Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 26 Σεπτεμβρίου 2011

ΠΟΤΑΜΟΙ ΘΕΟΛΟΓΙΑΣ ΕΚ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ


Ποταμοὶ θεολογίας ἐκ τοῦ τιμίου σου στόματος ἀνέβλυσαν Ἀπόστολε, ἐξ ὧν ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀρδευομένη, προσκυνεῖ ὀρθοδόξως Τριάδα ὁμοούσιον, ἣν καὶ νῦν αἴτησαι, Ἰωάννη θεολόγε, στηριχθῆναι, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Τὸ φυτὸν τῆς ἁγνείας, τὸ μύρον τῆς εὐωδίας, πάλιν ἀνέτειλεν ἡμῖν, εἰς τὴν παροῦσαν Ἑορτήν, βοῆσαι πρὸς αὐτόν· Ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος τὸ δεσποτικόν, καὶ ἐπομβρήσας τῷ κόσμῳ τὸν λόγον, Ἰωάννη Ἀπόστολε, ὁ τὴν Παρθένον φυλάξας ὡς κόρην ὀφθαλμοῦ, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Μαθητὰ τοῦ Σωτῆρος, Παρθένε καὶ θεολόγε, σοὶ ὡς Παρθένῳ τὴν Παρθένον καὶ Θεοτόκον παρέθετο, Χριστὸς ὁ Θεὸς σταυρούμενος, καὶ ταύτην ἐφύλαξας ὡς κόρην ὀφθαλμοῦ· διὸ πρὲσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Ὡς τῶν ἀπορρήτων μυστηρίων αὐτόπτης ἐκέκραγες βοῶν, τὸν προαιώνιον Λόγον ἐν ἀρχῇ ὑπάρχειν πρὸς Θεόν, καὶ αὐτὸν εἶναι Θεόν, Ἰωάννη Ἀπόστολε, ἐπιστήθιε Χριστοῦ, καὶ φίλε γνήσιε, τῆς Τριάδος τὸ ἥδυσμα, Ἐφέσου καὶ τῆς Πάτμου, τὸ στήριγμα τὸ ἄσειστον, ἡμῶν δὲ βοήθεια. Πρὲσβευε Θεολόγε παμμακάριστε, ἐκ δυσσεβῶν ἐχθρῶν, αἰσθητῶν καὶ νοητῶν, λυτρωθῆναι λαὸν τὸν τὴν μνήμην σου, ἀεὶ ἐκτελοῦντα πιστῶς.

Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικὸν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς αἴτησαι, φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, τοὺς ἐκ πόθου ἐκτελοῦντας τὴν μνήμην σου.

Ἀναπεσὼν ἐν τῷ στήθει τοῦ Διδασκάλου Χριστοῦ, ἐν τῷ δείπνῳ Κυρίου, ἠγαπημένε Μαθητά, ἐκεῖθεν ἔγνως τὰ ἄρρητα, καὶ τὴν οὐράνιον πᾶσιν ἐβρόντησας φωνήν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον, εἰς τὸν κόσμον ἐρχόμενον, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.