Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουάριος, 2010

ΙΔΕ ΧΡΙΣΤΕ, ΤΗΝ ΘΛΙΨΙΝ ΤΗΣ ΚΑΡΔΙΑΣ...

Ἴδε Χριστέ, τὴν θλῖψιν τῆς καρδίας, ἴδε μου τὴν ἐπιστροφήν, ἴδε τὰ δάκρυα Σῶτερ, καὶ μὴ παρίδῃς με, ἀλλ' ἐναγκάλισαι πάλιν δι' εὐσπλαγχνίαν, πληθύϊ σῳζομένων συναριθμῶν ὅπως ὑμνῶ εὐχαρίστως τὰ ἐλέη σου. Ὡς ὁ λῃστὴς βοῶ τὸ Μνήσθητί μου, ὡς ὁ Τελώνης κατηφὴς τύπτω τὸ στῆθος καὶ κράζω, νῡν τό, ἱλάσθητι ὥσπερ τὸν Ἄσωτον ῥῦσαί με πανοικτίρμον, ἐκ πάντων τῶν κακῶν μου Παμβασιλεῦ, ὅπως ὑμνῶ σου τὴν ἄκραν συγκατάβασιν. Στέναξον νῦν, ψυχή μου, παναθλία, καὶ ἀναβόησον Χριστῷ· Ὁ δι' ἐμὲ ἑκουσίως πτωχεύσας Κύριε, πτωχεύσαντά με ἐκ πάσης ἀγαθοεργίας, καλῶν περιουσίᾳ, ὡς ἀγαθός καὶ πολύελεος, μόνος καταπλούτισον. Ἥν περ ποτέ, εἰργάσω εὐφροσύνην, τῇ τοῦ, Ἀσώτου Ἀγαθέ, ἐπιστροφῇ ἑκουσίῳ· ταύτην νῡν ποίησον καὶ ἐπ' ἐμοὶ τῷ ἀθλίῳ προσεφαπλῶν μοι, τὰς σὰς σεπτὰς ἀγκάλας ἵνα σωθεὶς ὑμνολογῶ σου τὴν ἄκραν συγκατάβασιν.

ΕΙΣ ΑΝΑΜΑΡΤΗΤΟΝ ΧΩΡΑΝ, ΚΑΙ ΖΩΗΡΑΝ...

Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν, ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν, τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ' αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν, τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην καὶ σῶσόν με. Ἐπιγνῶμεν ἀδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας, πρὸς τὴν πατρικὴν ἑστίαν, ἀναδραμόντα, Ἄσωτον Υἱὸν ὁ πανάγαθος Πατήρ, προϋπαντήσας ἀσπάζεται, καὶ πάλιν τῆς οἰκείας δόξης, χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς ἄνω ἐπιτελεῖ ευφροσύνην, θύων τὸν μόσχον τὸν σιτευτόν, ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τῷ τε θύσαντι φιλανθρώπῳ Πατρί, καὶ τῷ ἐνδόξῳ θύματι, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. Ὢ πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον, τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχὴ! τ...

ΤΑΙΣ ΗΔΟΝΑΙΣ... ΑΙΩΝΑΣ...

Ταῖς ἡδοναῖς τοῦ σώματος, ὑπέκυψα παναθλίως, καὶ ἐδουλώθην ὅλως, τοῖς τῶν παθῶν ἐφευρεταῖς, καὶ ξένος ἐγενόμην, ἀπὸ σοῦ φιλάνθρωπε, νῡν δὲ κράζω, τὴν τοῦ, Ἀσώτου φωνὴν· Ἡμάρτηκα Χριστέ, μή με ὑπερίδῃς, ὡς μόνος ἐλεήμων. Ἀναβοῶ τὸ Ἥμαρτον, μηδόλως ἐνατενίσαι, ἀποτολμῶν εἰς ὕψος τοῦ οὐρανοῦ Παμβασιλεῦ· ὅτι ἐν ἀφροσύνῃ, μόνος σε παρώργισα, ἀθετήσας τὰ σὰ προστάγματα· διὸ ὡς μόνος ἀγαθός, μή με ἀπορρίψῃς ἀπὸ τοῦ σοῦ προσώπου. Τῶν Ἀποστόλων Κύριε, καὶ Προφητῶν καὶ Ὁσίων, καὶ τῶν σεπτῶν Μαρτύρων καὶ τῶν Δικαίων προσευχαῖς συγχώρησόν μοι πάντα, ἅπερ ἐπλημμέλησα, παροργίσας Χριστέ, τὴν ἀγαθότητά σου, ὅπως ὑμνολογῶ σε εἰς πάντας τοὺς αἰῶνας.

ΕΓΩ ΕΙΜΙ ΠΑΝΑΜΩΜΕ, ΔΕΝΔΡΟΝ ΤΟ ΑΚΑΡΠΟΝ ΤΟΥ ΘΕΙΟΥ ΛΟΓΟΥ....

Ἐγὼ εἰμι Πανάμωμε, δένδρον τὸ ἄκαρπον τοῦ θείου λόγου, καρπὸν σωτήριον μηδόλως φέρον, καὶ δειλιῶ τὴν ἐκκοπήν, μήπως εἰς τὸ πῦρ βληθῶ τὸ ἄσβεστον· ὅθεν δυσωπῶ σε. Τούτου ῥῦσαί με, δείξασα καρποφόρον, Ἄχραντε, τῷ Υἱῷ σου τῇ μεσιτείᾳ σου.

ΑΘΛΗΤΑΙ ΓΕΝΝΑΙΟΤΑΤΟΙ, ΙΑΤΡΟΙ ΘΕΟΠΡΟΒΛΗΤΟΙ, ΚΥΡΕ ΙΩΑΝΝΗ ΤΕ ΜΕΓΑΛΩΝΥΜΟΙ...

Ἀθληταὶ γενναιότατοι, ἰατροὶ θεοπρόβλητοι, Κῦρε Ἰωάννη τε μεγαλώνυμοι, ὡς τῶν τυράννων ὠλέσατε, τὸ θράσος τὸ ἄθεον, τοῦ νοός μου ἐκτροπάς, τυραννούσας με θραύσατε, καὶ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη, καὶ μελλούσης, ἐκλυτρώσασθέ με δίκης, τὸν Λυτρωτὴν ἱκετεύοντες. Τοῦ συνέχοντος κλύδωνος, καὶ τῆς ζάλης τῶν θλίψεων, τῆς ἐπερχομένης μοι καὶ τοῦ σώματος, τῶν ὀδυνῶν με λυτρώσασθε, κουφίζοντες Ἅγιοι, πάντα πόνον τῆς ψυχῆς, ὁρατῶς ἀοράτως τε, προσγινόμενον, ὅπως πίστει καὶ πόθῳ μακαρίζω, τὴν ὑμῶν σεπτὴν δυάδα, ὑπὲρ Τριάδος ἀθλήσασαν. Ὡς ναοὶ χρηματίσαντες, τοῦ Θεοῦ ὡραιότατοι, Κῦρε Ἰωάννη τε τὸν ναὸν ὑμῶν, πηγὴν ἰάσεων δείκνυσθε, ἐν ᾧ με προστρέχοντᾳ, ἀρρωστήματος παντός, ἀπαλλάξατε Ἅγιοι, εἰρηνεύοντες, τὴν ἀθλίαν ψυχήν μου ἐπηρείαις, τοῦ ἐχθροῦ ταραττομένην, καὶ τῇ κακίᾳ δουλεύουσαν. Δυὰς μαρτύρων σήμερον ἀνέτειλεν ἡμῖν, τὰς ψυχικὰς ἀλγηδόνας ἡμῶν θεραπεύουσα, Κῦρος καὶ Ἰωάννης οἱ θαυματουργοί· ὁ μὲν γὰρ ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν, τῷ μονήρει βίῳ, μέχρι τέλους ἐνδιαπρέψας, αἵματι τ...

ΤΑ ΘΑΥΜΑΤΑ ΤΩΝ ΑΓΙΩΝ ...

Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς Ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΤΑΣ ΧΑΜΑΙΖΗΛΟΥΣ ΗΔΟΝΑΣ ΣΥΜΠΑΤΟΥΝΤΕΣ... ΘΕΟΝ ΙΚΕΤΕΥΟΝΤΕΣ...

Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, Κῦρε Ἰωάννη τε, οἰκουμένης φωστῆρες· ὅθεν ἱκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες

ΣΥ ΚΥΡΙΕ ΜΟΥ ΦΩΣ... ΙΩΑΝΝΗΣ ΚΑΙ ΚΥΡΟΣ, ΑΝΔΡΕΙΑΣ ΑΠΕΙΡΓΑΣΑΝΤΟ...

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε». Σὲ Σῶτερ ἡ δυὰς τῶν Μαρτύρων ἐπόθησε, σὺ Ἅγιε ἐν Ἁγίοις, Κύρῳ καὶ Ἰωάννῃ, ἀξίως ἀναπέπαυσαι. Σὸν ἔργον Ἀγαθέ, τοῦ ἐχθροῦ ἡ καθαίρεσις, σὺ Μάρτυρας εὐσεβείας, τῷ Σταυρῷ ἀπειργάσω, καὶ δόξῃ ἐστεφάνωσας. Σὲ μόνον ἀγαπᾶν, ἀπτοήτῳ φρονήματι, ἀλείψαντες τὰς Παρθένους, Ἰωάννης καὶ Κῦρος, ἀνδρείας ἀπειργάσαντο.

ΤΗΣ ΠΑΤΡΙΚΗΣ ΔΩΡΕΑΣ ΔΙΑΣΚΟΡΠΙΣΑΣ ΤΟΝ ΠΛΟΥΤΟΝ...

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ' ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με.

ΤΗΝ ΤΟΥ ΑΣΩΤΟΥ ΦΩΝΗΝ ... ΠΟΛΥΕΛΕΟΣ...

Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε. Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ, ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου, ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με. Ἐξομολογήσομαί σοι Κύριε. Ὡς ὁ Ἄσωτος Υἱὸς ἦλθον κᾀγὼ οἰκτίρμον, ὁ τὸν βίον ὅλον δαπανήσας ἐν τῇ ἀποδημίᾳ, ἐσκόρπισα τὸν πλοῦτον, ὃν δέδωκάς μοι Πάτερ, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με. Ἀνάστηθι Κύριε ὁ Θεός μου. Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με. Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν...

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

ΕΓΕΝΕΤΟ δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ ῾Αβραάμ· ἐπορεύθη δὲ ᾿Ισαὰκ πρὸς ᾿Αβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα. 2 ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω. 3 καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ ῾Αβραὰμ τῷ πατρί σου. 4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, 5 ἀνθ᾿ ὧν ὑπήκουσεν ῾Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου. 6 κατῴκησε δὲ ᾿Ισαὰκ ἐν Γεράροις. 7 ᾿Επηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας, ὅτι ὡραία τῇ ὄψ...

ΔΑΠΑΝΗΣΑΣ ΑΣΩΤΩΣ, ΤΗΣ ΠΑΤΡΙΚΗΣ ΟΥΣΙΑΣ ΤΟΝ ΠΛΟΥΤΟΝ, ΚΑΙ ΚΑΤΑΝΑΛΩΣΑΣ

Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.

ΕΣΚΟΡΠΙΣΑ ΤΟΝ ΠΛΟΥΤΟΝ ΣΟΥ, ΕΚΔΑΠΑΝΗΣΑΣ ΚΥΡΙΕ...

Ἐσκόρπισα τὸν πλοῦτόν σου, ἐκδαπανήσας Κύριε, καὶ πονηροῖς δαιμονίοις, καθυπετάγην ὁ τάλας· ἀλλὰ Σωτὴρ πανεύσπλαγχνε τὸν Ἄσωτον οἰκτείρησον, καὶ ῥυπωθέντα κάθαρον, τὴν πρώπην ἀποδιδούς μοι, στολὴν τῆς σῆς βασιλείας.

ΥΠΕΡΕΥΛΟΓΗΜΕΝΗ ΥΠΑΡΧΕΙΣ, ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ...

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΒΥΘΟΣ ΑΜΑΡΤΗΜΑΤΩΝ, ΣΥΝΕΧΕΙ ΜΕ ΑΕΙ....

Βυθὸς ἁμαρτημάτων, συνέχει με ἀεί, καὶ τρικυμία πταισμάτων, βυθίζει με κυβέρνησον, πρὸς λιμένα με ζωῆς Χριστὲ ὁ Θεός, καὶ σῶσόν με Βασιλεῦ τῆς δόξης. Τὸν πλοῦτον τὸν πατρῷον, ἐσκόρπισα δεινῶς, καὶ πενητεύσας, αἰσχύνης πεπλήρωμαι, δουλούμενος τοῖς ἀκάρποις λογισμοῖς· διό σοι βοῶ φιλάνθρωπε· Οἴκτειρόν με, σῶσον. Λιμῷ καταφθαρέντα, παντοίων ἀγαθῶν καὶ ξενωθέντα ἐκ σοῦ Ὑπεράγαθε, οἰκτείρησον, ἐπιστρέφοντά με νῦν, καὶ σῶσον Χριστέ, ὑμνοῦντά σου τὴν φιλανθρωπίαν.

ΕΔΟΥΛΩΘΗΝ ΠΟΛΙΤΑΙΣ, ΞΕΝΟΙΣ ΚΑΙ ΕΙΣ ΧΩΡΑΝ...

