Τὸν τοῦ Ὑψίστου Υἱὸν θεολογήσας, Πατρὶ συναΐδιον καὶ ὁμοούσιον, φῶς ἐκ φωτὸς ἀπαράλλακτον, καὶ χαρακτῆρα, τῆς ὑποστάσεως τοῦ γεννήτορος, ἀχρόνως ἐκλάμψαντα, καὶ ἀπαθῶς ἐξ αὐτοῦ, Δημιουργόν τε καὶ Κύριον, πάντων αἰώνων, Ἠγαπημένε σὺ ἀνεκήρυξας, τοῦτον τῷ κόσμῳ, τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τοῦ Παρακλήτου τὸ φῶς εἰσδεδεγμένος, ᾧ καὶ φωτιζόμενος ἐθεολόγησας, ἐκ τοῦ Πατρὸς προερχόμενον, διὰ Υἱοῦ δέ, τῇ ἀνθρωπότητι φανερούμενον, ὁμότιμον σύνθρονον καὶ ὁμοούσιον, ὃν τῷ Πατρὶ τῷ ἀνάρχῳ τε, καὶ θείῳ Λόγῳ, Ἠγαπημένε πᾶσιν ἐκήρυξας· ὅθεν ἐν ὕμνοις, σὲ γεραίρομεν, ὡς τῆς πίστεως θεῖον θεμέλιον, ἣν ἀσάλευτον τήρει, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Τῆς ὑψηλῆς ἐπιβὰς θεολογίας, ἐμυήθης ἄρρητα Θεοῦ μυστήρια, μίαν οὐσίαν Θεότητος, καὶ μίαν δόξαν, καὶ βασιλείαν καὶ κυριότητα, τρισὶν ὑποστάσεσι, διαιρουμένην αὐτήν, οὐσιωδῶς ἀδιαίρετον, καὶ ἑνουμένην, ἐν ἀσυγχύτῳ θείᾳ ἑνότητι· οὕτω δοξάζων ἀνεκήρυξας, Θεολόγε Τριάδα ἀχώριστον, ἣν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.