Αναρτήσεις

Προβολή αναρτήσεων από Μάρτιος, 2019

Θυρανοίξια Αγιου Σάββα

Εικόνα

Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενος». Σιδήρου βάρει κατακαμφθείς, ὡς τὸν ἐλαφρότατον ζυγόν, Κυρίου φέρειν ἑλόμενος, τὸν κατὰ τοῦ Κτίστου τραχηλιάσαντα, ἐχθρὸν τὸν ἀλαζόνα Μάρτυς κατέκαμψας. Μέτ' εὐφροσύνης τὰ σιδηρᾶ, Μάρτυς περικείμενος δεσμά, τόπους ἐκ τόπων διέδραμες, τούτοις ὡς ὁρμίσκοις ὡραϊζόμενος, Βασίλειε, καὶ τέρπων τὸν Ἀθλοθέτην σου. Αἱμάτων ῥεύμασι σεαυτῷ, Μάρτυς ἐπιχρώσας ἀληθῶς, βασιλικὴν στολὴν ἔνδοξε, νίκης τε διάδημα περιθέμενος, Χριστῷ συμβασιλεύεις χαίρων Βασίλειε. Ῥωσθεὶς τῇ χάριτι τοῦ Σταυροῦ, ἤνυσας μακρὰν καὶ χαλεπήν, ὁδὸν δεινῶς ἐλαυνόμενος, μέλπων· Ἐν τῇ τρίβῳ τῶν μαρτυρίων σου, τερπόμενος καὶ χαίρων Λόγε πορεύσομαι.

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν». Σοῦ τὴν βασίλειον δόξαν Παμβασιλεῦ, ὁ κλεινὸς Βασίλειος, ἀγαπήσας σταθερῶς, ἐπὶ γῆς ἐνήθλησε, δι' οὗ, Βασιλείας οὐρανῶν ἡμᾶς ἀξίωσον. Ὁ ἀξιέπαινος βίος, ἡ καθαρά, πολιτεία Ἔνδοξε, τῶν ἀγώνων ἡ τριβή, κληρονόμον ἔδειξε Θεοῦ, καὶ πολίτην οὐρανῶν σε ἀπειργάσατο. Ὑποταγεὶς τῷ Κυρίῳ δι' ἀγαθῆς, πολιτείας πάνσοφε, καθυπέταξας ἐχθρὸν καὶ ποσὶ συνέτριψας λαμπρῶς, ἀριστεύσας κατ' αὐτοῦ Μάρτυς Βασίλειε. Τῇ τῶν αἱμάτων πλημμύρᾳ τὸν νοητόν, Φαραὼ ἐβύθισας, πανστρατὶ ὡς ἀληθῶς, καὶ πρὸς γῆν ἀνέδραμες σοφέ, ἔνθα νέφος ἀθλητῶν ἀεὶ εὐφραίνεται.

Καὶ τρόπον μέτοχος καὶ θρόνον διάδοχος, τῶν Ἀποστόλων γενόμενος

Καὶ τρόπον μέτοχος καὶ θρόνον διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Βασίλειε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἱερωσύνης στολαῖς ἠγλαϊσμένος, Θεῷ ἐλειτούργησας

Ἱερωσύνης στολαῖς ἠγλαϊσμένος, Θεῷ ἐλειτούργησας, καθάπερ Ἄγγελος, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, ἐπιφανέντι, θύων Βασίλειε μεγαλώνυμε, ἐντεῦθεν ὡς τέλειον πρόβατον τέθυσαι, καὶ καθαρὸν θῦμα γέγονας, καὶ προσηνέχθης, νῦν εἰς τὸ ἄνω θυσιαστήριον· ὅθεν φωναῖς σε μακαρίζομεν, χαρμονικῶς καὶ βοῶμέν σοι· ἱκετεύων μὴ παύσῃ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ,