Ἐδουλώθην πολίταις, ξένοις καὶ εἰς χώραν φθοροποιὸν ἀπεδήμησα, καὶ ἐπλήσθην αἰσχύνης, νῦν δὲ ἐπιστρέφων, κράζω σοι· Οἰκτίρμον τό, Ἥμαρτον. Τὰ πατρῷά σου σπλάγχνα, νῦν ὑπάνοιξόν μοι, ἀπὸ τῶν κακῶν ἐπιστρέφοντα, ἐπουράνιε Πάτερ, καὶ μή με ἀπώσῃ, ἔχων ὑπερβάλλον τὸ ἔλεος. Οὐ τολμῶ ἀτενίσαι, ἄνω εἰς τὸ ὕψος, ἄμετρα Χριστὲ παροργίσας σε ἀλλ' εἰδώς σου Οἰκτίρμον τὸ εὔσπλαγχνον κράζω· Ἥμαρτον, ἱλάσθητι, σῶσόν με.

Η ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΒΟΗΘΕΙΑ...

Ἡ τῶν ἀνθρώπων βοήθεια, ἡ ἐλπὶς ἡ βεβαία, πάντων τῶν Χριστιανῶν, τὸ καταφύγιον, ἄχραντε, τῶν σῳζομένων, σῶσόν με, Παρθένε, μητρικαῖς σου πρεσβείαις, καὶ μελλούσης, καταξίωσον ζωῆς.

ΠΛΟΥΤΟΝ ΚΑΛΩΝ ΟΝ ΜΟΙ ΔΕΔΩΚΑΣ...

Πλοῦτον καλῶν ὅν μοι δέδωκας, ἐπουράνιε Πάτερ, διεσκόρπισα κακῶς, ξένοις πολίταις δουλούμενος· διὸ βοῶ σοι· Ἥμαρτόν σοι δέξαι με, ὡς τὸν Ἄσωτον πάλαι, ὑφαπλώσας, τὰς ἀγκάλας μοι τὰς σάς. Πάσῃ κακίᾳ δεδούλωμαι, ὑποκύψας ἀθλίως τοῖς παθῶν δημιουργοῖς καὶ ἐμαυτοῦ ἔξω γέγονα, ἀπροσεξίᾳ· οἴκτειρόν με Σῶτερ, ἐπουράνιε Πάτερ, προσφυγόντα, τοῖς πολλοῖς σου οἰκτιρμοῖς. Πάσης αἰσχύνης πεπλήρωμαι, μὴ τολμῶν ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ· καὶ γὰρ ἀλόγως ὑπέκυψα τῇ ἁμαρτίᾳ, νῦν δὲ ἐπιστρέφων, ἐκβοῶ κατανύξει· Ἥμαρτόν σοι, δέξαι με, Παμβασιλεῦ.

ΤΟΝ ΠΛΟΥΤΟΝ, ΟΝ ΜΟΙ ΔΕΔΩΚΑΣ, ΤΗΣ ΧΑΡΙΤΟΣ Ο ΑΘΛΙΟΣ....ΒΑΣΙΛΕΙΑΣ...

Τὸν πλοῦτον, ὅν μοι δέδωκας, τῆς χάριτος ὁ ἄθλιος, ἀποδημήσας ἀχρείως, κακῶς ἠνάλωσα Σῶτερ, ἀσώτως ζήσας δαίμοσι, δολίως διεσκόρπισα· διό με ἐπιστρέφοντα, ὥσπερ τὸν Ἄσωτον δέξαι, Πάτερ οἰκτίρμον, καὶ σῶσον. Ἐσκόρπισα τὸν πλοῦτόν σου, ἐκδαπανήσας Κύριε, καὶ πονηροῖς δαιμονίοις, καθυπετάγην ὁ τάλας· ἀλλὰ Σωτὴρ πανεύσπλαγχνε τὸν Ἄσωτον οἰκτείρησον, καὶ ῥυπωθέντα κάθαρον, τὴν πρώπην ἀποδιδούς μοι, στολὴν τῆς σῆς βασιλείας.

ΙΗΣΟΥ Ο ΘΕΟΣ, ΜΕΤΑΝΟΟΥΝΤΑ ΔΕΞΑΙ ΝΥΝ ΚΑΜΕ...

Ἰησοῦ ὁ Θεός, μετανοοῦντα δέξαι νῦν κἀμέ, ὡς τὸν Ἄσωτον Υἱόν, πάντα τὸν βίον ἐν ἀμελείᾳ ζήσαντα καὶ σὲ παροργίσαντα. Ὅν μοι δέδωκας πρίν, κακῶς ἐσκόρπισα θεῖον πλοῦτον, ἐμακρύνθην ἀπὸ σοῦ, ἀσώτως ζήσας, εὔσπλαγχνε Πάτερ. Δέξαι οὖν κἀμὲ ἐπιστρέφοντα. Τὰς ἀγκάλας νυνί, τὰς πατρικὰς προσεφαπλώσας δέξαι, Κύριε, κᾀμέ, ὥσπερ τὸν Ἄσωτον, πανοικτίρμον, ὅπως εὐχαρίστως δοξάζω σε.

Ο ΚΑΤΑΒΑΣ ΕΠΙ ΓΗΣ ΕΙΣ ΤΟ ΣΩΣΑΙ....

Ὁ καταβὰς ἐπὶ γῆς εἰς τὸ σῶσαι τὸν κόσμον, ἑκουσίῳ πτωχείᾳ διὰ ἔλεος πολύ, πτωχεύσαντά με πάσης νῡν ἀγαθοεργίας, ὡς ἐλεήμων σῶσον. Ἀπὸ τῶν σῶν ἐντολῶν μακρυνθεὶς ἐδουλώθην, παναθλίως τῷ πλάνῳ, ἐπιστρέφοντα δὲ νῦν, τὸν Ἄσωτον ὡς πάλαι, προσπίπτοντά σοι δέξαι, ἐπουράνιε Πάτερ. Φθοροποιοῖς λογισμοῖς, ὑπαχθεὶς ἠμαυρώθην, καὶ ἐκ σοῦ ἐμακρύνθην, ὅλως ἔξω ἐμαυτοῦ, γενόμενος Οἰκτίρμον· διὸ ἐν μετανοίᾳ, προσπίπτοντά σοι σῶσον.

ΕΚ ΤΗΣ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ, ΤΗΝ ΔΩΡΕΑΝ ΤΩΝ ΘΑΥΜΑΤΩΝ...

Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμάτων, εἰληφότες Ἅγιοι, θαυματουργεῖτε ἀπαύστως, ἅπαντα ἡμῶν τὰ πάθη, τῇ χειρουργίᾳ, τέμνοντες τῇ ἀοράτῳ, Κῦρε θεόφρον, σὺν τῷ θείῳ Ἰωάννῃ· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΚΑΘ' ΕΚΑΣΤΗΝ ΔΙΔΑΣΚΟΝΤΟΣ...

Τοῦ Σωτῆρος ἡμῶν καθ' ἑκάστην διδάσκοντος δι' οἰκείας φωνῆς, τῶν Γραφῶν ἀκουσώμεθα, περὶ τοῦ Ἀσώτου καὶ σώφρονος πάλιν, καὶ τούτου πίστει ἐκμιμησώμεθα τήν καλὴν μετάνοιαν, τῷ κατιδόντι πάντα τὰ κρύφια μετὰ ταπεινῆς καρδίας κράξωμεν· Ἡμάρτομέν σοι Πάτερ οἰκτίρμον, καὶ οὐκ ἐσμὲν ἄξιοι ποτέ, κληθῆναι τέκνα ὡς πρίν. Ἀλλ' ὡς φύσει ὑπάρχων φιλάνθρωπος, σὺ προσδέχου, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.

ΤΗΣ ΠΑΤΡΙΚΗΣ ΔΩΡΕΑΣ ... ΣΩΣΟΝ ΜΕ

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ' ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με.

ΕΑΥΤΟΥΣ ΤΩ ΘΕΩ ΑΝΑΘΕΜΕΝΟΙ ΑΓΙΟΙ....

Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι᾿ αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν. Στίχοι Ἄσωτος εἴ τις, ὡς ἐγώ, θαρρῶν ἴθι. Θείου γὰρ οἴκτου πᾶσα ἤνοικται θύρα. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ...

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου. Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου, καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας. Στίχοι Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος, Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ. Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων, Πόθῳ Πατρὸς θνῄσκουσι τοῦ πάντων ξίφει. Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ. Στίχοι Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι, Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη. Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ, Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας. Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος. Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου. Εἰ τοῦ ξίφους στέρξω σὲ τῷ φόβῳ βίε, Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον. Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία, Καὶ τοῦ γλυκα...

ΦΩΣΤΗΡ ΑΕΙΛΑΜΠΗΣ, ΑΝΕΔΕΙΧΘΗΣ...

Φωστὴρ ἀειλαμπής, ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων ἀστραπαῖς, τῶν ἐνθέων σου λόγων, ἡμῶν τὴν διάνοιαν, Ἱεράρχα Ἱππόλυτε. Ὅθεν ἅπαντες, τὴν ἱεράν σου καὶ θείαν, μνήμην σήμερον, χαρμονικῶς ἐκτελοῦμεν, καὶ πίστει γεραίρομεν.

ΑΡΜΑΤΑ ΦΑΡΑΩ, ΚΑΙ ΤΗΝ ΔΥΝΑΜΙΝ ΑΥΤΟΥ... ΔΙ ΑΙΜΑΤΟΣ...

Ἅρματα Φαραώ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔρριψεν εἰς θάλασσαν, ὁ κραταιὸς ἐν πολέμοις, ᾄσωμεν αὐτῷ ᾄσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται. Δεῦτε μαρτυρικαῖς, εὐφημήσωμεν ᾠδαῖς, τὸν ἱερομάρτυρα, θεοφεγγεῖ καθορῶντες, χάριτι φαιδρῶς ἐκλάμποντα, Χριστὸν δοξάζοντες πάντοτε. Σὺ Ποίμνην λογικήν, πρὸς Χριστοῦ ἐγχειρισθείς, τοῦτον ἐκμιμούμενος, προκινδυνεύων ἀρίστως Πάτερ, τὴν ψυχὴν προτέθεικας, καὶ διπλῷ στεφάνῳ κεκόσμησαι. Τῷ ἱερατικῷ, ἐκ προστάγματος Θεοῦ, τῆς ἀγαλλιάσεως, προκεχρισμένος ἐλαίῳ, τῷ μαρτυρικῷ Ἱππόλυτε, ἐπεσφραγίσθης δι᾿ αἵματος.

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ ΠΑΝΑΓΙΕ ΠΑΡΘΕΝΕ....

Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΘΕΟΤΟΚΕ.... ΑΠΕΙΡΑΝΔΡΩ, ΜΕΓΑΛΥΝΩΜΕΝ...

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ. «Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί∙ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ∙ διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».

ΜΕΓΑΛΥΝΟΝ... ΔΟΞΑΖΟΜΕΝ...

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Στενεῖ με τὸ πλάτος σου, τῶν μεγαλείων Δέσποινα, καταπνῖγον τὸν λόγον ὑπὸ πυκνότητος, καὶ μοι παραδόξως συμβαίνει, τὸ ἀπορεῖν ἐκ τῆς εὐπορίας∙ διὸ τὸν τοσοῦτόν σε, μεγαλύναντα δοξάζομεν.

ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ, ΤΟΝ ΑΡΡΗΤΩ ΣΟΦΙΑ

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι᾿ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν». Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν προθύμως ἀνατίθημι ἐν σοί, σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς ἀενάου, πλησθῆναι καθικέτευε Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα. Ἐπιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔγασον πύλη τοῦ θείου φωτός, καὶ πυρὸς αἰωνίου, ῥυσθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα. Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγχνίᾳ σου Δέσποινα, θεραπεύσασα λῦσον τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σὲ ὕμνοις, ἀπαύστως μεγαλύνωμεν. Ἐν τῇ γαστρί σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, πατὴρ ὅνπερ ἐγέννησεν Υἱόν, τέλειος γέγονεν ἄνθρωπος, καὶ πηγὴν χαρισμάτων, σὲ Θεομῆτορ ἔδειξεν ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσι τὴν ἄφραστόν σου γέννησιν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΠΠΟΛΥΤΟΥ, ΠΑΠΑ ΡΩΜΗΣ...

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, Πάπα Ῥώμης. Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Στίχοι Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους, Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ. Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις, Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν. Ἔαρ χελιδὼν οὐ καθίστησι μία· Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ. Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν, Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην. Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας, Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως∙ Κὰλλoς γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος, Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας. Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν, Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας, Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων, Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν. Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην, Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις. Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν, Τὴν πρὸς Θε...

ΜΕΓΑΛΥΝΟΝ .... ΕΠΙ ΓΗΣ ΣΤΕΦΟΜΕΝΟΥΣ...

Μεγάλυνον ψυχή μου, τοὺς ἐν Ἱεράρχαις, Φωστῆρας τρεῖς μεγάλους. Ἰδοὺ τὸ ὑμέτερον, γεώργιον καὶ ποίμνιον, ὑπὲρ οὗ τοὺς μεγίστους πόνους ὑπέστητε, εἰς ἓν συνελθόντες ὁμοῦ τε, τοὺς τρεῖς ὑμᾶς συμπαραλαβόντες, κοινὴν ἔχει αἴνεσιν, τὴν ὑμῶν ἠδίστην ἕνωσιν. Μεγάλυνον ψυχή μου τοὺς τρισσολαμπτῆρας, Χριστοῦ τῆς Ἐκκλησίας. Οὐ δίστομον μάχαιραν, ἡ χάρις ἀλλὰ τρίστομον, κατὰ τῶν πολεμίων αὐτῆς προβάλλεται∙ ἓν οὐρανοχάλκευτον ξίφος, τρισὶν ἀκμαῖς κατεστομωμένον, ἀεὶ προμαχόμενον, τριλαμποῦς μιᾶς θεότητος. Μεγάλυνον ψυχή μου, τοὺς κεκοσμηκότας, Χριστοῦ τὴν Ἐκκλησίαν. Ὑμῶν τὸ πολίτευμα, ἐν οὐρανοῖς ἦν Ἔνδοξοι, καὶ τὴν σάρκα φορούντων, ἔτι τὴν ἄσπιλον∙ οὓς εἰλικρινῶς νῦν οἰκοῦντες, τοὺς ἐπὶ γῆς ἡμᾶς στεφομένους, τὰ ἄνω πρεσβεύετε, καὶ φρονεῖν καὶ πραγματεύεσθαι.

