... ΑΘΛΟΦΟΡΟΙ, ΚΑΙ ΝΕΟΘΥΤΑ ΣΦΑΓΙΑ, ΘΕΙΑΙ ΠΡΟΣΦΟΡΑΙ ΤΕ

Ἱερεῖα Ἄθλοφόροι, καὶ νεόθυτα σφάγια, θεῖαι προσφοραί τε, θύματα δεκτὰ προσηνέχθητε, τῷ ἑκουσίως τυθέντι, καὶ τὸν θάνατον, θανατώσαντι· ὅθεν ὑμᾶς μακαρίζομεν.

Θαῦμα μέγιστον δεικνύντες, παρειμένας ἰάσασθε, Ἀθλοφόροι χεῖρας, καὶ δυσεντερίας ἐρρύσασθε, τὸν προσφυγόντα ἐκ πόθου τῇ σορῷ ὑμῶν, περιβόητον ἄνδρα, ποτὲ ἀξιάγαστοι.

Μίαν γνώμην διαφόροις, ἐν τοῖς σώμασιν ἔχοντες, μαρτυρίου στέφος, ἅμα ἐκομίσασθε Μάρτυρες, ἐν οὐρανοῖς οὖν Κυρίῳ παριστάμενοι, καὶ πληρούμενοι δόξης, ἡμᾶς ἐποπτεύετε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