«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν». Μετὰ πολλοὺς τοὺς καμάτους, μετὰ πόνους μυρίους, ἱδρῶτάς τε καὶ θλίψεις ἀληθῶς, πρὸς τὸν λιμένα κατέπαυσας, τὸν οὐράνιον φέρων, τὸν πλοῦτον τῶν ἐνθέων ἀρετῶν, ἱερώτατε Πάτερ, Ὁσίων ἐγκαλλώπισμα. Ἡμερινὸν ὡς ἀστέρα, ὡς Πνεύματος οἶκον, ὡς ῥόδον εὐωδίας μυστικῆς, Πάτερ ὑπάρχων ἀνάπλεων, ὡς ὑψίκομον δένδρον, ὡς δόξης αἰωνίου κοινωνόν, ὡς σοφὸν Ἱεράρχην, τιμῶμέν σε Ἰάκωβε. Αἱ τῶν δακρύων λιβάδες, ἐν τῇ γῇ τῆς καρδίας, πεμπόμεναι πλουσίως ἀληθῶς, στάχυν ἐξέθρεψαν ὥριμον, τὰς ψυχὰς τῶν ἐν πίστει, τιμώντων σε ἐκτρέφοντα ἀεί, Ἱεράρχα θεόφρον, Πατὴρ ἡμῶν, Ἰάκωβε.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». Ὁ βίος σου τερπνός, ὁ λόγος ἔνθεος, ἀγάπης τῷ ἅλατι ἠρτυμένος, ἡ καρδία εὐκατάνυκτος· διὰ τοῦτό σε πίστει μακαρίζομεν. Χριστοῦ τοῦ δι' ἡμᾶς φανέντος σώματι, τὸν θεῖον σεβόμενος χαρακτῆρα, διωγμοὺς Πάτερ ὑπέμεινας, καὶ κινδύνους καὶ πόνους παμμακάριστε. Ὡς θῦμα καθαρὸν σαυτὸν προσήγαγες, Κυρίῳ νεκρώσει τῆς ἁμαρτίας, καὶ θυσίας ἀναιμάκτους αὐτῷ, Ἱεράρχης ὡς ἔννομος προσήγαγες.

Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους,

Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμάς, καὶ τὰς κινήσεις, Ἀσκηταὶ θεόληπτοι, ἑπόμενοι κατ' ἴχνος, τῷ πάντα τεκτηναμένῳ μόνῳ Θεῷ, καθάπερ δεκτὴ θυσία καὶ ἱερά, προσηνέχθητε σφάγια, διὰ χειρὸς βαρβαρικῆς, τυπτόμενοι σφαττόμενοι, καὶ βιαίως κοπτόμενοι.

Ἐφετῶν τὸ ἀκρότατον, ὁλικῶς ἀγαπήσαντες, τὰ τοῦ βίου Ὅσιοι

Ἐφετῶν τὸ ἀκρότατον, ὁλικῶς ἀγαπήσαντες, τὰ τοῦ βίου Ὅσιοι, ὥσπερ σκύβαλα, τερπνὰ ἡγήσασθε ἅπαντα, καὶ μόνα τὰ μένοντα, ἀγρυπνίᾳ καὶ εὐχῇ, νιφετῷ τε καὶ καύσωνι, ἐποθήσατε, σπηλοδίαιτοι ἅμα γεγονότες, συμπολῖται τῶν Ἀγγέλων, ἀναδειχθέντες ἐν χάριτι.

