Αναρτήσεις

Προβολή αναρτήσεων από Απρίλιος, 2011

ΕΣΦΡΑΓΙΣΜΕΝΟΥ ΤΟΥ ΜΝΗΜΑΤΟΣ

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΧΕΙΛΕΣΙ ΚΑΘΑΡΟΙΣ, ΥΜΝΕΙΤΕ

Χείλεσι καθαροῖς, ὑμνεῖτε σὺν Ἀγγέλοις, βροτοὶ τὸν ἀναστάντα, τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ὤφθης τοῖς Ἱεροῖς, σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων, δι' αὐτῶν ἐγκαινίζων, ἡμῖν τὸ θεῖον Πνεῦμά σου. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου. Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις, ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν. Νέμεις ὦ Λυτρωτά, εἰρήνην τῷ λαῷ σου, καὶ ὀφλημάτων λύσιν, πρεσβείαις τῆς πανάγνου, καὶ μόνης Θεομήτορος.

ΦΕΡΕΙ ΧΡΙΣΤΟΣ ΦΙΛΑΝΘΡΩΠΩΣ...

Φέρει Χριστὸς φιλανθρώπως, καὶ τὴν ψηλάφησιν, ὡς καὶ Σταυρὸν πρὸ ταύτης, καὶ τὸν ἄδικον φόνον, τάφου τριημέρως ἐξαναστάς, ἐσφραγισμένου τοῦ μνήματος, καὶ τῶν θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπιστὰς ὡς παντοδύναμος. Ἡ τοῦ Θωμᾶ ἀπιστία, τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμώνων, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν καὶ ποδῶν τολμηρότερον, ἐκψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι. Συνηθροισμένων τῷ φόβῳ, τῷ ἐκ τοῦ πάθους σου, τῶν Ἀποστόλων Λόγε, καὶ θυρῶν κεκλεισμένων, ἄφνω συνεισῆλθες, μέσον αὐτῶν, τὴν εἰρήνην δωρούμενος, καὶ τῷ Θωμᾷ προτεινόμενος ψηλαφᾶν, τοὺς σεπτοὺς πλευρᾶς σου μώλωπας. Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

ΕΣΦΡΑΓΙΣΜΕΝΟΥ ΤΟΥ ΜΝΗΜΑΤΟΣ

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΜΕΤΑ ΤΗΝ ΕΓΕΡΣΙΝ ΣΟΥ ΚΥΡΙΕ...

Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

ΦΕΡΕΙ ΧΡΙΣΤΟΣ ΦΙΛΑΝΘΡΩΠΩΣ, ΚΑΙ ΤΗΝ ΨΗΛΑΦΗΣΙΝ

Φέρει Χριστὸς φιλανθρώπως, καὶ τὴν ψηλάφησιν, ὡς καὶ Σταυρὸν πρὸ ταύτης, καὶ τὸν ἄδικον φόνον, τάφου τριημέρως ἐξαναστάς, ἐσφραγισμένου τοῦ μνήματος, καὶ τῶν θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπιστὰς ὡς παντοδύναμος. Ἡ τοῦ Θωμᾶ ἀπιστία, τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμώνων, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν καὶ ποδῶν τολμηρότερον, ἐκψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι. Συνηθροισμένων τῷ φόβῳ, τῷ ἐκ τοῦ πάθους σου, τῶν Ἀποστόλων Λόγε, καὶ θυρῶν κεκλεισμένων, ἄφνω συνεισῆλθες, μέσον αὐτῶν, τὴν εἰρήνην δωρούμενος, καὶ τῷ Θωμᾷ προτεινόμενος ψηλαφᾶν, τοὺς σεπτοὺς πλευρᾶς σου μώλωπας.

ΧΕΙΛΕΣΙ ΚΑΘΑΡΟΙΣ, ΥΜΝΕΙΤΕ ΣΥΝ ΑΓΓΕΛΟΙΣ

Χείλεσι καθαροῖς, ὑμνεῖτε σὺν Ἀγγέλοις, βροτοὶ τὸν ἀναστάντα, τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ὤφθης τοῖς Ἱεροῖς, σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων, δι' αὐτῶν ἐγκαινίζων, ἡμῖν τὸ θεῖον Πνεῦμά σου. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου. Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις, ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

ΜΑΚΑΡ ΘΕΟΠΤΑ ΙΑΚΩΒΕ

Μάκαρ θεόπτα Ἰάκωβε, σὺ τὴν τοῦ Λόγου φωνήν, παραυτίκα δεξάμενος, πατρικῆς ἠλόγησας, θεραπείας καὶ σχέσεως· καταλιπὼν γάρ, βίου τὸν τάραχον, εἰς νοητήν δέ, μεταβὰς θάλασσαν, ταύτην ἐτάραξας, εὐσεβείας δόγμασι, καὶ ταῖς βρονταῖς, ταῖς ὑπερκοσμίοις σου, θεομακάριστε. Λόγον παμμάκαρ Ἰάκωβε, τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ αἰῶνος τοῦ μέλλοντος, θεραπεύων πράξεσιν, Ἰσραὴλ τὸν παμβέβηλον, πρωτοτοκίων ὄντως ἐστέρησας, ὡς τὴν κοιλίαν Θεὸν ἡγούμενον, ὃν καὶ ἐπτέρνισας, καὶ γυμνὸν ἀπέδειξας, τῆς πατρικῆς, σκέπης εὐλογίας τε, καὶ κλήρου ἄμοιρον. Ἄρχων κατεστάθης Ἔνδοξε, νῦν ἐπὶ πᾶσαν τὴν γῆν, περὶ σοῦ ὥσπερ γέγραπται, μαθητὴς γενόμενος, τοῦ τὰ πάντα ποιήσαντος, καὶ διὰ ζῆλον, σοῦ τὸν θερμότατον, ὑπὸ ἀνόμων, μαχαίρᾳ πάνσοφε, φόνον ὑπέμεινας, τῆς σεπτῆς τῶν δώδεκα, συμμαθητῶν, μάκαρ ὁμηγύρεως, προαναιρούμενος.

ΚΥΡΙΕ, ΕΙ ΚΑΙ ΚΡΙΤΗΡΙΩ ΠΑΡΕΣΤΗΣ ΥΠΟ ΠΙΛΑΤΟΥ

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ὑπὸ Πιλάτου κρινόμενος ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος. Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται σε ἐφύλαττον καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης, καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. Κύριε, ὅπλον κατὰ τοῦ Διαβόλου τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε. Διὰ τοῦτο προσκυνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν. Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν· ἀνέστη Θεὸς ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

ΦΩΝΗΣ ΘΕΪΚΗΣ, ΑΚΟΥΣΑΣ ΠΡΟΣΚΑΛΟΥΣΗΣ

Φωνῆς θεϊκῆς, ἀκούσας προσκαλούσης σε, ἀγάπην πατρός, παρεῖδες καὶ προσέδραμες, τῷ Χριστῷ Ἰάκωβε, μετὰ καὶ τοῦ συγγόνου σου ἔνδοξε, μεθ' οὗ καὶ ἠξιώθης ἰδεῖν, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

ΩΣ ΑΛΙΕΥΣ ΛΟΓΙΚΩΝ ΙΧΘΥΩΝ

Ὡς ἁλιεὺς λογικῶν ἰχθύων, τῷ δικτύῳ Τρισμάκαρ τῶν σεπτῶν εὐχῶν βυθοῦ πταισμάτων ἀνάγαγε τὴν ταπεινήν μου ψυχήν, τὴν πάλαι ὑφ' ἡδονῶν θηρευθεῖσαν τῶν τοῦ βίου ἵνα ἀκλινῶς διελθὼν τὸν ὑπόλοιπον χρόνον μου, ὑμνήσω τὸ ὄνομά σου, καὶ δοξάσω τὸν βίον τὸν ἄμεμπτον, ὃν ἐκτελέσας ἐπὶ τῆς γῆς, ἠξιώθης ἐπ' ὄρους θεάσασθαι, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΙΑΚΩΒΟΥ, ΑΔΕΛΦΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου, Ἰακώβου, ἀδελφοῦ Ἰωάννου τοῦ Θεολόγου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἰακώβου, ἀδελφοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου. Στίχοι Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη, Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους. Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἑνὶ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ. Στίχοι Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω, Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαξίμου. Στίχοι Μάξιμος εὑρὼν τὴν ξὶ συλλαβὴν μέσην, Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Στίχοι Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα, Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δονάτου, Ἐπισκόπου Εὐροίας. Στίχοι Τὶς μὴ Δονᾶτον δοξάσει ἐν τοῖς λόγοις, Ὃν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν. Ταῖς αὐτῶν ἁγίαις πρ...

ΕΣΠΕΡΙΝΟΝ ΥΜΝΟΝ, ΚΑΙ ΛΟΓΙΚΗΝ ΛΑΤΡΕΙΑΝ, ΣΟΙ ΧΡΙΣΤΕ ΠΡΟΣΦΕΡΟΜΕΝ...

Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς διὰ τῆς Ἀναστάσεως. Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Χαῖρε Σιὼν ἁγία, μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη ἄφεσιν ἁμαρτιῶν, διὰ τῆς Ἀναστάσεως. Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς ἀπειρογάμου σαρκωθεὶς βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως. Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος. Δόξα σοι Χριστὲ Σωτήρ, Υἱὲ Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ δοξάζομεν Κύριε, τὸν ἑκουσίως δι' ἡμᾶς Σταυρὸν ὑπομείναντα, καὶ σὲ προσκυνοῦμεν, Παντοδύναμε Σωτὴρ μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλ...

ΕΔΩΚΑΣ ΚΛΗΡΟΝΟΜΙΑΝ

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας.

Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΟΥΡΑΝΩΝ, ΔΙΑ ΦΙΛΑΝΘΡΩΠΙΑΝ....

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐκ Παρθένου γὰρ ἁγνῆς σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστὶν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΝΗΛΘΕΣ ΕΠΙ ΣΤΑΥΡΟΥ, ΙΗΣΟΥ, Ο ΚΑΤΑΒΑΣ ΕΞ ΟΥΡΑΝΟΥ

Ἀνῆλθες ἐπὶ Σταυροῦ, Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων ἀνάστασις, ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

ΤΩ ΤΟΥ ΧΡΙΣΤΟΥ... ΙΑΣΩΝ....ΣΩΣΙΠΑΤΡΕ....

Τῷ τοῦ Χριστοῦ, βήματι νῦν παριστάμενοι, μνείαν ἡμῶν Ἀπόστολοι, ποιεῖσθε πάντοτε, τῶν ὑμᾶς εὐφημούντων· ἐλάβετε γὰρ χάριν, πρεσβεύειν ὑπὲρ ἡμῶν. Δυὰς σεπτή, τῶν Ἀποστόλων αἰτήσασθε, Χριστὸν τον πανοικτίρμονα, χάριν δοθῆναί μοι, τοῦ ἡμᾶς εὐφημῆσαι, καὶ μέλψαι τοὺς ἀγῶνας, ὑμῶν πανόλβιοι. Μύσται Χριστοῦ, Ἰάσων ὦ Παμμακάριστε, καὶ πάνσοφε Σωσίπατρε, τοὺς τὴν σεπτὴν ὑμῶν, ἑορτάζοντας μνήμην, παντοίων ἐκ κινδύνων, ἀπολυτρώσασθε.

ΥΔΡΕΥΣΑΣΘΕ ΝΟΣΟΥΝΤΕΣ

Ὑδρεύσασθε νοσοῦντες ἰάματα· ἡ πάναγνος ῥέει γάρ, θείας ἐκ πηγῆς, τὸν γλυκασμὸν τὸν ἀληθῆ, τὸν χειμάρρουν τρυφῆς ὄντως βλύζουσα· διὸ καὶ πίστει κρουνούς, τοὺς ἀφθόνους ἀρυσώμεθα σύμπαντες. Ξενίζει τοὺς ἀκούοντας Δέσποινα, τὰ ξένα σου τέρατα, πάντας τοὺς πιστούς· τοὺς γὰρ ἀλάλους καὶ κωφούς, ὡς εὐλάλους δεικνύει τὸ ὕδωρ σου, τοὺς πάσχοντάς τε δεινῶς θεραπεύει, καὶ ἴασιν χαρίζεται. Ἀνάγεις ἐκ καμίνου τῶν θλίψεων, δροσίζουσα νάμασι, ξένης ἐκ Πηγῆς, τοὺς προσιόντάς σοι Σεμνή· φαγεδαίνης λυτροῦται γὰρ ἄνθρωπος, καὶ λώβης, τὸν δὲ λεπρόν θεραπεύεις καὶ ἄνθρακας κατέσβεσας. Νεάνιδες καὶ κόραι τὴν Δέσποιναν καὶ σύμπαντες ἄνθρωποι, πίστει ἐκ ψυχῆς ἀνευφημήσωμεν λαμπρῶς· διατρήσεις γὰρ ἥλων, ὑέλωπας, καὶ ἕλκη τὰ πονηρὰ καὶ ὀγκώσεις, καὶ παράλυτον ἰάσατο.

Ο ΠΑΙΔΑΣ ΕΚ ΚΑΜΙΝΟΥ

«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος». Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο. Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

ΑΠΟΣΤΟΛΟΙ ΘΕΗΓΟΡΟΙ

Ἀπόστολοι θεηγόροι, καὶ κήρυκες εὐσεβείας, διδάσκαλοι καὶ προστάται εὐσεβούντων ἀεισέβαστοι, παρεστηκότες Θεῷ, καὶ φωτὸς θείου πληρούμενοι, καὶ στεφάνοις ἐγκοσμούμενοι, φωτίσατε ἡμᾶς δεόμεθα, γεραίρειν τὴν ὑμῶν πανέορτον πανήγυριν, ἐν εὐφήμοις ὑμνῳδίαις εὐσεβῶς· πάντες γὰρ ἐσμεν ποίμνιον ὑμῶν, λυτρωθέντες τῆς πλάνης ἐν χάριτι, ἀλλ' ὡς ὄντες σωτῆρες τῶν πιστῶν, σπεύσατε πρὸς τὸν Κτίστην, πρεσβεύειν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΠΛΟΜ ΣΕ ΟΙ ΘΕΗΓΟΡΟΙ

Ὅπλον σε οἱ θεηγόροι, Ἀπόστολοι κεκτημένοι, τὴν τῶν ἐναντίων εὐσθενῶς, παράταξιν ἔτρεψαν, ὡς ἄριστοι, στρατιῶταί σου Λόγε. Ἐκράτυναν τὴν Ἐκκλησίαν, Σωσίπατρος καὶ Ἰάσων, ἱερολογίαις ἱεραῖς, ὡς ἔνθεοι ῥήτορες καὶ κήρυκες, καὶ Θεοῦ Ἱεράρχαι. Ἐκύκλωσαν ἡμᾶς ἀνάγκαι, καὶ θλίψεις δι' ἁμαρτίαν, ἀλλὰ παρακλήσεσι σεπταῖς, τῶν Ἀποστόλων σου, ἐλέησον ὁ Θεὸς τοὺς σοὺς δούλους.

ΕΠΙ ΤΗΣ ΘΕΙΑΣ ΦΥΛΑΚΗΣ

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος

ΕΞ ΑΚΕΝΩΤΟΥ ΣΟΥ ΠΗΓΗΣ ΘΕΟΧΑΡΙΤΩΤΕ ΕΠΙΒΡΑΒΕΥΕΙΣ ΜΟΙ ΠΗΓΑΖΟΥΣΑ...

Ἐξ ἀκενώτου σου Πηγῆς θεοχαρίτωτε ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.

ΚΑΤΗΛΘΕΣ ΕΝ ΤΟΙΣ ΚΑΤΩΤΑΤΟΙΣ ΤΗΣ ΓΗΣ

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου

ΑΧΡΑΝΤΕ ΘΕΟΤΟΚΕ, Η ΤΕΚΟΥΣΑ ΑΡΡΗΤΩΣ

Ἄχραντε Θεοτόκε, ἡ τεκοῦσα ἀρρήτως, Πατρὸς τὸν προαιώνιον Λόγον πλάτυνόν μου τὸ στόμα σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ πηγῇ σου ταῦτα. Χαῖρε πηγή, χαρμονῆς ἀλλήκτου, χαῖρε ῥοή, καλλονῆς ἀρρήτου. Χαῖρε, νοσημάτων παντοίων κατάλυσις, χαῖρε, παθημάτων ποικίλων κατάκλυσις. Χαῖρε ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς, χαῖρε ὕδωρ χαριέστατον τοῖς νοσοῦσι πολλαπλῶς. Χαῖρε νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον, χαῖρε κρᾶμα καρδίας, ἀμβροσίαν προρρέον. Χαῖρε κρατὴρ τοῦ μάννα ζωήρρυτε, χαῖρε λουτὴρ καὶ νέκταρ θεόρρευστε. Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσα·χαῖρε, φλογμὸν ἀρρωστίας σβεννῦσα. Χαῖρε ὕδωρ σωτήριον.

ΥΠΕΡ ΤΗΝ ΨΑΜΜΟΝ ΑΛΗΘΩΣ, ΚΑΙ ΤΑΣ ΣΤΑΓΟΝΑΣ ΥΕΤΩΝ

Ὑπὲρ τὴν ψάμμον ἀληθῶς, καὶ τὰς σταγόνας ὑετῶν, πέφυκε Παρθένε τὰ πλήθη τῆς Πηγῆς τῶν ἔργων σου, ἀκαταπαύστως ῥέοντα, ἅπασαν ἐπὶ χθόνα πλουσίως πάντα νοσοῦντα δεινῶς, τάχος ἰώμενα. Κατασχεθέντα γυναικός, ὑπὸ καρκίνου τὸν μαζόν, ὕδωρ ἐπιχεῖται Παρθένε, τῆς Πηγῆς σου Δέσποινα, καὶ παραυτίκα πέπαυται, πάθη θανατηφόρα τῷ ῥείθρῳ, καὶ ὁ καρκίνος ὀρθὰ βαίνειν ἐγνώρισεν. Ἀκατανόητον ἐν σοί, καὶ ὑπὲρ φύσιν τὸ πραχθέν, ἔνεστι σαφῶς Θεοτόκε· τὸ γὰρ ὕδωρ γίνεται, τὸ τῆς Πηγῆς σου ἴαμα, νόσων θανατηφόρων ἐναντίον, ὅπερ ἡ φύσις, σαφῶς οἶδεν οὐδέποτε. Ἀεὶ θανατοῖ με ὁ ἐχθρός, ταῖς ἐνηδόνοις προσβολαῖς, Δέσποινα Πηγὴ Θεοτόκε μὴ παρίδῃς, πρόφθασον, ἡ ταχινὴ βοήθεια, τούτου δὲ τῶν παγίδων με λύτρου, ἵνα ὑμνῶ σε ἀεὶ τὴν πολυύμνητον.

