Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούνιος, 2021

LIVE 64 με τον π. Αντώνιο 27.06.21

Εικόνα

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον ἑορτάζομεν τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

 Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον ἑορτάζομεν τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. - Ζαχαρία, χόρευε σὺν τῇ συζύγῳ - Οὐ πολλὰ μὲν τίκτοντες, ἓν δὲ καὶ μέγα. - Πρόδρομον ἀμφὶ τετάρτην εἰκάδα γείνατο μήτηρ. Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Σήμερον τοῦ φωτὸς ὁ λύχνος, προοδοποιεῖται τὴν ἔλευσιν Θεοῦ τοῦ Λόγου ὡς ἀστὴρ φαεινός. Σήμερον Ζαχαρίας γλῶτταν ἐτράνωσε, σιωπὴν ἐξασκήσας, Ἀγγέλου προστάξαντος· ἔπρεπε γὰρ οὕτω, τὸν πατέρα τῆς φωνῆς, μὴ σιωπὴν φυλάττειν, προελθούσης ἐκ γαστρὸς στειρωτικῆς, καὶ παντὸς τοῦ κόσμου τὴν λύτρωσιν εὐαγγελιζομένης, ἐν παρρησίᾳ πολλῇ.

Οι προσευχές μας και ο νους μας είναι δίπλα στους Μητροπολίτες που δεκτηκαν την επίθεση με καυστικό υγρό.

Ευχομάστε και προσευχόμαστε για ανάρρωση των 7 αρχιερέων της Εκκλησίας, που δέκτηκαν την επίθεση με καυστικό υγρό. Μακάρι ο Αγιος Ονούφριος και η Αγία Παρασκευή με τις πρεσβείες τους στον Κυρίο να απαλύνουν τον πόνο των μητροπολιτών μας και με την δύναμη του Θεού να γίνουν γρήγορα καλά και να μην υποστουν βλάβη στην οραση τους. Δεν θα προβουμε σε κριτική του ανθρώπου που έκανε αυτή την αποτρόπαια πράξη, μονο θα προσευχηθούμε και για αυτόν οπως μας διδάσκει η Εκκλησία μας και όπως αρμόζει στους Χριστιανούς. Όμως θα πρέπει να επισημανθεί κάτι. Σαν κοινωνία, σαν οργανωμένη πολιτεία αλλα και γενικότερα σαν ανθρωπότητα (αφού οι συναλλαγές γίνονται πλέον και διαδικτυακά και οι αγορές μπορουν να γίνουν σε οποιοδήποτε και απο οποιοδήποτε μέρος του πλανήτη) θα πρέπει κατα τη γνώμη μου να επαναπροσδιοριστούν κάποια πράγματα. Δεν θεωρείται συνετο να επιτρέπεται η αγοροπωλησία υλικών όπως το βιτριόλι με τόση ευκολία. Πως γίνεται σήμερα και με τόση εξαρση της εγκληματικότητας παγκοσμίως να πωλείται...

LIVE 63 | π. ΑΝΤΩΝΙΟΣ 20.06.21

Εικόνα

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐρρητόρευσε τὸν θεόγραφον νόμον· Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

 «Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐρρητόρευσε τὸν θεόγραφον νόμον· Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν». Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα. Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις. Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος, Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος, Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν. Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους, Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι, Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

 Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

 Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου, Δι' οὗ πονηρῶν πνευμάτων φροῦδα θράση. Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

 Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε, Κύριε. Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν ... Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα ...

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι.

Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας· ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.

Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

  Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης

  Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τοὺς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα.

  Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα. ·          Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος, ·          Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε.   Τῷ ἀπείρῳ ἐλέει σου, φωτοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.