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς,

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε». Αἱ τοῦ Πνεύματος ἀστράψασαι λαμπηδόνες, τῇ καθαρᾷ καρδίᾳ σου ὅλον φωταυγῆ σε, Μάρτυς ἀπειργάσαντο, προθύμως κραυγάζοντα· Δόξα τῇ δυνάμει σου Κύριε. Ὑφαντὸν σε θείας χάριτος ἐκ τῶν ἄνω, ὁ Ποιητὴς ἐνέδυσεν ἄφθαρτον χιτῶνα, ἄμωμον τηρήσαντα, τὸ σῶμα Μακάριε, καὶ ὡς νικητὴν ἐστεφάνωσε. Γενναιότητι καρδίας ἀπετινάξω, τὰς ἡδονὰς τοῦ σώματος, κάλλει ἀσυγκρίτῳ, θείῳ ἐνηδόμενος, καὶ χαίρων διήνυσας, τὸ τῆς μαρτυρίας σου στάδιον. Ἐθεώθης κατὰ μέθεξιν Ἀθλοφόρε, θεοποιοῦ ἑνώσεως καὶ πρὸς οὐρανίους, εἰσῳκίσθης χαίρουσα, θαλάμους ὡς ἄμωμος, Νύμφη τοῦ Δεσπότου τῆς κτίσεως.

Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον,

Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα.

Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας,

Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν προγεγονότων μοι πταισμάτων ἀφ' ὧν με ῥῦσαι φιλάνθρωπε.

Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα,

Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς·Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.

Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο

Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν, ἀφ' οὗ δέ, τὸ τοῦ Σταυροῦ μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τῇ θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται· διὸ νηστεία τιμᾶται, ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ παρὼν δεδομένος ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν». Ἰδοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡμέρα, ἐπέλαμψε, τὰ σκοτεινά, πάθη σου ἀπόφευγε, ὦ ψυχή, καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σε πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου, καὶ ἡδονῶν τὴν μέθην μίσησον. Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὅν περ δέδωκας, πᾶσι πιστοῖς, εἰς ἁμαρτημάτων ἀποτροπάς, καὶ ἱλασμὸν σωτήριον, καὶ τῶν χαρισμάτων ὑποδοχήν, ἐν ᾧ σε δυσωποῦμεν, μετόχους Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡμᾶς ποίησον. Συνήθως τὰ ἐλέη σου ἐφ' ἡμᾶς, ἐπιρραίνων Οἰκτίρμον τὰ πλούσια, δίδου ἡμῖν, δάκρυα καθαίροντα μολυσμούς, καὶ λογισμοὺς ποθοῦντάς σε, πίστιν καὶ ἀγάπην εἰλικρινῆ, μετάνοιαν πλουσίαν, οἰκείωσιν τελείαν, πρὸς σὲ τὸν μόνον Πολυέλεον. Ἡ πάντων τῶν Ἀγγέλων θεία πληθύς, καὶ Ἁγίων χοροὶ ἀξιάγαστοι, τὸν ἀγαθόν, νῦν ἐκδυσωπήσ...

Καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτωλῶν μεσῖτις, ξένων ἀνάψυξις, λυπουμένων ἡ παράκλησις,

Καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτωλῶν μεσῖτις, ξένων ἀνάψυξις, λυπουμένων ἡ παράκλησις, Παναγία Παρθένε, τὴν τῆς ψυχῆς μου λύπην διασκέδασον ἁγνή, καὶ παράκλησιν ἄνωθεν, ἐκ Θεοῦ μοι δοθῆναι, δυσώπει μελῳδοῦντι προθύμως, σὲ ὑπερυψοῦντι, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν,

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ τοῦ Κυρίου Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι,

Ὁ τοῦ Κυρίου Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινός ἐστι, καὶ νόμος ἐγκρατείας· οἱ γὰρ ἀπαύστως ἀφορῶντες, εἰς τὸν ἐν αὐτῷ παγέντᾳ, σταυροῦσι τὴν σάρκα, σὺν τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις, ἐξ ὧν καὶ ἡμεῖς, γενέσθαι σπεύδοντες διὰ νηστείας καθαρᾶς, οἰκειωθῶμεν, τῷ φιλανθρώπως ἡμᾶς οἰκειωσαμένῳ τῷ πάθει, καὶ τῆς οἰκείας ἀπαθείας τὴν φύσιν μεταδόντι, τῷ ἔχοντι τὸ μέγα ἔλεος.