ΣΗΜΕΡΟΝ Ο ΧΡΙΣΤΟΣ, ΕΝ ΤΩ ΝΑΩ ΠΡΟΣΦΕΡΕΤΑΙ.... ΕΥΦΡΑΝΘΗΝ...

Σήμερον ὁ Χριστός, ἐν τῷ Ναῷ προσφέρεται ὡς βρέφος. Σήμερον ὑπὸ Νόμον γίνεται, ὁ Μωσεῖ διδοὺς τὸν Νόμον, τῶν Ἀγγέλων αἱ στρατιαὶ τεθάμβηνται, ἐν ἀγκάλαις γηραιαῖς κατεχόμενον, τὸν συνέχοντα πάντα θεώμεναι∙ Συμεὼν εὐλαβείας πλησθεὶς καὶ χαρᾶς ἐβόα∙ Νῦν ἀπολύεις με Σῶτερ, ἐκ τῆς ἐπικήρου ζωῆς πρὸς τὴν ἀγήρω λῆξιν∙εἶδον γὰρ σε καὶ εὐφράνθην.

ΠΟΙΟΙΣ ΕΥΦΗΜΙΩΝ ΣΤΕΜΜΑΣΙ... Ο ΕΧΩΝ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ...

Ποίοις εὐφημιῶν στέμμασι, στεφανώσωμεν τοὺς Διδασκάλους; Τοὺς διῃρημένους τοῖς σώμασι, καὶ συνημμένους τῷ Πνεύματι, τοὺς τῶν θεοφόρων πρωτοστάτας, Τριάδος, τοὺς ἰσαρίθμους καὶ θεράποντας, φωστῆρας, τῆς οἰκουμένης διαλάμποντας, τῆς Ἐκκλησίας τοὺς στύλους, οὓς στεφάνοις δόξης, ὡς νικήσαντας στεφανοῖ, Χριστός ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος. Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν τοὺς θεοφόρους; τοὺς οὐρανομύστας καὶ κήρυκας, τῆς ὀρθοδοξίας ὑπάρχοντας∙ τοὺς ἀκραιφνεστάτους θεολόγους, τὸν μέγαν ἱεροφάντορα Βασίλειον, τὸν θεῖον, καὶ θεορρήμονα Γρηγόριον∙ καὶ Ἰωάννην τὸν πάνυ, τὸν χρυσοῦν τὴν γλῶτταν, οὓς ἐδόξασεν ἡ Τριάς, ἀξίως ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος. Ποίοις ἐγκωμιῶν ῥήμασιν, ἐπαινέσωμεν τοὺς Ἱεράρχας; τοὺς ἰσαποστόλους ἐν χάριτι, καὶ ὁμοτίμους χαρίσμασι∙ τοὺς τῆς ἀσεβείας καταλύτας, σωτῆρας, καὶ ὁδηγούς λόγῳ καὶ πράγματι. Ποιμένας, χριστομιμήτους διὰ πίστεως∙ τοὺς ἐπιγείους Ἀγγέλους βροτοὺς οὐρανίους∙ οὓς ἐτίμησεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος. Ποίοις...

ΤΑ ΤΗΣ ΧΑΡΙΤΟΣ ΟΡΓΑΝΑ... ΤΑ ΠΕΡΑΤΑ... ΕΛΕΗΘΗΝΑΙ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Τὰ τῆς χάριτος ὄργανα, τὰς κιθάρας τοῦ Πνεύματος, τὰς εὐσήμους σάλπιγγας τοῦ κηρύγματος, τὰς φοβερὸν καὶ ἐξάκουστον, ἐξ ὕψους ἠχούσας βροντάς, καὶ τὴν δόξαν τοῦ Θεοῦ, γνωριζούσας τοῖς πέρασι, τοὺς τρεῖς Κήρυκας, τῆς μεγάλης Τριάδος, Ἰωάννην καὶ Βασίλειον ἀξίως, σὺν Γρηγορίῳ τιμήσωμεν. Τῆς Τριάδος οἱ πρόμαχοι, εὐσεβείας οἱ πρόβολοι, οἱ μετὰ τοὺς δώδεκα τρεῖς Ἀπόστολοι, οἱ ἐξ Ἐδὲμ ἀναβλύζοντες, τὸ ζῶν ὕδωρ ποταμοί, καὶ τὸ πρόσωπον τῆς γῆς, ζωηρύτως ποτίζοντες, θείοις ῥεύμασι, τὰ μεγάλα στοιχεῖα, τὰ τὴν πίστιν, ὥσπερ κτίσιν συνιστῶντα, ἀξιοχρέως τιμάσθωσαν. Οὐκ εἰσὶ λαλιαί φησιν, οὐδὲ λόγοι λεγόμενοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν∙ εἰς πᾶσαν γῆν γὰρ καὶ θάλασσαν, ὁ φθόγγος ἐξέδραμε, τῶν ἐνθέων καὶ σοφῶν, Διδασκάλων τῆς κτίσεως∙ ὅθεν ἄριστα, τοῖς αὐτῶν θείοις νόμοις συγκροτεῖται, καὶ συνέχεται πρὸς μίαν, ὀρθοδοξίαν τὰ πέρατα. Τὰ τοῦ Πνεύματος ὄργανα, ἀληθείας τὰς σάλπιγγας, τοὺς τοῦ Λόγου Ῥήτορας εὐφημήσωμεν, φωναῖς ᾀσμάτων τοῖς δόγμασιν, αὐτῶν οἱ ἑπόμενοι, ἱκετεύοντες αὐτούς, ...

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΚΕ

ΠΡΟΣΘΕΜΕΝΟΣ δὲ ῾Αβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα. 2 ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν ᾿Ιεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν ᾿Ιεσβὼκ καὶ τὸν Σωκέ. 3 Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ραγουὴλ καὶ Ναβδεὴλ καὶ ᾿Ασσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ. 4 υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ ᾿Αφεὶρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβειρὰ καὶ ᾿Ελδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. 5 ῎Εδωκε δὲ ῾Αβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ, 6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν ῾Αβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. 7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς ῾Αβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη. 8 καὶ ἐκλείπων ἀπέθανεν ῾Αβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 9 καὶ ἔθαψαν αὐτὸν ᾿Ισαὰκ καὶ ᾿Ισμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν ᾿Εφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ, 10 τὸν ἀγρὸν καὶ τὸ σπή...

ΘΕΟΛΟΓΩΝ ΑΚΡΟΤΗΤΟΣ, ΧΡΗΜΑΤΙΣΑΣ ΔΙΑΔΟΧΟΣ... ΑΕΙΣΕΒΑΣΤΟΝ ΜΝΗΜΗΝ ΣΟΥ...

Θεολόγων ἀκρότητος, χρηματίσας διάδοχος, τοῖς ἐκείνων ἴχνεσιν ἠκολούθησας, Ἀνατολῆς ἐξορμώμενος, καὶ Δύσει φαινόμενος, καὶ φωτίζων ἀστραπαῖς, τοῦ ἐνθέου κηρύγματος· ἔνθα Πάνσοφε, ἐκ τοῦ κόσμου μὲν ἔδυς, εἰς Θεὸν δέ, ἐξανέτειλας τῷ φέγγει, κατεστεμμένος τῆς χάριτος. Ἱερῶς ἀπεδόθη σου, τῇ σῇ πόλει τὰ λείψανα, Θεοφόρε πάνσοφε δι' ἀθλήσεως, ἁγιασθέντα λαμπρότερον, καὶ χάριτι στίλβοντα, τὴν ἐπάνοδον ἡμῖν, πανηγύρεως πρόξενον, ἀπειργάσατο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, θυμηδίας ἐμπιπλῶντα, τοὺς εὐσεβῶς σε γεραίροντας. Ἀναλάμψας ὡς ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, τὰ τοῦ κόσμου πέρατα κατεφαίδρυνας, ταῖς λαμπηδόσι τῶν ἄθλων σου, θερμῶς προϊστάμενος καὶ συγγράφων ἀληθῶς, εὐσεβείας διδάγματα· ὅθεν γέγονας, καὶ τροφὴ τῷ Δεσπότῃ τῷ τὰ πάντα, διατρέφοντι Παμμάκαρ, ἀδιαλείπτῳ χρηστότητι. Ἐξ Ἑῴας μὲν πρότερον, Ἑωσφόρος Ἰγνάτιε, ἐν Δυσμαῖς διηύγασας φαεινότατος· νῦν δὲ τῶν θείων λειψάνων σου, ἐν τῇ ἐπανόδῳ φαιδράς, τὰς ἀκτῖνας ἐπὶ γῆς, ἀφ᾽ ἑσπέρας ἐφήπλωσας· διὸ πρέσβευε, ἐκ φθορᾶς ...

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ....

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΘΕΙΩ ΠΝΕΥΜΑΤΙ....ΜΕΓΑ ΕΛΕΟΣ...

Θείῳ Πνεύματι πεφωτισμένος, θράσος τύραννον ἐν παρρησίᾳ, ποιμαντικῇ μεγαλοφρόνως κατῄσχυνας· καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΩΣ ΤΩΝ ΟΥΡΑΝΩΝ ΠΛΑΤΥΤΕΡΑ, ΚΑΙ ΧΕΡΟΥΒΙΜ ΑΓΙΩΤΕΡΑ....

Ὡς τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ἁγιωτέρα, πάσης τε τῆς κτίσεως ἁγνή, τιμιωτέρα Θεὸν ἐκύησας, ἐν ταῖς ἀγκάλαις φέρουσα, τὸν Πατρικοῖς κόλποις καθήμενον.

ΙΕΡΕΜΙΑΝ Ο ΘΕΟΣ ΕΚ ΜΗΤΡΑΣ ΑΓΙΑΣΑΣ

Ἱερεμίαν ὁ Θεὸς ἐκ μήτρας ἁγιάσας, καὶ πρὸ τοῦ γεννηθῆναι γινώσκων ὡς προγνώστης, δοχεῖον ἔσεσθαι αὐτὸν Πνεύματος Ἁγίου, ἐμπιπλᾷ τοῦτον εὐθύς, ἐκ νεαρᾶς βιώσεως, καὶ Προφήτην τοῦτον, καὶ κήρυκα πᾶσιν ἀποστέλλει, προαγγέλλειν τὴν ἁγίαν ἐπὶ τῆς γῆς αὐτοῦ παρουσίαν. Τεχθεὶς οὖν ὁ αὐτὸς Θεὸς ἐκ Παρθένου, πρός τὸ κήρυγμα ἐλθών, εὗρεν ἐκ βρέφους, ἄξιον αὐτοῦ τῆς χάριτος ὑποφήτην, τὸν θεοφόρον καὶ θεῖον Ἰγνάτιον.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΚΔ

ΚΑΙ ῾Αβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ ὁ Κύριος ηὐλόγησε τὸν ῾Αβραὰμ κατὰ πάντα. 2 καὶ εἶπεν ῾Αβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, 3 καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς, 4 ἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἐκεῖθεν. 5 εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; 6 εἶπε δὲ πρὸς αὐτὸν ῾Αβραάμ· πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. 7 Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὃς ὤμοσέ μοι λέγων· σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. καὶ ...

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, .... ΚΥΡΙΟΥ ΤΟΝ ΚΥΡΙΟΝ...

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Ἑστὼς ἐπὶ βήματος σοφέ, Τριάδα ἄκτιστον, ἐθεολόγησας· νοῦ καθαρότητι Ἅγιε, διανοίας τε λαμπρότητι, μὴ πτοηθεὶς τυραννικῶν θρόνων ὠμότητα, ἀλλ᾿ ἐβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ῥυθμίσας ἐμφρόνως σου τὸν νοῦν, τοῖς θείοις δόγμασι, μάκαρ Ἰγνάτιε, τὸν δεισιδαίμονα τύραννον, τῆς ἀπάτης προϊστάμενον, τοῖς σοφίας ὀχετοῖς, ἄρδην κατέκλυσας, Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον. Ἀπείρῳ λαμπόμενος φωτί, τῶ τῆς θεότητος Μάρτυς ἀήττητε, τῆς ἀθεότητος ἄστατον, ἐξηφάνισας σκοτόμαιναν, ἐπιστολὰς φωτοειδεῖς, πέμπων τοῖς μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΣΤΗΛΗ ΕΜΨΥΧΟΣ , ΚΑΙ ΕΜΠΝΟΥΣ ΕΙΚΩΝ

Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν ἡ ἐτήσιός σου ἐπέστη Ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς πίστεως μέχρις αἵματος ἀντικατάστασιν· τὴν μακαρίαν ἐκείνην καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ, λέγουσαν, καὶ δι᾿ ὀδόντων θηρίων ἀλήθομαι. Διὸ μιμητής τοῦ πάθους τοῦ Χριστοῦ σου γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Η ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ...

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Στίχοι Χάρις λέουσιν Ἰγνάτιε παμβόροις, Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος. Τῇ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου. Στίχοι Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου, Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου. Στίχοι Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίῳ, Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης. Στίχοι Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος, Σύνεστι βαστάσασιν...

ΠΑΝΤΑ, ΘΛΙΒΟΜΕΝΩΝ Η ΧΑΡΑ, ΚΑΙ ΑΔΙΚΟΥΜΕΝΩΝ ΠΡΟΣΤΑΤΙΣ...

Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις∙ Ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.

ΩΣΠΕΡ ΦΟΙΝΙΞ ΔΑΥΙΤΙΚΩΣ ΕΞΑΝΘΗΣΑΣ ΟΣΙΕ ΠΑΤΕΡ

Ὥσπερ φοίνιξ δαυϊτικῶς ἐξανθήσας Ὅσιε Πάτερ, τὰς γλώσσας τῶν βλασφήμων ἐξέκοψας, ἐν τῇ μαχαίρᾳ τῶν λόγων σου Ἐφραίμ∙ τὰς ἀβύσσους τῶν παθῶν ἐξήρανας δι' ἐγκρατείας∙ ὄργανον ἀνεδείχθης τοῦ Ἁγίου Πνεύματος, τοῦ Σταυροῦ τὸ ὅπλον ἀναλαβών, Χριστὸν ἀπαύστως δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων τὴν πανέορτον μνήμην σου.

ΩΣ ΠΟΤΑΜΟΣ ΥΠΑΡΧΕΙΣ, ΡΕΙΘΡΑ .... ΕΦΡΑΙΜ ΣΩΘΗΝΑΙ ΤΟΝ ΚΟΣΜΟΝ...

Ὡς ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόρρυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Πάτερ, Ἐφραὶμ σωθῆναι τὸν κόσμον.

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ.... ΕΦΡΑΙΜ ΑΞΙΟΘΑΥΜΑΣΤΕ...

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν. Τρωθεὶς ἀγάπῃ τοῦ Παντοκράτορος, ὅλον σαυτοῦ τὸν βίον, θρηνῳδῶν διετέλεσας, ἐκβοῶν μετ’ ἐκπλήξεως Ὅσιε∙ Ἄνες τὰ κύματά σου, Σῶτερ τῆς χάριτος, ταύτην μοι πλουσίως συντηρῶν, ἐν τῇ μελλούσῃ ζωῇ. Ἡδὺς ὁ λόγος σου κατανύξεως, παρεκτικὸς καὶ πλήρης φωτισμοῦ τοῖς προστρέχουσι, θεοφόρε Ἐφραὶμ ἀξιάγαστε∙ ἄμεμπτος δὲ ὁ βίος, πάσαις κοσμούμενος, ταῖς θεοφεγγέσιν ἀρεταῖς, καὶ λαμπρυνόμενος. Ναὸς τοῦ Πνεύματος ἐχρημάτισας, καὶ ποταμὸς ναμάτων ζωηρύτων πληρούμενος, Ἐκκλησίας θεμέλιος ἄσειστος, ἔρεισμα μοναζόντων, ῥεῖθρον ἀέναον, θείας κατανύξεως, Ἐφραὶμ ἀξιοθαύμαστε.

ΙΧΝΗΛΑΤΕΙΝ ΒΟΥΛΟΜΕΝΟΣ....

Ἰχνηλατεῖν βουλόμενος, Πάτερ, τοῦ Προδρόμου ταῖς τρίβοις, ἐκ τοῦ κόσμου μόνος αὐτὸς ἀπάρας, εἰς ἔρημον κατῴκησας. Βλέπων σε οὖν οὕτω βιοῦντα ὁ ἐχθρὸς τόν δίκαιον, γύναιον πάνυ ἀναιδὲς κατὰ σοῦ διεγείρει, οἰόμενος διὰ τοῦ ἀρχαίου ὅπλου τὴν σὴν ἀνδρείαν καταβαλεῖν, καὶ τὴν ἁγνείαν μολύνειν σου, ἵνα μὴ ἐν τοῖς λόγοις καὶ ἔργοις σου ῥαθύμους ἐγείρῃς πρὸς μετάνοιαν.

ΥΒΡΕΙΣ, ΥΠΟΜΕΙΝΑΝΤΑ ΠΟΛΛΑΣ....

Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα∙ Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ἀτιμίαν, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

ΤΗΝ ΩΡΑΝ ΑΕΙ....ΜΕΤΑΝΟΙΑΝ...

Τὴν ὥραν ἀεί, προβλέπων τῆς ἐτάσεως, ἐθρήνεις πικρῶς, Ἐφραὶμ ὡς φιλήσυχος∙ πρακτικὸς δὲ γέγονας, ἐν τοῖς ἔργοις διδάσκαλος Ὅσιε. Ὅθεν Πάτερ παγκόσμιε, ῥαθύμους ἐγείρεις πρὸς μετάνοιαν.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΚΓ

ΕΓΕΝΕΤΟ δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά. 2 καὶ ἀπέθανε Σάρρα ἐν πόλει ᾿Αρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ ῾Αβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι. 3 καὶ ἀνέστη ῾Αβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν ῾Αβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων· 4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ. 5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς ῾Αβραὰμ λέγοντες· μὴ κύριε· 6 ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ. 7 ἀναστὰς δὲ ῾Αβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ, 8 καὶ ἐλάλησε πρὸς αὐτοὺς ῾Αβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ ᾿Εφρὼν τῷ τοῦ Σαάρ, 9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτ...

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου. Στίχοι Ἤκουσε γλῶτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω, Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος. Εἰκάδι ὀγδοάτῃ Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παλλαδίου. Στίχοι Κρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων, Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀσκητοῦ. Στίχοι Ἀπῆλθε σαρκός, ὥσπερ ἒκ τινος πάγης, Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι δύο Μάρτυρες, μήτηρ καὶ θυγάτηρ, ξίφει τελειοῦνται. Στίχοι Τῇ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν, Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Χάρις τοὺς πόδας ἐκκοπεῖσα τελειοῦται. Στίχοι Πόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει∙ Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Η ΤΟΥ ΣΤΟΜΑΤΟΣ ΣΟΥ ΚΑΘΑΠΕΡ... ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΣΑΛΠΙΓΞ ΧΡΥΣΟΦΩΝΟΣ

Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης, χρυσορρῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι· προφητικῶς γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν δογμάτων σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα ἐφώτισεν.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΚΒ

ΚΑΙ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν ῾Αβραὰμ καὶ εἶπεν αὐτῷ· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. 2 καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν ᾿Ισαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. 3 ἀναστὰς δὲ ῾Αβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. 4 καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν. 5 καὶ εἶπεν ῾Αβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. 6 ἔλαβε δὲ ῾Αβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. 7 εἶπε δὲ ᾿Ισαὰκ πρὸς ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε...

ΤΗΝ ΣΟΦΙΑΝ ΕΞ ΥΨΟΥΣ...

Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου∙ ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης Μακάριε, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

ΤΡΙΩΔΙΟΝ - ΧΡΟΝΙΚΗ ΠΕΡΙΟΔΟΣ

Τριώδιον λέγεται η χρονική περίοδος από την Κυριακή του Τελώνου και Φαρισαίου μέχρι τον Εσπερινό του Μ. Σαββάτου (Τριώδιον Κατανυκτικόν) και από το Πάσχα μέχρι την Κυριακή των Αγίων Πάντων (Τριώδιον Χαρμόσυνον). Η περίοδος αυτή του Κατανυκτικού Τριωδίου είναι η πιο κατανυκτική περίοδος όλου του έτους. Οι ευαγγελικές περικοπές των Κυριακών και οι εορτές έχουν καθορισθή σοφά από τους Πατέρες, ώστε σταδιακά να προχωρήσουμε στον πνευματικό αγώνα (νηστείων και κατά των παθών).

ΕΦΡΑΝΘΗ ΜΥΣΤΙΚΩΣ

Ἐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου∙ καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε.

ΤΡΙΩΔΙΟΝ - ΒΙΒΛΙΟΝ

Τριώδιον είναι το βιβλίο που περιέχει τους ύμνους των Ακολουθιών από την Κυριακή του Τελώνου και Φαρισαίου μέχρι τον Εσπερινό του Μεγάλου Σαββάτου (Τριώδιον Κατανυκτικόν) και από το Πάσχα μέχρι την Κυριακή των Αγίων Πάντων (Τριώδιον Χαρμόσυνον)

ΘΕΙΑ ΨΗΦΩ ΤΗΣ ΧΡΙΣΤΟΥ, ΠΟΙΜΝΗΣ ΑΞΙΩΣ...

Θείᾳ ψήφῳ τῆς Χριστοῦ, ποίμνης ἀξίως γεγονώς, Ἀξιάγαστε ποιμήν, οἵά περ λύκους ἐξ αὐτῆς, ἐν τῇ σφενδόνῃ τῶν λόγων σου ἀπεδίωξας, ἐλέγχων ἀφειδῶς, παρανομοῦντας σοφέ∙ ὑφ᾿ ὦν καὶ ἐλαθείς, φθόνῳ Χρυσόστομε, μακρὰν ὁδὸν διήνυσας στερρόφρον, ὑπὲρ αὐτῆς ἐν ᾗ τέθνηκας, ἀλλ᾿ ἐπανῆλθες πρὸς Βασιλίδα, νέμων θεῖα χαρίσματα

Η ΛΑΜΠΑΣ, Η ΤΩΝ ΕΡΓΩΝ ΜΟΥ ΣΤΥΓΝΗ ΠΕΦΥΚΕΝ...

Ἡ λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου σκήνους∙ ἀλλ᾿ αὐτὸς με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κήρυξ ἔνθεος, καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον ζάλην∙ καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη Χρυσοστομε.

ΤΗΝ ΧΡΥΣΗΛΑΤΟΝ ΣΑΛΠΙΓΓΑ.....

Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς εὐφημήσωμεν. Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν. Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδων ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος. Ἱερωτάτην στησώμεθα χορείαν· στέφος γὰρ χρυσόμορφον, τῆς Ἐκκλησίας Χριστοῦ, βασιλικῇ δόξῃ σήμερον, ἀπὸ Κομάνων, πρὸς πόλιν ἥκει τὴν Βασιλεύουσαν, λάμπει στίλβον ἄνωθεν, τῇ ἐπανόδῳ αὐτοῦ, πρὸς βασιλείαν τ...

Η ΑΝΑΚΟΜΙΔΗ ΤΟΥ ΛΕΙΨΑΝΟΥ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. Στίχοι Νεκρὸς καθίζῃ, ὦ Ἰωάννη, θρόνῳ, Ἀλλ᾿ ἐν Θεῷ ζῶν, πᾶσιν Εἰρήνη, λέγεις. Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας εἰκάδι χρυσοῦν. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου, Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ψυχῆς ἰδὼν σῆς κάλλος ἐξῃρημένον, Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὡς ὥριμός τις σῖτος ἐκ γήρως Πέτρε, Οἶνον ταμείῳ συγκομίζει τῷ τάφῳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΛΑΜΠΩΝ, ΑΞΙΩΜΑΣΙ ΨΥΧΗΣ....

Λάμπων, ἀξιώμασι ψυχῆς, ἐλεημοσύνῃ καὶ πίστει σαυτὸν ἐλάμπρυνας, χαίρων γὰρ ἐσκόρπισας, τὸν πλοῦτον πένησιν, εἰς αἰῶνας δὲ μένει σου, ἡ δικαιοσύνη, φῶς σοι ἀνατέλλουσα Πάτερ ἀνέσπερον, ἔνθα, τοὺς ὁσίους σου Παῖδας, ὄψει καὶ τὴν τούτους τεκοῦσαν, Πόλιν τὴν οὐράνιον οἰκήσαντας. Δόξαν, παριδόντες τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας κατηξιώθητε· πᾶσαν γὰρ πατήσαντες, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν θεοφόροι, ἄγαν ἐποθήσατε, τὸν ὑμᾶς σώσαντα, κόσμου τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντα Πανόλβιοι. Πάθη, θανατώσαντες σαρκός, τοὺς τῆς ἀπαθείας χιτῶνας περιεβάλεσθε, βίου καθαρότητι, τούτους ὑφάναντες, πολιτείαν δ᾿ ἰσάγγελον, ἐν σώματι ὄντες, ἔτι καρτερόφρονες ἐπιδεικνύμενοι, δόξης ἠξιώθητε πάντες, τῆς Ἀγγελικῆς ἐν ὑψίστοις, θείας ἀπολαύοντες λαμπρότητος.

ΕΣΚΟΡΠΙΣΑΣ ΤΟΝ ΠΛΟΥΤΟΝ, ΤΟΙΣ ΠΕΝΗΣΙ...

Ἐσκόρπισας τὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ παροικῶν ᾠκειώθης, ὦ Ξενοφῶν τῷ Κυρίῳ ὃν δυσώπει παμμάκαρ, παθῶν ἡμᾶς ἐξελέσθαι.

ΤΟΝ ΜΟΝΟΓΕΝΗ, ΥΙΟΝ ΘΕΟΝ ΚΑΙ ΛΟΓΟΝ....

Τὸν μονογενῆ, Υἱὸν Θεὸν καὶ Λόγον, τὸν πρὸ αἰώνων ἐξ ἀνάρχου Πατρός, ἀρρήτως ἐκλάμψαντα, τὸν τῆς κτίσεως πρωτότοκον, γεγενημένον τέτοκας· ὅθεν σε Θεομῆτορ, πάντα τὰ Ἔθνη δοξάζομεν.

ΚΑΜΙΝΟΣ ΠΟΤΕ, ΠΥΡΟΣ.... ΣΥΝΗΜΜΕΝΩΝ ΤΗ ΧΑΡΙΤΙ...

