατείλας ηὔγασας, θεογνωσίας φωτί, Χριστοῦ τὴν Ἐκκλησίαν, τὸ σκότος δὲ ἤλασας, Μάρτυς τῆς ἀγνωσίας, καὶ τεμένη τῆς πλάνης καθεῖλες. Πάντα πειρασμὸν καρτερικῶς, ὑπενέγκων Καλλίστρατε, διὰ τὴν πάντων ζωήν, θανεῖν οὐ παρῃτήσω· διὸ πρὸς ἀθάνατον, χαίρων λῆξιν μετέβης, καὶ Ἀγγέλων χοροῖς συναγάλλῃ. Ἄνθραξ θείου Πνεύματος πυρί, ὁ ἱερὸς Γυμνάσιος, προσαναπτόμενος, ἐδείχθη καὶ τῆς πλάνης, τὴν ὕλην κατέφλεξε, θαύμασι δὲ δροσίζει, φλεγομένους καύσει παθημάτων.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ, ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σου τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΑΛΛΙΣΤΡΑΤΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ     Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων. Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει, Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων. Εἰς τοὺς ἁγίους μθ' Μάρτυρας Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι, Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν. Εἰκάδι ἑβδομάτῃ Καλλίστρατος ἔνθεν ἀέρθη.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Ἐπιχάρεως. Εὔτολμος Ἐπίχαρις ἦν πρὸς τὸ ξίφος, Συλλήπτορα πλουτοῦσα τὴν θείαν χάριν.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Ἡγουμένου γενομένου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος.     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος.     Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Γαϊανῆς. Γ...

ΒΡΟΝΤΗΣ ΥΙΟΣ ΓΕΝΟΜΕΝΟΣ....

Βροντῆς υἱὸς γενόμενος, βροτοῖς ἐθεολόγησας, τό, ἐν ἀρχῇ ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη, ἐπιπεσὼν τῷ στήθει γάρ· Πιστῶς τῷ τοῦ Δεσπότου σου, κἀκεῖθεν ἀρυσάμενος, θεολογίας τὰ ῥεῖθρα, τὴν κτίσιν πᾶσαν ἀρδεύεις.

ΣΥ ΥΙΟΣ ΕΠΕΚΛΗΘΗΣ

Σὺ υἱὸς ἐπεκλήθης θείας βροντῆς, ὡς τὰ ὦτα κωφεύσας τῶν δυσσεβῶν, καὶ σάλπιγγος ἡδύτερον, διηχήσας ὦ πάνσοφε, εἰς εὐθείας καρδίας τοῦ Λόγου τὴν σάρκωσιν, καὶ ὡς γνήσιος φίλος, τῷ στήθει ἀνέπεσας· ὅθεν ἑξαντλήσας, τὸ τῆς γνώσεως βάθος, τοῖς πᾶσιν ἐκήρυξας, τοῦ Πατρὸς τὸν συνάναρχον, Ἰωάννη Ἀπόστολε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΑΠΟΣΤΟΛΕ, ΧΡΙΣΤΩ ΤΩ ΘΕΩ ΗΓΑΠΗΜΕΝΕ

Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΠΟΤΑΜΟΙ ΘΕΟΛΟΓΙΑΣ ΕΚ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ

Ποταμοὶ θεολογίας ἐκ τοῦ τιμίου σου στόματος ἀνέβλυσαν Ἀπόστολε, ἐξ ὧν ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀρδευομένη, προσκυνεῖ ὀρθοδόξως Τριάδα ὁμοούσιον, ἣν καὶ νῦν αἴτησαι, Ἰωάννη θεολόγε, στηριχθῆναι, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν. Τὸ φυτὸν τῆς ἁγνείας, τὸ μύρον τῆς εὐωδίας, πάλιν ἀνέτειλεν ἡμῖν, εἰς τὴν παροῦσαν Ἑορτήν, βοῆσαι πρὸς αὐτόν· Ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος τὸ δεσποτικόν, καὶ ἐπομβρήσας τῷ κόσμῳ τὸν λόγον, Ἰωάννη Ἀπόστολε, ὁ τὴν Παρθένον φυλάξας ὡς κόρην ὀφθαλμοῦ, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος. Μαθητὰ τοῦ Σωτῆρος, Παρθένε καὶ θεολόγε, σοὶ ὡς Παρθένῳ τὴν Παρθένον καὶ Θεοτόκον παρέθετο, Χριστὸς ὁ Θεὸς σταυρούμενος, καὶ ταύτην ἐφύλαξας ὡς κόρην ὀφθαλμοῦ· διὸ πρὲσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν. Ὡς τῶν ἀπορρήτων μυστηρίων αὐτόπτης ἐκέκραγες βοῶν, τὸν προαιώνιον Λόγον ἐν ἀρχῇ ὑπάρχειν πρὸς Θεόν, καὶ αὐτὸν εἶναι Θεόν, Ἰωάννη Ἀπόστολε, ἐπιστήθιε Χριστοῦ, καὶ φίλε γνήσιε, τῆς Τριάδος τὸ ἥδυσμα, Ἐφέσου καὶ τῆς Πάτμου, τὸ στήριγμα τὸ ἄσειστον, ἡμῶν δὲ βοήθεια. Πρὲσβευε Θεολόγε παμμ...

ΤΟΝ ΤΟΥ ΥΨΙΣΤΟΥ ΥΙΟΝ

Τὸν τοῦ Ὑψίστου Υἱὸν θεολογήσας, Πατρὶ συναΐδιον καὶ ὁμοούσιον, φῶς ἐκ φωτὸς ἀπαράλλακτον, καὶ χαρακτῆρα, τῆς ὑποστάσεως τοῦ γεννήτορος, ἀχρόνως ἐκλάμψαντα, καὶ ἀπαθῶς ἐξ αὐτοῦ, Δημιουργόν τε καὶ Κύριον, πάντων αἰώνων, Ἠγαπημένε σὺ ἀνεκήρυξας, τοῦτον τῷ κόσμῳ, τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τοῦ Παρακλήτου τὸ φῶς εἰσδεδεγμένος, ᾧ καὶ φωτιζόμενος ἐθεολόγησας, ἐκ τοῦ Πατρὸς προερχόμενον, διὰ Υἱοῦ δέ, τῇ ἀνθρωπότητι φανερούμενον, ὁμότιμον σύνθρονον καὶ ὁμοούσιον, ὃν τῷ Πατρὶ τῷ ἀνάρχῳ τε, καὶ θείῳ Λόγῳ, Ἠγαπημένε πᾶσιν ἐκήρυξας· ὅθεν ἐν ὕμνοις, σὲ γεραίρομεν, ὡς τῆς πίστεως θεῖον θεμέλιον, ἣν ἀσάλευτον τήρει, ταῖς πρὸς Κύριον πρεσβείαις σου. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Τῆς ὑψηλῆς ἐπιβὰς θεολογίας, ἐμυήθης ἄρρητα Θεοῦ μυστήρια, μίαν οὐσίαν Θεότητος, καὶ μίαν δόξαν...

ΥΨΗ ΟΥΡΑΝΙΑ ΕΚΜΑΝΘΑΝΕΙΝ

Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἔρευναν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν ἔστεψεν! οὗ τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

ΙΩΑΝΝΟΥ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ     Ἡ Μετάστασις τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Θεολόγου, Ἰωάννου τοῦ Εὐαγγελιστοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου, καὶ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ, Φίλου, Ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου. Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ, Πάντων μαθητῶν Ἠγαπημένε πλέον. Πρός γε Θεὸν μετέβη βροντῆς παῖς εἰκάδι ἕκτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟ ΚΑΘΑΡΟΝ ΤΗΣ ΑΓΝΕΙΑΣ ΣΟΥ ΧΡΗΜΑ

Τὸ καθαρὸν τῆς ἁγνείας σου χρῆμα, ἄμωμον ἐξ ἀνδρῶν φυλάξασα, νύμφη Χριστοῦ ἐχρημάτισας, Εὐφροσύνη παμμακάριστε· σώματος μεν κάλλος, ἀσκητικοῖς πόνοις μαράνασα, ψυχὴν δὲ ὡραΐσασα, τῇ εὐμορφίᾳ τῆς χάριτος· ἐν γὰρ τῷ ἄρρενι τὸ θῆλυ σαφῶς ὑποκρύψασα, ἔλαθες Βελίαρ τὰ ἔνεδρα, ἀγγελικῶς ἐν γῇ βιώσασα. Ἀλλ' αἴτησαι εἰρήνην, τοῖς πόθῳ εὐφημοῦσι σε, ὡς χαρᾶς ἐπώνυμος κοσμοχαρμόσυνε.

ΜΗΤΕΡ ΟΣΙΑ, ΕΥΦΡΟΣΥΝΗ ΑΞΙΑΓΑΣΤΕ

Μῆτερ Ὁσία, Εὐφροσύνη ἀξιάγαστε, τὴν ὄντως εὐφροσύνην ἐπιποθήσασα, τὴν ταύτην προξενοῦσαν ὥδευσας τρίβον· πλούτου ἠλλάξω γάρ, πτωχείαν πολλήν, σαρκικοῦ μνηστῆρος, τὸν ζῶντα εἰς αἰῶνας, τρυφῆς ῥεούσης, τὸ ἐγκρατές, τῆς ἀναπαύσεως, πόνους τοὺς ἐν ἀσκήσει, τὴν ὑπερκόσμιον ζωὴν τὴν ἐν τῷ κόσμῳ, ἧς καὶ ἐπέτυχες φρονίμοις σὺν Παρθένοις, διατηρήσασα τὴν σὴν λαμπάδα ἄσβεστον, καὶ νυμφῶνος ἀξιωθεῖσα, ὡς παρθένος, ὡς νύμφη Χριστοῦ πανεύφημε. Ῥείθροις δακρύων, ἀρδευθεῖσα τὴν διάνοιαν, εὐθήνησας ἀσκήσει, τοὺς ἐναρέτους καρπούς, ἄμπελος καθάπερ ὡραιοτάτη, ἤνεγκας βότρυας ὡραίους σεμνή, ὧν τοῦ θείου γλεύκους, σαφῶς ἐμφορηθέντες, τὰ αἰσθητήρια τῆς ψυχῆς, καταγλυκαίνομεν ὄντως σοῦ τῇ μιμήσει, καὶ εὐφραινόμεθα τὴν θείαν εὐφροσύνην, μέθην ὠθούμενοι τὴν ἐκ τῆς ἁμαρτίας, βοῶντες· Πάνσεμνε, Χριστὸν δυσώπει πάντοτε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν εἰρήνην καὶ μέγα ἔλεος. Θέαμα ξένον, καὶ τῇ φύσει δυσπαράδεκτον! πῶς ἔλαθες τῆς Εὔας τοῦ παλαιοῦ πτερνιστοῦ, δεινὰς μηχανουργίας, μέσον ἀνδρῶν, κατασκ...

ΥΜΝΟΙΣ... ΕΥΦΡΟΣΥΝΗ ....

Ὕμνοις θεοτερπέσιν, ὑμνοῦντα σήμερον, τὴν ἁγίαν σου μνήμην, καὶ ὄντως ἀξιέπαινον, φωτὶ με καταύγασον, τῶν εὐχῶν σου Πάνσεμνε, εὐφροσύνης θείας ἐπώνυμε. Μόνον τὸ θεῖον κάλλος, Χριστοῦ ποθήσασα, καὶ ταῖς τούτου θελχθεῖσα, ἀΰλοις ὡραιότησι, τὸ κάλλος τοῦ σώματος, ἐβδελύξω ἔνδοξε, θεωρίαις θείαις σχολάζουσα. Νύμφη ὠραΐσμένη, τῶν ἀρετῶν καλλοναῖς, ἐμνηστεύσω τὸν ὄντως, ὡραῖον κάλλει Χριστόν, λιποῦσα τὸν πρόσκαιρον, Εὐφροσύνη μνήστορα, καὶ τοῦ βίου πᾶσαν τερπνότητα.

ΧΑΙΡΕ, ΗΛΙΟΜΟΡΦΕ ΑΣΤΗΡ

Χαῖρε, ἡλιόμορφε ἀστήρ· χαῖρε ἡ αἰτία ἁπάντων, καλῶν Πανάμωμε, χαῖρε ἡ χωρήσασα, Θεὸν ἀχώρητον ἡ τὸν στάχυν βλαστήσασα, τῆς ἀθανασίας· χαῖρε θεῖον ὄχημα, πύλη ἡ πάμφωτος· χαῖρε ἡ ἀρᾶς ἀναιρέτις, τῆς προγονικῆς ἡμῶν Κόρη, ἀγαθῶν ἡ πρόξενος ὑπάρχουσα.

ΠΡΟΤΥΠΩΝ ΤΩΝ ΔΙΚΑΙΩΝ ΤΗΝ ΕΝ ΤΗ ΔΕΥΤΕΡΑ

Προτυπῶν τῶν δικαίων τὴν ἐν τῇ δευτέρᾳ Χριστὲ παρουσίᾳ σου, ὑπαντὴν φρικώδη, ἐν νεφέλαις καὶ νῦν τὴν ἐξαίσιον, ἁρπαγὴν εἰργάσω τὴν τοῦ παιδός, δι' οὗ διδάσκεις, τὸ Τρισάγιον μέλος ὀρθότομον. Τοῖς ἐνθέοις σου ἔργοις, ἔδειξας τὴν κλῆσίν σου ἐπαληθεύουσαν· ὡς γὰρ λίθος ὤφθης, πολυτίμητος σμάραγδος ἔνδοξε, διαλάμπων μέσον τῶν ἱερῶν ἀνδρῶν Παρθένε, τῇ λαμπρότητι τῆς καθαρότητος. Εὐφροσύνην τὴν θείαν, ἔσχες ἐν καρδίᾳ σου, εὐφραινομένη ἀεί, ἐν τοῖς τοῦ Κυρίου διατάγμασιν, οἷς ἐντρυφήσασα, πολιτείαν ἤσκεις, τὴν ἀκραιφνῆ καὶ πανολβίαν, Εὐφροσύνη παρθένε Θεόνυμφε.

ΕΝ ΕΥΦΡΟΣΥΝΗ ΚΑΙ ΘΥΜΗΔΙΑ

Ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ, τάς ψυχὰς εὐφρανθέντες, ἀναστῶμεν σπουδῇ ἀκοῦσαι λόγον παράδοξον· ὑπερβαίνει γὰρ ἔννοιαν πᾶσαν τὸ διήγημα τοῦτο καὶ καταπλήττει, ὅτι γυνὴ ἐν μέσῳ ἀνδρῶν καταμένουσα, ἐνίκησε τὸν Βελίαρ, καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν, καὶ οὐκ ἐφλέχθη τὸ σύνολον· τὸν Χριστὸν γὰρ ποθοῦσα ἡ ἄσπιλος, μνηστῆρος προσκαίρου κατεφρόνησε.

ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΕΥΦΡΟΣΥΝΗΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου. Τὸ θῆλυ κρύπτεις ἀνδρικῶς Εὐφροσύνη, Καὶ κρυπτὰ τὸν βλέποντα Δεσπότην βλέπεις. Εἰκάδα Εὐφροσύνη κατὰ πέμπτην πότμον ὑπέστη. Εἰς τὸν Ὅσιον Παφνούτιον, τὸν πατέρα αὐτῆς. Μύσας ὁ Παφνούτιος ἐν τῷ σαρκίῳ, Τῷ πνεύματι ζῇ, καὶ θεωρεῖ φῶς μέγα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παφνουτίου. Σταυροῦσι Παφνούτιον οἱ κόσμου φίλοι. Τὸν παντὶ κόσμῳ καὶ πρὶν ἐσταυρωμένον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ μεγάλου σεισμοῦ, ἐν ᾗ τελεῖται ἡ ἐν ἀέρι ἁρπαγὴ τοῦ παιδός. Ἀρθεὶς ἄνω παῖς τὸ τρισύμνητον μέλος, καθὼς νόες ψάλλουσιν, ἀγγέλλει κάτω. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου, Τάττης, καὶ τέκνων αὐτῶν Σαβινιανοῦ, Μαξίμου, Ῥούφου καὶ Εὐγενίου. Πατὴρ ὁ Παῦλος μαρτυρεῖ σὺν τοῖς τέκνοις, Μεθ' ὧν σεαυτὴν Τάττα τάττεις ἐμφρόνως. Ταῖς αὐτῶν ἁγίαις, πρ...