ΦΩΤΕΙΝΟΝ ΣΕ ΑΓΙΟΝ ΝΑΟΝ, ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΤΩΝ ΟΛΩΝ ΚΟΡΗ ΕΠΙΣΤΑΜΑΙ

Φωτεινόν σε ἅγιον ναόν, τοῦ Δεσπότου τῶν ὅλων Κόρη ἐπίσταμαι, καὶ ἀφθαρσίας πηγήν, τὸ ὕδωρ προρρέουσαν Χριστόν, ἐξ οὗ ποτιζόμεθα. Ὅσην χάριν Δέσποινα Πηγή, Αὐτοκράτορι δίδως οὔρων τὴν πρόοδον ἐπεχομένην δεινῶς, τοῦ λίθου ὑπόστασιν φρικτήν, τῷ ὕδατι λύσασαν. Ῥέει χάρις ἄφθονος ἐκ σοῦ, Θεοτόκε Παρθένε χύδην πηγάζουσα χωλοὶ σκιρτῶσιν ἐν σοί, λεπρῶν καθαρίζεται πληθύς, καὶ Δαίμονες πνίγονται. Ὅλοις νέμεις ἴασιν πιστοῖς, βασιλεῦσι, δημόταις, καὶ πένησιν, ἄρχουσι, πτωχοῖς, πλουσίοις κοινῶς, τὸ ὕδωρ προχέουσα Πηγή, ἀποίκιλον φάρμακον.

ΑΓΙΟΥ ΙΑΣΟΝΟΣ ΚΑΙ ΣΩΣΙΠΑΤΡΟΥ ΤΩΝ ΙΣΑΠΟΣΤΟΛΩΝ

Εικόνα
Όταν στην νήσο Κέρκυρα εβασίλευε ο ηγεμόνας Κερκυλίνος, Ρωμαίος τοποτηρητής, ο Χριστιανισμός στο νησί αυτό περνούσε τρομερό διωγμό από τους ειδωλολάτρες Ρωμαίους. Πολλοί τότε, επότισαν με το άγιο αίμα τους το δένδρο της πίστεως, γιατί έμειναν σταθεροί εις την λατρεία του Κυρίου ημών Ιησού Χριστού. Τα χρόνια, λοιπόν, εκείνα, υπήρχαν στο νησί δυο φλογεροί μαθηταί του Αποστόλου Παύλου, ο Ιάσων και ο Σωσίπατρος. Ο Ιάσων ήταν Έλλην από την θεσσαλονίκη. Ο Σωσίπατρος καταγόταν από τη Βέρροια. Αι Πράξεις των Αποστόλων τον ονομάζουν «Σώπατρον Βερροιαίον». Τους δυο αυτούς Χριστιανούς, ο Παύλος τους έκανε μαθητάς του στη Θεσσαλονίκη. Ο μέγας αυτός διδάσκαλος της Οικουμένης, το στόμα του Χριστού, το σκεύος της εκλογής και ο περίλαμπρος Μάρτυς της θρησκείας μας, διατρέχοντας όλη τη γνωστή τότε Οικουμένη και κηρύσσοντας τον λόγο του θεού στους ανθρώπους, έφθασε και στην θεσαλονίκη. Εκεί είχε έλθει ο Ιάσων και ο Σωσίπατρος από την Αχαΐα για διάφορες δουλειές τους. Αφού άκουσαν τόν Απόστολο Παύλο να τ...

ΕΠΙ ΤΗΣ ΘΕΙΑΣ ΦΥΛΑΚΗΣ Ο ΘΕΗΓΟΡΟΣ....

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται. Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος. Ὁ Θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

ΕΙ ΚΑΙ ΕΝ ΤΑΦΩ ΚΑΤΗΛΘΕΣ ΑΘΑΝΑΤΕ

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος. Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

ΔΕΥΤΕ ΠΟΜΑ ΠΙΩΜΕΝ ΚΑΙΝΟΝ... ΧΘΕΣ ΣΥΝΕΘΑΠΤΟΜΗΝ

«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα». Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται. Χθὲς συνεθαπτόμην σοι Χριστὲ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ ΛΑΜΠΡΥΝΘΩΜΕΝ ΛΑΟΙ... ΕΠΙΝΙΚΙΟΝ ΑΔΟΝΤΑΣ

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.

ΟΡΘΡΙΣΩΜΕΝ ΟΡΘΡΟΥ ΒΑΘΕΟΣ

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα

ΑΝΑΣΤΑΣΙΝ ΧΡΙΣΤΟΥ ΘΕΑΣΑΜΕΝΟΙ, ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ ΑΓΙΟΝ, ΚΥΡΙΟΝ, ΙΗΣΟΥΝ ΤΟΝ ΜΟΝΟΝ ΑΝΑΜΑΡΤΗΤΟΝ...

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. καί, Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΛΑΛΟΥΜΕΝΑ ΚΟΡΗ ΠΑΡΘΕΝΕ...

Λαλούμενα Κόρη Παρθένε, τὰ τῆς Πηγῆς σου τῷ ὄντι τεράστια, καταπλήττει τῶν βροτῶν διάνοιαν· ὑπὲρ γὰρ φύσιν πέφυκε, πάντας πιστοὺς ἁγιάζοντα. Ἱστόρησε πόκος τὸ Μάννα, καὶ Σιλωὰμ καὶ ἡ πέτρα πηγάζουσα, Σολομῶντος ἡ στοὰ τὴν χάριν σου, τὰ Ἰορδάνεια νάματα, καὶ ἡ πηγὴ Σαμαρείτιδος. Σταγόνες σου Κόρη Παρθένε, αἱ τῆς Πηγῆς καὶ νεκρὸν ἀνεζώωσαν, ὑπὲρ λόγον τὸ πραχθὲν καὶ ἔννοιαν! τὰ σὰ γὰρ πάντα πάναγνε, λόγον νικᾷ τὸν ἀνθρώπινον. Τὰ πάθη μου Κόρη ἰάσαις, τῆς αἱμορροίας πηγὴν ἡ ξηράνασα, καὶ τὸ ῥῖγος, τῆς φλογὸς τὴν ἄναψιν, καὶ ἑκτικὴν διάθεσιν, οὔρων δεσμὰ καὶ γαστρόρροιαν.

ΔΕΥΤΕ ΠΟΜΑ ΠΙΩΜΕΝ ΚΑΙΝΟΝ...

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθᾳ

ΟΙ ΛΟΓΟΙ ΤΟΥ ΛΟΓΟΥ ΩΣ ΟΝΤΩΣ ΠΗΓΗΝ, ΑΝΥΜΝΟΥΣΙ

Οἱ λόγοι τοῦ λόγου ὡς ὄντως πηγήν, ἀνυμνοῦσί σε Ἁγνή· τῆς σοφίας βυθὸν γάρ, ὡς ὑπὲρ λόγον γεννᾷς, τὸν κρεμάσαντα, ἐν αἰθέρι τὰς ῥοάς, καὶ τὴν γῆν ἐπὶ ὕδωρ. Ὑπῆλθες τὴν τῶν κλιμάκων φοράν, ἀπειλοῦσαν συντριβήν, τοὺς ἐκεῖσε ζωγράφους, ὦ παναγία Πηγή, διασώσασα, καὶ λαὸν ὑπὸ σεισμοῦ, πεπτωκότος τοῦ δόμου. Τὰς μήτρας ἀγόνους στειρώσει τὸ πρίν, διαλύεις ἐμφανῶς, τῆς Πηγῆς σου τῷ ῥείθρῳ· καὶ γὰρ ὡς τέξασα σὺ παρθενεύουσα, τὸν Δεσπότην τοῦ παντός, καὶ τοὺς τόκους βραβεύεις. Οὐ λόγος, οὐ νοῦς, οὐδὲ γλῶττα τὸν σὸν ἐξισχύουσιν Ἁγνή, τοκετὸν εὐφημῆσαι ἀλλ' ἀσθενοῦσιν ἐν σοί, καὶ ἐλέγχεται, φιλοσόφων τὸ σεμνὸν καὶ ῥητόρων κομψότης.

ΠΑΝΤΑ ΚΑΤΕΛΙΠΕΤΕ....

Πάντα κατελίπετε τερπνά, Χριστὸν ἀγαπήσαντες, οὗ τὰς ψυχὰς ἐκολλήθητε, ὀπίσω ἔνδοξοι, ἴχνεσί τε τούτου, πίστει προσηνέχθητε Ἰάσων καὶ Σωσίπατρε πάνσοφοι, ᾧ καὶ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἰάσων Σωσίπατρε ψυχήν, τὴν ἐμὴν φωτίσατε, ἐσκοτισμένην ταῖς πάθεσιν, οἱ τὸν περίγειον, διδαχαῖς ἐνθέοις, κόσμον καταλάμψαντες, καὶ σκότος τῶν εἰδώλων μειώσαντες, καὶ προσενέγκαντες, γένος ἅπαν τὸ ἀνθρώπινον, σεσωσμένον, Χριστῷ τῷ Θεῷ ἡμῶν. Χριστὸς ὁ Θεὸς ὑμᾶς σοφοί, Ἰάσων Σωσίπατρε, τοὺς πλανωμένους ἀπέστειλεν, ἀνακαλέσασθαι, καὶ πρὸς σωτηρίαν, πάντας καθωδήγησεν, ὑμῶν ταῖς θεοσόφοις διδάγμασιν, ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΤΗΝ ΑΕΝΑΟΝ ΚΡΗΝΗΝ ΚΑΙ ΖΩΗΡΑΝ

Τὴν ἀέναον κρήνην καὶ ζωηράν, τὴν πηγάζουσαν ῥεῖθρα θείαν Πηγήν, συμφώνως αἰνέσωμεν, οἱ τὴν χάριν αἰτούμενοι· καθ' ἑκάστην βρύει, καὶ γὰρ τὰ ἰάματα, ὡς ποταμῶν τὰ ῥεύματα, δεικνῦσα ἐλάχιστα. Ὅθεν κατὰ χρέος προσιόντες ἐν πόθῳ, πιστῶς ἀρυσώμεθα, ἐκ Πηγῆς ἀνεξάντλητον, ῥῶσιν ὄντως ἀθάνατον, δροσίζουσαν σαφῶς τῶν εὐσεβῶν, τὰς καρδίας, καὶ χείλεσιν ἐκβοήσωμεν. Σὺ εἶ τῶν πιστῶν τὸ παραμύθιον.

ΝΥΝ ΠΗΓΑΣΑΙΣ ΜΟΙ ΠΑΡΘΕΝΕ...

Νῦν πηγάσαις μοι Παρθένε, Θεοτόκε Πηγή, χάριν διδοῦσα λόγου, ὡς ἀνυμνήσω σου πηγήν, τὴν βλυστάνουσαν ζωήν, καὶ χάριν πιστοῖς· σὺ γὰρ ἐνυπόστατον Λόγον ἐπήγασας. Ἰατρεῖον ὑπὲρ φύσιν, ὁ ναός σου σεμνή, δείκνυται πᾶσι Κόρη· ἐκ γὰρ θανάτου προφανοῦς τοὺς προστρέχοντας πιστούς, σαφῶς ἀνιστᾷ, καὶ πᾶσι τὴν ἄφθονον, ἀναβλύζει γλυκύτητα. Καταρρέεις οὐρανόθεν ἀκενώτως ἡμῖν, χάριτας ὄντως μόνη· τὸν γὰρ τυφλώττοντα ποιεῖς, ἀναβλέπειν πρὸς τὸ φῶς, βορβόρῳ καινῷ, φωνήσασα ἄνωθεν, ὑπὲρ ἔννοιαν τῷ Λέοντι. Ἡ κοινὴ φιλοτιμία, τοῦ βροτείου σεμνή, Χαῖρε Μαρία, Χαῖρε· ὁ γὰρ τῶν ὅλων ποιητής, ἐπὶ σοὶ ὥς περ σταγών, κατέβη σαφῶς, Πηγήν σε ἀθάνατον, ἀναδείξας Θεόνυμφε.

ΚΑΤΗΛΘΕΣ ΕΝ ΤΟΙΣ

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου». Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας. Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

ΤΑΙΣ ΔΟΓΜΑΣΙ

Ταῖς δόγμασι τοῦ Παύλου καταυγασθέντες, γεγόνατε φωστῆρες τῆς οἰκουμένης, τρισμακάριοι· καταυγάζετε γὰρ ἀεὶ κόσμον θαύμασιν, Ἰάσων, ἡ πηγὴ τῶν ἰαμάτων, Σωσίπατρε, Χριστοῦ Μαρτύρων κλέος, Ἀπόστολοι θεοφόροι, προστάται τῶν ἐν ἀνάγκαις, καθικετεύσατε Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ ΛΑΜΠΡΥΝΘΩΜΕΝ ΛΑΟΙ, ΠΑΣΧΑ ΚΥΡΙΟΥ

«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας». Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΑΣΟΝΟΣ ΚΑΙ ΣΩΣΙΠΑΤΡΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἰάσονος καὶ Σωσιπάτρου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος καὶ Σωσιπάτρου. Στίχοι Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας, Ἀλλ' εὗρεν ἄλλην μὴ πέρας κεκτημένην. Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις Σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ. Εἰκάδι ἀμφ' ἐνάτῃ Ἰάσων ἀπεβήσατο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν, οἱ διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες τελειοῦνται. Στίχοι Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος, Πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλλίνου τοῦ Βασιλέως, ἥτις βέλεσι κατατρωθεῖσα τελειοῦται. Στίχοι Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη, Ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων. Στίχοι Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα, Ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζ...

ΟΡΘΡΙΣΩΜΕΝ ΟΡΘΡΟΥ

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον. Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

ΧΑΙΡΟΙΣ Η ΖΩΗΦΟΡΟΣ ΠΗΓΗ

Χαίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα, τῇ χύσει τῆς χάριτος, Σιλωὰμ ἐκ πέτρας ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς παράδοξον, Ἰορδάνου τε δεξαμένη ἐνέργειαν, μάννα σωτηριῶδές τε ἐναργῶς τὸ γινόμενον πρὸς τοῦ ζητοῦντος τὴν χρείαν· πλούσιον ὄντως καὶ ἄφθονον, Χριστοῦ Μῆτερ Κόρη ἡ προχέουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ὕμνοις ἐν ἐξαισίοις, Πιστοὶ, τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόνα τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀρρεύστως ὑετίζουσαν, τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον, τὴν ἀμβροσίαν τοῦ νέκταρος τοῦ μηδέποτε μετὰ πόσιν ἐκρέοντος, δίψαν δὲ τὴν συντήκουσαν ψυχὰς ἀπελαύνοντος, οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἑπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον. Τοῦ ποταμοῦ τὰ ὁρμήματα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Χαίροις ἡ ζωοδόχος Πηγή, ἡ ἀενάως ἀναβλύζουσα χάριτας, ἡ βρύσις τῶν ἰαμάτων ἡ πᾶσαν νόσων ...

ΞΕΝΑ ΚΑΙ ΠΑΡΑΔΟΞΑ, ΤΩΝ ΟΥΡΑΝΩΝ Ο ΔΕΣΠΟΤΗΣ

Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προρρέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος. Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμόν ἀρυόμενοι, πάντοτε γλυκύρροον. Ῥεῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ Ἰάματα, τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι, χωλοὺς πολλοὺς ἀνώρθωσας καὶ τοὺς παρειμένους συνέσφιγξας, τὸν δὲ νεκρωθέντα, ἐζώωσας προ...
Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας. Στίχοι Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας, Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία. Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ. Στίχοι Σαρκὸς νεκρώσας Ἀβράμιε πᾶν μέλος, Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις. Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία, Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου. Στίχοι Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους, Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται. Στίχοι Σάββας κατ' ἄμφω κλήσεως μέρη Σάββας, Ὅθεν κατ' ἄμφω νύττεται λόγχαις μέρη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγί...

ΣΑΛΠΙΣΩΜΕΝ ΦΙΛΕΟΡΤΟΙ

Σαλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδασι καὶ χορεύσωμεν εὐφραινόμενοι, τοῖς ἀενάως πλημμυροῦσι τῆς ζωηφόρου Πηγῆς. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως· Βασιλεῖς γὰρ ἔσωσε, τοὺς ἐν κλίνῃ συσχεθέντας δέ, τῇ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ σύμπαντες, τὴν ὀμβροφόρον νεφέλην, τὸ σωτήριον συνελθόντες ἀρυσώμεθα, οἱ ἐν νόσοις ἀπαλλαγὴν, οἱ ἐν κινδύνοις τὴν ῥῶσιν, τὴν ἀναψυχὴν οἱ ἐν δίψει· τὰ ὄμματά τε οἱ τυφλοί, οἱ κωφεύοντες τήν εὐηκοΐαν, τὴν ἰατρείαν οἱ καχεκτοῦντες, οἱ ἐν θανάτοις τὴν ζωηφόρον, οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προρρέουσαν, ὕδατα σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράξωμεν· Ἀείζωα προχέουσα νάματα, ἐκ Πηγῆς ἁγνή, μὴ διαλίπῃς Παρθένε πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου.

ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΣΟΥ ΧΡΙΣΤΕ

Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσεν.

ΤΗΝ ΑΝΑΣΤΑΣΙΝ ΣΟΥ ΧΡΙΣΤΕ ΣΩΤΗΡ

Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

ΤΙΣ ΛΑΛΗΣΕΙ ΤΑΣ ΔΥΝΑΣΤΕΙΑΣ

Τίς λαλήσει τὰς δυναστείας σου Πηγὴ; ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων. Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πάσιν ἐπιρρέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις καθαρίζουσα πανάσπιλε, σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.

ΑΓΑΠΗΣΩ ΣΕ ΚΥΡΙΕ Η ΙΣΧΥΣ ΜΟΥ, ΚΥΡΙΟΣ ΣΤΕΡΕΩΜΑ

Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου. Ὁ Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ' αὐτόν. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου.

ΝΙΚΗΝ ΕΧΩΝ ΧΡΙΣΤΕ, ΤΗΝ ΚΑΤΑ ΤΟΥ ΑΔΟΥ

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος· ὁ πηγάζων ζωήν, ἐξ οἰκείου φωτός, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς. Σὲ Κύριε, τὸν ὄντα, ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ.... ΠΑΣΧΑ ΚΥΡΙΟΥ, ΠΑΣΧΑ

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ...

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΔΕΥΤΕ ΠΟΜΑ ΠΙΩΜΕΝ ΚΑΙΝΟΝ...

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται. Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

ΟΤΕ ΚΑΤΗΛΘΕΣ ΠΡΟΣ ΤΟΝ ΘΑΝΑΤΟΝ

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ο ΕΝ ΚΟΛΠΟΙΣ ΤΟΙΣ ΠΑΤΡΩΟΙΣ, ΑΧΩΡΙΣΤΩΣ ΚΑΘΗΜΕΝΟΣ

Ὁ ἐν κόλποις τοῖς πατρῴοις, ἀχωρίστως καθήμενος, σοῦ ἐν ταῖς ἀγκάλαις, κάθηται Παρθένε ὡς νήπιος, οὗ τὸ μακάριον πάθος εἰκονίζοντες, οἱ καλλίνικοι Παῖδες, ἀρίστως ἐνήθλησαν.

