ΥΠΗΛΘΟΝ ΩΣ ΝΥΜΦΩΝΑ...
Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι᾿ εὐσέβειαν ποτέ, Παῖδες Ἅγιοι δειχθέντες σαφῶς, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».
Ἀδίκων Ἡγεμόνων, πρὸ βημάτων ἑστηκὼς Γρηγόριε, τοὺς αἱρετίζοντας πυρός, χαλεπώτερον φυσῶντας φορᾷ, εὐσεβείᾳ κατεπίμπρας τῇ Τριάδι βοῶν· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.
Τριάδος ἐπιπνοίᾳ, τὴν δογμάτων εὐσεβῶν Γρηγόριε, ἀνεπιθόλωτον πηγήν, ἐκ χειλέων ἀναβλύσας τῇ γῇ, ἀνθοφόρον τὴν τραχεῖαν ἄρδων ἔδειξας· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.