Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούλιος, 2025

Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ' αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα. Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις· ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε. Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας· ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.

Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, ἰατρεύετε νόσους, καὶ θεραπεύετε πάντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.

Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ μαρτυρησάντων.

 Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ μαρτυρησάντων. Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων.   Βολαῖς ἀδελφοὺς οὐ διέσπων οἱ λίθοι,    Ὡς εἰς ἕν, ἄμφω συμπεπηγότας λίθον.    Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ συστησαμένου τὴν Μονὴν τοῦ Βαθέος Ῥύακος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου, πατρικίου γενομένου ἐν τοῖς Εὐάνδρου. Ὁ ὅσιος Λέων ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι δισχίλιοι μάρτυρες ξίφει τελειοῦνται. Οἱ ἅγιοι εἴκοσι πέντε μάρτυρες οἱ ἐν Νικομηδείᾳ πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.