ΤΙΜΙΟΣ Ο ΘΑΝΑΤΟΣ ΕΔΕΙΧΘΗ

Τίμιος ὁ θάνατος ἐδείχθη, τῶν θείων Ἀθλοφόρων, σοῦ Θεὲ τῶν ὅλων ἐναντίον, οὓς περ σαφῶς, ἰατρεῖον ἄμισθον, τοῖς νοσοῦσιν ἐναπέδειξας. Ὑψώσαντες χεῖρας καὶ καρδίας, ὑψηλοτάτῃ γνώμῃ, πρὸς τὸν Ὕψιστον ἀνδρειοφρόνως, τοῦ πονηροῦ τὰς ἐπάρσεις Μάρτυρες, θεοφόροι κατερράξατε. Ῥείθροις τῶν σεπτῶν ὑμῶν αἱμάτων, εἰδωλικῆς ἀπάτης, ἐξηράνατε θάλασσαν ὄντως, καὶ τὴν Χριστοῦ, Ἐκκλησίαν Μάρτυρες, κατηρδεύσατε θεόφρονες.

ΕΚΣΤΗΘΙ ΦΡΙΤΤΩΝ ΟΥΡΑΝΕ

«Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾍδου ταμείων, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ· νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

ΝΕΚΡΟΙΣ ΞΟΑΝΟΙΣ, ΕΠΙΘΥΣΑΙ ΜΗΔΟΛΩΣ ΘΕΛΗΣΑΝΤΕΣ

Νεκροῖς ξοάνοις, ἐπιθῦσαι μηδόλως θελήσαντες, τῷ τυθέντι δι' ἡμᾶς, θυσία ζῶσα προσήχθητε, παῖδες ὡραιότατοι, Ἅγιοι Μάρτυρες. Νόμοις ἐνθέοις, δυναμούμενοι σθένει τοῦ Πνεύματος, ἀνομούντων τὰς βουλάς, καὶ τὰς ἐνέδρας καθείλετε· νομίμως δ' ἀθλήσαντες, δόξης ἐτύχετε. Ἀποσκοποῦντες, εἰς τὴν μέλλουσαν εὔκλειαν Μάρτυρες, τὴν φθαρτὴν καὶ γεηράν, τιμὴν ἐμφρόνως ἐλίπετε, καὶ δόξαν ἀθάνατον, ὄντως ἐλάβετε.

ΩΣΠΕΡ ΘΗΜΟΝΙΑ Η ΚΟΙΛΙΑ

Ὥσπερ θημονία ἡ κοιλία, σοῦ τῆς Ἁγνῆς ὡράθη, σῖτον φέρουσα ἀθανασίας, πάντων πιστῶν, τὰς ψυχὰς τὸν τρέφοντα, καὶ τοὺς Μάρτυρας εὐφραίνοντα.

ΚΥΡΙΕ, ΕΣΦΡΑΓΙΣΜΕΝΟΥ ΤΟΥ ΤΑΦΟΥ ΥΠΟ ΤΗΝ ΠΑΡΑΝΟΜΩΝ

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τὴν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς. Κύριε, αἱ γυναῖκες ἔδραμον, ἐπὶ τὸ μνῆμα τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες κ...

ΝΟΗΤΟΙ ΩΣ ΑΝΘΡΑΚΕΣ, ΑΝΑΨΑΝΤΕΣ...

Νοητοὶ ὡς ἄνθρακες, ἀνάψαντες Σοφοί, κατεφλέξατε ἀληθῶς, φρυγανώδη ἅπασαν, πλάνην μακάριοι, καὶ πυρὰν ἐσβέσατε, τῶν εἰδώλων δρόσῳ τοῦ Πνεύματος. Μερισμὸν ἐν σώμασιν, οὐκ ἔσχετε πολλοῖς, ἀμερίστου ὑπεραθλεῖν, Ἀθληταῖς Τριάδος κατεπειγόμενοι· ὅθεν διελύσατε, διαβόλου πᾶσαν φάλαγγα. Ἀνυμνείσθω σήμερον, Θέογνις Ἀρτεμᾶς, Ῥοῦφος Μάγνος τε ὁ κλεινός, εὐκλεὴς Φιλήμων τε καὶ ὁ Θεόδοτος, σὺν τῷ θαυμασίῳ τε, καὶ Ἀντίπατρος Θεόστιχος.

ΑΝΑΣΤΑΣ Ο ΙΗΣΟΥΣ ΑΠΟ ΤΟΥ ΤΑΦΟΥ ΚΑΘΩΣ ΠΡΟΕΙΠΕΝ

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος

ΦΟΡΕΣΑΣ ΕΚ ΣΟΥ Ο ΒΑΣΙΛΕΥΣ

Φορέσας ἐκ σοῦ ὁ Βασιλεὺς τοῦ σώματος, τὴν πορφύραν προελήλυθεν, ὅλος ὡραῖος ἐκ γαστρός σου, καὶ πάντας τοὺς ἐχθροὺς ἐτροπώσατο, καὶ νίκην Ἀθλοφόροις ἑβράβευσεν, ἄχραντε μόνη Ἀειπάρθενε.

... ΑΘΛΟΦΟΡΟΙ, ΚΑΙ ΝΕΟΘΥΤΑ ΣΦΑΓΙΑ, ΘΕΙΑΙ ΠΡΟΣΦΟΡΑΙ ΤΕ

Ἱερεῖα Ἄθλοφόροι, καὶ νεόθυτα σφάγια, θεῖαι προσφοραί τε, θύματα δεκτὰ προσηνέχθητε, τῷ ἑκουσίως τυθέντι, καὶ τὸν θάνατον, θανατώσαντι· ὅθεν ὑμᾶς μακαρίζομεν. Θαῦμα μέγιστον δεικνύντες, παρειμένας ἰάσασθε, Ἀθλοφόροι χεῖρας, καὶ δυσεντερίας ἐρρύσασθε, τὸν προσφυγόντα ἐκ πόθου τῇ σορῷ ὑμῶν, περιβόητον ἄνδρα, ποτὲ ἀξιάγαστοι. Μίαν γνώμην διαφόροις, ἐν τοῖς σώμασιν ἔχοντες, μαρτυρίου στέφος, ἅμα ἐκομίσασθε Μάρτυρες, ἐν οὐρανοῖς οὖν Κυρίῳ παριστάμενοι, καὶ πληρούμενοι δόξης, ἡμᾶς ἐποπτεύετε.

ΑΦΡΑΣΤΟΝ ΘΑΥΜΑ! Ο ΕΝ ΚΑΜΙΝΩ ΡΥΣΑΜΕΝΟΣ

«Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ». Τετρωται ᾍδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ. Ὄλβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ. Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφῳ κατάθεσιν, ἡ τῶν ὅλων δέχεται ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ. Μία ὑπῆρχεν, ἡ ἐν τῷ ᾍδῃ ἀχώριστος, καὶ ἐν τάφῳ, καὶ ἐν τῇ Ἐδέμ, Θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΣΟΦΙΣΘΕΝΤΕΣ ΤΗ ΓΝΩΣΕΙ ΤΗ ΘΕΪΚΗ, ΟΠΛΙΣΘΕΝΤΕΣ ΤΟΙΣ ΟΠΛΟΙΣ

Σοφισθέντες τῇ γνώσει τῇ θεϊκῇ, ὁπλισθέντες τοῖς ὅπλοις τοῖς νοητοῖς, ἐχθροῦ κατεβάλετε, παρατάξεις ἐν Πνεύματι, καὶ βίῳ καὶ τρόπῳ, θανέντες μετέβητε, πρός ζωὴν ἀγήρω, καὶ φῶς τὸ ἀνέσπερον· ὅθεν καὶ ἰάσεις, ἀναβλύζοντες πᾶσι, ἰᾶσθε νοσήματα, καὶ διώκετε πνεύματα, Ἀθλοφόροι ἐννάριθμοι· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

ΕΠΙ ΤΗΣ ΘΕΙΑΣ ΦΥΛΑΚΗΣ Ο ΘΕΗΓΟΡΟΣ ΑΒΒΑΚΟΥΜ

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος». Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται. Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος. Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

ΑΓΙΩΝ ΕΝΝΕΑ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΚΥΖΙΚΩ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων τῶν ἐν Κυζίκῳ. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων τῶν ἐν Κυζίκῳ, Θεόγνιδος, Ῥούφου, Ἀντιπάτρου, Θεοστίχου, Ἀρτεμᾶ, Μάγνου, Θεοδότου, Θαυμασίου καὶ Φιλήμονος. Στίχοι Εἰκὼν ἀΰλων Ταγμάτων τῶν ἐννέα, Οἱ τὰς κάρας τμηθέντες ἄνδρες ἐννέα. Εἰκάδι ὀγδοάτῃ βιότου λυγροῦ ἐννὲ᾽ ἀπῆραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ. Στίχοι Ὑπνοῖ τι μικρόν, ἁρπαγὴν τὴν ἐσχάτην, Τὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ, Μέμνων μένων. Διήγησις περὶ τοῦ γενομένου θαύματος ἐν Ἀφρικῇ, ἐν τῇ πόλει Καρθαγένῃ. Στίχοι Ἔκστηθι λάγνε, ὧδε μοιχείας βλέπων, Τὴν ἐκδίκησιν, καὶ μακρὰν ταύτης γίνου. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΕ ΤΟΝ ΣΑΡΚΩΘΕΝΤΑ ΣΩΤΗΡΑ ΧΡΙΣΤΟΝ...

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον, κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

ΕΝΩΤΙΣΑΙ, Ο ΘΕΟΣ, ΤΗΝ ΠΡΟΣΕΥΧΗ ΜΟΥ ΚΑΙ ΜΗ ΥΠΕΡΙΔΗΣ ΤΗΝ ΔΕΗΣΙΝ ΜΟΥ

Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα.