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον». Κάμινον σφοδρῷ πυρὶ τὴν καιομένην, τῆς ἀπ᾿ ἀλλήλων διαστάσεως, στερρῶς ὑπεμείνατε· τὰ γὰρ σπλάγχνα σπαραττόμενοι, καὶ τὰς ψυχὰς πυρούμενοι, κέντρῳ τῆς συμφυΐας, ἄθλους Μαρτύρων ἠνύσατε. Ἄνωθεν ὑμᾶς, νεφέλη δροσοβόλος φιλανθρωπίας ἐπεσκίασε, Σιὼν ἐν τοῖς ὄρεσιν, ἔνθα δρόσος ἡ τοῦ Πνεύματος, τοὺς Μαθητὰς ἐπύρσευσε, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον. Ἵλεων ἡμῖν, καὶ εὐμενῆ γενέσθαι, τὸν Εὐεργέτην ἱκετεύσατε Πατέρες πανόλβιοι, τοῖς ἡμῶν νῦν μακαρίζουσι, τὸ ἱερὸν μνημόσυνον, φυτῶν ἡνωμένων καὶ συνημμένων τῇ χάριτι.

ΕΝΤΟΛΑΙΣ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΕΠΑΓΡΥΠΝΩΝ

Ἐντολαῖς τοῦ Δεσπότου ἐπαγρυπνῶν, ἐφ᾿ ὁμοίοις τε τρόποις παῖδας τοὺς σούς, ῥυθμίζων Μακάριε, Ξενοφῶν καὶ τὴν σύζυγον, σὺν αὐτοῖς τὰ ἄνω, κληροῦσαι βασίλεια, πειρασμῶν παντοίων, λιπὼν τὸ κλυδώνιον· ὅθεν εὐφημοῦμεν, εὐσεβῶς ὑμᾶς πάντας, καὶ πόθῳ γεραίρομεν καὶ πιστῶς ἀνακράζομεν, θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΞΕΝΟΦΩΝΤΟΣ...

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου. Στίχοι Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα, Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ. Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ. Στίχοι Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω, Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν. Στίχοι Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ, Οἷς Ἀνανίας ἡδέως συνεισέδυ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν, Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Σὺν τῷ Γαβρι...

ΔΙΑΤΕΜΩΝ ΤΟΝ ΤΟΥ ΓΡΑΜΜΑΤΟΣ...

Διατεμὼν τὸν τοῦ γράμματος σὺ γνόφον, εἰσέδυς τῷ πνεύματι πρὸς φῶς ὑπέρτερον· καὶ τὴν ἐκεῖθεν δεξάμενος, φωτοχυσίαν, θεολογίας πάντας ἐπλούτισας, Γρηγόριε πάνσοφε, τῆς Ἐκκλησίας φωστήρ· ταῖς ἀστραπαῖς δὲ τῶν λόγων σου, σκοτώδη νέφη, τὰ τῶν αἱρέσεων ἀπεμείωσας· ὅθεν αὐλίζῃ ἔνθα ἦχος, ἑορταζόντων Ἀγγέλοις συνόμιλος, ἱκετεύων ἀπαύστως τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ Θεολόγος ὁ δεύτερος καὶ μύστης, τῆς θείας ἐλλάμψεως, ὁ τῆς Τριάδος φαιδρός, ὑπογραφεὺς ὁ τὴν ἄρρητον, καὶ θείαν φύσιν, ὑπερφυῶς διδάσκων Γρηγόριε· καὶ νῦν τηλαυγέστερον, ἐπαπολαύων Θεοῦ, τῶν σὲ τιμώντων μνημόνευε, καὶ ὑπερμάχει, τῆς Ἐκκλησίας, ἣν συνεκρότησας· σοῦ γὰρ ὁ φθόγγος ἐπὶ πάντα, τῆς οἰκουμένης διῆλθε τὰ πέρατα, ἐκδιδάσκων δοξάζειν, τὴν Τριάδα ὁμοούσιον. Γεωπονήσας τῇ γλώσσῃ Θεηγόρε, καρδίας ταῖς αὔλαξι σπόρον τὸν ἔνθεον, θεολογίας ἐπλούτισας, τῆς ἀνωτάτω, τῆς Ἐκκλησίας ἄπαν τὸ πλήρωμα· ἐντεῦθεν ζιζάνια πυρὶ τοῦ Πνεύματος, τὰ τῶν αἱρέσεων ἔφλεξας, φιλοσοφίας, τῆς θεϊκῆς τρεφόμενος ἔρωτι, Πάτερ Πατέρων, καὶ Ποιμὴν Ποιμ...

ΕΝ ΝΟΜΩ, ΣΚΙΑ ΚΑΙ ΓΡΑΜΜΑΤΙ...

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν

O ΤΟΝ ΑΝΩ ΒΥΘΟΝ ΤΗΣ ΘΕΙΑΣ ΑΚΑΤΑΛΗΨΙΑΣ

«Ὁ τὸν ἄνω βυθὸν τῆς θείας ἀκαταληψίας, εὐσεβῶς ἀνανηξάμενος, καὶ τὸν νοῦν ὡς ἐκ πέτρας ἀπεριλήπτου, τῆς θεαρχικῆς ἀπαιωρήσας Τριάδος, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν». Ὁ τὸ εὐτελὲς ἔνδυμα, τοῦ νομικοῦ περιρρήξας γράμματος, καὶ τὸ ἐν αὐτῷ θεῖον κάλλος, καὶ μυστικὸν τῶν θείων τοῦ Πνεύματος, ἡμῖν ἀναπτύξας Γραφῶν, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν. Ὁ ταῖς ἄνω χορείαις, συναρίθμιος ὑπάρχων, Ὅσιε Πάτερ (καὶ γὰρ σὺν αὐταῖς, εἰς αἰῶνα συναγελάζῃ ) · ὑπὲρ τῆς σῆς Ποίμνης, τὰς ἐντεύξεις ποιοῦ πρὸς Θεόν. Παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν. Ὁ τὰ θεῖα μαθών, ἐκ θείας καὶ ὑπὲρ νοῦν ἐπιπνοίας, Ὅσιε Πάτερ, καὶ πρὸς τὴν αὐτῶν, μυστικῶς ἀποτελεσθεὶς ἀδίδακτον ἕνωσιν, ἀσχέτῳ σου ἔρωτι, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.

Ο ΤΑΙΣ ΑΡΧΑΓΓΕΛΙΚΑΙΣ ΥΜΝΟΛΟΓΙΑΙΣ

Ὁ ταὶς ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι᾿ ἡμᾶς ἐπτώχευσε, σὲ Μητέρα τὴν καλλονήν, Ἰακώβ, εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντες ἀναμέλπομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ΘΑΥΜΑΤΟΣ ΥΠΕΡΦΥΟΥΣ...

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας». Ἶσον τῷ Πατρὶ τὸν Λόγον καὶ τὸ Πνεῦμα, ἀγαθότητι καὶ βασιλείᾳ, εὐσεβῶς ἐδίδαξας, οὐσιώδη καὶ φυσικήν, τὴν ταυτότητα γινώσκων καὶ τὴν ἕνωσιν· διὸ ἀνεβόας ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Δόξης τῆς ἀγγελικῆς κατηξιώθης· ὡς γὰρ Ἄγγελος ἔλαμψας κόσμῳ, τῇ Τριάδι Πάνσοφε, καθαγνίσας ἐπιμελῶς, τὴν ψυχήν τε καὶ τὸ σῶμα καὶ διάνοιαν· ᾗ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ἵλεων ταῖς προσευχαῖς σου τὸν Δεσπότην, ἐργασάμενος αἴτησαι Πάτερ, τῶν πταισμάτων ἄφεσιν, τοῖς ἐν πίστει τὴν ἱεράν, καὶ πανέορτόν σου μνήμην ἑορτάζουσιν· ἐν ᾗ γεγηθότες ἀναμέλπομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς α...

ΥΠΗΛΘΟΝ ΩΣ ΝΥΜΦΩΝΑ...

Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι᾿ εὐσέβειαν ποτέ, Παῖδες Ἅγιοι δειχθέντες σαφῶς, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ». Ἀδίκων Ἡγεμόνων, πρὸ βημάτων ἑστηκὼς Γρηγόριε, τοὺς αἱρετίζοντας πυρός, χαλεπώτερον φυσῶντας φορᾷ, εὐσεβείᾳ κατεπίμπρας τῇ Τριάδι βοῶν· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ. Τριάδος ἐπιπνοίᾳ, τὴν δογμάτων εὐσεβῶν Γρηγόριε, ἀνεπιθόλωτον πηγήν, ἐκ χειλέων ἀναβλύσας τῇ γῇ, ἀνθοφόρον τὴν τραχεῖαν ἄρδων ἔδειξας· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.

ΟΜΒΡΟΣ ΩΣ ΕΠΙ ΠΟΚΟΝ ΚΑΤΑΒΑΣ....ΕΥΛΟΓΗΜΕΝΟΣ

Ὄμβρος ὡς ἐπὶ πόκον καταβάς, ἐν σῇ γαστρὶ σεσάρκωται, ὁ τῆς εἰρήνης ποταμός, ἡ πηγὴ τῆς ἀγαθότητος, ὁ σταγόνας ὑετοῦ ἐξαριθμούμενος, ὁ τῶν Πατέρων Θεός Εὐλογημένος.

ΟΙ ΠΑΙΔΕΣ ΕΥΣΕΒΕΙΑΣ ΣΥΝΤΡΑΦΕΝΤΕΣ....

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθήσαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Ὅλος ἐπιθυμίᾳ γλυκασμός τε, προφανῶς ὁ λόγος σου, ὅλος Γρηγόριε μεστός, εὐφροσύνης καὶ φαιδρότητος, θυμηδίας ἐμπιπλῶν, τοὺς πίστει ψάλλοντας· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Νοῒ πεφωτισμένῳ τὴν πηγήν, τῶν φωτισμάτων ἔφθασας· καὶ ταῖς ἐκεῖθεν ἀστραπαῖς, πυρπολούμενος κατέφλεξας, Εὐνομίου γλωσσαλγίας τῇ Τριάδι βοῶν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Ἀνοίξας καταρράκτας τῆς ἀβύσσου, τῶν σοφῶν δογμάτων σου, ἀναστομώσας τε πηγὰς τῆς σοφίας σου, κατέκλυσας τοὺς τῆς πλάνης ἀρχηγούς, καταστραπτόμενος τῷ ἑνιαίῳ φωτὶ καὶ τρισηλίῳ.

ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Θεολόγου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου. Στίχοι Θεοῦ γινώσκειν ὀρθοδόξως οὐσίαν, Χριστιανοῖς λεγάτον ἐκ Γρηγορίου. Εἰκάδι Γρηγόριος Θεορήμων ἔκθανε πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πουπλίου. Στίχοι Ζωὴν ἔνυλον Πούπλιος καταστρέφει Καὶ τὴν ἄϋλον καὶ νοητὴν λαμβάνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρη. Στίχοι Πάσης ἀποστὰς ἀγάπης κόσμου Μάρης Εἰ θεῖον ὕψος ἧκε θείας ἀγάπης. Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Μεδούλη, σὺν τῇ συνοδίᾳ αὐτῆς, πυρὶ τελειοῦται. Στίχοι Σεπτὴ Μεδούλη, τοῦ Θεοῦ Λόγου δούλη, Δούλοις Θεοῦ σύναθλος εἰς πῦρ ὡράθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δημητρίου τοῦ σκευοφύλακος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀπολλὼς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Χριστὸν βιώσας μέχρι καὶ τέλους βίον, Θραύει πονηροῦ πᾶν Ἀπολλὼς τὸ θράσ...

ΜΗ ΠΡΟΣΕΥΞΩΜΕΘΑ ΦΑΡΙΣΑΙΚΩΣ, ΑΔΕΛΦΟΙ Ο ΓΑΡ ΥΨΩΝ ΕΑΥΤΟΝ

Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς. Φαρισαῖος κενοδοξίᾳ νικώμενος, καὶ Τελώνης τῇ μετανοίᾳ κλινόμενος, προσῆλθόν σοι τῷ μόνῳ Δεσπότῃ, ἀλλ' ὁ μὲν καυχησάμενος, ἐστερήθη τῶν ἀγαθῶν, ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν. Ἐν τούτοις τοῖς στεναγμοῖς, στήριξόν με Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. Ἐξομολογήσομαί σοι, Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον, ἐπιγνοῦσα, ψυχὴ μου· τοῦ μέν, μίσησον τὴν ὑπερήφανον φωνήν, τοῦ δέ, ζήλωσον τὴν εὐκατάνυκτον εὐχήν, καὶ βόησον, ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Τοῦ Φαρισαίου τὴν μεχάλαυχον φωνήν, πιστοὶ μισήσαντες, τοῦ δὲ Τελώνου τὴν εὐκατάνυκτον εὐχὴν ζηλώσαντες, μὴ τὰ ὑψηλὰ φρονῶμεν, ἀλλ' ἑαυτοὺς ταπεινοῦντες, ἐν κατανύξει κράξωμεν· ὁ Θεὸς ἱλάσ...

ΤΑΠΕΙΝΟΦΡΟΝΙ ΓΝΩΜΗ, ΙΛΕΩΝ ΚΥΡΙΟΝ, Ο ΤΕΛΩΝΗΣ ΣΤΕΝΑΞΑΣ...