Σταυροφανῶς ὁ Μωϋσῆς, τὰς παλάμας ἀνυψῶν ἐπὶ τοῦ ὄρους, τοὺς ἐχθροὺς ἐτροποῦτο

Σταυροφανῶς ὁ Μωϋσῆς, τὰς παλάμας ἀνυψῶν ἐπὶ τοῦ ὄρους, τοὺς ἐχθροὺς ἐτροποῦτο, σὺ δὲ Σωτὴρ ἐν Σταυρῷ, τὰς χεῖρας ἐκτείνας ἐνέκρωσας, τὴν ὀλεθροτόκον, τοῦ ᾍδου τυραννίδα. Ἥλοις παγεὶς ἐπὶ Σταυροῦ, καὶ πλευρὰν διανυγείς, Χριστὲ Σωτήρ μου, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, καὶ χαρᾶς ἀλήκτου, μετόχους ἀνέδειξας· ὅθεν εὐλογοῦμεν, τὴν σὴν φιλανθρωπίαν. Τῆς ἐγκρατείας ὁ καιρός, ἀνατείλας νοητῶς καταφωτίζει, τῆς ψυχῆς τὰς αἰσθήσεις, καὶ παθῶν τὴν ἀχλὺν ἐλαύνει· διὸ ἀσπασώμεθα, τοῦτον ἐκ καρδίας, Χριστόν ὑπερυψοῦντες. Πάθη ὀλέθρια ψυχῆς, ἡδονὰς θανατηφόρους νηστεία θανατοῖ, καὶ τῷ ὄντι ἐν καταστάσει ποιεῖ, καρδίας ὁρμὰς καὶ κινήματα· ταύτην οὖν ἐν πίστει, δεξώμεθα προθύμως. Οὐχὶ νηστείας ἀπαρχήν, τὴν παροῦσαν ἱερὰν πιστοὶ ἡμέραν, ἐπιστάμενοι, ταύτην εἰλικρινεῖ λογισμῷ, τιμῶμεν, ἀλλ' εἴσοδον λέγοντες, καὶ τῶν τῆς νηστείας, παρείσβασιν προθύρων. Προδεξιοῦται δεξιῶς, τὴν φιλόθεον ψυχὴν τοῖς προοιμίοις, ἡ καλλίστη νηστεία, προκαθαρσίων γερῶν, οἷα βαθμίσι καὶ κλίμακι, ταύτῃ προστεθεῖσ...

Τὸν Βασιλέα Χριστόν, ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ,

«Τὸν Βασιλέα Χριστόν, ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ, λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον». Νηστεύσας πρὶν Ἰωσήφ, μίξιν ἔφυγε παρανόμου γυναίου, καὶ βασιλείας ἔτυχε· διὸ καὶ ἡμεῖς σβέσωμεν, διὰ νηστείας τὰ πεπυρωμένα βέλη, τοῦ ἐχθροῦ Βελίαρ. Διὰ νηστείας Δαυΐδ, νίκην ἐστήσατο κατὰ τοῦ ἀλλοφύλου, καὶ βασιλείαν εὕρατο· διὸ καὶ ἡμεῖς λάβωμεν, δι' ἐγκρατείας νίκην κατ' ἐχθρῶν καὶ ἐν Κυρίῳ στεφανωθῶμεν. Φυλάξωμεν καὶ ἡμεῖς, τὰς ἀρετὰς αὐτῶν, τοῦ Ἰὼβ τὴν ἀνδρείαν, τοῦ Ἰακὼβ τὸ ἄπλαστον, τὴν πίστιν Ἀβραάμ, τὴν σωφροσύνην τὴν τοῦ Ἰωσήφ, καὶ τοῦ Δαυῒδ τὰς ἀριστείας.

Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας

Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε