Μῆτερ Ὁσία, Εὐφροσύνη ἀξιάγαστε, τὴν ὄντως εὐφροσύνην ἐπιποθήσασα, τὴν ταύτην προξενοῦσαν ὥδευσας τρίβον· πλούτου ἠλλάξω γάρ, πτωχείαν πολλήν, σαρκικοῦ μνηστῆρος, τὸν ζῶντα εἰς αἰῶνας, τρυφῆς ῥεούσης, τὸ ἐγκρατές, τῆς ἀναπαύσεως, πόνους τοὺς ἐν ἀσκήσει, τὴν ὑπερκόσμιον ζωὴν τὴν ἐν τῷ κόσμῳ, ἧς καὶ ἐπέτυχες φρονίμοις σὺν Παρθένοις, διατηρήσασα τὴν σὴν λαμπάδα ἄσβεστον, καὶ νυμφῶνος ἀξιωθεῖσα, ὡς παρθένος, ὡς νύμφη Χριστοῦ πανεύφημε.
Ῥείθροις δακρύων, ἀρδευθεῖσα τὴν διάνοιαν, εὐθήνησας ἀσκήσει, τοὺς ἐναρέτους καρπούς, ἄμπελος καθάπερ ὡραιοτάτη, ἤνεγκας βότρυας ὡραίους σεμνή, ὧν τοῦ θείου γλεύκους, σαφῶς ἐμφορηθέντες, τὰ αἰσθητήρια τῆς ψυχῆς, καταγλυκαίνομεν ὄντως σοῦ τῇ μιμήσει, καὶ εὐφραινόμεθα τὴν θείαν εὐφροσύνην, μέθην ὠθούμενοι τὴν ἐκ τῆς ἁμαρτίας, βοῶντες· Πάνσεμνε, Χριστὸν δυσώπει πάντοτε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν εἰρήνην καὶ μέγα ἔλεος.
Θέαμα ξένον, καὶ τῇ φύσει δυσπαράδεκτον! πῶς ἔλαθες τῆς Εὔας τοῦ παλαιοῦ πτερνιστοῦ, δεινὰς μηχανουργίας, μέσον ἀνδρῶν, κατασκηνώσασα τελείῳ νοΐ· πῶς πυρὸς ἐν μέσῳ, διῆλθες μὴ φλεχθεῖσα, πῶς συνεκάλυψας γυναικῶν τὸ ἀσθενές, νευρουμένη θείᾳ δυνάμει, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἀναλαβόντος, καὶ ἀνατείλαντος ἐκ Κόρης ἀπειράνδρου· ὂν καθικέτευε, Ἀγγέλοις συγχορεύουσα, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν εἰρήνην καὶ μέγα ἔλεος.