Ταπεινόφρονι γνώμῃ, ἵλεων Κύριον, ὁ Τελώνης στενάξας, εὗρε καὶ σέσωσται, τρόπῳ δὲ δεινῷ γλώσσης μεγαλορρήμονος, τῆς δικαιοσύνης ἐκπίπτει Φαρισαῖος. Φαρισαίου τὸν τύφον, τῆς προαιρέσεως, καὶ τὴν προσηγορίαν, τῆς καθαρότητος, φύγωμεν πιστοί, ζηλοῦντες τοῦ Τελώνου καλῶς, τὴν ἠλεημένην, ταπείνωσιν καὶ γνώμην. Τὰς φωνὰς τοῦ Τελώνου, πιστοὶ φθεγξώμεθα, Ἱερῶ ἐν ἁγίῳ· Ὁ Θεὸς ἵλαθι, ἵνα σὺν αὐτῷ, τύχωμεν συγχωρήσεως, λύμης μεγαλαύχου ῥυσθέντες Φαρισαίου. Στεναγμὸν τοῦ Τελώνου πάντες ζηλώσωμεν, καὶ Θεῷ ὁμιλοῦντες θερμοῖς τοῖς δάκρυσι, κράξωμεν αὐτῷ· Φιλάνθρωπε ἡμάρτομεν, εὔσπλαγχνε οἰκτίρμον. Ἱλάσθητι καὶ σῶσον. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα. Στεναγμῷ τοῦ Τελώνου, Θεὸς ἐπένευσε, δικαιώσας τε τοῦτον, πᾶσιν ὑπέδειξε, κάμπτεσθαι ἀεί, στεναγμοῖς τε καὶ δάκρυσι, τῶν πλημμελημάτων, αἰτούμενοι τὴν λύσιν.

ΙΑΚΩΒ ΣΕ ΚΑΛΛΟΝΗΝ ΚΑΙ ΘΕΙΑΝ ΚΛΙΜΑΚΑ...

Ἰακώβ σε καλλονὴν καὶ θείαν κλίμακα, κάτωθεν, ἣν ἑώρακε πρίν, ἐκτεταμένην, πρὸς ὕψος γινώσκομεν, Σεμνή, κατάγουσαν ἄνωθεν Θεὸν σεσαρκωμένον, καὶ βροτούς, αὖθις ἀνάγουσαν.

ΔΙΚΑΙΩΣΕΩΣ ΤΟΙΣ ΕΡΓΟΙΣ ΕΠΑΙΡΟΜΕΝΟΣ, ΒΡΟΧΟΙΣ...

Δικαιώσεως τοῖς ἔργοις ἐπαιρόμενος, βρόχοις κενοδοξίας δεινῶς, περιεπάρη Φαρισαῖος ἄμετρα αὐχῶν, Τελώνης δὲ κούφῳ τῷ πτερῷ, τῆς ταπεινώσεως ἀρθείς, Θεῷ προσήγγισε. Ταπεινώσεως ὡς κλίμακι χρησάμενος, τρόπῳ Τελώνης πρὸς οὐρανῶν, ὕψος ἐπήρθη, τῆς ἀλαζονείας δὲ ἀρθείς, κουφότητι δείλαιος σαθρᾷ, ὁ Φαρισαῖος καταντᾷ, πρός ᾍδου πέταυρον. Τοὺς δικαίους ἐνεδρεύων μὲν ὁ δόλιος, τρόποις κενοδοξίας συλᾷ, ἁμαρτωλοὺς δέ, βρόχοις ἀπογνώσεως δεσμεῖ. Ἀλλ' οὖν ἑκατέρων τῶν κακῶν, οἱ τοῦ Τελώνου ζηλωταί, ῥυσθῆναι σπεύσωμεν. Ἐν προσευχῇ ἡμῶν Θεῷ προσπέσωμεν, δάκρυσι καὶ θερμοῖς στεναγμοῖς, ἐκμιμούμενοι, τοῦ Τελώνου τὴν ὑψοποιὸν ταπείνωσιν, μέλποντες πιστοὶ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Εἰσηγούμενος τοῖς Μαθηταῖς προέλεγες, Δέσποτα, μὴ φρονεῖν ὑψηλά, συναπάγεσθαι ταπεινοῖς διδάσκων δὲ Σωτήρ· διό σοι κραυγάζομεν πιστοί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΜΕΤΑΝΑΣΤΕΥΟΥΣΑ ΠΡΩΗΝ... ΞΕΝΗ ΠΑΝΤΟΤΕ

Μεταναστεύουσα πρῴην, τῇ διαθέσει Σεμνή, καὶ βεβαιοῦσα ἔργῳ, τὸ κριθὲν σοι ἐννοίᾳ, ἐξῆλθες τῆς ματαίας τῶν ἡδονῶν, μακαρία λειότητος, καὶ ἀρετῶν τῇ τραχεία εὐθυδρομεῖς, ἀναβάσει ξενιτεύουσα. Ἐν τῷ λιμένι τοῦ θείου, προσορμισθεῖσα ἰσθμοῦ, διαπερᾷς κυμάτων, τῶν τοῦ κόσμου τὸν σάλον, ψυχῆς δέ σου τὸ πλοῖον, ὅλον σεμνή, ἀδιάκλυστον φέρουσα, ἐξ ἡδονῶν τὰς πικρίας τῶν μυστικῶν, ἀγωγίμων μένεις ἔμπλεως. Θεοπρεπεῖ τῇ μιμήσει, σὺ ξενιτεύσασα, τοῦ δι’ ἡμᾶς ἐξ ἄνω, πρὸς ἡμᾶς κατελθόντος, ὑψῶσαι τοὺς πεσόντας, μένεις σοφή, συγγενέσι μὲν ἄγνωστος, ἀλλ’ εὐσεβέσι γνωστή, ὡς πρὸς τὸν Θεόν, Ξένη Πάντοτε πρεσβεύουσα.

ΠΕΙΡΑΣΜΟΙΣ ΠΟΛΥΤΡΟΠΟΙΣ ΠΕΡΙΠΕΣΩΝ

Πειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν Πανάγιον τόκον σου.

ΤΟΝ ΔΙ ΟΙΚΤΟΝ ΟΦΘΕΝΤΑ ΕΠΙ ΤΗΣ ΓΗΣ....

Τὸν δι’ οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς, ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ Πανόλβιε, καὶ φθαρτὸν νυμφίον, προθύμως κατέλιπες, καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον· ὅθεν ἐπὶ ξένης, φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν θεόπνευστε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν Ἁγίαν μνήμην σου.

O ΣΤΕΓΑΖΩΝ ΕΝ ΥΔΑΣΙ, ΤΑ ΥΠΕΡΩΑ ΑΥΤΟΥ Ο ΤΙΘΕΙΣ

Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ· ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας». Ἁρμοσθεῖσα γέγραπται, ἑνὶ ἀνδρὶ τῶ Χριστῷ, τῷ ὡραίῳ κάλλει πᾶσαν ἰδέαν, ἀρετῶν εὐσεβῶς, ἤσκησας Ἔνδοξε, καὶ πρὸς θάλαμον θεῖον, εἰσῳκίσθης προῖκα δεξαμένη, χάριν ἰαμάτων, εἰς πάντας τοὺς αἰῶνας. Ἡ ψυχή μου ὀπίσω σου, προσεκολλήθη Χριστέ, ἀνεβόας πόθῳ, ὡς γῆ διψῶσα· σὲ τὸ ὕδωρ τὸ ζῶν, ἐκζητῶ Κύριε· σοὶ τοὺς ὄμβρους προσφέρω τῶν δακρύων· σῆς ἀγάπης ῥεῖθρα, πότισόν με Σῶτερ, εἰς πάντας τοὺς αἰῶνας. Ὡραιώθης ποθήσασα, τὸ ὄντως ὂν ἐφετόν, ἐδοξάσθης Κόρη δεδοξασμένῳ κολληθεῖσα Χριστῷ· σὺ χορὸν ἅγιον, προσηγάγω Παρθένων, τῷ Σωτῆρι σὲ μιμησαμένων, μεθ’ ὧν εἰς τὰς ἄνω, χορεύεις κατοικίας.

ΥΨΗΓΟΡΙΑΝ ΦΥΓΩΜΕΝ...

Ὑψηγορίαν φύγωμεν, Φαρισαίου κακίστην, ταπείνωσιν δὲ μάθωμεν, τοῦ Τελώνου ἀρίστην, ἵν' ὑψωθῶμεν βοῶντες, τῷ Θεῷ σὺν ἐκείνῳ· Ἱλάσθητι τοῖς δούλοις σου, ὁ τεχθεὶς ἐκ Παρθένου, Χριστὲ Σωτήρ, ἑκουσίως, καὶ Σταυρὸν ὑπομείνας, συνήγειρας τὸν κόσμον σου θεϊκῇ δυναστείᾳ.

ΟΔΟΝ ΥΨΩΣΕΩΣ ΤΗΝ ΤΑΠΕΙΝΩΣΙΝ, ΠΑΡΑ ΧΡΙΣΤΟΥ ΛΑΒΟΝΤΕΣ...

Ὁδὸν ὑψώσεως τὴν ταπείνωσιν, παρὰ Χριστοῦ λαβόντες, σωτηρίας ὑπόδειγμα, τοῦ Τελώνου τὸν τρόπον ζηλώσωμεν, τύφον ὑπεροψίας, πόρρω βαλλόμενοι, γνώμῃ ταπεινόφρονι Θεὸν ἐξιλεούμενοι. Ψυχῆς ἀπόνοιαν ἀπωσώμεθα, γνώμην εὐθῆ ἐν ταπεινοφροσύνῃ κτησώμεθα, ἑαυτοὺς δικαιοῦν μὴ σπουδάζωμεν, τὸν τῆς κενοδοξίας, τύφον μισήσωμεν, καὶ σὺν τῷ Τελώνῃ, τὸν Θεὸν ἱλεωσώμεθα. Λιτὰς τῷ Κτίστῃ οἴκτου προσφέρωμεν, τελωνικάς, τὰς φαρισαϊκὰς ἐκτρεπόμενοι, ἀχαρίστους εὐχάς, μεγαλαύχους φωνάς, αἱ κατὰ τοῦ πλησίον, κρίσιν ἐπάγουσιν, ἵνα Θεὸν ἵλεων, καὶ φῶς ἐπισπασώμεθα. Πολλῷ πταισμάτων ἑσμῷ βαρούμενος, ὑπερβολῇ κακίας τὸν Τελώνην παρήλασα, καὶ τοῦ Φαρισαίου τὸν μεγάλαυχον, τύφον προσεπισπῶμαι, πάντοθεν ἔρημος, πάντων καθιστάμενος καλῶν. Κύριε φεῖσαί μου. Τῆς σῆς ἀξίωσον μακαριότητος, τοὺς διὰ σὲ τῷ πνεύματι πτωχοὺς ἐνυπάρξαντας· εἰσηγήσει γὰρ τῆς σῆς προστάξεως, πνεῦμα συντετριμμένον, σοὶ προσκομίζομεν. Σῶτερ προσδεξάμενος σῷζε, τοὺς σοὶ λατρεύοντας, Θεῷ Τελώνης ποτὲ εὐξάμενος, τῷ ἱερῷ πιστῶς προσανι...

ΥΨΗΓΟΡΙΑΝ.... ΘΕΙΚΗ ΔΥΝΑΣΤΕΙΑ

Ὑψηγορίαν φύγωμεν, Φαρισαίου κακίστην, ταπείνωσιν δὲ μάθωμεν, τοῦ Τελώνου ἀρίστην, ἵν' ὑψωθῶμεν βοῶντες, τῷ Θεῷ σὺν ἐκείνῳ· Ἱλάσθητι τοῖς δούλοις σου, ὁ τεχθεὶς ἐκ Παρθένου, Χριστὲ Σωτήρ, ἑκουσίως, καὶ Σταυρὸν ὑπομείνας, συνήγειρας τὸν κόσμον σου θεϊκῇ δυναστείᾳ.

ΦΑΡΙΣΑΙΟΥ ΦΥΓΩΜΕΝ ΥΨΗΓΟΡΙΑΝ

Φαρισαίου φύγωμεν ὑψηγορίαν, καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε.

ΕΑΥΤΟΥΣ ΑΔΕΛΦΟΙ ΑΠΑΝΤΕΣ

Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωμεν, στεναγμοῖς καὶ ὀδυρμοῖς τύψωμεν τὴν συνείδησιν, ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ, ἐκεῖ ὀφθῶμεν πιστοὶ ἀνεύθυνοι, τυχόντες ἀφέσεως· ἐκεῖ γάρ ἐστιν ὄντως ἡ ἄνεσις, ἣν ἰδεῖν ἡμᾶς νῦν ἱκετεύσωμεν, ἐκεῖ ὀδύνη ἀπέδρα λύπη καὶ οἱ ἐκ βάθους στεναγμοί, ἐν τῇ Ἐδὲμ τῇ θαυμαστῇ, ἧς ὁ Χριστός δημιουργός, Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.

ΤΟΥ ΒΙΟΥ ΤΟ ΣΤΑΔΙΟΝ, Ο ΤΕΛΩΝΗΣ

Τοῦ βίου τὸ στάδιον, ὁ Τελώνης ἐν ταὐτῷ, καὶ Φαρισαῖος ἔδραμον· ἀλλ' ὁ μὲν ἀπονοίᾳ κατενεχθείς, αἰσχρῶς ἐναυάγησεν, ὁ δὲ τῇ ταπεινώσει διεσῴζετο. Τοῦ βίου τὸ δίκαιον, διαμείβοντες ἡμεῖς, δρόμον ἐκμιμησώμεθα, τοῦ Τελώνου μὲν φρόνημα ζηλωτόν, φύγωμεν δὲ φύσημα βδελυκτὸν Φαρισαίου καὶ ζησώμεθα. Τοὺς τρόπους ζηλώσωμεν, τοῦ Σωτῆρος Ἰησοῦ καὶ τὴν αὐτοῦ ταπείνωσιν, οἱ ποθοῦντες τὴν ἄληκτον τῆς χαρᾶς, τυχεῖν κατασκήνωσιν, ἐν τῇ χώρᾳ τῶν ζώντων αὐλιζόμενοι. Ὑπέδειξας Δέσποτα, τοῖς οἰκείοις Μαθηταῖς ὑψοποιὸν ταπείνωσιν, τῷ λεντίῳ ζωννύμενος τὴν ὀσφύν, τοὺς πόδας ἀπέπλυνας, καὶ τὸν τρόπον μιμεῖσθαι παρεσκεύασας. Τὸν βίον διείλοντο, Φαρισαῖος ἀρεταῖς, καὶ ὁ Τελώνης πταίσμασιν· ἀλλ' ὁ μὲν τὴν ἐξ ὄγκου φρενοβλαβῆ, ὑπέστη ταπείνωσιν, ὁ δὲ ἀνυψοῦται ταπεινόφρων φανείς.

ΤΑΠΕΙΝΩΣΙΣ ΥΨΩΣΕ....

Ταπείνωσις ὕψωσε, πάλαι Τελώνην κλαυθμῷ βοήσαντα· Ἱλάσθητι, καὶ ἐδικαίωσεν. Αὐτὸν μιμησώμεθα, ἅπαντες οἱ εἰς βάθος, τῶν κακῶν ἐμπεσόντες, κράξωμεν τῷ Σωτῆρι, ἀπὸ βάθους καρδίας. Ἡμάρτομεν, ἱλάσθητι, μόνε φιλάνθρωπε.

ΤΑΠΕΙΝΩΣΙΣ ΥΨΩΣΕ, ΚΑΤΗΣΧΥΜΜΕΝΟΝ ΚΑΚΟΙΣ....

Ταπείνωσις ὕψωσε, κατῃσχυμμένον κακοῖς, Τελώνην στυγνάσαντα, καὶ τό, Ἱλάσθητι, τῷ Κτίστῃ βοήσαντα· ἔπαρσις δὲ καθεῖλεν, ἀπὸ δικαιοσύνης, δείλαιον Φαρισαῖον, μεγαλορρημονοῦντα· ζηλώσωμεν διὸ τὰ καλά, κακῶν ἀπεχόμενοι.

ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ ΑΝΟΙΞΟΝ

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

ΞΕΝΙΑΝ ΤΗΝ ΟΥΡΑΝΙΟΝ, ΠΟΘΟΥΣΑ ΞΕΝΗ ΠΑΝΣΕΜΝΕ....

Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας· τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔδραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι βροτοὺς ἐκ Παρθένου.

Ο ΠΟΙΗΤΗΣ ΤΗΣ ΚΤΙΣΕΩΣ, ΚΑΙ ΘΕΟΣ ΤΩΝ ΑΠΑΝΤΩΝ...ΚΟΣΜΟΥ Η ΔΟΞΑ...

Ὁ ποιητὴς τῆς κτίσεως, καὶ Θεὸς τῶν ἁπάντων, σάρκα βροτείαν ἔλαβεν, ἐξ ἀχράντου γαστρός σου, πανύμνητε Θεοτόκε, καὶ φθαρεῖσάν μου φύσιν, ὅλην ἀνεκαινούργησε, πάλιν ὡς πρὸ τοῦ τόκου, καταλιπὼν μετὰ τόκον· ὅθεν πίστει σε πάντες ἀνευφημοῦντες κράζομεν· Χαῖρε, κόσμου ἡ δόξα.

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ Τῇ αὐτῇ ἡμέρα τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ιη' 10 - 14 παραβολῆς μνείαν ποιούμεθα. Στίχοι Φαρισαΐζων, Ἱεροῦ μακρὰν γίνου, Χριστὸς γὰρ ἔνδον, ᾧ ταπεινὸς δεκτέον. Ἕτεροι εἰς τὸ τριῴδιον Ὁ δημιουργὸς τῶν ἄνω καὶ τῶν κάτω, Τρισάγιον μὲν ὕμνον ἐκ τῶν Ἀγγέλων, Τριῴδιον δὲ καὶ παρ' ἀνθρώπων δέχου. Ταῖς τῶν Ἁγίων πάντων, μεγαλουργῶν σου πρεσβείαις, Χριστέ, ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΞΕΝΗΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ξένης. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μητρὸς ἡμῶν Ξένης καὶ τῶν δύω αὐτῆς θεραπαινίδων. Στίχοι Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη, Οὗ ζώσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη. Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες, Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι. Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε Τετάρτη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων. Στίχοι Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους, Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει. Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος, Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου τῶν μαθητῶν αὐτοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακεδονίου. Στίχοι Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας, Μακεδόνιος Χριστὲ λαμβάνει μίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος ...

ΩΣ ΠΑΥΛΟΣ Ο ΑΠΟΣΤΟΛΟΣ

Ὡς Παῦλος ὁ Ἀπόστολος, τὴν γῆν κυκλώσας ἅπασαν, καὶ τῶν μακρῶν σου ἀγώνων, ἐκτείνας Κλήμη τὸ κλῆμα, τῇ ἕλικι τῆς Πίστεως, ζωγρεῖς τὸν Ἀγαθάγγελον, συγκοινωνόν σοι Μάρτυρα, τῆς ἀγαθῆς ἀγγελίας, ἐπώνυμον ἀθλοφόρον.

ΝΟΜΩΝ ΠΑΤΡΩΩΝ ΟΙ ΜΑΚΑΡΙΣΤΟΙ....

Νόμων Πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου· καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ἀναφανέντες φαεινότατοι, ἐπὶ τῆς γῆς φωστῆρες κατελαμπρύνατε, τὸ στερέωμα Πανόβλιοι, τῆς σεπτῆς Ἐκκλησίας· ἐν οὐρανοῖς δέ, φέγγει τῆς ἀθλήσεως ὑμῶν, πρωτοτόκων πανήγυριν εὐφραίνετε βοῶντες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μέτ’ εὐφροσύνης τὴν χαρμόσυνον, τῶν σῶν ἀγώνων μνήμην νῦν ἑορτάζομεν· ὡς γὰρ ἄσαρκος ὑπέμεινας αἰκισμῶν τρικυμίας· ἀλλ’ ἀντὶ τούτων, διαιωνίζουσαν τρυφήν ἐπαξίως ἀπείληφας, ἀντίδοσιν πλουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πεποικιλμένην καὶ ὑπέρλαμπρον, καταστολὴν σὺ δόξης ἀμφιασάμενος, ἀντὶ Πνεύματος Πανόβλιε, χαλεπῆς ἀκηδίας, ἀντὶ βασάνων, τὴν Ἀγγελικὴν διαγωγήν, ἀντηλλάξω λαβόμενος, ζωῆς τῆς ἀϊδίου· Τὸν Κύριον ὑμνεῖτε κραυ...

ΩΣΠΕΡ ΟΙ ΔΥΟ ΑΕΙ ΦΩΣΤΗΡΕΣ

Ὥσπερ οἱ δύο ἀεὶ φωστῆρες, φαιδρῶς τὴν Ἐκκλησίαν, φωτίζουσι πλουσίως ἄθλων λαμπρότητι, σὺν Ἀγαθαγγέλῳ ὁ μέγας Κλήμης σκοτασμὸν λύοντες πονηρῶν ἀπιστίας ἐχθρῶν· οὓς εὐφημήσωμεν μεγαλοφώνως. Νεανικῶς τοὺς ξεσμοὺς ὑπέστης, καὶ πάσας τρικυμίας, τῶν ἀνυποίστων πόνων σαρκός σου τραύμασιν, ἐχθροὺς τραυματίζων τοὺς ἀοράτους, ἀθλητὰ ἔνδοξε, τῶν παθῶν τοῦ Χριστοῦ κοινωνέ, Ἀγγέλων σύσκηνε, Μαρτύρων κλέος. Χαίρων ὑπέστης σοφέ, μολύβδου βαρείας πυρακτώσεις, κατὰ τῆς θείας κάρας ἐπενεχθείσας σου, καὶ καταφλεγούσας ταύτην διόλου, ὥσπερ τις ἄσαρκος, Ἀγαθάγγελε στρατιῶτα Χριστοῦ· ὅθεν πίστει σε δοξολογοῦμεν.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΛΗΜΕΝΤΟΣ ΑΓΚΥΡΑΣ ΚΑΙ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΓΑΘΑΓΓΕΛΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου. Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου. Στίχοι Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων, Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα. Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ, Ἀγαθάγγελε, Κλήμη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου. Στίχοι Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου, Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου. Στίχοι Γλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων, Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ. Στίχοι Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου, Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ λάκκῳ ἐμβληθέντες τελειοῦνται. Στίχοι Ἔνδον βόθρου χωροῦσι Μάρτυρες δύω, Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον. ...

ΤΟΝ ΓΕΝΝΑΙΟΝ ΑΘΛΗΤΗΝ ΑΝΑΣΤΑΣΙΟΝ, ΤΟΝ ΥΠΕΡ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ

Τὸν γενναῖον Ἀθλητὴν Ἀναστάσιον, τὸν ὑπὲρ τῆς εὐσεβείας, καλῶς ἀγωνισάμενον, δεῦτε λαοὶ ὑμνήσωμεν λέγοντες. Χαίροις, ὁ στερρὸς τῆς Πίστεως πρόμαχος, κατὰ τοὺς Προφήτας καὶ Ἀποστόλους. Χαίροις, ὁ τὸν Χριστὸν ἔχων ἐν σεαυτῷ , μιμησάμενος ἔργῳ τὸν Παῦλον. Χαίροις, ὁ τῶν καμνόντων ἀχείμαστος λιμήν. Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης ἀγαλλίαμα.

ΓΗΘΕΝ ΣΥ ΠΡΟΣ ΟΥΡΑΝΟΥΣ...

Γῆθεν σὺ πρὸς οὐρανούς στεφανηφόρος, Ἀναστάσιε Μάρτυς ἀνέπτης, τὴν ἀπάτην ἅπασαν, τῶν δαιμόνων διεκφυγὼν καὶ πατήσας τῶν εἰδώλων τὰ σεβάσματα· διὸ καὶ κραυγάζεις νῦν γηθόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ἔβαψας μαρτυρικῶς σου ἐξ αἱμάτων, τὴν σὴν χλαῖναν πονόβλιε Μάρτυς, τὸ Σταυροῦ δὲ σύμβολον, σκῆπτρον φέρων σὺ τῷ Χριστῷ , βασιλεύεις εἰς αἰῶνας Ἀναστάσιε· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ΤΟΝ ΘΕΙΟΝ ΜΑΘΗΤΗΝ, ΚΑΙ ΣΥΝΕΚΔΗΜΟΝ

Τὸν θεῖον Μαθητήν, καὶ συνέκδημον Παύλου, Τιμόθεον πιστοί, ἀνυμνήσωμεν πάντες, σὺν τούτῳ γεραίροντες, τὸν σοφὸν Ἀναστάσιον, τὸν ἐκλάμψαντα, ἐκ τῆς Περσίδος ὡς ἄστρον, καὶ ἐλαύνοντα, τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.

ΑΚΤΙΣΙ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΣΑΦΩΣ, ΣΥ ΚΑΤΑΛΑΜΠΟΜΕΝΟΣ, ΙΕΡΟΦΑΝΤΑ ΤΙΜΟΘΕΕ....

Ἀκτῖσι τοῦ Πνεύματος σαφῶς, σὺ καταλαμπόμενος, ἱεροφάντα Τιμόθεε, ἀριδηλότατος, ὡς φωστὴρ ἐδείχθης διατρέχων ἅπασαν, τὴν γῆν καὶ καταυγάζων τῇ χάριτι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Θεόφρον Τιμόθεε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, καὶ θεοφρόνως ἐπότισας Θεοῦ ἐπίγνωσιν, τοὺς θερμῶς ποθοῦντας, τὸν Χριστὸν μιμούμενος· ᾧ νῦν χαρμονικῶς προσεχώρησας, δόξαν θεώμενος, τῆς Τριάδος τὴν ὑπέρφωτον, καὶ εἰρήνην, τὴν ἀπειροδύναμον. Θεόφρον Τιμόθεε πυκναῖς, ἀρρωστίαις σώματος, καὶ ἀσθενείαις ῥωννύμενος, τὸν νοῦν μακάριε, τὸ τῆς πλάνης κράτος, εὐχερῶς διέλυσας, Χριστοῦ τῇ δυναστείᾳ φραξάμενος, καὶ διεκήρυξας, ὑψηγόρως τὸ θειότατον, τῆς εἰρήνης, ἡμῖν Εὐαγγέλιον. Τοῦ κόσμου τὰ πέρατα τὰ σά, νῦν ἐξᾴδει θαύματα, θαυματουργὲ Ἀναστάσιε· θαυματουργίαις γάρ, ἀμειβόμενός σε, ὁ Χριστὸς ἐκόσμησε, βασάνους δι' αὐτὸν ὑπομείναντα, καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος. Μαρτύρων τὸ καύχημα λαμπρά, ἀναστήσας τρόπαια, κατὰ τῆς πλάνης ...

ΚΗΤΩΑΣ ΚΟΙΛΙΑΣ ΜΕ, ΤΗΣ ΠΟΝΗΡΑΣ ΑΜΑΡΤΙΑΣ...

Κητῴας κοιλίας με, τῆς πονηρᾶς ἁμαρτίας, ἐξάγαγε Δέσποινα, ἐν γαστρὶ χωρήσασα τὸν Ἀχώρητον· χαλεποῦ κλύδωνος, πειρασμῶν λύτρωσαι, καταιγίδος παραπτώσεων, Κόρη ἐξάρπασον, τῶν ἀνομιῶν μου ξηραίνουσα· τὸ πέλαγος καὶ παύουσα, τῆς δαιμονικῆς παρατάξεως, τὰς ἐπαναστάσεις, τῇ θείᾳ συμμαχίᾳ σου Ἁγνή, ὅπως ἀπαύστως δοξάζω σε, τὴν Ἀειμακάριστον.

ΘΑΥΜΑΤΟΣ ΥΠΕΡΦΥOYΣ

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας». Στάσεως Ἀγγελικῆς ἠξιωμένος, ἀνεδείχθης Τιμόθεε μάκαρ· οὐρανῶν τὰ Τάγματα, μυηθεὶς γὰρ ὑπερφυῶς, τὴν λαμπρότητα τὴν τούτων ἐμιμήσω σοφέ· μεθ’ ὧν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Δύναμιν ἐνδεδυμένος οὐρανόθεν, ὡς Ἀπόστολος ὤφθης θεόφρον, τὴν ἐπιδημήσασαν, ξενοτρόπως τοῖς Μαθηταῖς, τοῖς τοῦ Λόγου αὐτόπταις ὧ Τιμόθεε· μεθ’ ὧν ἀναμέλπεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ἔστης τῆς ἐφέσεως σαφῶς παμμάκαρ, τὸ ἀκρότατον οἷά περ φθάσας, τῶν καλῶν Τιμόθεε, θεοκήρυξ διὰ παντὸς ἐλλαμπόμενος φωτὶ τῶ τῆς Τριάδος τρανῶς· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶν...

ΩΣ ΑΛΙΕΥΣ ΕΜΠΕΙΡΟΤΑΤΟΣ, ΤΑ ΤΗΣ ΧΑΡΙΤΟΣ...

Ὡς ἁλιεὺς ἐμπειρότατος, τὰ τῆς χάριτος ἥπλωσε δίκτυα Παῦλος ὁ μέγας Ἀπόστολος, καὶ τὸν θεηγόρον, ὥσπερ θήραμα ἅγιον, εἵλκυσε πρὶν Τιμόθεον· καὶ σὺν τούτῳ τὰ πέρατα περιερχόμενος, ἐκ τοῦ φάρυγγος εἵλκυσε τοῦ διαβόλου τοὺς δεξαμένους τῆς Πίστεως τὸν λόγον, ἐν οἷς ἦν καὶ ὁ γενναῖος Ἀναστάσιος· πιστεύσας γάρ, τῶν Περσῶν τὴν πλάνην κατέλιπε πᾶσαν, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ἐπ’ ὤμων ἐβάστασεν· ὅθεν χάριτι θείᾳ ἀπελαύνει τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΤΙΜΟΘΕΟΥ ΚΑΙ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΠΕΡΣΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Στίχοι Ἔρωτι θείων Τιμόθεος στεμμάτων, Τυφθεὶς βάκλοις, ἔβαψε γῆν ἐξ αἱμάτων. Εἰκάδι δευτερίῃ πνεῦμ’ ἤρθη Τιμοθέοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου. Στίχοι Ἀναστάσιος ἐν τραχήλῳ τὸν βρόχον, Ὡς λαμπρὸν ὅρμον ὡραΐζεται φέρων. Εἰκάδι δευτερίῃ Ἀναστάσιος βρόχον ἔτλη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Μανουήλ, Γεωργίου, Πέτρου, Λέοντος, Σιωνίου, Γαβριήλ, Ἰωάννου, Λέοντος, Παρόδου καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα ἑπτά. Στίχοι Ξίφος Μανουὴλ εἰς μέρη τέμνει δύω, Τιμῶντ’ ἀτμήτους οὐσίας Χριστοῦ δύω. Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας, Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν. Ἄρρητον εἶχε τὴν προθυμίαν Λέων, Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα. Δέος, ξίφους ταθέντος ἐγγὺς αὐχένων, Μακρὰν Γαβριήλ, καὶ...

Η ΔΑΜΑΛΙΣ Η ΑΣΠΙΛΟΣ, ΤΟΝ ΜΟΣΧΟΝ ΒΛΕΠΟΥΣΑ....ΠΑΜΦΙΛΤΑΤΕ....

Ἠ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς, Οἴμοι! ἀνεβόα ποθεινότατον, τέκνον· τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ Παμφίλτατε.

.... Ο ΦΘΟΓΓΟΣ ΤΩΝ ΚΑΤΟΡΘΩΜΑΤΩΝ ΣΟΥ...

Τὸν δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε, κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν, τὰ ἀπύλωτα στόματα, μονοθέλητον, μονενέργητον τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος. Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύρρον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν κακόφρονα, καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος δεινῶς, καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἱρομένην θείαν χεῖρα, δι’ ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα δόγματα. Ὀξυγράφου ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Πάτερ γλῶσσά σου, καλλιγραφοῦσα ἐν χάριτι, πλαξὶ καρδιῶν ἡμῶν, τόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύω οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος. Στιχηρὰ Προσόμοια τοῦ Μάρτυρος Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ Ὢ τοῦ παραδόξου θαύματος! Περιστερὰ ὁμιλεῖ, Νεοφύτῳ τῷ Μάρτυρι, ἀνθρωπίνῳ φθέγματι, ἐκ τῶν ἄνω φοιτήσασα· δι’ ἧς...

ΘΕΟΛΟΓΩΝ ΕΚΗΡΥΞΑΣ ΜΙΑΝ ΦΥΣΙΝ ΤΡΙΑΔΟΣ....

Θεολογῶν ἐκήρυξας μίαν φύσιν Τριάδος, καὶ μίαν Πάτερ θέλησιν, καὶ ἐνέργειαν μίαν· Θεοῦ δὲ τοῦ σαρκωθέντος, δύω φύσεις θελήσεις, καὶ ἐνεργείας Μάξιμε, πάνσοφε θεοφάντορ, ὁμολογῶν, θεομάχον αἵρεσιν καταστρέφεις· ὑφ' ὧν τὴν χεῖρα γλῶσσάν τε, ἐκτμηθεὶς Μάρτυς ὤφθης. Ἐπιφανεὶς Νεόφυτε, ἤγειρας παραδόξως, νεκρὰν τὴν σὲ κυήσασαν, θαῦμα μέγιστον δείξας, Χριστοῦ θεράπων ὡς μέγας· ᾧ καὶ νῦν στεφηφόρος, θεόφρον παριστάμενος, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, ἅγιε καὶ τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἀθλοφόρε καὶ Μάρτυς.

ΤΟ ΞΕΝΟΝ ΚΑΙ ΑΠΟΡΡΗΤΟΝ, ΤΟΥ ΑΧΡΑΝΤΟΥ ΣΟΥ ΤΟΚΟΥ

Τὸ ξένον καὶ ἀπόρρητον, τοῦ ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη· καὶ γὰρ Θεὸς ἐν μήτρᾳ σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης ὁ ἀπρόσιτος προσιτὸς μοι, ἑνώσας με θεότητι, τῇ αὐτοῦ παραδόξως.

ΦΙΛΟΣΟΦΙΑ ΚΟΣΜΗΣΑΣ ΤΟΝ ΒΙΟΝ ΣΟΥ....

Φιλοσοφίᾳ κοσμήσας τὸν βίον σου, θεοσοφίᾳ σαυτὸν κατελάμπρυνας, ὅθεν ἐν ἀμφοτέροις εὐδοκιμῶν, τῇ καλῇ ὁμολογίᾳ ἐπεσφράγισας ἀμφότερα, τρισόλβιε Μάξιμε. Παρρησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ, καὶ τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ. Στίχοι Ἄχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύεις Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως. Εἰκάδι πρώτῃ πότμος Μαξίμου ὄσσ’ ἐκάλυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου. Στίχοι Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ, Νέου φυτοῦ κάλλιστον οἷὰ περ θάλος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνὴμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου, Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου. Στίχοι Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου, ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος. Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα. Στίχοι Τὸν Εὐγένιον, καὶ συνάθλους τρεῖς ἅμα, Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ πρὸς θάλασσαν καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς. Στίχοι Ὑπὲρ νέον σοι μόσχον, ὡς Δαυὶδ λέγει Ἤ...

ΟΣΙΕ ΠΑΤΕΡ ΕΥΘΥΜΙΕ, ΚΑΤΑΛΙΠΩΝ ΤΑ ΕΝ ΓΗ....

Ὅσιε Πάτερ Εὐθύμιε, καταλιπὼν τὰ ἐν γῇ, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ μένοντα· καὶ ἐν ἐρήμῳ, ὥσπερ ἐν πόλει οἰκῶν, τάς τῶν δαιμόνων, φάλαγγας ὤλεσας. Ὢ τὶς ἰσχύσειεν, ἐξειπεῖν Ἀοίδιμε, τῆς σῆς ψυχῆς, ὄντως τὴν θερμότητα, τὴν πρὸς τὸν Κύριον! (Δίς) Ὅσιε Πάτερ Εὐθύμιε, σὺ ἀνεδείχθης κανών, Μοναζόντων καὶ καύχημα, ὀρθοδόξων ἥδυσμα, καὶ λαμπρὸς οἰκουμένης φωστήρ· τοῦ γὰρ δολίου ἐχθροῦ οὐκ ἔπτηξας, τάς ἐκφοβήσεις, ἐν τῷ σπηλαίῳ οἰκῶν. Ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ Μακάριε! δι᾿ οὗ σαφῶς, πᾶσαν κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν. Ὅσιε Πάτερ Εὐθύμιε, σὺ ἀληθῶς πρὸς Θεόν, τὴν ψυχὴν ἀνεπτέρωσας, καὶ ἀσκήσει Ἅγιε, τὰς αἰσθήσεις ἐκάθηρας· καὶ ταῖς ἀπαύστοις, εὐχαῖς πανόλβιε, τῆς ἀθανάτου ζωῆς ἠξίωσαι. Ὦ ἐγκαλλώπισμα, Ἀσκητῶν ἀοίδιμε, σὲ ὁ Χριστὸς χαίρων ὑπεδέξατο· εἰς τὰς ἀΰλους μονάς.

ΣΥΝΤΟΝΩΤΑΤΗ ΧΡΩΜΕΝΟΣ, ΕΓΚΡΑΤΕΙΑΣ ΠΑΝΟΒΛΙΕ

Συντονωτάτῃ χρώμενος, ἐγκρατείᾳ Πανόβλιε, πρὸς ὑψηλοτάτην, πολιτείαν ἔφθασας, δοχεῖον γενόμενος, χωρητικὸν τοῦ Πνεύματος, τοῦ ζωοποιοῦ, καὶ τῶν ἐκεῖθεν πλουσίως, βρυόντων χαρισμάτων, μελῳδῶν ἀνενδότως· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μεταναστεύων ἔφθασας, τῆς Σιὼν τὴν ἀκρόπολιν, εἰς τὰς αἰωνίους, δὲ μονὰς κατήντησας, καὶ κλῆρον οὐράνιον, ἐκ τῶν οἰκείων πόνων εὑρών, ταῖς Ἀγγελικαῖς, χοροστασίαις συμψάλλεις· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὁλολαμπὴς ὡς ἥλιος, τὰς ἐρήμους ἐφώτισας, τοὺς σκοτεινομόρφους, ἀπελάσας δαίμονας, καὶ στῦλος ὁλόφωτος, οὐρανομήκης γέγονας, θαυματοποιούς, μαρμαρυγὰς ἀποστίλβων, ἀπαύστως ἀνακράζων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἱερωτάταις πράξεσι, διὰ βίου κοσμούμενος, τὴν ἀρχικωτάτην, ἀρετὴν κατώρθωσας, δογμάτων ὀρθότητι, διαπρεπὴς γενόμενος, καὶ θεολογίας ἀκριβοῦς ὑποφήτης, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΩΣ ΟΡΘΡΟΣ ΑΝΕΤΕΙΛΑΣ

Ὥς ὄρθρος ἀνέτειλας, δικαιοσύνης Ἥλιον ἔχουσα, τὸν ἐκ σκότους τὸν κόσμον, τῆς ἀγνωσίας ἀνακαθαίροντα, θεογνωσίας ἀκτῖσιν, ᾧ ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΕΓΝΩΡΙΣΕ ΧΡΙΣΤΟΣ ΣΟΙ ΤΗΝ ΠΡΟΣ ΑΥΤΟΝ ...

Ἐγνώρισε Χριστὸς σοι τὴν πρὸς αὐτόν, πολυέραστον Πάτερ ἀνάλυσιν, ὥσπερ Μωσεῖ, πάλαι τῷ θεόπτῃ, οὗ μιμητής, δι᾿ ἀρετῆς γενόμενος, ῥήξας σὺ τὴν θάλασσαν τῶν παθῶν, διέβης ἀκωλύτως, πρὸς γῆν ἐπαγγελίας, τοὺς ἐναντίους τροπωσάμενος. Μετέστης ὡς, Ἠλίας ὁ ζηλωτής, ἀρετῶν ἐποχούμενος ἅρματι, πρὸς οὐρανόν, ὅπου τὸ πολίτευμα ἐμφανῶς, τὸ σὸν ἐγράφη Ὅσιε· καὶ νῦν τῷ Δεσπότῃ παρεστηκώς, μνημόνευε τῶν πίστει, τὴν μνήμην σου τελούντων, τὴν φωτοφόρον καὶ πανίερον. Ὁ βίος σου Παμμάκαρ Ἀγγελικός, ἡ ζωὴ δὲ Θεόφρον ὑπέρλαμπρος, ἡ δὲ ψυχή, φωτοειδεστάτη θεοειδής, καὶ εὐσεβὴς ἡ πίστις σου· θείων γὰρ δογμάτων ὑφηγητής, ἐγένου Θεοφόρε, καὶ κήρυξ Ὀρθοδόξου, διδασκαλίας ἐχρημάτισας. Ἱκέτην σε καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς Θεόφρον στηριζόμενος.