ΕΣΠΕΡΙΝΗΝ ΠΡΟΣΚΥΝΗΣΙΝ

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ φωτὶ τῷ ἐπὶ τέλει τῶν αἰώνων, ὡς ἐν ἐσόπτρῳ, διὰ σαρκὸς λάμψαντι τῷ κόσμῳ καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, Φωτοδότα Κύριε δόξα σοι. Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται. Χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσών, ἀνίσταται, Διάβολος κατήργηται. Οἱ τῆς κουστωδίας, ἐνηχοῦντο ὑπὸ τὴν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια καὶ εἴπατε, ὅτι ὑμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε; τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ; μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ; Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ λυτρωτὴς τοῦ κόσμου, καὶ παντοδύναμος.

ΔΙΑ ΤΟΥ ΤΙΜΙΟΥ....

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς ἐκ τῶν πυλῶν τοῦ θανάτου· Δοξάζομέν σε Μονογενές. Ὁ τὴν Ἀνάστασιν διδούς, τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε. Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

ΕΝ ΤΗ ΕΡΥΘΡΑ ΘΑΛΑΣΣΗ

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ ΕΚ ΝΕΚΡΩΝ, ΘΑΝΑΤΩ ΘΑΝΑΤΟΝ ΠΑΤΗΣΑΣ

Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος. ᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν ᾽Ανάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου· τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων. Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ῞ᾼδου κα...

ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ ΛΑΜΠΡΥΝΘΩΜΕΝ ΛΑΟΙ...

«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας». Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

ΚΥΡΙΕ, ΕΣΦΡΑΓΙΣΜΕΝΟΥ

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τὴν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς. Κύριε, αἱ γυναῖκες ἔδραμον, ἐπὶ τὸ μνῆμα τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες κ...

ΙΕΡΕΥΣ ΙΕΡΩΤΑΤΟΣ, ΑΘΛΗΤΗΣ ΕΝΝΟΜΩΤΑΤΟΣ, ΣΥΓΓΕΝΗΣ ΤΟΥ ΚΤΙΣΑΝΤΟΣ....

Ἱερεὺς ἱερώτατος, ἀθλητὴς ἐννομώτατος, συγγενὴς τοῦ κτίσαντος, ἀληθέστατος, θαυματουργὸς ὑπερθαύμαστος, φωστὴρ διαυγέστατος, πλανωμένων ὁδηγός, Συμεὼν ἀναδέδειξαι, στῦλος ἄσειστος, τῆς σεπτῆς Ἐκκλησίας καὶ τῆς ἄνω, βασιλείας κληρονόμος, καὶ τῶν Ἀγγέλων ἰσότιμος. Μετὰ πόνους τοῦ σώματος, πολυτρόπους θαυμάσιε, μετὰ πᾶσαν βάσανον, πολυώδυνον, μετὰ μυρία παλαίσματα, Σταυρῷ προσωμίλησας, ἐκμιμούμενος Χριστόν, σταυρωθέντα θελήματι· ὅθεν σήμερον, Συμεών σου τὴν μνήμην τὴν φωσφόρον, ἐκτελοῦντες τὰς αἰσθήσεις, τὰς ψυχικὰς φωτιζόμεθα. Εἰς ναὸν ἐπουράνιον, ἱερῶς προσεχώρησας, ἱερῷ σταζόμενος, μάκαρ αἵματι, καὶ τῇ Τριάδι παρίστασαι, πλουσίως λαμπόμενος, ταῖς ἐκεῖθεν ἀστραπταῖς, πηγαζούσαις πανόλβιε· ὅθεν χαίροντες, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦμεν, Συμεὼν ταῖς σαῖς πρεσβείαις, λύσιν πταισμάτων λαμβάνοντες.

ΧΡΙΣΤΟΥ ΣΕ ΣΥΓΓΕΝΗ, ΣΥΜΕΩΝ....

Χριστοῦ σε συγγενῆ, Συμεὼν Ἱεράρχα, καὶ Μάρτυρα στερρόν, ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην ὀλέσαντα, καὶ τὴν πίστιν τηρήσαντα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.

... ΣΙΜΩΝ ΣΥΜΕΩΝ ΔΙΠΛΗΝ ΤΗΝ ΚΛΙΣΗΝ

Ὡς στῦλος πυρὸς μάκαρ ὡράθης, λαοῦ προηγούμενος τοῦ νέου, ἐξ Αἰγύπτου τῆς πλάνης, καὶ πρὸς γῆν, ἐπαγγελίας τὴν θείαν Μάρτυς, τοῦτον εἰσάγων, ταῖς σαῖς ὄντως εἰσηγήσεσι. Σίμων Συμεὼν διπλῆν τὴν κλῆσιν, λαβών, τὸν διπλοῦν τῇ φύσει Λόγον, ἐναντίον ἀθέων τὸν αὐτόν, Θεὸν βροτόν τε ἀνακηρύττεις· ὅθεν σε πάντες, συνελθόντες μακαρίζομεν. Ἡ γῆ ἡγιάσθη τῇ ἀθλήσει, σοῦ Μάρτυς σταυρῷ προσηλωθέντος, αἱ ψυχαὶ δὲ δικαίων Συμεών, ἀγαλλιῶνται τῇ σῇ ἀνόδῳ· ὅθεν καὶ πάντες, οἱ πιστοὶ σε μακαρίζομεν.

ΤΗΣ ΑΝΩ ΣΙΩΝ, ΠΟΛΙΤΗΣ ΓΕΝΟΜΕΝΟΣ, ΤΗΣ ΚΑΤΩ ΣΙΩΝ

Τῆς ἄνω Σιών, πολίτης γενόμενος, τῆς κάτω Σιών, τὸν θρόνον ἐγκεχείρισαι, καὶ καλῶς τὸ ποίμνιον, ὁδηγήσας πρὸς μάνδραν οὐράνιον, ἐσταυρώθης Χριστῷ Συμεών, τὸ θεῖον πάθος αὐτοῦ μιμησάμενος.

ΤΟΝ ΕΚ ΓΕΝΟΥΣ ΑΒΡΑΑΜ, ΚΑΙ ΕΚ ΣΕΙΡΑΣ ΤΗΣ ΤΟΥ ΔΑΥΙΔ....

Τὸν ἐκ γένους Ἀβραάμ, καὶ ἐκ σειρᾶς τῆς τοῦ Δαυΐδ, τὸν υἱὸν τοῦ Ἰωσήφ, καὶ συγγενῆ τοῦ Ἰησοῦ, εὐφημήσωμεν σήμερον Συμεὼν τὸν τρισόλβιον, ὡς μεγάλως μέν τῇ ἀγχιστείᾳ Χριστοῦ κλεϊζόμενον, λαμπρῶς δὲ τῷ θρόνῳ τῆς μητρὸς τῶν Ἐκκλησιῶν ἀγλαϊζόμενον, εὐκλεῶς δὲ τῷ αἵματι τοῦ μαρτυρίου καλλυνόμενον· καὶ γὰρ οὗτος, ὡς ὁ Δεσπότης, τῷ σταυρῷ προσεπάγη, τὸ θεῖον πάθος αὐτοῦ μιμησάμενος.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΣΥΜΕΩΝ ΣΥΓΓΕΝΟΥΣ ΤΟΥ ΚΥΡΙΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, συγγενοῦς τοῦ Κυρίου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου. Στίχοι Ἀδελφὰ πάσχεις, Συμεών, τῷ Κυρίῳ, Ξύλῳ κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου. Ἐν ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῶν Καθαρῶν. Στίχοι Παθῶν καθαρθείς, ὦ Ἰωάννη Μάκαρ, Μονῆς προέστης τῶν Καθαρῶν εἰκότως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ τελειωθέντος. Στίχοι Σφαγεὶς Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις, 'Ὃς ἠγοράσθης αἵματι Χριστοῦ πάλαι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν εἰρήνῃ τελειωθέντος. Στίχοι Τὸν Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων, Θεοῦ ξενιστὴς Ἀβραὰμ ξενιζέτω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου, ὃς κατὰ γῆς συρόμενος τελειοῦται. Στίχοι Κονίεται τὸ σῶμα, Μάρτυς Λολλίων, Κόνιν φύρεσθαι τὴν...

Η ΔΙΑΡΡΗΞΗ ΤΩΝ ΔΕΣΜΩΝ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΜΕ ΤΗΝ ΕΞΑΝΤΛΗΤΙΚΗ ΕΡΓΑΣΙΑ

Ή διάρρηξη των δεσμών του ανθρώπου με την εξαντλητική εργασία και τον πλούτο, είναι δύσκολη υπόθεση στην πολυμέριμνη και καταναλωτική εποχή μας, αλλά μπορεί να γίνει πραγματικότητα με τη χάρη του Χριστού.

ΣΕ ΤΟΝ ΣΑΡΚΩΘΕΝΤΑ

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον, κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

ΕΝΩΤΙΣΑΙ, Ο ΘΕΟΣ...

Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα.

ΕΝ ΤΗ ΕΡΥΘΡΑ ΘΑΛΑΣΣΗ

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

ΚΥΡΙΕ, Ο ΤΟΝ ΑΔΗ ΣΚΥΛΕΥΣΑΣ, ΚΑΙ ΤΟΝ ΘΑΝΑΤΟΝ ΠΑΤΗΣΑΣ ΣΩΤΗΡ....

Κύριε, ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς.

ΔΙΑ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ ΣΤΑΥΡΟΥ

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς ἐκ τῶν πυλῶν τοῦ θανάτου· Δοξάζομέν σε Μονογενές. Ὁ τὴν Ἀνάστασιν διδούς, τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε. Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

... ΟΙ ΤΗΣ ΚΟΥΣΤΩΔΙΑΣ, ΕΝΗΧΟΥΝΤΩ ΥΠΟ ΤΗΝ ΠΑΡΑΝΟΜΩΝ,,, ΚΑΛΥΨΑΤΕ ΧΡΙΣΤΟΥ ΤΗΝ ΕΓΕΡΣΙΝ.....

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ φωτὶ τῷ ἐπὶ τέλει τῶν αἰώνων, ὡς ἐν ἐσόπτρῳ, διὰ σαρκὸς λάμψαντι τῷ κόσμῳ καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, Φωτοδότα Κύριε δόξα σοι. Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται. Χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσών, ἀνίσταται, Διάβολος κατήργηται. Οἱ τῆς κουστωδίας, ἐνηχοῦντο ὑπὸ τὴν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια καὶ εἴπατε, ὅτι ὑμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε; τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ; μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ; Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ λυτρωτὴς τοῦ κόσμου, καὶ παντοδύναμος.

ΜΑΡΚΟΝ ΤΟΝ ΘΕΟΠΤΗΝ ΕΥΦΗΜΩΝ

Μᾶρκον τὸν θεόπτην εὐφημῶν, ἐπικαλοῦμαι τὴν χάριν τοῦ Πνεύματος, ὅπως μοι ἐμπνεύσασα, φωτιστικῶς ἀπελάσῃ τὴν ἄγνοιαν, καὶ τὸν θεῖον πλοῦτον, τὸν τῆς σοφίας δωρήσηται. Σοῦ τὸν θεηγόρον φωτισμῷ, καταλαμπρύνας Σωτὴρ τῷ τῆς χάριτος, κόσμῳ ἐξαπέστειλας, Λόγε Θεοῦ τῶν ἀγαθῶν ὡς αἴτιος, σοῦ τὴν παρουσίαν, ἡμῖν εὐαγγελιζόμενον. Πέτρῳ τῷ σοφῷ μαθητευθείς, καὶ τὴν ἐκείνου πλουτήσας υἱότητα, Μᾶρκε παναοίδιμε, μυσταγωγὸς ἐδείχθης μυστηρίων Χριστοῦ, καὶ συγκληρονόμος, αὐτοῦ τῆς δόξης γεγένησαι.

ΜΑΡΚΕ ΠΑΜΜΑΚΑΡΙΣΤΕ ΤΡΥΦΗΣ

Μᾶρκε παμμακάριστε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, ὡς ἐξ Ἐδὲμ δὲ ἐξώρμησας, περιφανέστατος, ποταμὸς εἰρήνης, περικλύζων νάμασι, τοῦ Εὐαγγελικοῦ σου κηρύγματος, τῆς γῆς τὸ πρόσωπον, Ἐκκλησίας τὰ συστήματα, καταρδεύων, θεοπνεύστοις δόγμασι. Μᾶρκε παναοίδιμε Μωσῆς, Αἰγυπτίους πρώην μέν, ἐν τῇ θαλάσσῃ ἐβύθισεν, ἀλλὰ σὺ πάνσοφε, ἐκ θαλάσσης τούτους, τῆς πλάνης ἀνείλκυσας, δυνάμει τοῦ αὐτοῖς μετὰ σώματος, ἐπιδημήσαντος, καὶ τὰ τούτων χειροποίητα, καθελόντος, ὑψηλῷ βραχίονι. Ὦ Μᾶρκε πανίερε φωτί, ὁμιλῶν τοῦ Πνεύματος, πνευματικὸς ὅλος γέγονας, καὶ νῦν πανόλβιε, ταῖς πρὸς τὸν Δεσπότην, ἀνενδότοις νεύσεσι, καὶ μακαριωτάταις ἐλλάμψεσιν, θέσει θεούμενος, μυστηρίου τὸ κεφάλαιον, καὶ τὸ τέλος, εὗρες τὸ πολύευκτον.

Ο ΣΥΝΕΧΩΝ ΤΑ ΠΑΝΤΑ ΕΠΙ ΣΤΑΥΡΟΥ ΑΝΥΨΩΘΗ

Ὁ συνέχων τὰ πάντα ἐπὶ σταυροῦ ἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ Κτίσις, τοῦτον βλέπουσα κρεμάμενον γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, καὶ τὸ φέγγος οἱ ἀστέρες ἀπεβάλλοντο, ἡ γῆ δὲ σὺν πολλῷ τῷ φόβῳ συνεκλονεῖτο, ἡ θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διερρήγνυντο, μνημεῖα δὲ πολλὰ ἠνεῴχθησαν, καὶ σώματα ἡγέρθησαν ἁγίων Ἀνδρῶν. ᾍδης κάτω στενάζει, καὶ Ἰουδαῖοι σκέπτονται συκοφαντῆσαι Χριστοῦ τὴν Ἀνάστασιν, τὰ δὲ Γύναια κράζουσι· Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.

ΔΕΥΤΕ ΠΑΝΤΑ ΤΑ ΕΘΝΗ.... ΕΛΕΗΣΟΝ ΗΜΑΣ

Δεῦτε πάντα τὰ ἔθνη γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, αὐτὸν προσκυνήσωμεν. Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει, ἐλέησον ἡμᾶς. Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον, ἐλέησον ἡμᾶς.

ΑΙΜΑΤΩΝ ΒΑΦΑΙΣ....

Αἱμάτων βαφαῖς, ἐπιχρώσας σεαυτῷ πορφύραν Μάρτυς, καὶ ταύτην χαίρων ἀμπεχόμενος, καὶ τῇ χειρὶ τὸ σωτήριον, ὅπλον τοῦ Σταυροῦ περιφέρων, Βασιλεῦ παναοίδιμε, τῷ ἀθανάτῳ Βασιλεῖ, συμβασιλεύεις ἀεί. Τῇ ποίμνῃ τῇ σῇ, ἀπεδόθη τὸ καλῶς ἀθλῆσαν σῶμά σου, ἐκ θαλαττίων κόλπων πέλαγος, ἅμα πηγάζον ἰάσεων, καὶ τῶν παθημάτων ξηραῖνον, διεκχύσεις τῇ χάριτι, Ἱερομάρτυς Βασιλεῦ, τοῦ θείου Πνεύματος. Νυμφίῳ Χριστῷ, νύμφην ὅλην ἀρεταῖς ἠγλαϊσμένην, καὶ παρθενίᾳ διαλάμπουσαν, Γλαφύραν Πάτερ προσήγαγες, ταύτην διδαχαῖς ὡραΐσας, καὶ νυμφῶνος ἠξίωσας, ᾗ καὶ συγχαίρεις Βασιλεῦ, ἐν οὐρανίοις σκηναῖς.

ΤΩΝ ΘΕΗΓΟΡΩΝ ΛΟΓΙΩΝ

Τῶν θεηγόρων λογίων, τὸν συγγραφέα πιστοί, καὶ τῆς Αἰγύπτου μέγαν, πολιοῦχον ἀξίως, ὑμνήσωμεν βοῶντες· Μᾶρκε σοφέ, διδαχαῖς καὶ πρεσβείαις σου, πρὸς τόν ἀκύμονα βίον πάντας ἡμᾶς, ὡς Ἀπόστολος ὁδήγησον. Συνοδοιπόρος ἐγένου, τοῦ Σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτῷ διῆλθες, ὅλην Μακεδονίαν, ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἡδύς, ἑρμηνεὺς ἀναδέδειξαι, καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς, ἐν Αἰγύπτῳ Μᾶρκε πάνσοφε. Τὰς κεκαυμένας καὶ χέρσους, ψυχὰς ἐλίπανας, ταῖς φαειναῖς νιφάσι, ταῖς τοῦ Εὐαγγελίου· διό σου θεῖε Μᾶρκε, φαιδρῶς σὺν ἡμῖν, Ἀλεξάνδρεια σήμερον, πανηγυρίζει τὴν μνήμην καὶ εὐφημεῖ, προσκυνοῦσά σου τὰ λείψανα.

ΕΚΣΤΗΘΙ ΦΡΙΤΤΩΝ

«Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾍδου ταμείων, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ· νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

ΟΜΟΦΡΟΝΩΣ ΟΜΟΥ ΣΥΝΟΙΚΗΣΑΝΤΕΣ

Ὁμοφρόνως ὁμοῦ συνοικήσαντες, ἐν Μονῇ Καρυῶν ἱερώτατοι, καὶ ἐν ταύτῃ νομίμως ἀθλήσαντες, ὑπὸ γῆν πολλοῖς χρόνοις ἐκρύπτεσθε, ἀρρήτοις κρίμασι, τοῦ Ἀθλοθέτου καὶ Ζωοδότου Λόγου, Ὁσιομαρτυρες πανθαύμαστοι. Ἀλλ' ὢ τῆς θαυμαστῆς ὑμῶν ἐμφανείας, καὶ ξένης ἀποκαλύψεως, καὶ πλουσίας ὄντως χάριτος! ἀρτίως γὰρ ἐκ γῆς τὰ λείψανα ὑμῶν ἀνεδείξατε, ὡς ἄνθη πανεύοσμα, καὶ θησαυροὺς θείους κοσμοποθήτους, μαρτυρικῆς πεπληρωμένα δωρεᾶς καὶ χάριτος, πλείστοις δὲ ἀνθρώποις, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, ἐν ὁράσεσι καὶ ἐνυπνίοις, καὶ πρόσωπον πρὸς πρόσωπον παραδόξως ὀπτάνεσθε· οἵτινες θεωροῦντες τὴν δόξαν ὑμῶν, δόξαν ὡς Ἀθλητῶν τοῦ Χριστοῦ, χαίρουσι χαρὰν μεγάλην σφόδρα, καὶ εὐαγγελίζονται πᾶσιν, ἃ εἶδον καὶ ἤκουσαν παρ' ὑμῶν, συγκαλοῦντες πάντας πρὸς αἶνον ὑμῶν, ὑψηλῇ φωνῇ λέγοντες· δεῦτε ἐν μιᾷ σπουδῇ καὶ φωνῇ, τοὺς ἤδη παραδόξως ἀποκαλυφθέντας ἡμῖν, ὡς ἡμῶν προστάτας, καὶ θαυματουργοὺς Ὁσιομαρτυρας πάντες τιμήσωμεν.

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ ΕΚ ΝΕΚΡΩΝ, ΘΑΝΑΤΩ ΘΑΝΑΤΟΝ ΠΑΤΗΣΑΣ.....

Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος ᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν ᾽Ανάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου· τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων. Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ῞ᾼδου καθεῖλες ...

ΖΑΛΗΝ ΑΘΕΟΝ...

Ζάλην ἄθεον, εἰδώλων πλάνης, ἐκφευξάμενος, Ἱερομύστα, διὰ δὲ ξίφους θαλάσσῃ ποντούμενος, πρὸς τὸν ἀκύμαντον ὅρμον κατήντησας, καὶ αἰωνίως ἐν τούτῳ γηθόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΚΑΤΑ ΠΑΝΤΩΝ ΜΑΚΑΡΙΕ, ΤΩΝ ΠΑΘΩΝ ΕΒΑΣΙΛΕΥΣΑΣ

Κατὰ πάντων Μακάριε, τῶν παθῶν ἐβασίλευσας, νόμῳ θείῳ μέγιστε, κρατυνόμενος· καὶ λογισμὸν αὐτοκράτορα, σαφῶς ποιησάμενος, καὶ γενόμενος Θεοῦ, παραστάτης ἐπάξιος, χρῖσμα ἅγιον, ὑπεδέξω, καὶ ποίμνης προηγήσω, λογικῆς Ἀρχιερέων, καὶ Ἀθλητῶν ἐγκαλλώπισμα. Ὡς κριὸν ἐκ ποιμνίου σε, Βασιλεῦ παμμακάριστε, βασιλεὺς παράνομος διεχώρισε, καὶ Βασιλέα κηρύττοντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τυθέντα ὡς ἀμνόν, καὶ βροτούς διασώσαντα, θεασάμενος, κατασφάττει ἀδίκως προξενῶν σοι, οὐρανῶν τὴν βασιλείαν, καὶ αἰωνίζουσαν εὔκλειαν. Ἐφ' ὑδάτων τὰς τρίβους σου, παραδόξως πεποίησαι, Βασιλεῦ ἀοίδιμε· μετὰ τέλος γάρ, ἀπορριφείς, ὡς προέφησας, συντόνως ὑπέπλευσας, καὶ τῇ πόλει σου σαυτόν, Ἀμασείᾳ ἀπέδωκας, φόρτον τίμιον, ἀκαταίσχυντον πρέσβυν ἰαμάτων, ποταμὸν καὶ νοσημάτων, παντοδαπῶν καθαρτήριον.

ΚΑΤΗΡΕΣ, ΕΚ ΤΗΣ ΘΡΑΚΗΣ

Κατῆρες, ἐκ τῆς Θράκης Πάτερ σοφέ, πρὸς τὴν Λέσβον ἀσφαλῶς καὶ προσῆλθες, εἰς Καρυῶν τὴν Μονήν, ἔνθα ἤθλησας, Ῥαφαὴλ θαυματουργέ, δι' ἀγάπην Κυρίου. Φυλάξας, τὴν πρὸς τὸν Χριστὸν ἀρραγῆ, ὦ Νικόλαε ἀγάπην καὶ πίστιν, ὑπῆλθες ἀνενδοίαστῳ ψυχῇ, τὸ μαρτύριον, καὶ συνήφθης εὐκλεῶς, τῶν Μαρτύρων τοῖς δήμοις. Σῶτέρ μου, οἷα προσφορὰ ἐκλεκτή, σοὶ προσήχθη ἡ παρθένος Εἰρήνη, φλεχθεῖσα ὑπὸ πυρὸς ἀπηνῶς, ᾗ συνήθλησαν, ἐκ Θερμῆς ἄλλοι πιστοί, καὶ οἱ ταύτην τεκόντες.

ΟΙ ΕΜΦΑΝΩΣ ΥΠΕΡ ΧΡΙΣΤΟΥ ΗΘΛΗΚΟΤΕΣ

Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκοτες, καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, ξενοπρεπῶς ἡμῖν ἐφανερωθησαν, Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ θεία, καὶ οἱ συναθλήσαντες, μετ' αὐτῶν θεοφρόνως, οὓς ὡς προστάτας καὶ θαυματουργούς, Ὁσιομαρτυρας, πάντες τιμήσωμεν.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ

Ὢ τοΰ παραδόξου θαύματος! ὡς ἀστέρες λαμπροί, ἐκ τῆς γῆς ἀνέτειλαν, οἱ Μάρτυρες τοῦ Χριστοῦ, κόσμον εὐφραίνοντες. Λαμπρύνθητι μυστικῶς, τῇ τούτων αἴγλῃ ἡ Λέσβος χορεύουσα· εὐφράνθητι σὺν αὐτῇ, ἡ τοῦ Θεοῦ Ἐκκλησία κραυγάζουσα· Χαίροις Ῥαφαὴλ θέοφρον, Ἀθλητῶν ἀγλάισμα, καὶ Νικόλαε Μάρτυς, καὶ Εἰρήνη καλλιπάρθενε. Βαβαὶ τῶν σῶν μυστηρίων Χριστέ! σὺ γὰρ ἐξ ἐγκάτων, τῆς γῆς ἐφανερωσας, εἰς στήριγμα τῶν πιστῶν, καὶ μέγα καύχημα, τοὺς πάλαι ὑπὲρ τοῦ σοῦ, περιφανῶς ἠθληκότας ὀνόματος, τὸν ἔνδοξον Ῥαφαήλ, καὶ σὺν Εἰρήνῃ τὸν θεῖον Νικόλαον. Ὅθεν τούτων τοῖς λειψάνοις, πίστει καταφεύγοντες, ἐξ αὐτῶν πᾶσαν δόσιν, κομιζόμεθα σωτήριον. Ὑμῶν τιμῶμεν τὴν εὕρεσιν, Ῥαφαὴλ τρισμάκαρ, καὶ θεῖε Νικόλαε, τὴν μνήμην ὑμῶν λαμπρῶς, ἄγοντες σήμερον· ὁράσεσι γὰρ πολλαῖς, καὶ ἐνυπνίοις φαινόμενοι Ἅγιοι, ἐκφαίνετε τοῖς πιστοῖς, τῶν κεκρυμμένων τὴν γνῶσιν ἑκάστοτε, καὶ καθ' ὕπαρ παραδόξως, πρόσωπον πρὸς πρόσωπον, ὀπτανομενοι πάντας, καταπλήττετε τοῖς θαὺμασι.

ΔΕΥΤΕ ΠΑΝΤΑ ΤΑ ΕΘΝΗ ΓΝΩΤΕ

Δεῦτε πάντα τὰ ἔθνη γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, αὐτὸν προσκυνήσωμεν. Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει, ἐλέησον ἡμᾶς. Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον, ἐλέησον ἡμᾶς.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΒΑΣΙΛΕΩΣ, ΕΠΙΣΚΟΠΟΥ ΑΜΑΣΕΙΑΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Στίχοι Τμηθείς, Βασιλεῦ, βασιλεὺς πόλου γίνῃ, Ἐξ αἱμάτων σῶν βάμμα κόκκινον φέρων. Εἰκάδα ἀμφ' ἕκτην Βασιλεὺς ξίφει αὐχένα κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γλαφύρα ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Θεὸν Γλαφύρα ψυχικῶν δι' ὀμμάτων, Οὐ γλαφυρῶς νῦν, ἀλλὰ τηλαυγῶς βλέπει Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ἰούστα ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τρόπον σελήνης πλησιφαοῦς, Ἰούσταν, Λάμψασαν ἔργοις, μνήματος κρύπτει νέφος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νέστωρ, τοὺς γονεῖς καταλιπὼν καὶ μονάσας, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τοὺς οὐρανοὺς ἱδρῶσι Νέστωρ ἐπρίω, Δι' οὓς φύσιν τύραννον ἠρνήσω θέσει. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν

ΑΓΙΟΥ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟΥ, ΕΙΡΗΝΗΣ

Τῇ Τρίτῃ τῆς Διακαινησίμου, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἐνδόξων, νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων ἐν ἔτει 1463, τῇ 9ῃ Ἀπριλίου, ἓν ᾗ συνέπεσεν ἡ παροῦσα ἡμέρα, ἐν τῇ ἀρχαίᾳ Μονῇ τῶν Καρυῶν, τῇ οὔσῃ παρὰ τῇ Θερμῇ ἐν τῇ νήσῳ Λέσβῳ, ἐν ἔτει δὲ 1959 θαυμαστῶς ἡμῖν φανερωθέντων. Εἰς τοὺς Ἁγίους Ῥαφαὴλ καὶ Νικόλαον. Στίχ. Ὡς φῶς ἡμῖν ὤφθησαν Ραφαὴλ μέγα Ὁμοῦ καὶ Νικόλαος οἱ κεκρυμμένοι. Εἰς τὴν Ἁγίαν Εἰρήνην. Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι Ἡμῖν ἤδη ἔγνωσται θαύμασι ξένοις. Εἰς τοὺς λοιποὺς ἀνωνύμους. Καρυῶν ἀθλήσαντες Μονῇ τῇ πάλαι Τῆς ἄνω ἐπέβητε Μάρτυρες δόξῃς. Ταῖς τῶν σῶν Ἁγίων Μαρτύρων πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν.