Αναρτήσεις

Προβολή αναρτήσεων από Φεβρουάριος, 2011

ΠΑΡΕΣΤΩΣΑ ΤΩ ΣΤΑΥΡΩ ....

Παρεστῶσα τῷ Σταυρῷ, ἡ παναμώμητος Ἀμνάς, τοῦ Ἀμνοῦ καὶ Λυτρωτοῦ, θρήνοις συνέκοπτεν αὐτήν, καὶ ἀτενίζουσα ἔλεγεν ἐκπληττομένη· Τὶ τοῦτο τὸ καινόν, καὶ ξένον θέαμα, γλυκύτατε Υἱέ, πῶς φέρεις ταῦτα ἑκών, ὀνειδισμοὺς καὶ μάστιγας καὶ ὕβρεις, καὶ ἐπονείδιστον θάνατον· Δοξολογῶ σου, τὴν ὑπὲρ λόγον, Υἱὲ μου συγκατάβασιν.

ΤΗΝ ΠΤΩΧΕΙΑΝ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΕΠΙΠΟΘΗΣΑΣ...

Τὴν πτωχείαν τοῦ Χριστοῦ, ἐπιποθήσας εὐσεβῶς, πλοῦτον ἕλιπες φθαρτόν, καὶ δόξαν ῥέουσαν σοφέ, καὶ τὸν σταυρόν σου ἐπ᾽ ὤμων ἀράμενος, τὴν τρίβον τὴν στενήν, χαίρων διήνυσας, πατῶν τὰς ἡδονάς, τὰς ἐκ τοῦ σώματος, δι' ἐγκρατείας Ὅσιε ἀπάσης τε, κακοπαθείας καὶ ἔφθασας, πρὸς πλάτος θεῖον, τοῦ Παραδείσου, θεηγόρε Βασίλειε.

ΤΗΣ ΜΑΚΑΡΙΟΤΗΤΟΣ, ΤΗΣ ΥΠΕΡ ΝΟΥΝ ΟΡΕΓΟΜΕΝΟΣ

Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν δαψιλῆ, καὶ εὐδοξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, κατὰ γνώμην ἐπέτυχας, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων Βασίλειε. Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοι ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν δυσώπει θεόπνευστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ ΑΙΝΕΣΕΩΣ ΚΥΡΙΕ....

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι». Ἔρωτι, Βασιλείας τῆς ἄνω λαβόμενος, τοῦ ἐπὶ γῆς Βασιλέως, ἀλογίστου γνώμης καὶ προσταγμάτων, καὶ δογμάτων, θεοφόρε γενναίως ἠλόγησας. Γυμνὸς μέν, τῶν ἐπὶ γῆς ἐμφρόνως ἠγώνισαι, ἐνδεδυμένος δὲ θείαν, δυναστείαν ὤφθης στεφανηφόρος, ὡς νικήσας, τῶν ἀθέων τυράννων τὴν ἔνστασιν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου τοῦ Ὁμολογητοῦ, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου. Στίχοι Ὁ Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων, Ψυχὴν σκιᾶς τίθησι τῆς αὐτοῦ χάριν. Κρύψαν ὑπὸ χθόνα εἰκόνα ὀγδοάτῃ Βασίλειον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Στίχοι Ὁ Προτέριος σφάττεται τοῖς καλάμοις, Ὀξυγράφου κάλαμος ὢν κατὰ πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Στίχοι Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἐν ξύλῳ, Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν Κύρας καὶ Μαράνας. Στίχοι Καταξιοῦνται Μαράνα τε καὶ Κύρα, Σαρκὸς μαρασμῷ, κυριεύειν τοῦ πόλου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται. Στίχοι Ξίφει θανεῖν ἔγραψαν ἓξ Αἰγυπτίους, οἱ τοῦ χρόνου γράψαντες ἄθλους καὶ βίους. Τ...

...ΠΑΝΤΩΝ ΚΡΙΤΑ ΘΕΕ ΜΟΥ

Τῆς φοβερᾶς δευτέρας σου, Κύριε, Παρουσίας ἐννοῶν τὴν ὑπαπαντήν, τρέμω τὴν ἀπειλήν σου φοβοῦμαι τὴν ὀργήν σου. Ταύτης με, τῆς ὥρας, κραυγάζω, σῶσον εἰς αἰῶνας. Σοῦ τοῦ Θεοῦ κρίνοντος τὰ σύμπαντα τίς ἐνέγκῃ γηγενῶν, ὢν περιπαθής; ἄσβεστον πῦρ γὰρ τότε, καὶ σκώληξ βρύχων μέγα, τοὺς κατακριθέντας, συλλήψεται εἰς τούς αἰῶνας. Πᾶσαν πνοὴν ἡνίκα προσκέκλησαι, τοῦ διακρῖναι Χριστέ, ἐπὶ τὸ αὐτό· μέγας ὁ φόβος τότε, μεγάλη ἡ ἀνάγκη, μόνων βοηθούντων, τῶν ἔργων εἰς αἰῶνας. Πάντων Κριτὰ Θεέ μου καὶ Κύριε, ἀκούσομαί σου φωνῆς, τότε εὐκτικῆς, ἴδω σου φῶς τὸ μέγα, ἀθρήσω τὰς σκηνάς σου, βλέψω σου τὴν δόξαν, γηθόμενος εἰς τούς αἰῶνας. Δκαιοκρῖτα Σωτήρ, ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι· ἄνες μοι πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας. Ὅταν καθίσῃς Κριτής, ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβερὰν δόξαν σου Χριστέ, ὢ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ Βήματός σου. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ...

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ....ΠΑΤΕΡ ΠΡΟΚΟΠΙΕ

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν». Ἀθλεῖν νομίμως Σοφὲ ἑλόμενος, τῶν παθῶν ὁρμὰς δι' ἐγκρατείας ἐνέκρωσας, καὶ σαρκὸς σκιρτήματα θεράπον Χριστοῦ· ὅθεν τῆς ἀπαθείας, νῦν τὴν ἀνώλεθρον, σύν ταῖς ἀσωμάτοις Στρατιαῖς, εὗρες ἀπόλαυσιν. Κριτῇ δικαίῳ φαιδρῶς παρίστασαι, ὡς νικητὴς στεφάνους ἀμαράντους δεξάμενος, ἐκτενῶς Προκόπιε δεόμενος, ὑπὲρ τῶν ἐκτελούντων, σοῦ τὴν πανίερον, μνήμην καὶ τὴν θείαν ἑορτήν, τῆς μεταστάσεως. Αὐγαῖς τρισὶ νῦν καταλαμπόμενος, ταῖς ἐκ μιᾶς ἀφράστως προϊούσαις Θεότητος, πανολβίου λήξεως ἠξίωσαι, καὶ τερπνῆς θυμηδίας, συναγαλλόμενος, ταῖς ὑπερκοσμίαις Στρατιαῖς, Πάτερ Προκόπιε.

ΠΡΟΣΠΕΣΩΜΕΝ ΚΑΙ ΠΡΟΚΛΑΥΣΩΜΕΝ ΠΡΟ ΤΗΣ ΚΡΙΣΕΩΣ

Προσπέσωμεν καὶ προκλαύσωμεν πρὸ τῆς κρίσεως πιστοὶ ἐκείνης, ὅτε οἱ οὐρανοὶ ἀπολοῦνται, ἄστρα πίπτουσι, καὶ πᾶσα κλονεῖται ἡ γῆ, ἵνα ἵλεων εὕρωμεν εἰς τέλος, τὸν τῶν Πατέρων Θεόν. Ἀδὲκαστος ἡ ἐξέτασις, φοβερά ἐστιν ἐκεῖ ἡ κρίσις, ὅπου Κριτὴς ἀλάθητός ἐστιν, ὅπου πρόσωπον, οὐκ ἔστιν ἐν δώροις λαβεῖν, ἀλλὰ φεῖσαί μου Δέσποτα καὶ λύτρωσαι, πάσης ὀργῆς σου φρικτῆς. Ὁ Κύριος κρῖναι ἔρχεται· τίς ἐνέγκει ὀπτασίαν αὐτοῦ; Φρῖξον, ψυχὴ ἀθλία μου, φρῖξον, καὶ ἑτοίμασον ἐξόδου τὰ ἔργα σου, ἵνα ἵλεων καὶ εὔσπλαγχνον εὑρήσῃς αὐτόν, τὸν τῶν Πατέρων Θεόν. Τὸ ἄσβεστον πῦρ ταράττει με, ὁ πικρότατος βρυγμὸς σκωλήκων, ᾍδης ὁ ψυχοφθόρος φοβεῖ με, εὐκατάνυκτος οὐδόλως δὲ γίνομαι· ἀλλά, Κύριε Κύριε πρὸ τέλους με, στήριξον φόβῳ τῷ σῷ. Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου. Ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς, ἀλλ' οἰκτείρησον, Δέσποτα, τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με. Ἐπίστρεψον μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα ε...

ΤΟ ΦΟΒΕΡΟΝ ΣΟΥ ΚΡΙΤΗΡΙΟΝ ΕΝΘΥΜΟΥΜΕΝΟΣ

Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑπεράγαθε Κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως, φρίττω καὶ πτοοῦμαι ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος, ὅταν μέλλῃς καθέζεσθαι ἐπὶ τοῦ θρόνου σου, καὶ ποιεῖν τὴν ἐξέτασιν, τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς ἐξισχύσει, ἀληθείας ἐλεγχούσης, καὶ δειλίας κατεχούσης, μέγα μὲν ἠχήσει τότε, πῦρ τὸ τῆς γεέννης· ἁμαρτωλοὶ δὲ βρύξουσι. Διό με ἐλέησον πρὸ τέλους, καὶ φεῖσαί μου, Κριτὰ δικαιότατε.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ὡς ὑπέρλαμπρος ὁ βίος σου Θεόσοφε, γέγονε δι' ἀσκήσεως, οὕτως ὤφθη σου, προφανῶς ἡ ἄθλησις στερρά· Χριστὸν γὰρ ἐδόξασας βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σωφροσύνῃ καθαρότητα θεσπέσιε, Πάτερ περιζωσάμενος, ἐν ἀνδρείᾳ δέ, μαρτυρίου στέφανον λαμπρόν, δεξάμενος χάριτι βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μὴ τὴν ἄχραντον εἰκόνα προσκυνοῦντές σου, Σῶτερ οἱ ἀσεβέστατοι, τὸν οἰκέτην σου μαστιγοῦντες, ἔξεον δεινῶς, ὑμνοῦντα καὶ κράζοντα πρὸς σέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΠΡΟΚΟΠΙΟΥ ΔΕΚΑΠΟΛΙΤΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Προκοπίου τοῦ Δεκαπολίτου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου. Στίχοι Οὐδέν, Δεκαπολῖτα, γῆς πᾶσαι πόλεις, Πρὸς τὴν νοητήν, ἔνθα περ τάττῃ, πόλιν. Εἰκάδι ἑβδομάτῃ Προκοπίῳ τέρμα φαάνθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται ἀληθῶς, καὶ ξίφει τελειοῦται. Στίχοι Φώτισμα μέλλων ἐκγελᾶν, γελᾷς πλάνην, Πλυθεὶς δὲ Γελάσιε, ἐκτέμνῃ κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θαλλελαίου. Στίχοι Ὁ Θαλλέλαιος φαιδρῶς, ἥκει πρὸς πόλον, Θαλλοῖς ἐλαιῶν, ἀρεταῖς ἐστεμμένος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ Ἁρματίου, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Γήρει Στέφανος πρύτανις ζωῆς πόρου, Ὃν περ θανόντα Πρύτανις στέφους στέφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νήσιος βουνεύροις τυπτόμενος, τελειοῦται. Στίχοι Νεύροις βοείοις Νήσιος πάσχων φέρε...

ΤΗΣ ΦΟΒΕΡΑΣ ΔΕΥΤΕΡΑΣ ΣΟΥ, ΚΥΡΙΕ, ΠΑΡΟΥΣΙΑΣ

Τῆς φοβερᾶς δευτέρας σου, Κύριε, Παρουσίας ἐννοῶν τὴν ὑπαπαντήν, τρέμω τὴν ἀπειλήν σου φοβοῦμαι τὴν ὀργήν σου. Ταύτης με, τῆς ὥρας, κραυγάζω, σῶσον εἰς αἰῶνας. Σοῦ τοῦ Θεοῦ κρίνοντος τὰ σύμπαντα τίς ἐνέγκῃ γηγενῶν, ὢν περιπαθής; ἄσβεστον πῦρ γὰρ τότε, καὶ σκώληξ βρύχων μέγα, τοὺς κατακριθέντας, συλλήψεται εἰς τούς αἰῶνας. Πᾶσαν πνοὴν ἡνίκα προσκέκλησαι, τοῦ διακρῖναι Χριστέ, ἐπὶ τὸ αὐτό· μέγας ὁ φόβος τότε, μεγάλη ἡ ἀνάγκη, μόνων βοηθούντων, τῶν ἔργων εἰς αἰῶνας. Πάντων Κριτὰ Θεέ μου καὶ Κύριε, ἀκούσομαί σου φωνῆς, τότε εὐκτικῆς, ἴδω σου φῶς τὸ μέγα, ἀθρήσω τὰς σκηνάς σου, βλέψω σου τὴν δόξαν, γηθόμενος εἰς τούς αἰῶνας. Δκαιοκρῖτα Σωτήρ, ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι· ἄνες μοι πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας. Ὅταν καθίσῃς Κριτής, ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβερὰν δόξαν σου Χριστέ, ὢ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ Βήματός σου. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ...

ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ

ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ Τῇ αὐτῇ ἡμέρᾳ, τῆς δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα. Στίχοι Ὅτε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ. Τῆς, Δεῦτε, φωνῆς ἄξιον κᾀμὲ κρίνοις. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον, καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΤΑΝ ΜΕΛΛΗΣ ΕΡΧΕΣΘΑΙ, ΚΡΙΣΙΝ

Ὅταν μέλλῃς ἔρχεσθαι, κρίσιν δικαίαν ποιῆσαι, Κριτὰ δικαιότατε, ἐπὶ θρόνου δόξης σου καθεζόμενος· ποταμὸς πύρινος, πρὸ τοῦ σοῦ Βήματος καταπλήττων ἕλκει ἅπαντας, παρισταμένων σοι, τῶν ἐπουρανίων Δυνάμεων, ἀνθρώπων κρινομένων τε, φόβῳ καθ' ἃ ἕκαστος ἔπραξε· τότε ἡμῶν φεῖσαι, καὶ μοίρας καταξίωσον Χριστέ, τῶν σῳζομένων ὡς εὔσπλαγχνος, πίστει δυσωποῦμέν σε. Βίβλοι ἀνοιγήσονται, φανερωθήσονται πράξεις, ἀνθρώπων ἐπίπροσθεν, τοῦ ἀστέκτου Βήματος, διηχήσει δέ, ἡ κοιλὰς ἅπασα, φοβερῷ βρύγματι, τοῦ κλαυθμῶνος, πάντας βλέπουσα τοὺς ἁμαρτήσαντας, ταῖς αἰωνιζούσαις κολάσεσι, τῇ κρίσει τῇ δικαίᾳ σου, παραπεμπομένους, καὶ ἄπρακτα, κλαίοντας Οἰκτίρμον· διό σε δυσωποῦμεν ἀγαθέ· Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σε, μόνε Πολυέλεε. Ἠχήσουσι σάλπιγγες, καὶ κενωθήσονται τάφοι, καὶ ἐξαναστήσεται, τῶν ἀνθρώπων τρέμουσα, φύσις ἅπασα· οἱ καλὰ πράξαντες ἐν χαρᾷ χαίρουσι, προσδοκῶντες μισθόν λήψεσθαι, οἱ ἁμαρτήσαντες, τρέμουσι δεινῶς ὀλολύζοντες, εἰς κόλασιν πεμπόμενοι, καὶ τῶν ἐκλεκτῶν χωριζόμενοι· Κύριε τῆς δόξ...

ΚΑΤ' ΕΙΚΟΝΑ ΓΕΝΟΜΕΝΟΣ...

Κατ' εἰκόνα γενόμενος, τοῦ Θεοῦ καὶ ὁμοίωσιν, κατ' ἀρχὴν τῆς πλάσεως Παμμακάριστε, τὸ τῆς εἰκόνος ἀξίωμα, τηρεῖν διεσπούδασας, λογισμῷ πανευσεβεῖ, καὶ νοός καθαρότητι, καὶ ἁγνότητι, καὶ παθῶν ἐγκρατείᾳ καὶ τηρήσει, τῶν Χριστοῦ διαταγμάτων, καὶ εὐσεβείᾳ Πανόλβιε. Τῇ ἀσκήσει τὸ πρότερον, προσλαβὼν καὶ τὴν ἄθλησιν, θεοφρόνως ὕστερον, εὐηρέστησας, δι' ἀμφοτέρων τῷ Κτίσαντι, τῷ μόνῳ τὴν κάθαρσιν, ἀπαιτοῦντι παρ' ἡμῶν, καὶ ψυχῆς τὴν εὐγένειαν· οὗ τὴν ἔνσαρκον, παρουσίαν δοξάζων προσεκύνεις, τὴν εἰκόνα τὴν ἁγίαν, τῆς κατ' αὐτὸν ἀνθρωπότητος. Τοὺς τοῦ Λόγου τὴν σάρκωσιν, δυσσεβῶς ἀθετήσαντας, διελέγχων ὅσιε, διετέλεσας, διὰ μαστίγων ἐτάσεως, πάσης τε κακώσεως, καὶ δεσμῶν καὶ φυλακῆς, βεβαιῶν τὴν ἀλήθειαν· ὅθεν γέγονας, τῆς Χριστοῦ βασιλείας κληρονόμος, καὶ χαρᾶς ἀνεκλαλήτου, καὶ ἀϊδίου ἐλλάμψεως.

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ, ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον Θεοτόκον, οἱ πιστοὶ μεγαλύνομεν». Ἱστίῳ Πάτερ νοητῷ, ἐκπεράσας τὸ τοῦ βίου κλυδώνιον, οἰακιζόμενος, παλάμῃ θείᾳ τοῦ Παντοκράτορος, πρὸς τοὺς λιμένας τῆς ζωῆς, σοφῶς κατέπλευσας, χαρᾶς λαβόμενος αἰωνίου, καὶ τερπνῆς ἀπολαύσεως. Ὥριμος πλήρης ἡμερῶν, τῶν τοῦ Πνεύματος γενόμενος Ὅσιε, καὶ τὴν ἀπάθειαν, ὡς διπλοΐδα περιβαλλόμενος, ἱερωσύνης στολισμῷ, λάμπων μεταβέβηκας, εἰς φῶς ἀνέσπερον, τοῦ Κυρίου καθορᾶν τὴν τερπνότητα. Στόματι θεῖον γλυκασμόν, ἀρυσάμενος, ἠρεύξω Μακάριε, λόγον σωτήριον, παθῶν πικρίαν ἀποδιώκοντα, καὶ γλυκασμῷ πνευματικῷ, πάντας ἐνηδύνοντα, τοὺς τὴν ἐτήσιον ἐκτελοῦντάς σου Θεόφρον πανήγυριν. Ἥλιον ἔγνως τὸν Χριστόν, ὁμιλήσαντα ἡμῖν μετὰ σώματος, καὶ ταῖς λαμπρότησι ταῖς τούτου Πάτερ, ψυχῆς τὰ ὄμματα, καταυγασθεὶς ὁλολαμπής, ἀστὴρ ἐχρημάτισας, θέσει θεούμενος, ἱερὲ θαυματουργὲ Πάτερ Ὅσιε.

ΥΠΕΡΑΣΤΡΑΠΤΕΙ ΠΛΕΟΝ ΗΛΙΟΥ, ΠΟΡΦΥΡΙΟΥ Η ΜΝΗΜΗ ΤΟΥ ΣΟΦΟΥ

Ὑπεραστράπτει πλέον ἡλίου, Πορφυρίου ἡ μνήμη τοῦ σοφοῦ, ἀστραπαῖς θαυμάτων πᾶσαν τὴν κτίσιν φωταγωγοῦσα, καὶ διώκουσα πλάνην τὴν τῶν εἰδώλων, καὶ τοὺς πιστούς σελαγίζουσα, πάντας εὐφραίνει· Θεῷ γὰρ εὐαρεστήσας ἐπὶ γῆς, τῶν σημείων ἀπείληφε τὴν χάριν, πάντας ἰᾶσθαι, παρεστὼς τῇ Τριάδι ὁλόφωτος, καὶ πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΙΕΡΩΤΑΤΟΙΣ ΣΟΥ ΤΡΟΠΟΙΣ ΚΟΣΜΟΥΜΕΝΟΣ

Ἱερωτάτοις σου τρόποις κοσμούμενος, ἱερωσύνης στολαῖς κατηγλάϊσαι, Παμμάκαρ Θεόφρον Πορφύριε, καὶ ἰαμάτων ἐμπρέπεις ὑψώμασι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Πορφυρίου, Ἐπισκόπου Γάζης. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης. Στίχοι Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου; Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, ᾗ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ. Στίχοι Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ, Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτώ, ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται. Στίχοι Φερνὴν ταλάντων μυρίων ἀνταξίαν, Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτίς, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται. Στίχοι Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι, Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Παρασκευή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται. Στίχοι Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα, Ἕτοιμον εἶχε καὶ παρεσκευασμένο...

ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Ἐφέσεως ἀληθοῦς ἐπέτυχες, ἐγκρατείᾳ ταπεινώσας τὰ πάθη, καὶ πρὸς Θεόν, προσεχώρησας χαίρων, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρίστασαι, Πορφύριε Ἱεραρχῶν, καὶ Ποιμένων κανὼν ἀκριβέστατος. Νοήσας σου τῆς ψυχῆς τὸ ὡραῖον, καθωράθη ἐν σταυρῷ ἡπλωμένος, ὁ ὑψωθείς, ἐν αὐτῷ ἑκουσίως καὶ τὴν αὐτοῦ φυλακὴν ἐγχειρίζει σοι, ἐμφαίνων σοι τὴν πρὸς αὐτόν, καὶ στοργὴν καὶ τελείαν οἰκείωσιν. Ὡς Πέτρου τοῦ Κορυφαίου τὸν ζῆλον, καὶ τὴν πίστιν θεηγόρε πλουτήσας, τῷ τμητικῷ, εὐσεβείας σου λόγῳ, τὸ κακουργὸν ἐθανάτωσας γύναιον, τοῦ Μάνεντος φθοροποιά, δολερῶς ὑποσπεῖρον διδάγματα.

ΩΣ ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΜΟΝΗΝ ΕΝ ΓΥΝΑΙΞΙ, ΣΕ ΑΣΠΟΡΩΣ ΤΕΚΟΥΣΑΝ ΘΕΟΝ ΣΑΡΚΙ....

Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν Πανάγιον Τόκον σου, καὶ συμφώνως βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.

ΘΕΟΥΡΓΙΚΩΣ ΕΛΛΑΜΨΕΣΙ, ΤΩΝ ΕΝ ΣΟΙ ΧΑΡΙΣΜΑΤΩΝ....

Θεουργικαῖς ἐλλάμψεσι, τῶν ἐν σοὶ χαρισμάτων, καταφαιδρύνεις πάνσοφε, τὴν Χριστοῦ Ἐκκλησίαν, Ταράσιε Θεοκήρυξ· τῷ γὰρ κρείττονι Πάτερ, τὸ χεῖρον δουλωσάμενος, θεῖον ἔσοπτρον ὤφθης, τῆς τριφεγγοῦς, καὶ σεπτῆς Θεότητος Ἱεράρχα, ὑφ' ἧς καταλαμπόμενος, φρυκτωρεῖς, κόσμον ὅλον.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ, ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ ΠΝΕΥΜΑΤΟΣ

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα». Χαρίτων τοῦ Πνεύματος, οἱ ποταμοὶ προχεόμενοι, ἐν τῇ μνήμῃ σήμερον, τοῦ Ἱεράρχου Χριστοῦ, καταρδεύουσι, πιστῶν τὰς διανοίας, καὶ πάθη ἐκπλύνουσι, καὶ μολυσμοὺς τῶν ψυχῶν. Ἄνωθεν δεξάμενος, ἱερωσύνης τὸ ἔνδυμα, ἀρεταῖς ἐφαίδρυνας, τοῦτο Ταράσιε, καὶ ὑπέρλαμπρος, φωστὴρ ἐν ἱερεῦσιν, ἐδείχθης ἐν Πνεύματι, ἱερουργῶν τῷ Χριστῷ. Ἵδρυσας Ταράσιε, ὀρθοδοξίας εἰς ἄσειστον, πέτραν τὴν διάνοιαν, σαλευομένην βροτῶν, καὶ ἐδόνησας, θεμέλια τῆς πλάνης, καὶ τὰς τῶν αἱρέσεων, βάσεις κατέβαλες.

ΓΝΩΜΗΝ ΒΟΥΛΗΝ KAI ΣΥΝΕΣΙΝ

Γνώμην βουλὴν καὶ σύνεσιν, νοῦν καρδίαν καὶ σῶμα, ψυχὴν καὶ ἅπαν κίνημα, ἐνεργείας ἐνθέου, εἰς σὲ ἐθέμην Παρθένε, σὺ μὲ φρούρει καὶ σκέπε, ἐξ ἀοράτων Δέσποινα, καὶ ἐχθρῶν ὁρωμένων, τὸ πονηρόν, τῶν ἁμαρτιῶν μου λύουσα χρέος· ὡς Θεομήτωρ πάντα γάρ, ὅσα θέλεις ἀνύεις.

ΚΑΤΑ ΠΑΘΩΝ ΒΑΣΙΛΕΥΣΑΣ ΤΩΝ ΤΗΣ ΣΑΡΚΟΣ, ΙΕΡΑΡΧΗΣ ΕΧΡΙΣΘΗΣ ΘΕΟΠΡΕΠΩΣ...

Κατὰ παθῶν βασιλεύσας τῶν τῆς σαρκός, Ἱεράρχης ἐχρίσθης θεοπρεπῶς, καὶ τὴν βασιλεύουσαν, ὀρθοδόξως ἐποίμανας, ἀπελάσας θῆρας, αἱρέσεων θεόπνευστε, τὴν τῶν σεπτῶν εἰκόνων, τρανώσας προσκύνησιν· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἀξίως κεκλήρωσαι, Ἱεράρχα Ταράσιε. Διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΤΗΝ ΣΚΟΤΙΣΘΕΙΣΑΝ ΜΟΥ ΨΥΧΗΝ ΤΩ ΣΚΟΤΕΙ ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ

Τὴν σκοτισθεῖσάν μου ψυχὴν τῷ σκότει τῶν πταισμάτων, φωτὶ τοῦ σοῦ ἐλέους καταύγασον Σωτήρ μου, καὶ λογισμὸν ἐπ' ἀγαθοῖς δώρησαί μοι Χριστέ μου, ἐκκαθάρας τὴν ἀχλὺν τῶν φαύλων ἐνθυμήσεων, ἵν' ὅπως κατ' ἀξίαν ἰσχύσω τὸν σὸν Ἱεράρχην ἀνυμνῆσαι, καὶ φθάσαι τὸν βίον, καὶ τὰς πράξεις τὰς λαμπράς, καὶ τὴν ἔνθεον πίστιν, καὶ τὸν ζῆλον, ὃν ὑπὲρ τῆς σῆς ἐκτήσατο, Ἐκκλησίας, ἥτις κατὰ χρέος αὐτὸν εὐφημοῦσα κραυγάζει· Οὐρανομύστα, παμμάκαρ Ταράσιε.

ΕΞΕΣΤΗ ΤΑ ΣΥΜΠΑΝΤΑ, ΕΠΙ ΤΗ ΘΕΙΑ ΔΟΞΗ ΣΟΥ

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα». Τοῦ λόγου τῇ σύριγγι, τὴν ποίμνην σου Ταράσιε, ἐπὶ τὰς νομὰς τῆς εὐσεβείας, καὶ ἐπὶ ὕδωρ τῆς θείας γνώσεως, καὶ εἰς τὰς ἐπαύλεις τοῦ Χριστοῦ, ἴθυνας ἀλώβητον, ταύτην τηρῶν πρεσβείαις σου. Ἅρματι χρησάμενος, τῶν ἀρετῶν Ταράσιε, δι' αὐτῶν πρὸς ὕψος θεωρίας, ἀνεβιβάσθης καὶ τὰ ἀθέατα, εἶδες διανοίας ὀφθαλμοῖς, κάλλη τοῦ Δεσπότου σου, ὧν νοῒ κατετρύφησας. Ῥεῖθρον τὴν προαίρεσιν, ἐλέου ἀνεξάντλητον, ἔχων Ἱεράρχα δεομένοις, τῆς εὐποιΐας τοὺς ἀενάους κρουνούς, ἔβλυσας· διὸ σε ὁ Χριστός, πρὸς ὕδωρ ἀείζωον, καὶ τρυφὴν κατεσκήνωσε.

ΗΛΘΟΝ ΕΙΣ ΤΑ ΒΑΘΗ ΤΗΣ ΘΑΛΑΣΣΗΣ

«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε». Ἀπάρας τὸ κάλυμμα θεόφρον, αἱρετικῶν καρδίαις, τὸ ἐγκείμενον τῆς ἀγνωσίας, τὴν ἀληθῆ, τῶν δογμάτων Ὅσιε, πᾶσι γνῶσιν ἐφανέρωσας. Σὺ πυρφόροις λόγοις Ἱεράρχα, τὰς ἀκανθώδεις φλέξας δυσφημίας τῶν αἱρετιζόντων, τὸν φωτισμόν, τῶν ὀρθῶν δογμάτων σου, ἐν τοῖς πέρασιν ἐφήπλωσας, Ἰσχὺν ἐκ Θεοῦ διεζωσμένος, τῇ νοητῇ μαχαίρᾳ, τῶν δογμάτων σου Ἱερομύστα, τὰς κεφαλάς, τὰς τοῦ ψεύδους ἔτεμες, διαγγέλλων τὴν ἀλήθειαν.

ΩΣΠΕΡ ΜΕΓΑΣ ΗΛΙΟΣ, ΤΑΙΣ ΤΩΝ ΔΟΓΜΑΤΩΝ

Ὥσπερ μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διαπαντός, τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Ταράσιε.

ΑΝΑΡΤΗΘΕΝΤΑ ΩΣ ΕΙΔΕΝ

Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τὶ τὸ καινὸν καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ χειρί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

ΥΠΕΡ ΤΟ ΖΗΣΑΙ ΠΑΜΜΑΚΑΡ ΘΑΝΕΙΝ ΠΡΟΘΕΜΕΝΟΣ

Ὑπὲρ τὸ ζῆσαι Παμμάκαρ θανεῖν προθέμενος, τὴν τοῦ Χριστοῦ εἰκόνα, προσκυνεῖσθαι προστάττεις, καὶ πάντων τῶν Ἁγίων· ὅθεν λοιπὸν αἱρετιζόντων τὰ στόματα, Δαυϊτικῶς ἐνεφράγη, κατὰ Θεοῦ, τῶν λαλούντων ἀδικίαν πολλήν. Φιλαργυρίας τὴν νόσον ἀποσεισάμενος, τὸν θησαυρὸν τῆς ἄνω, βασιλείας ἐκτήσω, Ὅσιε θεόφρον· ὅθεν πιστῶς, ἡ σορὸς τῶν λειψάνων σου, τοῖς προσιοῦσι παρέχει θεοπρεπῶς, τὰ ἰάματα ἀοίδιμε. Ταῖς ἐντολαῖς τοῦ Κυρίου πολιτευόμενος, ὑπογραμμὸς ἐδείχθης, τῷ ποιμνίῳ σου Πάτερ, Ταράσιε τρισμάκαρ· ὅθεν καὶ νῦν , ταῖς διδαχαῖς σου φρουρούμεθα, ἀλλὰ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου τελούντων φαιδρῶς. Τὸν ἀληθῆ Ἱεράρχην, καὶ λειτουργὸν τοῦ Χριστοῦ, ὡς παρ᾽ αὐτοῦ λαβόντα, τὴν τοῦ Πνεύματος χάριν, τιμήσωμεν ἀξίως Ταράσιον νῦν , τὸν σοφὸν ἀρχιποίμενα· ὡς παρρησίαν γὰρ ἔχων πρὸς τὸν Θεόν, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΤΑΡΑΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι Ἄκλειστος ὅρμος Ταράσιον λαμβάνει, Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον. Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται. Στίχοι Τὸν Ἀλέξανδρον δίσκος εἶδεν ἡλίου, Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἡλίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου. Στίχοι Ἄσειτος εἶ Ῥηγῖνε τὴν προθυμίαν, Κἂν δεινὸν ἐνσείσωσι πυκνὰ σοι ξίφη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται. Στίχοι Ἐνθέντες Ἀντώνιον εἰς πῦρ οἱ πλάνοι, Ἔψουσιν ὄψον νόστιμον τῷ Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ἑκων ἀμείψας, ὡς ὁ Δαυΐδ, τὰς φρένας, Βίον διέδρας, οὐ τὸν Ἀγχοῦς παμμάκαρ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, Ἐπίσκοπος Ἀπαμεία...

ΩΣ ΕΝ ΤΑΜΕΙΩ ΘΗΣΑΥΡΟΣ

Ὡς ἐν ταμείῳ θησαυρὸς ἐναπόθετος, ἡ τοῦ Προδρόμου κεφαλὴ ἐφυλάττετο, ἐν ὑδρίᾳ κρυβεῖσα, ἡ φωνὴ τοῦ Λόγου, ὡς σῖτος καταχωσθεῖσα εἰς βάθος γῆς, ἀνῆκε καρποφοροῦσα θείαν ζωήν. Ταύτης πάντες τιμήσωμεν, τὴν εὕρεσιν, τὸν Χριστόν, δοξάζοντες τὸν δόντα αὐτῇ, χάριν βρύειν ἰάματα.

ΘΗΣΑΥΡΟΣ ΕΝΘΕΩΝ ΔΩΡΕΩΝ, Η ΘΕΟΦΡΟΥΡΗΤΟΣ ΚΑΡΑ ΣΟΥ ΠΡΟΔΡΟΜΕ, ΕΚ ΤΩΝ ΤΗΣ ΓΗΣ....

Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος κάρα σου Πρόδρομε, ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν, ἣν ἡμεῖς πιστῶς ἀρυσάμενοι, καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν.

ΕΚ ΝΕΟΤΗΤΟΣ ΜΟΥ ΠΟΛΛΑ ΠΟΛΕΜΕΙ ΜΕ ΠΑΘΗ

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

H ΤΩΝ ΘΕΙΩΝ ΕΝΝΟΙΩΝ ΠΑΝΣΕΒΑΣΜΙΟΣ ΘΗΚΗ

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Η ΤΩΝ ΘΕΙΩΝ ΕΝΝΟΙΩΝ ΠΑΝΣΕΒΑΣΜΙΟΣ ΘΗΚΗ

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτήρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΒΟΤΡΥΝ ΤΟΝ ΠΑΜΠΕΠΕΙΡΟΝ ΑΓΝΗ

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

ΩΣ ΘΕΙΟΝ ΘΗΣΑΥΡΙΣΜΑ, ΕΓΚΕΚΡΥΜΜΕΝΟΝ ΤΗ ΓΗ, ΧΡΙΣΤΟΣ ΑΠΕΚΑΛΥΨΕ ΤΗΝ ΚΕΦΑΛΗΝ ΣΟΥ ΗΜΙΝ...

Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε τὴν κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

ΕΚ ΤΟΥ ΚΥΡΙΟΥ ΤΗΝ ΜΑΡΤΥΡΙΑΝ

Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας· ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαι σοι δέδοικα, ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα· διὸ μὴ ἀπαξιώσῃς συνεργὸς μοι γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε· καὶ γὰρ σὺ ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν

ΧΑΙΡΟΙΣ Η ΙΕΡΑ ΚΕΦΑΛΗ, ΚΑΙ ΦΩΤΟΦΟΡΟΣ ΚΑΙ ΑΓΓΕΛΟΙΣ ΑΙΔΕΣΙΜΟΣ

Χαίροις ἡ Ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοῖς ἐλεγμοῖς, ἀσελγείας αἶσχος διακόψασα, πηγὴ ἡ τοῖς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα, ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα, καὶ τὴν πτῆσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦτον σκηνώσασαν, τῆς Παλαιᾶς τε καὶ Νέας, ἡ μεσιτεύσασα χάριτος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Στάμνῳ ἐγκεκρυμμένη ποτέ, ἡ τοῦ Προδρόμου κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδοθεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμάτων ῥεῖθρα ἀναβλύζουσα· καὶ γὰρ ἐν τοῖς ὕδασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νῦν στεγάζοντος ὕδασι, καὶ ὀμβρίζοντος τοῖς βροτοῖς θείαν ἄφεσιν. Ταύτην οὖν μακαρίσωμεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσωπούσης, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος. Κάρα ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοίας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα, ἡ πρὶν τοῦ Ἡρῴδου, παρανομίαν ἐλέγ...

ΟΥ ΣΙΩΠΗΣΟΜΕΝ ΠΟΤΕ ΘΕΟΤΟΚΕ...

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

ΜΝΗΜΗ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ, ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχοι Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν, Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν. Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους, Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων. Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΤΕ ΤΗΣ ΠΑΡΘΕΝΟΥ Ο ΚΑΡΠΟΣ

Ὅτε τῆς Παρθένου ὁ καρπός, καὶ ζωαρχικώτατος σπόρος, εἰς γῆν ἐνέπεσε, τότε σε πολύκαρπον, στάχυν ἐβλάστησε, τοὺς πιστοὺς διατρέφοντα, τοῖς τῆς εὐσεβείας, λόγοις τε καὶ δόγμασι, καὶ τῆς ἀθλήσεως, τούτους ἁγιάζοντα θείῳ, αἵματι καὶ ἱερωσύνης, μύρῳ καθαγνίζοντα Πολύκαρπε. Ἔδυς ἐκ τοῦ κόσμου πρὸς Θεόν, ταῖς μαρμαρυγαῖς ἀποστίλβων, τοῦ μαρτυρίου σου, ἔστης τῆς ἐφέσεως ὡς τὸ ἀκρότατον, ὀρεκτῶν φθάσας Ὅσιε, καὶ τῆς μακαρίας, αἴγλης ἐμφορούμενος, ἧς νῦν ἱκέτευε, πάντας ἐν μεθέξει γενέσθαι, τοὺς τὴν σὴν πανίερον μνήμην, Μάκαρ ἑορτάζοντας Πολύκαρπε. Ὅτε ἐπὶ ξύλου τοῦ Σταυροῦ, ἡ ἀληθινὴ κρεμασθεῖσα, ὑψώθη ἄμπελος, τότε σὲ κατάκαρπον, κλῆμα ἐξέτεινε, τῇ δρεπάνῃ τεμνόμενον, σεπτοῦ μαρτυρίου, καὶ τοῖς τῶν κολάσεων, ληνοῖς πατούμενον, οὗπερ εὐφροσύνης κρατῆρα, πίστει συγκεράσαντες, Πάτερ, τοὺς σεπτοὺς ἀγῶνάς σου δοξάζομεν.

ΕΝ ΑΒΥΣΣΩ ΠΤΑΙΣΜΑΤΩΝ... ΝΟΥΘΕΤΟΥΜΕΝΟΙ ΠΑΤΕΡ...

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Νεκρωθεὶς θεηγόρε τῷ κόσμῳ παντί, μόνῳ δὲ Χριστῷ ζῶν καὶ πολιτευόμενος, πρὸς τὸν Χριστὸν μεθέστηκας, ζωτικὴν ἀφθαρσίαν καρπούμενος. Εὐσχημόνως ὁδεύων Μακάριε, τέκνον τε φωτος καὶ εἰρήνης δεικνύμενος, τὸν τῆς νυκτὸς πρωτότοκον, καὶ πολέμιον ἔγνως Μαρκίωνα. Νουθετούμενοι Πάτερ τοῖς λόγοις σου, πᾶσαν ἐκτρεπόμεθα βέβηλον αἵρεσιν, καὶ πονηρὰ συνέδρια, τῶν διττὰς πρεσβευόντων ἀρχὰς δυσσεβῶς.

ΤΟΝ ΤΗΣ ΧΑΡΙΤΟΣ ΒΟΤΡΥΝ

Τὸν τῆς χάριτος βότρυν ἐν τῇ ψυχῇ, ἀληθῶς γεωργήσας Πάτερ σοφέ, ὡς οἶνον ἐξέβλυσας, τὸν τῆς πίστεως λόγον, τὸν εὐφραίνοντα πάντων, Πιστῶν τὴν διάνοιαν, καὶ θαυμάτων ὤφθης ἀπέραντον πέλαγος· ὅθεν καὶ Μαρτύρων, καλλονὴ ἀνεδείχθης, πυρὶ τελειούμενος, καὶ φωτὸς ἀξιούμενος, ἀϊδίου Πολύκαρπε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.

ΤΗΝ ΤΗΣ ΣΟΦΙΑΣ ΧΡΗΣΤΟΤΗΤΑ ΑΡΥΣΑΜΕΝΟΣ.... ΔΟΞΑΖΟΝΤΕΣ ΚΥΡΙΟΝ

Τὴν τῆς σοφίας χρηστότητα ἀρυσάμενος, ἐξ αὐτῆς Πάτερ ἔπλησας θεογνωσίᾳ τὴν ποίμνην σου, καὶ τῆς παναγίας καὶ ἀρρήτου Θεότητος τὸ τρισήλιον ἤστραψας, τοῦ Πατρος τὸ ἀγέννητον, Υἱοῦ δὲ τὴν γέννησιν καὶ ἐκπόρευσιν Πνεύματος, μίαν Θεότητα, μίαν δόξαν τρανῶς ἐκδιδάξας, καὶ εἰδώλων ἀθεΐαν ἐκ ποδῶν ἀποποιήσας, καρπούς δὲ ὡρίμους, ψυχὰς πιστευόντων προσάγων τούτῳ ἔνδοξε, ἐν ᾧ βεβαπτίσμεθᾳ, εἰς ὃν καὶ πιστεύομεν, δοξάζοντες Κύριον.

ΚΑΡΠΟΥΣ ΤΟΥΣ ΛΟΓΙΚΟΥΣ, ΤΩ ΚΥΡΙΩ ΠΡΟΣΦΕΡΩΝ

Καρποὺς τοὺς λογικούς, τῷ Κυρίῳ προσφέρων, Πολύκαρπε σοφέ, ἀρετῶν δι' ἐνθέων, ἐδείχθης ἀξιόθεος, Ἱεράρχα μακάριε· ὅθεν σήμερον, οἱ φωτισθέντες σοῖς λόγοις, ἀνυμνοῦμέν σου, τὴν ἀξιέπαινον μνήμην, δοξάζοντες Κύριον.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΟΛΥΚΑΡΠΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Στίχοι Σοὶ Πολύκαρπος ὡλοκαυτώθη Λόγε, Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως. Εἰκάδι ἐν τριτάτῃ κατὰ φλὸξ Πολύκαρπον ἔκαυσεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου. Στίχοι Σύνταγμα τετράριθμον ἀνδρῶν τιμίων, Συντάσσεταί σοι, καὶ μεθίσταται βίου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τιμῶ τελευτὴν σὴν σιγῇ, Γοργονία, Γρηγορίου μέλψαντος αὐτὴν ἐκ λόγων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται. Στίχοι Κλήμης, τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου, Καινόν τι γλεῦκος, αἷμα τμηθεὶς ἐκχέει. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται. Στίχοι Θεὴν ἀποσκώπτουσαν εἰς θεοὺς πλάνους, Οἱ τῆς πλάνης κτείνουσι προστάται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων ...

ΤΟΝ ΖΟΦΟΝ ΤΗΣ ΨΥΧΗΣ ΜΟΥ, ΔΙΑΣΚΕΔΑΣΟΝ ΦΩΤΟΔΟΤΑ...

Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα, Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε. Νοῒ κεκαθαρμένῳ, παρεστὼς τῇ Τριάδι μακάριε, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι πυρσευόμενος Πάτερ, τοὺς ἐν σκότει ἡμᾶς κινδυνεύοντας, τῶν ψυχικῶν παθημάτων, φωτίζεις ἑκάστοτε. Τὴν σάρκα ἐγκρατείᾳ, τὴν ψυχὴν ἀπαθείᾳ κοσμούμενος, τοῦ Βασιλέως των ὅλων, θεράπων ἐγνωρίσθης, καὶ παρ' αὐτοῦ ἐναργεῖς, τὰς τῶν θαυμάτων ἐδέξω, Τιμόθεε χάριτας. Οὐ γνώμῃ περιέργῳ, ἀλλ' ἀπλάστῳ καρδίᾳ αἰτήσασα, ἡ προσελθοῦσά σοι στεῖρα, διὰ πιστοῦ οἰκέτου, εὔτεκνος δείκνυται ἐξ ἀτεκνίας, ὑμνοῦσα Χριστὸν τὸν Θεόν ἡμῶν.

ΠΑΡΘΕΝΟΣ ΤΩ ΣΩΜΑΤΙ ΣΥ ΑΝΑΔΕΔΕΙΞΑΙ, ΠΙΣΤΩΣ ΤΩ ΠΟΙΗΣΑΝΤΙ

Παρθένος τῷ σώματι σὺ ἀναδέδειξαι, πιστῶς τῷ ποιήσαντι, σὺ πεφανέρωσαι, Πατὴρ ἡμῶν Ὅσιε· ὅθεν καὶ συνευφραίνῃ, ταῖς φρονίμοις Παρθένοις, πίστει δὲ συγχορεύεις, τοῖς ὁσίοις Πατράσιν, ἡμῖν δὲ ἐπεφάνης βρύων τὰ θαύματα.

ΕΞΑΓΟΡΕΥΣΩ ΑΓΝΗ ΣΟΙ ΘΕΟΤΟΚΕ....

Ἐξαγορεύσω Ἁγνὴ σοι Θεοτόκε, τὰ δεινά μου πταίσματα· εἰ γὰρ καὶ κρύψω αὐτά, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀνοιγομένων, πασῶν τῶν βίβλων φανερωθήσονται. Ὄμματα ἐρρύπωσα, βλέπων τὰ ἄτοπα, χεῖρας ἀθέσμως ἐμόλυνα, ταῖς αἰσχρουργίαις, σῶμα ἠχρείωσα ὁ ταλαίπωρος, καὶ τὴν ψυχήν μου ἐτραυμάτισα, ἁμαρτίαις· ἐλέησον οἴκτειρον, καὶ μερίδος με δεῖξον, σωζομένων ταῖς πρεσβείαις σου.

EK THΣ ΓΗΣ ΕΚΛΑΜΨΑΝΤΕΣ, ΦΩΣΤΗΡΟΣ ΔΙΚΗΣ

Ἐκ τῆς γῆς ἐκλάμψαντες, φωστῆρος δίκην, ἀσεβείας ἅπασαν, ἀπεμειώσατε ἀχλύν, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.

ΤΑΙΣ ΠΟΛΥΤΡΟΠΟΙΣ ΙΔΕΑΙΣ ΤΩΝ ΒΑΣΑΝΩΝ

Ταῖς πολυτρόποις ἰδέαις τῶν βασάνων, ἐναπεκδυσάμενοι τοὺς τῆς νεκρώσεως, χιτῶνας Μάρτυρες ἔνδοξοι, τῆς ἀφθαρσίας, θεῖον ἱμάτιον ἐνεδύσασθε, καὶ νῦν τὰ οὐράνια περιπολεύετε, τῷ θεϊκῷ θρόνῳ πάντοτε, παρεστηκότες, λελαμπρυσμένοι θεομακάριστοι· ὅθεν ἐν πίστει τὴν ὑπέρλαμπρον, μνήμην ὑμῶν ἑορτάζομεν, καὶ λειψάνων τήν θήκην, ἱερῶς περιπτυσσόμεθα. Ἐξ ἀσθενείας βροτῶν δύναμις θεία, ἰάσεων πρόεισι τοῖς προσπέλάζουσι, κόνις βραχεῖα τοῦ σώματος, τῶν Ἀθλοφόρων, πηγὰς θαυμάτων βρύει ἐν χάριτι, προσέλθωμεν ἄνθρωποι καὶ ἀρυσώμεθα, ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, ἀναβοῶντες, χαριστηρίους φωνὰς καὶ λέγοντες· Σῶτερ τοῦ κόσμου, δι' ὃν ἤθλησαν, οἱ σεπτοὶ Ἀθληταὶ καρτερώτατα, ταῖς αὐτῶν ἱκεσίαις, πάσης βλάβης ἐλευθέρωσον. Οἱ ἐπὶ χρόνους μακροὺς ἐγκεκρυμμένοι, καλλίνικοι Μάρτυρες νῦν πεφανέρωνται, καθάπερ ὄλβος πολύτιμος, τὴν Βασιλίδα, καταπλουτίζοντες πασῶν πόλεων, παλάμαις φερόμενοι, ἀρχιερέως σοφοῦ, καὶ εἰς ναὸν κομιζόμενοι, σεπτῶς τόν, θεῖον, καὶ τοῖς αἰτοῦσι διανεμόμενοι, εἰς πᾶσαν ῥῶσιν, εἰς ὠφέ...

ΕΞΑΓΟΡΕΥΣΩ ΑΓΝΗ ΣΟΙ ΘΕΟΤΟΚΕ....

Ἐξαγορεύσω Ἁγνὴ σοι Θεοτόκε, τὰ δεινά μου πταίσματα· εἰ γὰρ καὶ κρύψω αὐτά, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀνοιγομένων, πασῶν τῶν βίβλων φανερωθήσονται. Ὄμματα ἐρρύπωσα, βλέπων τὰ ἄτοπα, χεῖρας ἀθέσμως ἐμόλυνα, ταῖς αἰσχρουργίαις, σῶμα ἠχρείωσα ὁ ταλαίπωρος, καὶ τὴν ψυχήν μου ἐτραυμάτισα, ἁμαρτίαις· ἐλέησον οἴκτειρον, καὶ μερίδος με δεῖξον, σωζομένων ταῖς πρεσβείαις σου.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ, ΚΑΙ ΤΗΣ ΓΗΣ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν». Ἀλλήλους συνωθοῦντες πρὸς τὴν ζωήν, καὶ θαρρεῖν ἑαυτοῖς ἐγκελεύοντες, τοὺς αἰκισμούς, ἤνεγκαν βοῶντες οἱ Ἀθληταί· Ἴδε καιρὸς εὐπρόσδεκτος, στῶμεν καὶ νικήσωμεν τὸν ἐχθρόν· Χριστὸς γὰρ ἀθλοθέτης, προτείνει τοὺς στεφάνους, ὁ δι' ἡμᾶς παθεῖν ἑλόμενος. Ὑψώθης ἐπὶ ξύλου Λόγε Θεοῦ, καὶ Μαρτύρων ἀγέλας ἀνείλκυσας, πρὸς ἑαυτόν, πάθος εἰκονίσαντας καὶ σφαγήν, ἣν ἑκουσίως Δέσποτα, εἵλου εὐσπλαγχνίᾳ, τῇ καθ' ἡμᾶς· διὸ σε οἱ γενναῖοι, ποθήσαντες ὁπλῖται, ὡς ἱερεῖα σφαγιάζονται. Χριστῷ συμβασιλεύειν διαπαντός, ἀθλοφόροι πανεύφημοι, Μάρτυρες περιχαρῶς, καταξιωθέντες ἐν οὐρανοῖς, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ τῷ Ποιμενάρχῃ τὴν ψυχικήν, αἰτεῖσθε σωτηρίαν, καὶ πᾶσι τοῖς ἐν πίστει, ἀνευφημοῦσιν ὑμᾶς σήμερον.

ΩΣ ΡΟΔΑ ΜΕΣΟΝ ΑΚΑΝΘΩΝ ΤΑ ΛΕΙΨΑΝΑ

Ὡς ῥόδα μέσον ἀκανθῶν τὰ λείψανα, ἀνθοῦντα ὀσμήν ὀρθοδοξίας πηγάζετε ἐν κόσμῳ, Μάρτυρες ἔνδοξοι σεπτοί, κόσμου τὰ ὡραῖα ἀρνησάμενοι καλῶς, βασάνους ὑπεμείνατε, Βασιλεῖς ἀνομοῦντας ἠλέγξατε, τὸν Βασιλέα καὶ Δεσπότην τῶν ἁπάντων κηρύξαντες μετὰ παρρησίας· διὰ τοῦτο οὐρανοῦ τὰ κάλλη ὁρώντες, ἐκτενῶς ὑπὲρ ἡμῶν τήν ἱκεσίαν τῷ Βασιλεῖ τῶν αἰώνων προσάγετε, τῶν τελούντων ὑμῶν τὰ μνημόσυνα, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.

ΜΗ ΕΠΟΔΥΡΟΥ ΜΟΥ ΜΗΤΕΡ ΚΑΘΟΡΩΣΑ, ΕΝ ΞΥΛΩ ΚΡΕΜΑΜΕΝΟΝ

Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον τὸν σὸν Υἱὸν καὶ Θεόν, τῶν ἐφ' ὑδάτων κρεμάσαντα τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.

ΤΟΝ ΖΟΦΟΝ ΤΗΣ ΨΥΧΗΣ ΜΟΥ, ..... ΟΥ ΓΝΩΜΗ ΠΕΡΙΕΡΓΩ

Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα, Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε». Νοῒ κεκαθαρμένῳ, παρεστὼς τῇ Τριάδι μακάριε, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι πυρσευόμενος Πάτερ, τοὺς ἐν σκότει ἡμᾶς κινδυνεύοντας, τῶν ψυχικῶν παθημάτων, φωτίζεις ἑκάστοτε. Τὴν σάρκα ἐγκρατείᾳ, τὴν ψυχὴν ἀπαθείᾳ κοσμούμενος, τοῦ Βασιλέως των ὅλων, θεράπων ἐγνωρίσθης, καὶ παρ' αὐτοῦ ἐναργεῖς, τὰς τῶν θαυμάτων ἐδέξω, Τιμόθεε χάριτας. Οὐ γνώμῃ περιέργῳ, ἀλλ' ἀπλάστῳ καρδίᾳ αἰτήσασα, ἡ προσελθοῦσά σοι στεῖρα, διὰ πιστοῦ οἰκέτου, εὔτεκνος δείκνυται ἐξ ἀτεκνίας, ὑμνοῦσα Χριστὸν τὸν Θεόν ἡμῶν.

ΝΕΦΕΛΗ ΤΟΥ ΗΛΙΟΥ ΤΟΥ ΝΟΗΤΟΥ

Νεφέλη τοῦ Ἠλίου τοῦ νοητοῦ, τῆς ψυχῆς μου τὰ νέφη ἀπέλασον, πύλη Θεοῦ, ἄνοιξόν μοι πύλας ἐκδυσωπῶ, δικαιοσύνης Δέσποινα, καὶ πρὸς τὰς εἰσόδους τὰς ἀγαθάς, εἰσάγαγε Παρθένε, σκανδάλων πολυτρόπων, τοῦ πονηροῦ ἐκλυτρουμένη με.

ΜΝΗΜΗ ΕΥΡΕΣΕΩΣ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΤΟΙΣ ΕΥΓΕΝΙΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως. Στίχοι Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι, Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην. Εἰκάδα δευτερίην ἀνὰ σεπτὰ φάνη χθονὸς ὀστᾶ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ. Στίχοι Ἀθανάσιος, θρέμμα Παυλοπετρίου, Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται. Στίχοι Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας, Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται. Στίχοι Ψάλλει Συνετὸς καὶ περ ἐκθνῄσκων ξίφει, «Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην». Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Θαλασσίου καὶ Λιμναίου. Στίχοι Λιμὴν Λιμναῖον καὶ Θαλάσσιον φέρε...

ΥΠΕΡ ΑΝΑΠΑΥΣΕΩΣ ΤΩΝ ΚΕΚΟΙΜΗΜΕΝΩΝ

Οι Πατέρες τής Εκκλησίας έχουν καθορίσει τό Σάββατο προ της Κυριακής των Απόκρεω καί τό Σάββατο πρό της Κυριακής της Πεντηκοστής ως Ψυχοσάββατα, ήμερες δηλαδή αφιερωμένες στίς ψυχές τών κεκοιμημένων αδελφών μας. Εξαιρέτως λοιπόν τίς ημέρες αυτές η Εκκλησία τελεί τα ιερά Μνημόσυνα για τα παιδιά της που εν Χριστώ αναπαύονται. Με τα μνημόσυνα η Εκκλησια παραγγέλνει στους πιστούς να δείχνουν την αγάπη τους προς τον νεκρό αδελφό, ώστε να συγχωρήθουν οι αμαρτίες του, να δεηθούν γι' αυτό μαζί με τηνΈκκλησία προς τον Κύριο των ζωντανών και νεκρών, να ζητήσουν γι' αυτόν τη δαψίλευση της θείας χάρης και την κληρονομιά της ουράνιας βασιλείας. Όταν θέλουμε να τελέσουμε μνημόσυνο πρέπει να φέρουμε στην Εκκλησία τό πρόσφορο, τό νάμα, καί τά ονόματα των τεθνεώτων γιά νά μνημονευθούν πρώτα στην Θεία Λειτουργία. Καί φροντίζουμε νά συμμετάσχουμε κι εμείς στην Θεία Λειτουργία καί νά είμαστε έτοιμοι να προσέλθουμε στο Μυστήριο της Θείας Ευχαριστίας, γιατί εκείνη τήν ώρα ενώνουμε τόν εαυτό μας μ...

ΟΛΟΣ Ο ΒΙΟΣ ΜΟΥ ΑΣΩΤΟΣ....

Ὅλος ὁ βίος μου ἄσωτος, ἡ δὲ ψυχὴ ἀσελγής, καὶ τὸ σῶμα παμμίαρον, καὶ ὁ νοῦς ἀκάθαρτος, καὶ τὰ ἔργα παμβέβηλα, καὶ ὅλος ὄντως εἰμὶ ὑπεύθυνος, τῆς καταδίκης καὶ κατακρίσεως, ποῦ νῦν πορεύσομαι, καὶ πρὸς τίνα φεύξομαι, εἰμὴ πρὸς σὲ; Δέσποινα σπλαγχνίσθητι καὶ δεῦρο σῶσόν με.

ΟΙ ΚΥΡΙΑΚΕΣ ΤΟΥ ΤΡΙΩΔΙΟΥ

Όλες οι Κυριακές του Τριωδίου έχουν συγκεκριμένη ονομασία και αποτελούν μια αλληλουχία μεστή νοημάτων και μηνυμάτων. Με τη σειρά, οι Κυριακές του Τριωδίου είναι: Κυριακή Τελώνου και Φαρισαίου Κυριακή του Ασώτου Κυριακή της Απόκρεω Κυριακή της Τυροφάγου Α' Νηστειών: Κυριακή της Ορθοδοξίας Β' Νηστειών: Γρηγορίου του Παλαμά Γ' Νηστειών: Κυριακή της Σταυροπροσκυνήσεως Δ' Νηστειών:Ιωάννου της Κλίμακος Ε' Νηστειών: Μαρίας της Αιγύπτιας Κυριακή των Βαΐων

ΤΑΧΥ ΠΡΟΚΑΤΑΛΑΒΕ,,,,

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμῶν πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

ΠΑΡΘΕΝΟΣ ΤΩ ΣΩΜΑΤΙ ΣΥ ΑΝΑΔΕΔΕΙΞΑΙ

Παρθένος τῷ σώματι σὺ ἀναδέδειξαι, πιστῶς τῷ ποιήσαντι, σὺ πεφανέρωσαι, Πατὴρ ἡμῶν Ὅσιε· ὅθεν καὶ συνευφραίνῃ, ταῖς φρονίμοις Παρθένοις, πίστει δὲ συγχορεύεις, τοῖς ὁσίοις Πατράσιν, ἡμῖν δὲ ἐπεφάνης βρύων τὰ θαύματα.

ΙΛΑΣΘΗΤΙ ΜΟΙ ΣΩΤΗΡ

«Ἱλάσθητί μοι Σωτὴρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου». Καλῶς σου διατηρῶν, τὸ παρθενίας ἀξίωμα, ἐν ὅλῃ σου τῇ ζωῇ, γυναίῳ οὐδὲ ποτε, κατ' ὄψιν συνέτυχες, τὴν ἐκ τούτου βλάβην, παντελῶς ἀποκρουσάμενος. Λιμένι τῷ νοητῷ, ἐγκαθωρμίσθης τοῖς κύμασι, τῶν ἡδονῶν μὴ βραχείς, παμμάκαρ Τιμόθεε, ἀλλὰ ταῖς τοῦ Πνεύματος, ζωηφόροις αὔραις, εὐπλοήσας, Παναοίδιμε. Ἐμάκρυνας ψαλμικῶς, ἐν ὄρεσι διαιτώμενος, καὶ ταῖς ἐρήμοις ἀεί, σοφὲ αὐλιζόμενος, ἕως οὗ εἰσήλασας, εἰς Θεοῦ τὴν πόλιν, τὴν οὐράνιον Τιμόθεε.

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΤΙΜΟΘΕΕ...

Πάτερ θεόφρον Τιμόθεε, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῶν παθῶν σκιρτήματα, παντελῶς ἐξηφάνισας, καὶ ἀπαθείας χάριν δεξάμενος, δοχεῖον ὤφθης τοῦ θείου Πνεύματος· ὅθεν τὰ πνεύματα, ἀπελαύνεις πάντοτε τὰ πονηρά, ζῶν καὶ μετὰ θάνατον, θεομακάριστε. Πάτερ θεόφρον Τιμόθεε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω τὸ ἐν τοῖς πόνοις στερρόν, Δαυῒδ τὸ πρᾷον ἀνατεινόμενος, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν. Πάτερ ἱερὲ Τιμόθεε, τῆς σωφροσύνης εἰκών, ἐγκρατείας ὑπόδειγμα, εὐσεβείας, ἴνδαλμα, καὶ πηγὴ κατανύξεως, ὀρθοδοξίας ἔρεισμα ἄσειστον, τῶν ἰαμάτων ῥεῖθρον ἀέναον, ἥλιος ἄδυτος, τέκνον θείας χάριτος, καὶ Μοναστῶν, ὤφθης ἐγκαλλώπισμα, σεβασμιώτατε.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΤΙΜΟΘΕΟΥ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις. Στίχοι Καὶ ζῶντα Τιμόθεε καὶ τεθνηκότα, Τιμᾷ Θεὸς ζώντων σε καὶ τεθνηκότων. Εἰκάδι Τιμόθεον πρώτῃ κατὰ σῆμα κάλυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου, Πατριάρχου Ἀντιοχείας τῆς μεγάλης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος. Στίχοι Ὁ Γεώργιος, καὶ λιπὼν τὸ σαρκίον, Πολλοῖς γεωργεῖ ψυχικὴν σωτηρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἰωάννης, Πατριάρχης Κωνσταντινουπόλεως, ὁ ἀπὸ Σχολαστικῶν, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης, Καὶ τῶν μακρῶν σου νῦν σχολὴν ἄγεις πόνων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ζαχαρίας, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Μακάριος εἶ καὶ θανὼν Ζαχαρία, Ζαχαρία πρόεδρε γῆς μακαρίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΤΡΙΩΔΙΟΝ

Εκκλησιαστική περίοδος πού εκτείνεται από την Κυριακή Τελώνου και Φαρισαίου εως την Κυριακή του Πάσχα. Ιδιαίτερο χαρακτηριστικό της, από το οποιο παίρνει και το ονομά της, είναι ότι κατά την περίοδο αυτή οι Κανόνες που απαρτίζουν τις καθημερινές ακολουθίες αποτελούνται από τρεις ωδές και όχι εννιά, όπως συμβαίνει με όλους τους υπόλοιπους Κανόνες. Είναι πλήρης ακολουθιών, προσφέροντας στους πιστούς πολλές ευκαιρίες λειτουργικής εμπειρίας. Είναι περίοδος κατάνυξης και προετοιμασίας για το Αγιο Πάσχα και την Ανάσταση του Κυρίου. Δεν εκτείνεται πάντα στην ίδια περίοδο του έτους μια και εξαρτάται από το Πάσχα.

ΛΕΟΝ ΘΕΟΦΡΟΝ ΠΑΝΟΛΒΙΕ...

Λέον θεόφρον πανόλβιε, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τελείαις καθάρσεσι, τῷ Θεῷ καὶ Κτίστῃ σου, καθαρῶς προσκολλώμενος, φωτὸς ἐνθέου ἔμπλεως γέγονας, καὶ χαρισμάτων θείων τετύχηκας, πάθη ἀνίατα, θεραπεύειν πάντοτε, καὶ προσευχῶν, μάστιγι, ἀκάθαρτα, διώκειν πνεύματα. Λέον τῷ ὄντι μακάριος, Ἀρχιερεὺς γεγονώς, ἐπὶ χλόην ἐξέθρεψας, ῥάβδῳ θείας πίστεως, ὡς ποιμὴν ἀληθέστατος, ὀρθοδοξίας καὶ τελειότητος, τὴν σὴν ἀγέλην σθένει τοῦ Πνεύματος, ἧς κατενώπιον, ἐκτελῶν τεράστια, θεοπρεπῶς, κλέος ἀναφαίρετον, ἐκληρονόμησας. Ἔλαιον θεῖον ἀρύσασθε, ὡς ἐκ πηγῆς προϊόν, βλαστανούσης ἀέναον, τῆς τιμίας λάρνακος, τοῦ σοφοῦ Ἀρχιποίμενος, καὶ τῷ τῶν ὅλων, Θεῷ βοήσατε· ὁ ἐν Ἁγίοις σου θαυμαζόμενος, τούτου δεήσεσι, σῶσον ἡμᾶς οἴκτειρον, ὡς ἀγαθός, πίστει ἑορτάζοντας, τὴν θείαν μνήμην αὐτοῦ.

ΤΗΣ ΠΑΤΡΙΚΗΣ ΔΩΡΕΑΣ ΔΙΑΣΚΟΡΠΙΣΑΣ ΤΟΝ ΠΛΟΥΤΟΝ....

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ' ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με.

ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ ΑΝΟΙΞΟΝ ΜΟΙ ΠΥΛΑΣ ΖΩΟΔΟΤΑ....

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

ΥΠΕΡΕΥΛΟΓΗΜΕΝΗ ΥΠΑΡΧΕΙΣ

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΕΠΙΓΝΩΜΕΝ ΑΔΕΛΦΟΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ

Ἐπιγνῶμεν ἀδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας, πρὸς τὴν πατρικὴν ἑστίαν, ἀναδραμόντα, Ἄσωτον Υἱὸν ὁ πανάγαθος Πατήρ, προϋπαντήσας ἀσπάζεται, καὶ πάλιν τῆς οἰκείας δόξης, χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς ἄνω ἐπιτελεῖ ευφροσύνην, θύων τὸν μόσχον τὸν σιτευτόν, ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τῷ τε θύσαντι φιλανθρώπῳ Πατρί, καὶ τῷ ἐνδόξῳ θύματι, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ω ΠΟΣΩΝ ΑΓΑΘΩΝ

Ὢ πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον, τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχὴ! τῷ πυρὶ τῷ αἰωνίῳ λοιπὸν καταδικάζεσαι· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ. Ὡς τὸν Ἄσωτον δέξαι με υἱόν, ὁ Θεός, καὶ ἐλέησόν με.

ΕΙΣ ΑΝΑΜΑΡΤΗΤΟΝ ΧΩΡΑΝ, ΚΑΙ ΖΩΗΡΑΝ, ΕΠΙΣΤΕΥΘΗΝ

Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν, ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν, τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ' αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν, τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην καὶ σῶσόν με.

ΑΓΚΑΛΑΣ ΠΑΤΡΙΚΑΣ, ΔΙΑΝΟΙΞΑΙ ΜΟΙ ΣΠΕΥΣΟΝ...

Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τοῦ ἐλέους Σου. Νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω. Ἥμαρτον, σῶσόν με.

ΕΣΚΟΡΠΙΣΑ ΤΟΝ ΠΛΟΥΤΟΝ ΣΟΥ, ΕΚΔΑΠΑΝΗΣΑΣ ΚΥΡΙΕ

Ἐσκόρπισα τὸν πλοῦτόν σου, ἐκδαπανήσας Κύριε, καὶ πονηροῖς δαιμονίοις, καθυπετάγην ὁ τάλας· ἀλλὰ Σωτὴρ πανεύσπλαγχνε τὸν Ἄσωτον οἰκτείρησον, καὶ ῥυπωθέντα κάθαρον, τὴν πρώπην ἀποδιδούς μοι, στολὴν τῆς σῆς βασιλείας.

ΠΑΤΕΡ ΑΓΑΘΕ, ΕΜΑΚΡΥΝΘΗΝ ΑΠΟ ΣΟΥ ΜΗ ΕΓΚΑΤΑΛΙΠΗΣ ΜΕ, ΜΗΔΕ ΑΧΡΕΙΟΝ ΔΕΙΞΗΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΣΟΥ

Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι' ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος.

ΙΗΣΟΥ Ο ΘΕΟΣ, ΜΕΤΑΝΟΟΥΝΤΑ ΔΕΞΑΙ...

Ἰησοῦ ὁ Θεός, μετανοοῦντα δέξαι νῦν κἀμέ, ὡς τὸν Ἄσωτον Υἱόν, πάντα τὸν βίον ἐν ἀμελείᾳ ζήσαντα καὶ σὲ παροργίσαντα. Ὅν μοι δέδωκας πρίν, κακῶς ἐσκόρπισα θεῖον πλοῦτον, ἐμακρύνθην ἀπὸ σοῦ, ἀσώτως ζήσας, εὔσπλαγχνε Πάτερ. Δέξαι οὖν κἀμὲ ἐπιστρέφοντα. Τὰς ἀγκάλας νυνί, τὰς πατρικὰς προσεφαπλώσας δέξαι, Κύριε, κᾀμέ, ὥσπερ τὸν Ἄσωτον, πανοικτίρμον, ὅπως εὐχαρίστως δοξάζω σε.

ΤΟΝ ΠΛΟΥΤΟΝ, ΟΝ ΜΟΙ ΔΕΔΩΚΑΣ

Τὸν πλοῦτον, ὅν μοι δέδωκας, τῆς χάριτος ὁ ἄθλιος, ἀποδημήσας ἀχρείως, κακῶς ἠνάλωσα Σῶτερ, ἀσώτως ζήσας δαίμοσι, δολίως διεσκόρπισα· διό με ἐπιστρέφοντα, ὥσπερ τὸν Ἄσωτον δέξαι, Πάτερ οἰκτίρμον, καὶ σῶσον.

ΤΗΣ ΠΑΤΡΙΚΗΣ ΔΩΡΕΑΣ ΔΙΑΣΚΟΡΠΙΣΑΣ ΤΟΝ ΠΛΟΥΤΟΝ

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ' ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με.

ΤΗΣ ΠΑΤΡΩΑΣ, ΔΟΞΗΣ ΣΟΥ, ΑΠΟΣΚΙΡΤΗΣΑΣ ΑΦΡΟΝΩΣ

Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον, δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.

ΤΟΝ ΑΠΟ ΒΡΕΦΟΥΣ ΚΥΡΙΩ ΑΝΑΤΕΘΕΝΤΑ,,,,

Τὸν ἀπὸ βρέφους Κυρίῳ ἀνατεθέντα, καὶ ἐκ σπαργάνων τὴν χάριν ἀνειληφότα, πάντες τοῖς ᾄσμασι στεφανώσωμεν, Λέοντα τὸν φωστῆρα τῆς Ἐκκλησίας καὶ πρόμαχον· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα

ΤΡΑΝΩΣΟΝ ΜΟΥ ΤΗΝ ΓΛΩΣΣΑΝ ΧΡΙΣΤΕ ΜΟΥ

Τράνωσόν μου τὴν γλῶσσαν Χριστέ μου, καὶ παράσχου μοι λόγον, ὁ τῶν λόγων δοτήρ, καὶ παροχεὺς τῆς ζωῆς ἡμῶν, ἵνα ἰσχύσω ἐγκωμιάσαι τοῦ σοφοῦ Ἱεράρχου τόν βίον ὅλον, ὃν ἐν τῇ γῇ διαπύρῳ ἀγάπῃ ἐτέλεσε, καὶ εἴληφεν οὐρανόθεν τῶν ἀπείρων θαυμάτων τὸ πέλαγος, καὶ τῶν δογμάτων τὴν δύναμιν, δι' ὧν τὴν Ἐκκλησίαν κατηύγασεν· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΛΕΟΝΤΟΣ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος, Ἐπισκόπου Κατάνης. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λέοντος, Ἐπισκόπου Κατάνης. Στίχοι Οἰ μὲν νεκρὸς Λέοντος, εἶ δ' οἵου πύθῃ, Πάντως ἐροῦμεν. Τοῦ προέδρου Κατάνης. Εἰκάδι ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώκ, Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων τὸν ἀριθμὸν ἑκατὸν εἰκοσιοκτώ. Στίχοι Φέρει σὺν ὀκτὼ καὶ Σαδὼκ Ἐπισκόπῳ, Ἡ δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βησσαρίωνος. Στίχοι Πολλῶν ἱδρώτων καὶ πόνων Βησσαρίων, Πολλὰς θανὼν εὕρηκεν ἀντιμισθίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγάθωνος Πάπα Ῥώμης. Στίχοι Ῥώμης Ἀγάθων οἴακας διευθύνας, Πρύμναν ἔκρουσε πρὸς νοητοὺς λιμένας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ

Τοῦ Σωτῆρος ἡμῶν καθ' ἑκάστην διδάσκοντος δι' οἰκείας φωνῆς, τῶν Γραφῶν ἀκουσώμεθα, περὶ τοῦ Ἀσώτου καὶ σώφρονος πάλιν, καὶ τούτου πίστει ἐκμιμησώμεθα τήν καλὴν μετάνοιαν, τῷ κατιδόντι πάντα τὰ κρύφια μετὰ ταπεινῆς καρδίας κράξωμεν· Ἡμάρτομέν σοι Πάτερ οἰκτίρμον, καὶ οὐκ ἐσμὲν ἄξιοι ποτέ, κληθῆναι τέκνα ὡς πρίν. Ἀλλ' ὡς φύσει ὑπάρχων φιλάνθρωπος, σὺ προσδέχου, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν. Στίχοι Ἄσωτος εἴ τις, ὡς ἐγώ, θαρρῶν ἴθι. Θείου γὰρ οἴκτου πᾶσα ἤνοικται θύρα. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΑΠΑΝΗΣΑΣ ΑΣΩΤΩΣ, ΤΗΣ ΠΑΤΡΙΚΗΣ ΟΥΣΙΑΣ

Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.

ΓΕΡΩΝ ΜΩΫΣΗΣ- ΤΙ ΕΙΝΑΙ Η ΕΚΚΛΗΣΙΑ;

Εικόνα
ΓΕΡΩΝ ΜΩΫΣΗΣ- ΤΙ ΕΙΝΑΙ Η ΕΚΚΛΗΣΙΑ; :

Η ΕΜΨΥΧΟΣ ΚΟΛΧΟΣ, ΧΑΙΡΕ ΔΕΣΠΟΙΝΑ

Ἡ ἔμψυχος κόλχος, χαῖρε, Δέσποινα, ἡ κογχύλη σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ· ἐρυθράν ἀλουργίδα τῷ τοῦ παντὸς Βασιλεῖ πορφυρώσασα· τὴν γύμνωσιν τήν τοῦ Ἀδὰμ ἡ καλύψασα, χαῖρε, Πανύμνητε. Στηρίζει μὲν τὰς καρδίας ἀνθρώπων φυσικῶς ὁ αἰσθητὸς οὗτος ἄρτος, χριστιανῶν δὲ καρδίας στηρίζει τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα· ἐντεῦθεν καὶ χαρμονικῶς πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι. Λυχνία, χαῖρε, ἡ χρυσαυγίζουσα· κιβωτὸς ἡ θεοχώρητος, χαῖρε· χαῖρε, σκηνή·χαῖρε· ἅγιον ὄρος· χαῖρε, τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε· παλάτιον, χαῖρε, Θεοῦ· χαῖρε, τέμενος θεῖον, πολύφωτον. Ὑπέραγνε, ὑπεράμωμε, χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος· χαῖρε, κοινὴ τοῦ ἀνθρωπίνου γένους φιλοτιμία καὶ χάρις θεόσδοτος τὴν φύσιν, χαῖρε, τῶν βροτῶν ἡ τιμήσασα, Κόρη, τῷ Τόκῳ σου.

ΠΙΣΤΟΝ ΣΕ ΔΟΥΛΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ

Πιστὸν σε δοῦλον τοῦ Χριστοῦ ὁ κορυφαῖος Παῦλος, Ἄρχιππε, ἐκθειάζων, συγγράφει τοῖς ἐπαίνοις, καὶ μαρτυρεῖ περιφανῶς πληρωτὴν τοῦ λόγου, καὶ ἱερὸν ὑφηγητήν, καὶ κήρυκα σοφώτατον· Ἡμεῖς δὲ λύχνον σήμερον ἄσβεστον βλέπομέν σε πάντες, καταλάμποντα τῷ κόσμῳ Ἀπόστολε· ὃν καὶ ἡ Ἀπφία ἐγνώρισε καλῶς, ἐκ τοῦ φωτὸς τοῦ πρώτου τηλαυγέστατον πυρσόν, φαεσφόρον δᾳδουχητικῶς φωτίζοντα τοὺς βοῶντας· Σῶσον τοὺς πίστει τιμῶντας τὴν μνήμην σου.

ΔΕΥΤΕ ΣΗΜΕΡΟΝ, ΠΙΣΤΟΙ ΤΗΝ ΑΓΙΑ ΦΙΛΟΘΕΗΝ

Δεῦτε σήμερον, πιστοί, τὴν ἁγίαν Φιλοθέην τιμήσωμεν καὶ τελοῦντες ἑορτὴν πρὸς αὐτὴν ἐν πίστει ἐκβοήσωμεν ταῖς πρεσβείαις σου, μῆτερ, τὴν σὴν σκέπε πόλιν καὶ ταύτην διαφύλαττε διὰ παντὸς εἰρηνεύουσαν.

Η ΕΚΚΛΗΣΙΑ ΣΗΜΕΡΟΝ ΤΩΝ ΑΘΗΝΩΝ ΑΓΑΛΛΕΤΑΙ

Ἡ Ἐκκλησία σήμερον τῶν Ἀθηνῶν ἀγάλλεται, τῆς Φιλοθέης τὴν μνήμην ἐν εὐλαβείᾳ τιμῶσα· ὁσίως γὰρ βιώσασα, μαρτύριον ἐδέξατο καὶ νῦν, Ἁγίων σύσκηνος, ἀκαταπαύστως πρεσβεύει ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.

ΙΔΕ ΝΥΝ ΠΑΣΑΙ ΓΕΝΕΑΙ

Ἴδε νῦν πᾶσαι γενεαὶ μακαρίζουσι τὴν ἀειμακάριστον, ὡς προεφήτευσας, Θεογεννῆτορ, ἐν Πνεύματι· καί, ὡς τεκούσῃ τὴν χαράν, τὸ χαῖρε βοῶσί σοι· χαῖρε, ζωῆς πύλη· χαῖρε, κρήνη, ψυχικὸν μέλι βρύουσα. Ὤρθωσας, Δέσποινα ἁγνή, τοῦ προπάτορος Ἀδὰμ τὸ ὀλίσθημα καὶ τῆς προμήτορος Εὔας τὴν λύπην μετέτρεψας·ὡς οὖν αἰτία τῆς χαρᾶς, τὸ χαῖρε βοῶμέν σοι· χαῖρε, Μαρία εὐλογημένη, τῶν πιστῶν ἀγαλλίαμα. Ἄξιον χαῖρέ σοι βοᾷν· ἐν σοὶ γὰρ σωματικῶς ἡ ἀΐδιος χαρὰ ἐσκήνωσεν, ὦ Θεοτόκε πανάχραντε· χαῖρε, παράδεισε τρυφῆς, πηγὴ τῆς ζωῆς ἡμῶν χαῖρε, ἡ τέξασα τὸν Σωτῆρα καὶ Δεσπότην τοῦ σύμπαντος. Νύττει μου βέλει γλυκερῷ τὴν καρδίαν ὁ σὸς πόθος, Πανύμνητε καὶ ἐκβιάζει με ἀεὶ τὸ χαῖρε προσᾴδειν σοι· χαῖρε, γαλήνης ὁ λιμήν· ἐν σοὶ γὰρ εὑρίσκομεν, ἐν τῷ τοῦ βίου δεινῷ πελάγει, οἱ πιστοὶ καταφύγιον.

ΘΕΟΥ ΩΣ ΠΑΥΛΟΣ ΥΠΑΡΞΑΣΑ ΓΕΩΡΓΙΟΝ, ΟΣΙΑ...

Θεοῦ ὡς Παῦλος ὑπάρξασα γεώργιον, Ὁσία, ἀπέδωκας ἑκατοστεύοντα Χριστῷ τῳ σὲ γεωργήσαντι τῶν ἀρετῶν τὸν πόνον καὶ τῶν ἀγώνων σου. Ἐκπλήττει πᾶσαν διάνοιαν βροτῶν τὰ παρὰ σοῦ νῦν τελούμενα· ψυχὰς ἀνθέλκεις γάρ, ἐζοφωμένας τοῖς πταίσμασι, πρὸς θεῖον φῶς, Ὁσία, διὰ τοῦ βίου σου. Ὁσία, ὧδε ἐδίδαξας ἣν εὕρηκας ζωὴν τὴν οὐράνιον, ἧς, καθικέτευε, ἀξιωθῆναι τοὺς δούλους σου, τὴν ἱεράν σου μνήμην τοὺς ἑορτάζοντας.

ΦΙΛΟΘΕΗΝ ΣΗΜΕΡΟΝ ΠΑΝΕΥΦΡΟΣΥΝΩΣ

Φιλοθέην σήμερον πανευφροσύνως τιμῶμεν καὶ αὐτῆς τὸ λείψανον πανευλαβῶς προσκυνοῦμεν· αὕτη γὰρ εὐεργετοῦσα ἐν γῇ διῆλθε, τέλος δὲ μαρτυρικὸν ἡ Ὁσία ἔσχε καὶ ἠξίωται πρεσβεύειν δοθῆναι πᾶσι ζωὴν τὴν αἰώνιον.

Η ΜΟΝΗ ΑΠΕΙΡΑΝΔΡΟΣ, Η ΜΟΝΗ ΑΦΘΟΡΟΣ

Ἡ μόνη ἀπείρανδρος, ἡ μόνη ἄφθορος, χαῖρε, ὦ Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ, ἡ παιδοτόκος τε καὶ ἀπειρόγαμος· τὸ ξένον, χαῖρε, καὶ φρικτὸν μυστήριον· χαῖρε, Ἀγγέλων τρυφὴ· χαῖρε, ἀνθρώπων χαρά. Σιὼν πόλις ἔμψυχε τοῦ Βασιλέως τῶν βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη δεδοξασμένα, χαῖρε, ἡ Θεόνυμφος. χαῖρε ἡ κλῖμαξ, δι' ἧς μεταβαίνομεν πρὸς οὐρανὸν ἀπὸ γῆς καὶ ἐκ φθορᾶς εἰς ζωήν. Λειμὼν θεοφύλακτος, εὐώδης κῆπός τε θεοβλαστούργητος ἀνεδείχθης, Παρθένε, ἀθανασίας τὸ ἄνθος ἀνθήσασα· διὸ συμφώνως τὸ χαῖρέ σοι κράζομεν· χαῖρε, ἐλέους πηγή· χαῖρε, χαρᾶς χορηγέ. Ὑπέρτιμε Δέσποινα, ἐξ ἀτιμίας παθῶν με ἐκλυτρωσαι, ἵνα σοι χαρμοσύνως τὸ χαῖρε ᾄδω· χαῖρε, ἁγνείας πηγὴ· χαῖρε, ταμεῖον πάσης καθαρότητος· χαῖρε, δοχεῖον Θεοῦ· χαῖρε, χωρίον Χριστοῦ.

ΧΑΙΡΟΙΣ ΤΩΝ ΑΘΗΝΩΝ Η ΔΟΡΚΑΣ

Χαίροις τῶν Ἀθηνῶν ἡ Δορκάς! ὡς γὰρ ἐκείνη ἐν Ἰόππῃ, μαθήτρια πιστὴ τοΰ Χριστοῦ ἐγένου καὶ ὀρφανῶν καὶ χηρῶν μήτηρ καὶ προστάτις ἀναδέδειξαι· τὴν δόξαν ἐμίσησας καὶ τὸν πλοῦτον διέθηκας καὶ παρθενῶνα ὁσιότητος ἔδειμας, πλήρης ἔργων τε ἀγαθῶν ὤφθης, πάντιμε. Ὅθεν σου τὴν πανήγυριν τελοῦντες, τὴν λάρνακα τῶν σῶν λειψάνων κυκλοῦμεν καὶ σωτηρίας αἰτούμεθα τυχεῖν, Φιλοθέη, σαῖς πρεσβείαις πρὸς τὸν σῴζειν ἡμᾶς δυνάμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. Χαίροις, τῶν Ἀθηνῶν ἡ λαμπάς! ἡ ἐν τῷ βίῳ καιομένη καὶ φαίνουσα, ἡ πίστιν δι' εὐποιΐας καὶ διὰ βίου ἁγνοῦ τάς πρὸς σὲ φοιτώσας ἐκδιδάσκουσα· τροφὸς τούτων γέγονας καὶ προστάτις καὶ στήριγμα, διωκομένων ἀσφαλὲς καταφύγιον, νεανίδων τε αἰχμαλώτων ἀνάρρυσις. Ὥσπερ φωστὴρ διέλαμψας καὶ νύκτα ἐφώτισας τὴν ζοφερὰν τῆς δουλείας, ὦ Φιλοθέη, τοῦ Γένους σου· διό σε τιμῶμεν καὶ αἰτούμεθα πρεσβεύειν σε πρὸς τὸν Κύριον. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου. Χαίροις, τῶν Ἀθηναίων ἡ γῆ! ὅτι τοῖς αἵμασι Μ...

Η ΕΜΨΥΧΟΣ .....ΤΩ ΤΟΚΩ ΣΟΥ

Ἡ ἔμψυχος κόλχος, χαῖρε, Δέσποινα, ἡ κογχύλη σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ· ἐρυθράν ἀλουργίδα τῷ τοῦ παντὸς Βασιλεῖ πορφυρώσασα· τὴν γύμνωσιν τήν τοῦ Ἀδὰμ ἡ καλύψασα, χαῖρε, Πανύμνητε. Στηρίζει μὲν τὰς καρδίας ἀνθρώπων φυσικῶς ὁ αἰσθητὸς οὗτος ἄρτος, χριστιανῶν δὲ καρδίας στηρίζει τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα· ἐντεῦθεν καὶ χαρμονικῶς πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι. Λυχνία, χαῖρε, ἡ χρυσαυγίζουσα· κιβωτὸς ἡ θεοχώρητος, χαῖρε· χαῖρε, σκηνή·χαῖρε· ἅγιον ὄρος· χαῖρε, τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε· παλάτιον, χαῖρε, Θεοῦ· χαῖρε, τέμενος θεῖον, πολύφωτον. Ὑπέραγνε, ὑπεράμωμε, χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος· χαῖρε, κοινὴ τοῦ ἀνθρωπίνου γένους φιλοτιμία καὶ χάρις θεόσδοτος τὴν φύσιν, χαῖρε, τῶν βροτῶν ἡ τιμήσασα, Κόρη, τῷ Τόκῳ σου.

ΦΩΤΙ ΤΩΝ ΛΟΓΩΝ ΑΡΧΙΠΠΟΣ

Φωτὶ τῶν λόγων Ἄρχιππος, λαοὺς ἐφώτισε, καὶ ἀγνωσίας, σκότους ἐρρύσατο· καὶ ἐναθλήσας, καὶ συμπατήσας τὸν ἐχθρόν, φέγγος πρὸς ἀνέσπερον ἀνέδραμε, καὶ σύν τοῖς Ἀγγέλοις νῦν εὐφραίνεται· Αὐτοῦ ταὶς ἱκεσίαις, Δέσποτα δίδου πᾶσι τὸ μέγα ἔλεος. Συρόμενος Μακάριε, καὶ ἐκκεντούμενος, καὶ πάσαις ἄλλαις, περικυκλούμενος δεινῶν ἰδέαις, οὐκ ἐξηρνήσω τὸν Χριστόν, οὐδὲ τοῖς γλυπτοῖς σέβας ἀπένειμας· Ὅθεν στεφανίτης ἐχρημάτισας, ἀεὶ καθικετεύων, ἅπασι δωρηθῆναι τὸ μέγα ἔλεος. Αἱμάτων θείοις ῥεύμασι, Μάρτυς ἡγίασας, τὴν γῆν θεόφρον, καὶ ἐτραυμάτισας τοῖς τραύμασί σου, πληθὺν δαιμόνων πονηράν· βλύζων δὲ ἀπαύστως τὰ ἰάματα, πάθη ἰατρεύεις χαλεπώτατα· Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι Μάκαρ τὸ μέγα ἔλεος.

ΠΑΝΑΓΙΑ ΔΕΣΠΟΙΝΑ- Ψάλλουν Βατοπαιδινοί πατέρες

Εικόνα
ΠΑΝΑΓΙΑ ΔΕΣΠΟΙΝΑ- Ψάλλουν Βατοπαιδινοί πατέρες :

ΣΟΥ ΠΡΟΣ ΥΠΑΝΤΗΝ ΑΓΓΕΛΩΝ

Σοῦ πρὸς ὑπαντὴν Ἀγγέλων συστήματα, μῆτερ, κατήρχετο καὶ ὁ τῶν ὁσίων δὲ χορὸς σὺν τούτοις θείοις ἐν ᾄσμασιν ἐπηκολούθει, πάνσεμνε, ἀναγομένης σου εἰς τὰ ἄνω πάντερπνα σκηνώματα, ὧν Χριστός σοι τάς πύλας ἀνέῳξεν. Ἄνθος χρυσαυγὲς ποικίλον, μυρίπνοον καὶ πολυτίμητον, τοῖς ἐν ταῖς Ἀθήναις νῦν ταῖς χρυσιζούσαις, μῆτερ, ἐξήνθησας καὶ πᾶσαν εὐωδίασας καὶ κατελάμπρυνας τὴν πατρίδα καὶ τοὺς σοὺς γεννήτορας· τῶν χαρίτων τῶν σῶν τῇ τερπνότητι. Ἄνω σε Χριστὸς καλέσας, εἰς ἄληκτον ζωὴν μετήνεγκε, ὃν καθικετεύουσα μὴ παύσῃ, μῆτερ, ὑπὲρ τῶν πίστει σου τὴν μακαρίαν ἄθλησιν ὑμνούντων, πάντιμε, καὶ βοώντων χαίροις, ἀξιΰμνητε Φιλοθέη, ἡ ὄντως φιλόθεος.

ΥΜΝΟΥΜΕΝ, ΑΧΡΑΝΤΕ ΔΕΣΠΟΙΝΑ, ΤΟΝ ΤΟΚΟΝ ΣΟΥ

Ὑμνοῦμεν, ἄχραντε Δέσποινα, τὸν Τόκον σου, ἀσπόρως ἐκλάμψαντα ἐκ σοῦ, Θεόνυμφε καὶ σέ, Παρθένε, γεραίρομεν ᾠδαῖς ἀκαταπαύστοις τὴν μόνην ἄχραντον.

ΠΑΣΑ ΓΛΩΣΣΑ ΚΙΝΕΙΣΘΩ

Πᾶσα γλῶσσα κινείσθω, πρὸς εὐφημίαν τῆς πανευφήμου Φιλοθέης, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι τοῦ Χριστοῦ, τὴν Ὀσιομάρτυρα ἐν ὕμνοις καταστέψωμεν· νομίμως γὰρ ἀνδρισαμένη, διὰ πόνων ἀσκητικῶν καὶ μαρτυρίου τὸν τύραννον ἐχθρὸν καταβέβληκεν· οὐρανίῳ δὲ διαδήματι κεκοσμημένη, αἰτεῖται παρὰ Χριστοῦ δοθῆναι πᾶσι ζωὴν τὴν αἰώνιον.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΡΧΙΠΠΟΥ ΚΑΙ ΟΣΙΑΣ ΜΑΡΤΥΡΟΣ ΦΙΛΟΘΕΗΣ ΤΗΣ ΑΘΗΝΑΙΑΣ

Μηνὶ Φεβρουαρίῳ ΙΘ', μνήμην ἐπιτελοῦμεν τῆς Ὁσίας καὶ Μάρτυρος μητρὸς ἡμῶν Φιλοθέης τῆς Ἀθηναίας. Στίχ. Ἡ Φιλοθέη τῶν τῇδε μεταστᾶσα, χαίρουσ᾿ ἀνῆλθε πρὸς μονὰς οὐρανίους. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Ἀποστόλων Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας. Στίχ. Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππος λίθον, κατηκολούθει τῷ πόθῳ τούτου λίθοις. Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης, χλωροῖς λύγοις τύπτουσιν ἠκανθωμένοις. Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν, εἰς οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, Ἡσυχίου καὶ Ἀσκληπιοδότης. Στίχ. Ἀνδρῶν τριὰς σύναθλος εὐσθενεστάτη, ἀνδρίζεταί σοι καὶ τομῆς Τριὰς μέχρι. Ἔστεφε Χριστὸς τὴν Ἀσκληπιοδότην, ὡς ἐξέκοψε τὴν κεφαλὴν τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥαβουλᾶ. Στίχ. Βουλὰς Ῥαβουλᾶς θεὶς ἀπράκτους δαιμόνων, ἀπῆλθε βουλῇ τοῦ Θεοῦ τῶν ἐνθένδε. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν Εὐγενίου καὶ Μακαρίου. Στίχ. Ὡς εὐγενεῖς ὄρπηκες, ἐν ...

ΕΠΙ ΘΡΟΝΟΥ ΕΝΔΟΞΕ, ΙΕΡΩΣΥΝΗΣ....

Ἐπὶ θρόνου Ἔνδοξε, ἱερωσύνης καθίσας, καὶ λεόντων στόματα, τῶν λογικῶν ἀποφράξας, δόγμασιν ἐν θεοπνεύστοις σεπτῆς Τριάδος, ηὔγασας φῶς τῇ σῇ ποίμνῃ θεογνωσίας· διὰ τοῦτο ἐδοξάσθης, ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

ΕΞ ΟΡΟΥΣ ΚΑΤΑΣΚΙΟΥ...

Ἐξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησεν ἐν φόβῳ, καὶ ἐδοξολόγει σου τὴν δύναμιν». Λέον σὺ ὡς ἀληθῶς, Παμμάκαρ ὤφθης, τὰς συγχυτικάς, ἀλώπεκας διώκων, βασιλικῷ τῷ βρυχήματι καταπλήττων, τῶν ἀσεβούντων τὰ νοήματα. Ἔκρυψας τῇ προβολῇ, τῶν σῶν δογμάτων, τῶν θεοστυγῶν αἱρέσεων τὰ ἴχνη, τὴν κεκρυμμένην ἀλήθειαν ἀνιχνεύσας, Ἱερομύστα πανσεβάσμιε. Ὄρθρος ἐκ δυσμῶν, ἀνέτειλας τρισμάκαρ, τόμον εὐσεβῶν, δογμάτων ὡς ἀκτῖνας, τῇ Ἐκκλησίᾳ Θεόφρον ἐξαποστέλλων, καὶ καταυγάζων τὰς ψυχὰς ἡμῶν.

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ, ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ...

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν· ὅπως ὁ ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν. Λάμπεις νῦν Μύστα τοῦ Χριστοῦ, εὐπρεπείας ἐν στεφάνῳ κοσμούμενος, καὶ ὡς πιστὸς ἱερεύς, δικαιοσύνην ὄντως ἐνδέδυσαι, καὶ Παραδείσῳ τῆς τρυφῆς, χορεύων θεσπέσιε, ὑπὲρ τῆς Ποίμνης σου, τὸν Δεσπότην ἐκτενῶς καθικέτευε. Ἔνθα νῦν τῶν Πατριαρχῶν, προεδρεῖαί τε καὶ θρόνοι καὶ τάγματα, ἐπαξίως Πάτερ Λέον πανόλβιε, σὺ ἐσκήνωσας, ὡς Πατριάρχης ἀληθής, καὶ πίστει καὶ χάριτι, καταλαμπόμενος· διὸ πάντες σε ἀεὶ μακαρίζομεν. Κλύδωνος ἐκ βιοτικοῦ, ἀποστὰς σὺ τῷ Χριστῷ προσεπέλασας, Λέον πανάριστε, ἐν τόπῳ χλόης ἀναπαυόμενος· ἔνθα χειμάρρους τῆς τρυφῆς, καὶ φῶς τὸ ἀνέσπερον, καὶ ἡ ἀνέκφραστος, εὐφροσύνη καὶ χαρὰ διαμένουσα.

ΤΟΝ ΠΑΤΕΡΑ ΚΑΙ ΥΙΟΝ ΚΑΙ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ....

Τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ τρισήλιον φῶς, τὴν τρισαγίαν δύναμιν, Θεότητα μίαν, καὶ μίαν οὐσίαν, ταύτην κηρύξας, χείλη τὰ δόλια εἰς τέλος ἐνέφραξας αἱρετιζόντων, Λέον Θεόσοφε· ὅθεν τὴν ἁγνὴν Χριστοῦ λοχεύτριαν, Θεοτόκον ὁμολογήσας, τοῦ Νεστορίου τὴν ὀφρὺν καὶ φληνάφειαν καθεῖλες· Διὰ τοῦτο ἐγνώσθης ἐν τῷ κόσμῳ , ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

ΑΣΩΜΕΝ ΤΩ ΚΥΡΙΩ, ΤΩ ΔΙΑΓΑΓΟΝΤΙ ΤΟΝ ΛΑΟΝ ΑΥΤΟΥ

«ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγὸντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται». Τῷ τῆς ἱερωσύνης, χρίσματι Παμμάκαρ σεμνυνόμενος, κατεκόσμησας ταύτην, ἀρετῶν ταῖς ἰδέαις πανόλβιε. Ὥριμον ὥσπερ βότρυν, Πάτερ ἀποθλίψας τὴν διάνοιαν, εὐφροσύνης κρατῆρα, τῆς σοφίας σου πᾶσι προτέθεικας. Πέτρου τοῦ Κορυφαίου, θρόνου κληρονόμος ἐχρημάτισας, τὴν αὐτοῦ ἔχων γνώμην, καὶ τὸν ζῆλον Θεόφρον τῆς πίστεως. Αἴγλῃ τῶν σῶν δογμάτων, τῶν αἱρετικῶν τὸν σκοτεινότατον, διεσκέδασας γνόφον, Ἱεράρχα Κυρίου θεόληπτε.

Ο ΠΑΛΑΙ ΜΟΙ ΤΗΝ ΟΙΚΗΣΙΝ, ΤΗΣ ΕΝ ΕΔΕΜ ΒΙΩΣΕΩΣ....

Ὁ πάλαι μοι τὴν οἴκησιν, τῆς ἐν Ἐδὲμ βιώσεως, φθονήσας δόλιος ὄφις, καὶ ἐξ αὐτῆς ἐκβαλών με, διὰ τοῦ σοῦ θείου τόκου, ἁγία Μητροπάρθενε, καταπεσὼν νενέκρωται, ἐγὼ δὲ αὖθις ἀνῆλθον, πρὸς ἣν ἀπώλεσα δόξαν.

.... Η ΑΚΗΡΑΤΟΣ, ΠΑΡΘΕΝΟΜΗΤΩΡ, ΕΝ ΤΩ ΣΤΑΥΡΩ

Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

ΟΡΘΟΔΟΞΙΑΣ ΟΔΗΓΕ, ΕΥΣΕΒΕΙΑΣ ΔΙΔΑΣΚΑΛΕ....

Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν ὀρθοδόξων θεόπνευστον ἐγκαλλώπισμα, Λέον σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· Πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἤμων.

ΠΗΓΗΝ ΣΕ ΓΙΝΩΣΚΟΜΕΝ ΖΩΗΣ....

Πηγὴν σε γινώσκομεν ζωῆς, ἀϊδίου Δέσποινα· τὴν ξηρανθεῖσαν οὖν πάθεσι, ψυχήν μου ζώωσον, ἐν τῇ χάριτί σου, καὶ πηγάζειν νάματα, σωτήρια ἀεὶ παρασκεύασον· καὶ νῦν μοι στάλαξον, τῇ πρεσβείᾳ σου τὴν ἄφεσιν, τῶν πταισμάτων, καὶ κάθαρον δέομαι.

ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις· ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Ὁ Πέτρου νῦν τοῦ σεπτοῦ διάδοχος, καὶ τὴν τούτου προεδρείαν πλουτήσας, καὶ τὸ θερμόν, κεκτημένος τοῦ ζήλου, θεοκινήτως τὸν τόμον ἐκτίθεται, αἱρέσεων συγχυτικῶν, τὸν φυρμὸν καὶ τὴν κρᾶσιν συγχέοντα. Υἱον ἕνα τὸν Χριστὸν καὶ Κύριον, πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, καὶ δι' ἡμᾶς, ἐκ Παρθένου τεχθέντα, καὶ πεφηνότα ἡμῖν ὁμοούσιον, ἐκήρυξας ὑπερφυῶς, Λειτουργὲ τῶν ἀρρήτων θεόληπτε.

ΤΩ ΠΝΕΥΜΑΤΙ ΖΕΟΥΣΑ...

Τῷ πνεύματι ζέουσα, Ὁσιομάρτυς Χριστοῦ, Κυρίῳ δουλεύουσα καὶ προσευχῇ ἐκτενεῖ ἐν κόσμῳ ἐβίωσας· ἔχαιρες τῇ ἐλπίδι, ὑπομένουσα θλίψεις, χρείαις δὲ τῶν ἁγίων ἐν σπουδῇ ἐκοινώνεις· διό περ καὶ νῦν τιμῶμεν πάντες τὴν μνήμην σου.

ΩΣ ΛΕΩΝ ΑΝΑΔΕΔΕΙΞΑΙ....

Ὡς λέων ἀναδέδειξαι, καὶ ῥήμασι καὶ πράγμασι, βασιλικῶς καταπλήττων, βρυχήματι τῶν δογμάτων, τὰ ἀσεβῆ βουλεύματα, ὡς ἀλώπεκος Πάνσοφε, δεινὰ μηχανουργήματα, καὶ τὴν ὁμήγυριν τέρπων, τῶν θεολέκτων Πατέρων.

ΝΟΜΟΥ ΤΗ ΠΑΡΑΒΑΣΕΙ, ΚΑΤΑΚΕΚΡΙΜΕΝΟΝ ΤΟΝ ΠΡΩΤΟΠΛΑΣΤΟΝ

Νόμου τῇ παραβάσει, κατακεκριμένον τὸν πρωτόπλαστον, τὸν Σωτῆρα τεκοῦσα, Θεομῆτορ ἁγνὴ ἠλευθέρωσας.

ΟΥΡΑΝΙΑΣ ΑΨΙΔΟΣ, ΟΡΟΦΟΥΡΓΕ ΚΥΡΙΕ

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν Πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Στηλην ὀρθοδοξίας, τῇ τοῦ Χριστοῦ πάνσοφε, Λέον Ἐκκλησία, προθύμως φέρων ἀνέστησας, ἣν περ κατέχουσα, αἱρετικῶν τὰς ἀθέους, διαλύει φάλαγγας, καὶ τὰ συστήματα. Οὐρανίου καὶ θείας, ἐμφορηθεὶς χάριτος, τῶν τῆς ἐκκλησίας δογμάτων, Πάτερ προΐστασο, πάσαις μαχόμενος, αἱρετικῶν ταῖς ἀθέοις, γλωσσαλγίαις ἔνδοξε, Λέον πανόλβιε. Φωτὶ τῷ λαμπροτάτῳ, καταυγασθείς, Ὅσιε, τὸν τῆς ἀπορρήτου, καὶ θείας ἐνανθρωπήσεως, λόγον ἐτράνωσας, διπλῆν εἰπὼν τὴν οὐσίαν, καὶ διπλῆν ἐνέργειαν, τοῦ σαρκωθέντος Θεοῦ.

ΘΕΙΟΙΣ ΔΟΓΜΑΣΙ, ΠΕΡΙΑΣΤΡΑΠΤΩΝ.....

Θείοις δόγμασι, περιαστράπτων, φέγγος ἔλαμψας ὀρθοδοξίας, καὶ αἱρέσεων τὸ σκότος ἐμείωσας· καὶ μεταστὰς ἐκ τοῦ βίου πανόλβιε, πρὸς τὸ ἀνέσπερον φῶς κατεσκήνωσας· Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΕΜΦΙΛΟΣΟΦΩΤΑΤΑ ΤΟΝ ΝΟΥΝ, ΛΕΟΝ ΠΑΜΜΑΚΑΡΙΣΤΕ

Ἐμφιλοσοφώτατα τὸν νοῦν, Λέον παμμακάριστε, σὺ τῶν παθῶν αὐτοκράτορα, ἀπεργασάμενος, ἀρετῶν ἰδέαις, καὶ ἠθῶν σεμνότητι, εἰκόνα τῆς ψυχῆς ἐζωγράφησας· διὸ αἰτοῦμέν σε, ὡς Ποιμένα καὶ Διδάσκαλον, τὴν εἰρήνην, τῷ κόσμῳ αἰτήσασθαι. Θρασύτητα Λέοντος Χριστοῦ, δυνάμει πανόλβιε, δυναμωθεὶς οὐ κατέπτηξας, ἀλλ' ἐξεφαύλισας, Ἱεράρχα τούτου, τῆς ψυχῆς τὸ ἄστατον, καὶ γνώμην ἀληθῶς τὴν ἀγνώμονα, καὶ τῆς αἱρέσεως, τὴν τελείαν ἀθεότητα, καὶ τῶν τρόπων, τὸ δόλιον φρόνημα. Προσθήκη ἐγένου τοῖς Πιστοῖς, Ἱερεῦ πανόλβιε, τοῖς Ἱεράρχαις καὶ Μάρτυσι· καὶ γὰρ ἀήττητος, ἐν ἀγῶσιν ὤφθης, ἀρραγὴς ἀκλόνητος, ὡς πύργος εὐσεβείας καὶ πρόβολος, ὀρθοδοξότατα, δογματίζων καὶ σαφέστατα, τοῦ Κυρίου, τὴν ἄφραστον γέννησιν.

ΩΡΑΙΩΘΗΣ ΩΣ ΝΥΜΦΗ...

Ὡραιώθης ὡς νύμφη, παρθενικοῖς κάλλεσι, κεχαριτωμένη Παρθένε, Μήτηρ ἀνύμφευτε· πάσης γὰρ κτίσεως, σὺ κεχαρίτωσαι πλέον, ὡς τὸν πάντων αἴτιον, Λόγον κυήσασα.

MNHMH TOY ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΛΕΟΝΤΟΣ ΠΑΠΑ ΡΩΜΗΣ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης. Στίχοι Ψυχὴν ὁ θεῖος ἐξερεύγεται Λέων, Καὶ δαιμόνων φάλαγξιν ἐμβάλλει φόβον. Ὀγδοάτῃ δεκάτῃ τε Λέων ἠρεύξατο θυμόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λέοντος καὶ Παρηγορίου, ἀθλησάντων ἐν Πατάροις τῆς Λυκίας. Στίχοι Παρηγόριος σάρκα δοὺς εἰς αἰκίας, Ἔχει παρηγόρημα τὰ στέφη μέγα. Ἕλκων ἄνωθεν ἰσχὺν ἐκ Θεοῦ Λέων, Ἕξεις βιαίως ὡς λέων ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀγαπητοῦ Ἐπισκόπου Σινάου, τοῦ ὁμολογητοῦ καὶ θαυματουργοῦ. Στίχοι Ὂν ἠγάπησας, Ἀγαπητέ, Δεσπότην, Οὗτος καλεῖ σε πρὸς τόπους, οὓς ἠγάπας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ .... ΤΟΙΣ ΑΝΥΜΝΟΥΣΙ ΣΟΥ ΠΙΣΤΕΙ

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε, Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος καὶ πηγὴ ἀνεξάντλητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δοῦλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

ΟΤΕ Η ΑΜΙΑΝΤΟΣ ΑΜΝΑΣ...

Ὅτε ἡ ἀμίαντος ἀμνάς, ἔβλεψε τὸν ἴδιον ἄρνα, ἐπὶ σφαγὴν ὡς κριόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν, τὶ τοῦτο πεποίηκας, ὁ Λυτρωτὴς τοῦ παντός; ὅμως, ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν συγκατάβασιν Φιλάνθρωπε.

ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ ΜΗΤΗΡ

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα τήν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ΔΩΡΟΝ Ο ΧΡΙΣΤΟΣ ΠΛΟΥΤΟΠΟΙΟΝ, ΣΕ ΤΗ ΟΙΚΟΥΜΕΝΗ ΠΑΡΕΣΧΕΝ

Δῶρον ὁ Χριστὸς πλουτοποιόν, σὲ τῇ οἰκουμένῃ παρέσχεν, ὡς εὐεργέτης Θεός, δῶρόν σου τὸ τίμιον αἷμα Θεόδωρε, δι' αὐτὸν ἐκχεόμενον, καὶ θεοσεβείας, ζήλῳ προσφερόμενον, αὐτῷ δεξάμενος, ᾧ νῦν εὐσεβεῖ παρρησίᾳ, Μάρτυς παριστάμενος πάντας, τοὺς εἰς σὲ προστρέχοντας διάσωσον. Πύργος χρηματίζεις ἀσφαλής, τὰς τῶν ἐναντίων ἐφόδους ἀποκρουόμενος, πρόμαχος ἀήττητος, τῶν εὐφημούντων σε, ὀξυτάτη ἀντίληψις, θερμὴ προστασία, σύντομός τε λύτρωσις, κοινὴ βοήθεια, πρέσβυς δυνατώτατος μάκαρ, ῥύστης ἑτοιμότατος πάντων, τῶν πιστῶς αἰτούντων σε Θεόδωρε. Ἔχων τὸν χειμάρρουν τῆς τρυφῆς, καὶ τὸ τῆς ἀφέσεως ὕδωρ, Χριστὸν εὐΐλατον, Μάρτυς ἀληθέστατος, αὐτοῦ γενόμενος, τῶν χειμάρρων με λύτρωσαι, τῶν τῆς ἀνομίας ὕδωρ μοι κατεύνασον, τὸ ἀνυπόστατον, παῦσον, πειρασμῶν καταιγίδας· σῶσον πρὸς τὴν ἄνω γαλήνην, ἀξιομακάριστε Θεόδωρε.

ΤΗΝ ΘΕΟΔΩΡΗΤΟΝ ΧΑΡΙΝ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΣΟΥ ΜΑΡΤΥΣ

Τὴν θεοδώρητον χάριν τῶν θαυμάτων σου Μάρτυς Θεόδωρε, πᾶσιν ἐφαπλοῖς τοῖς πίστει σοι προστρέχουσι, δι' ἧς εὐφημοῦμέν σε λέγοντες· Αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, καὶ διασῴζεις πλέοντας, μάταιον δρασμὸν ἐπέχεις οἰκετῶν, καὶ ζημίας φανέρωσιν ποιεῖς, τοῖς συληθεῖσιν Ἀθλητά, καὶ στρατιώτας παιδεύεις, τῆς ἁρπαγῆς ἀπέχεσθαι· νηπίοις χαρίζῃ συμπαθῶς τὰ αἰτήματα, θερμὸς εὑρίσκῃ προστάτης τοῖς ἐπιτελοῦσί σου τὸ ἱερὸν μνημόσυνον, μεθ' ὧν καὶ ἡμῖν, Ἀθλητὰ ἱερώτατε, τοῖς ἀνυμνοῦσί σου τὸ μαρτύριον, αἴτησαι παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

ΘΕΙΩΝ ΔΩΡΕΩΝ ΕΠΩΝΥΜΟΝ ΣΕ ΓΕΡΑΙΡΟΜΕΝ...

Θείων δωρεῶν ἐπώνυμόν σε γεραίρομεν, τρισμάκαρ Θεόδωρε· τοῦ φωτὸς γὰρ τοῦ θείου, ἄδυτος φωστὴρ ἀναδειχθείς, κατέλαμψας ἄθλοις σου, τὴν σύμπασαν κτίσιν, τοῦ πυρὸς ἀκμαιότερος φανείς, τὴν φλόγα κατέσβεσας, καὶ τοῦ δολίου δράκοντος, τὴν κάραν συνέτριψας· διὸ ἐν τοῖς ἄθλοις σου, Χριστὸς ἐπικαμφθείς, ἐστεφάνωσε τὴν θείαν κάραν σου, Μεγαλομάρτυς ἀθλητά. Ὡς ἔχων παρρησίαν πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΟΤΕ ΕΝ ΣΤΑΥΡΩ ΣΕ Η ΑΜΝΑΣ

Ὅτε ἐν Σταυρῷ σε ἡ Ἀμνάς, Ἄρνα τὸν οἰκεῖον ἑώρα, κατακεντούμενον, ἥλοις ὠλοφύρετο, ἐκπληττομένη σφοδρῶς, καὶ δακρύουσα ἔλεγε· Πῶς θνῄσκεις Υἱέ μου, θέλων τὸ χειρόγραφον, τοῦ πρωτοπλάστου Ἀδάμ, ῥῆξαι καὶ θανάτου λυτρῶσαι, ἄπαν τὸ ἀνθρώπινον; Δόξα τῇ οἰκονομίᾳ σου μακρόθυμε.

ΤΟΝ ΕΝ ΘΡΟΝΩ ΦΩΤΟΣ

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, καὶ λαμπρὸν στεφανίτην σου Χριστὲ ὁ Θεός, ὑπὲρ οὗ μέχρι τέλους ἀντέσχεν, ἀθλῶν ὡς ἀήττητος.

ΘΕΪΚΗΝ ΠΑΝΤΕΥΧΙΑΝ ΑΝΑΛΑΒΩΝ

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου, τῷ γὰρ θείῳ πόθῳ τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, γενναίως κατετόλμησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα, ἀθλοφόρε Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΤΗΡΩΝΟΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Στίχοι Τήρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην, Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης. Ἑβδομάτῃ δεκάτῃ πυρὶ Τήρωνα πυρὶ φλεγέθουσιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου. Στίχοι Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος, Τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Αὐξιβίου. Στίχοι Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος, Φανέντα ληξίβιον ἐξ ἐναντίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου, καὶ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου. Στίχοι Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ Μνήμῃ γενομένων Βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ...

ΑΜΗΤΩΡ Ο ΛΟΓΟΣ...

Ἀμήτωρ ὁ Λόγος ἐκ Πατρὸς ὑπάρχων πρότερον, ἀπάτωρ γέγονεν, ἐκ σοῦ τὸ δεύτερον Πάναγνε, σαρκωθεὶς ὁ πρὶν ἀσώματος, δι' εὐσπλαγχνίαν βουληθείς, σῶσαι τούς ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΑΠΟΣΤΟΛΩΝ ΙΣΑΡΙΘΜΟΙ

Ἀποστόλων ἰσάριθμοι, Ἀθλοφόροι γενόμενοι, λογισμὸν ὁμόζηλον ἀνελάβετε, μὴ πτοηθέντες τὴν ἄθεον, τυράννων ὠμότητα, ἀλλ' ἀνδρείως καὶ στερρῶς, τὸν Σωτῆρα κηρύξαντες, ὑπεμείνατε, τῶν μελῶν τὰς στρεβλώσεις, τῇ ἐλπίδι τὰς μελλούσας ἀπολαύσεις, ἤδη καρπούμενοι Πάνσοφοι. Καρτερίᾳ νικήσαντες, τῶν ἀθέων τὴν ἔνστασιν, καὶ ποικίλοις εἴδεσι προσπαλαίσαντες, κολαστηρίων τὸν στέφανον, ἀξίως ἐδέξασθε, ἐκ χειρὸς ζωαρχικῆς, κληρουχίαν ἀνώλεθρον, νῦν πλουτήσαντες, ἐν σκηναῖς αἰωνίοις τῷ Σωτῆρι, καὶ Δεσπότῃ τῶν ἁπάντων, συμβασιλεύοντες Ἔνδοξοι. Σὺν Παμφίλῳ θεόφρονι, καὶ Οὐάλεντι Σέλευκος, Δανιήλ, Θεόδουλος, Ἡσαΐας τε, Ἱερεμίας Ἠλίας τε, καὶ θεῖος Πορφύριος, Παῦλος, Ἰουλιανός, Σαμουὴλ ὁ θαυμάσιος, νῦν τιμάσθωσαν, ὑμνωδίαις ᾀσμάτων καὶ ποικίλοις, ἐγκωμίοις οἱ γενναῖοι, καὶ ἀεισέβαστοι Μάρτυρες.

ΚΟΛΑΣΤΗΡΙΩΝ ΦΟΒΕΡΩΝ....

Κολαστηρίων φοβερῶν προκειμένων, οἱ τοῦ Κυρίου Ἀθληταὶ οἱ γενναῖοι, ἐν ἀπτοήτῳ χαίροντες φρονήματι, τούτοις προσωμίλησαν, τῆς σαρκὸς ἀλογοῦντες· ὅθεν ἐκληρώσαντο, αἰωνίζουσαν δόξαν, ὑπὲρ ἡμῶν πρεσβεύοντες ἀεί, τῶν εὐφημούντων αὐτῶν τὰ παλαίσματα.

ΣΥ ΚΥΡΙΕ ΜΟΥ ΦΩΣ

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς Ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Μὴ φέρων τοῖς ἐν γῇ, προσανέχειν ὦ Πάμφιλε, τὴν ἔνθεον πολιτείαν, ἣν ἐκ βρέφους μετῆλθες, ἀθλήσει κατελάμπρυνας. Ὁ θείᾳ πολιᾷ, καὶ συνέσει κοσμούμενος, τῆς πόλεως τῆς Ἁγίας, ὡρμημένος Οὐάλης, ὡς Μάρτυς ἐστεφάνωται. Νοῦν ἔχων τοῦ Χριστοῦ, ὡς τοῦ Παύλου ὁμώνυμος, πανεύφημε τῶν Μαρτύρων, τῷ στεφάνω νομίμως, ἀθλήσας κατηγλάϊσαι.

ΦΙΛΗΣΑΣ ΧΡΙΣΤΟΥ, ΤΑ ΘΕΙΑ ΘΕΛΗΜΑΤΑ

Φιλήσας Χριστοῦ, τὰ θεῖα θελήματα, ἐδείχθης Πιστῶν, ἀκέστωρ φιλόχριστος, γενναιόφρον Πάμφιλε, διὰ τοῦτο καὶ μακαρίζομεν, τὴν σεπτήν σου πανήγυριν. Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΙΔΟΥ ΕΞΕΛΑΜΨΕΝ...

Ἰδοὺ ἐξέλαμψεν ἡ φωσφόρος, καὶ φωταυγὴς θεία μνήμη τοῦ στερροῦ ἀθλητοῦ, Παμφίλου τοῦ θεοκήρυκος, πάντων τὰς ὄψεις καὶ τὰς καρδίας καταυγάζουσα φέγγει τῷ ἀνεσπέρῳ. Περιχαρῶς, ὦ φιλέορτοι, δεῦτε συνδράμωμεν, καὶ τὴν τούτου θείαν ἡμέραν, ὡς καλὴν ἑορτὴν ἐνιαύσιον, τοῖς ᾄσμασι καταστέψωμεν, εὐλογοῦντες ὑμνοῦντες τὸν Κύριον, τὸν τοῦτον ἀξίως στεφανώσαντα· Πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΜΦΙΛΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παμφίλου, καὶ τῶν σὺν αὐτῷ. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Παμφίλου, Οὐάλεντος, Παύλου, Σελεύκου, Πορφυρίου, Ἰουλιανοῦ, Θεοδούλου, Ἠλία, Ἱερεμίου, Ἡσαϊου, Σαμουήλ καὶ Δανιήλ. Στίχοι Ὑπὲρ τὸ πᾶν σε Πάμφιλος φιλῶν Λόγε, Καὶ τὴν τομὴν ἡγεῖτο τῆς κάρας φίλην. Παῦλον Σέλευκος, καὶ Σέλευκον Οὐάλης, Βλέπων τομῇ χαίροντα, τὴν τομὴν φέρει. Ἥλαντο πρὸς πῦρ Μάρτυρες θεῖοι δύο, Θείου πόθου πῦρ ἓν τρέφοντες οἱ δύο. Σταυροῦσι δοῦλοι τῆς πλάνης ἐπὶ ξύλου, Καὶ Θεόδουλον, δοῦλοι Ἐσταυρωμένου. Κλῆσεις Προφητῶν καὶ τελευτὰς Μαρτύρων, Αὐχοῦσι πέντε μάρτυρες τετμημένοι. Ἕκτῃ καὶ δεκάταῃ ξίφους τάμε Πάμφιλον ἀκμή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Μαρτυροπόλει, καὶ τοῦ Ὁσίου Μαρουθᾶ, τοῦ ἀνεγείραντος τὴν πόλιν ἐπ' ὀνόματι τῶν Μαρτύρων. Στίχοι Ἡ κλῆσις ἔργον μαρτυρωνύμῳ πόλει, Πολλῶν ἐν αὐτῇ μαρτυρησάντων ξίφει. Στέρξας Μαρουθᾶς τὸν Θεὸν σφόδρα σφόδρα, Θεῷ παραστάς, τέρπεται σφόδ...

ΕΚ ΔΟΥΛΕΙΑΣ ΤΗΣ ΠΛΑΝΗΣ .... ΠΡΕΣΒΕΥΕ

Ἐκ δουλείας τῆς πλάνης ἀπαλλαγείς, ἀπελεύθερος ὤφθης ἐν τῷ Θεῷ, αὐτοῦ δοῦλος γνήσιος, χρηματίσας ἐν χάριτι, κοινωνὸς δεσμῶν δέ, τοῦ Παύλου γενόμενος, διὰ Χριστὸν ἐκτάνθης, ἀδίκως Ἀπόστολε· ὅθεν ἠξιώθης, μαρτυρήσας νομίμως, τῆς ἄνω λαμπρότητος, Ἱεράρχα Ὀνήσιμε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΩΣ ΑΚΤΙΣ ΕΞΕΛΑΜΨΑΣ

Ὡς ἀκτὶς ἐξέλαμψας, τῇ οἰκουμένῃ, ταῖς βολαῖς λαμπόμενος, ἡλίου μάκαρ παμφαοῦς, Παύλου τοῦ κόσμον φωτίσαντος· διὸ σε πάντες, τιμῶμεν Ὀνήσιμε.

ΠΟΤΑΜΟΥ ΤΑ ΟΡΜΗΜΑΤΑ...

Ποταμοῦ τὰ ὁρμήματα, τοῦ τῆς χάριτος κήρυκος, ὡς Θεοῦ φανέντα σε πόλιν ἔμψυχον, διαφερόντως εὐφραίνουσι, τὰ ἄρρητα ῥήματα, ἐπὶ γῆς τοῦ τῆς τρυφῆς, Παραδείσου πλουτήσαντος, οὗ καὶ γέγονας, δραστικὸς ὑπηρέτης, ἐκμανθάνων τὰ οὐράνια Παμμάκαρ, ἃ οὐκ ἐξὸν βροτοῖς φθέγξασθαι. Τὸ τῆς γνώμης ἐλεύθερον, καὶ ψυχῆς αὐτεξούσιον, εὐγενείᾳ πίστεως κατελάμπρυνας, τῆς ἐπιγείου δὲ Πάνσοφε, δουλείας ἀπήλλαξαι, καὶ τῇ ζεύγλῃ τοῦ Χριστοῦ, τὸν αὐχένα ὑπέκλινας· ὅθεν ἔδραμες, νοητῆς ἐκ δουλείας τοὺς ἀνθρώπους, ἀπαλλάττων καὶ προσάγων, ἐλευθερίᾳ τῆς χάριτος. Ὡς ἀκτῖνά σε Πάνσοφε, φεγγοβόλον ἐξήστραψεν, ὁ τοῦ κόσμου Ἥλιος καὶ Διδάσκαλος, τὴν οἰκουμένην λαμπρύνουσαν, φωτὶ τοῦ κηρύγματος, καὶ ταῖς θείαις ἀστραπαῖς, τὴν τῆς πλάνης σκοτόμαιναν, ἀφανίζουσαν, καὶ ποικίλων θαυμάτων ἐνεργείας, τῶν πιστῶν τὰς διανοίας, καταφαιδρύνουσαν ἔνδοξε.

ΚΑΤΑΚΡΙΣΕΩΣ ΛΥΤΡΩΣΑΙ

Κατακρίσεως λύτρωσαι, Παναγία Θεόνυμφε, καὶ δεινῶν πταισμάτων ἀπάλλαξον, εὐχαῖς σου καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρᾳ ἐτάσεως ἧς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι μετανοίᾳ, καθαρθέντα με πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσιν.

ΟΥΚ ΕΣΤΙΝ ΑΓΙΟΣ ΩΣ ΣΥ, ΚΥΡΙΕ Ο ΘΕΟΣ ΜΟΥ, Ο ΥΨΩΣΑΣ ΤΟ ΚΕΡΑΣ

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου. Ναμάτων θείων τῇ πηγῇ, προσπελάσας τὸ στόμα, καὶ τρυφῆς τὸν χειμάρρουν, ἐξ αὐτῆς ἀναλαβών, τὸ πρόσωπον τῆς σεπτῆς Ἐκκλησίας, Ἔνδοξε κατήρδευσας. Μεθέξει φέγγους νοητοῦ, φαεινότατος ὤφθης, εὐσεβείας λαμπάσι, τὰς καρδίας τῶν πιστῶν, καταφωτίζων λαμπρῶς, τῇ φωσφόρῳ, αἴγλῃ τοῦ κηρύγματος. Ἐλύθης Παύλου τοῖς δεσμοῖς, ἐκ δουλείας τῆς πλάνης, καὶ τῇ ἐλευθερίᾳ, τῆς χάριτος τιμηθείς, Υἱὸς Θεοῦ γεγονώς, κληρονόμος, θεῖος ἀναδέδειξαι.

ΕΚ ΔΟΥΛΕΙΑΣ ΤΗΣ ΠΛΑΝΗΣ

Ἐκ δουλείας τῆς πλάνης ἀπαλλαγείς, ἀπελεύθερος ὤφθης ἐν τῷ Θεῷ, αὐτοῦ δοῦλος γνήσιος, χρηματίσας ἐν χάριτι, κοινωνὸς δεσμῶν δέ, τοῦ Παύλου γενόμενος, διὰ Χριστὸν ἐκτάνθης, ἀδίκως Ἀπόστολε· ὅθεν ἠξιώθης, μαρτυρήσας νομίμως, τῆς ἄνω λαμπρότητος, Ἱεράρχα Ὀνήσιμε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΣΕ ΥΠΟ ΠΑΥΛΟΥ ΤΟΥ ΣΟΦΟΥ

Σὲ ὑπὸ Παύλου τοῦ σοφοῦ, τῆς σάλπιγγος τῆς θείας, τῇ πίστει προσαχθέντα, καὶ λόγῳ φωτισθέντα τῆς ἀληθείας μυστικῶς, καὶ μαρτυρηθέντα ἐπ' ἐργασίᾳ ἀρετῆς, καὶ πίστεως στερρότητι, τὶς ἐγκωμιάσαι ἰσχύσει, ὡς ὄντως κατ' ἀξίαν, ἢ τοὺς πόνους εὐφημῆσαι, ἐν οἷς στερρῶς ἔπαυσας τὴν πλάνην; Χρισθεὶς γὰρ Ἱερεὺς ἐν Πνεύματι θείῳ, ἐκ δουλείας κοσμικῆς, καὶ Ἀποστόλων κήρυγμα λαβών, μετέσχες καὶ τῶν στεφάνων· διὸ σε πάντες τιμῶμεν Ὀνήσιμε.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΟΝΗΣΙΜΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίμου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίμου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Στίχοι Ἥπλωσεν Ὀνήσιμος εἰς θλάσιν σκέλη, Παύλου σκελῶν δραμόντα γενναίους δρόμους. Πέμπτῃ Ὀνησίμου σκέλεα θραῦσαν δεκάτῃ τε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαΐωρ αἰκιζόμενος τελειοῦται. Στίχοι Μάστιξι πλησθεὶς τὰς ψόας ἐμπαιγμάτων, Δαυῒδ τὸ ῥητὸν φάσκε, Μάρτυς Μαΐωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου. Στίχοι Ἀνθρώπινον παρῆλθεν ἀσμένως βίον, Εὐσέβιος τὸ θαῦμα καὶ τῶν Ἀγγέλων. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ....

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

ΕΙΣ ΟΡΟΣ ΑΝΕΛΘΩΝ ΠΑΜΜΑΚΑΡ

Εἰς ὄρος ἀνελθών, θεωρίας Παμμάκαρ, καὶ πράξεως σαφῶς, ἀστραπαῖς τῶν θαυμάτων, ὡς ἥλιος ἔλαμψας, καταυγάζων τὰ πέρατα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ὑμνολογοῦντές σε πίστει, καὶ πόθῳ γεραίρομεν.

ΚΑΙ ΣΧΕΤΙΚΩΣ ΑΣΠΑΖΟΜΑΙ....

Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ πόθῳ, τῇ παναχράντῳ καὶ θείᾳ, εἰκόνι σου Πανάμωμε, ἀφ' ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, σὲ Θεοτόκον κυρίως.

ΛΥΤΡΩΤΑ ΤΟΥ ΠΑΝΤΟΣ ΠΑΝΤΟΔΥΝΑΜΕ....

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Ὁλικῶς πρὸς Θεὸν μεταθέμενος, ἀπεσείσω σαρκὸς τὴν εὐπάθειαν, καὶ τῶν θαυμάτων εἴληφας, τὴν ἐνέργειαν μέλπων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Φοβερὸς ἀπεφάνθης τοῖς δαίμοσι, τὸν Χριστὸν κεκτημένος συλλήπτορα, οὗ τὸν Σταυρὸν ἀράμενος, ἠκολούθησας μέλπων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ΑΥΞΗΣΕΙ ΤΩΝ ΑΓΩΝΩΝ ΣΟΥ

Αὐξήσει τῶν ἀγώνων σου, ἐπηύξησας τὰ τάλαντα, ἃ ἐπιστεύθης καὶ ταῦτα, τῷ σῷ προσῆξας Δεσπότῃ, καὶ τὸ Εὖ δοῦλε ἤκουσας, καὶ τὰ τούτου ἀκόλουθα, πρὸς ὃν ἀεὶ μνημόνευε, τῶν σὲ τιμώντων ἐκ πόθου, Αὐξέντιε θεοφόρε.

ΤΙΣ ΤΟΥΣ ΑΓΩΝΑΣ ΣΟΥ ΝΥΝ

Τὶς τοὺς ἀγῶνάς σου νῦν ἐπαξίως ἐξείπῃ, ἢ τοὺς πόνους σου Πάτερ, οὓς ὑπέστης ἐν γῇ, διὰ τὴν θείαν ἀπόλαυσιν; ἀπὸ βρέφους γὰρ νόμοις Κυρίου ἀκολουθήσας, καὶ προστάγμασι τούτου ὑπηρετήσας, νέος ἡμῖν ἀνεδείχθης Ἰὼβ τοῖς παλαίσμασι, τοῦ κόσμου πάροικος ὤφθης, καὶ τῆς γῆς ἀπάσης ἀλλότριος, νηστείαν πίστει ἐξήσκησας, ἀγρυπνίαν, ἁγνείαν ἠγάπησας, Αὐξέντιε Πάτερ ἱερώτατε.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΥΞΕΝΤΙΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ. Στίχοι Ὁ Βουνός, ὡς Κάρμηλος, ἦν Αὐξεντίω, Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία. Λεῖψε βίον δεκάτῃ Αὐξέντιος ἠδέ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρωνος. Στίχοι Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων, Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμ. Στίχοι Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον, Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥ ΒΙΟΥ ΤΟ ΣΤΑΔΙΟΝ, Ο ΤΕΛΩΝΗΣ ΕΝ ΤΑΥΤΩ...

Τοῦ βίου τὸ στάδιον, ὁ Τελώνης ἐν ταὐτῷ, καὶ Φαρισαῖος ἔδραμον· ἀλλ' ὁ μὲν ἀπονοίᾳ κατενεχθείς, αἰσχρῶς ἐναυάγησεν, ὁ δὲ τῇ ταπεινώσει διεσῴζετο. Τοῦ βίου τὸ δίκαιον, διαμείβοντες ἡμεῖς, δρόμον ἐκμιμησώμεθα, τοῦ Τελώνου μὲν φρόνημα ζηλωτόν, φύγωμεν δὲ φύσημα βδελυκτὸν Φαρισαίου καὶ ζησώμεθα. Τοὺς τρόπους ζηλώσωμεν, τοῦ Σωτῆρος Ἰησοῦ καὶ τὴν αὐτοῦ ταπείνωσιν, οἱ ποθοῦντες τὴν ἄληκτον τῆς χαρᾶς, τυχεῖν κατασκήνωσιν, ἐν τῇ χώρᾳ τῶν ζώντων αὐλιζόμενοι. Ὑπέδειξας Δέσποτα, τοῖς οἰκείοις Μαθηταῖς ὑψοποιὸν ταπείνωσιν, τῷ λεντίῳ ζωννύμενος τὴν ὀσφύν, τοὺς πόδας ἀπέπλυνας, καὶ τὸν τρόπον μιμεῖσθαι παρεσκεύασας. Τὸν βίον διείλοντο, Φαρισαῖος ἀρεταῖς, καὶ ὁ Τελώνης πταίσμασιν· ἀλλ' ὁ μὲν τὴν ἐξ ὄγκου φρενοβλαβῆ, ὑπέστη ταπείνωσιν, ὁ δὲ ἀνυψοῦται ταπεινόφρων φανείς.

ΕΑΥΤΟΥΣ ΑΔΕΛΦΟΙ

Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωμεν, στεναγμοῖς καὶ ὀδυρμοῖς τύψωμεν τὴν συνείδησιν, ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ, ἐκεῖ ὀφθῶμεν πιστοὶ ἀνεύθυνοι, τυχόντες ἀφέσεως· ἐκεῖ γάρ ἐστιν ὄντως ἡ ἄνεσις, ἣν ἰδεῖν ἡμᾶς νῦν ἱκετεύσωμεν, ἐκεῖ ὀδύνη ἀπέδρα λύπη καὶ οἱ ἐκ βάθους στεναγμοί, ἐν τῇ Ἐδὲμ τῇ θαυμαστῇ, ἧς ὁ Χριστός δημιουργός, Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.

ΑΠΟ ΠΕΡΑΤΩΝ ΕΩΣ ΠΕΡΑΤΩΝ ΔΙΕΞΗΛΘΕΝ

Ἀπὸ περάτων ἕως περάτων διεξῆλθεν ὁ φθόγγος τῶν τερπνῶν ἀρετῶν, καὶ τῶν ἐνθέων ἀγώνων σου· νέος γὰρ ὑπάρχων τῇ ἡλικίᾳ, ἐρήμοις ἐπόθησας συνδιαιτᾶσθαι, ὕμνους Χριστῷ, ψαλμῳδίας, εὐχὰς ἀναπέμπων ἀεί, ἡμέραν τε καὶ νύκτα συναύξων ἔν τε πόνοις καὶ δάκρυσιν, ἁγνῶς τὸν βίον ἐτέλεσας, καὶ σοφῶς τὸν ἀρχέκακον ᾔσχυνας· αὐτὸς γὰρ τὸν ὄφιν κατεπάτησας.

ΜΗ ΠΡΟΣΕΥΞΩΜΕΘΑ ΦΑΡΙΣΑΙΚΩΣ

Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς. Φαρισαῖος κενοδοξίᾳ νικώμενος, καὶ Τελώνης τῇ μετανοίᾳ κλινόμενος, προσῆλθόν σοι τῷ μόνῳ Δεσπότῃ, ἀλλ' ὁ μὲν καυχησάμενος, ἐστερήθη τῶν ἀγαθῶν, ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν. Ἐν τούτοις τοῖς στεναγμοῖς, στήριξόν με Χριστὲ ὁ Θεὸς ὡς φιλάνθρωπος.

ΘΥΣΩ ΣΟΙ ....

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι». Δολίαις, γυναικὸς λαλιαῖς σοι προσέβαλεν, ὡς τῷ Προπάτορι πάλαι, δυσμενὴς ὁ ὄφις, ἀλλ' ἐπινοίᾳ, τῇ σοφῇ σου, κατηργήθη αὐτοῦ τὰ σοφίσματα. Ῥαδίως, διοδεύσας τὴν τρίβον τὴν φέρουσαν, πρὸς τὰς ἐκεῖ καταπαύσεις, οὐκ ἐπαύσω Πάτερ διέρχεσθαι, τὰς ἐρήμους, καὶ τὰς πόλεις πολλοῖς ἀγωνίσμασιν. Ὄρεσι, καὶ θαλάσσαις σαυτὸν ἀπεμάκρυνας, τὸ τῆς ἁγνείας καλόν σου, ἱεραῖς μελέταις καρπούμενος, καὶ στεφάνων, λαμπροτάτων Σοφὲ ἀξιούμενος. Μέλη σου, τῇ πυρᾷ καταφλέγεσθαι δέδωκας, τὰς ὑπεκκαύσεις σβεννύων, ἡδονῶν τῇ δρόσῳ τοῦ Πνεύματος, θεοφόρε, μοναστῶν ἀκλινέστατον ἔρεισμα.

ΩΣ ΑΣΚΗΤΗΝ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ ΔΟΚΙΜΟΝ

Ὡς ἀσκητὴν τῆς εὐσεβείας δόκιμον, καὶ ἀθλητὴν τῇ προαιρέσει τίμιον, καὶ ἐρήμου καρτερόψυχον, πολίτην ἅμα καὶ συνίστορα, ἐν ὕμνοις ἐπαξίως εὐφημήσωμεν, Μαρτινιανόν τὸν ἀεισέβαστον· αὐτὸς γὰρ τὸν ὄφιν κατεπάτησεν.

ΦΑΡΙΣΑΙΟΥ ΦΥΓΩΜΕΝ ΥΨΗΓΟΡΙΑΝ....

Φαρισαίου φύγωμεν ὑψηγορίαν, καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΡΤΙΝΙΑΝΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ. Στίχοι Μαρτινιανός, σαρκικὴν σβέσας φλόγα, Φεύγει τελευτῶν μὴ τελευτῶσαν φλόγα. Ἐν τριτάτῃ δεκάτῃ δέμας ἐξέδυ Μαρτινιανός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Μαρτύρων, Ἀκύλα καὶ Πρισκίλλης. Στίχοι Τμηθὲν γύναιον, Ἀκύλας φησί, βλέπων, Οὐκ ἀνδριοῦμαι πρὸς τομὴν ἀνὴρ κάρας; Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐλογίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Στίχοι Ψυχὴν δίδωσιν Εὐλόγιος Κυρίῳ Βοῶν πρὸς αὐτήν, Κύριον σὸν εὐλόγει. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Πατὴρ καὶ Υἱὸς σταυρωθέντες τελειοῦνται. Στίχοι Πατὴρ σὺν Υἱῷ σταυρικὸν πάσχει πάθος, Ὑπὲρ Πατρός, τοῦ δόντος Υἱὸν εἰς πάθος. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ Τῇ αὐτῇ ἡμέρα τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ιη' 10 - 14 παραβολῆς μνείαν ποιούμεθα. Φαρισαΐζων, Ἱεροῦ μακρὰν γίνου, Χριστὸς γὰρ ἔνδον, ᾧ ταπεινὸς δεκτέον. Ἕτεροι εἰς τὸ τριῴδιον Ὁ δημιουργὸς τῶν ἄνω καὶ τῶν κάτω, Τρισάγιον μὲν ὕμνον ἐκ τῶν Ἀγγέλων, Τριῴδιον δὲ καὶ παρ' ἀνθρώπων δέχου. Ταῖς τῶν Ἁγίων πάντων, μεγαλουργῶν σου πρεσβείαις, Χριστέ, ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΟΡΘΟΔΟΞΙΑΣ ΤΟΙΣ ΤΡΟΠΟΙΣ ΚΟΣΜΟΥΜΕΝΟΣ...

Ὀρθοδοξίας τοῖς τρόποις κοσμούμενος, τῆς Ἐκκλησίας προστάτης καὶ πρόβολος, ἐδείχθης παμμάκαρ Μελέτιε, καταπυρσεύων τὰ πέρατα δόγμασι, λαμπτὴρ Ἐκκλησίας φαεινότατε.

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΟΜΟΤΡΟΠΟΝ ΣΕ, ΚΑΙ ΟΜΟΔΟΞΟΝ ΠΑΝΤΕΣ

Τῶν Ἀποστόλων ὁμότροπόν σε, καὶ ὁμόδοξον πάντες ἐγνωκότες πιστοί, καὶ σύνθρονον Πάτερ Ὅσιε, καὶ τῆς Τριάδος μύστην καὶ λάτριν, καὶ Διδάσκαλον μέγαν τῆς Ἐκκλησίας, ὑπὲρ αὐτῆς τὴν ψυχήν σου τρισμάκαρ προθέμενον, τῷ ζήλῳ τῆς εὐσεβείας πυρσούμενον, θεόφρον Μελέτιε, συιμφώνως πάντες ἀνυμνοῦμέν σε, τὴν σεπτήν σου καὶ ἔνθεον γεραίροντες κοίμησιν, λαμπτὴρ Ἐκκλησίας φαεινότατε.

ΜΕΛΕΤΗΣΑΣ ΜΑΚΑΡΙΕ, ΙΕΡΑΡΧΑ ΜΕΛΕΤΙΕ

Μελετήσας μακάριε, Ἱεράρχα Μελέτιε, νόμον τὸν σωτήριον, καθὼς γέγραπται, ξύλον ἐδείχθης ἐν ὕδατι, ἀσκήσεως κείμενον, καὶ καρποὺς τῶν ἀρετῶν, προβαλλόμενον χάριτι, τοῦ φωτίσαντος, τὴν ἁγίαν ψυχήν σου καὶ παντοίων, δεκτικὴν ἐργασαμένου, πνευματικῶν ἐπιλάμψεων. Ὡραιώθησαν Πάνσοφε, γραφικῶς σιαγόνες σου, ὡς τρυγόνες στέργουσαι τὴν ἐγκράτειαν, καὶ τὴν τρυφὴν διαπτύουσαι, ἐφέσει Μελέτιε, τῆς τρυφῆς τῆς νοητῆς, ἥν Χριστὸς σοι χαρίζεται, προσδεξάμενος, τοὺς πολλούς σου ἀγῶνας καὶ τὸν ζῆλον, τὸν διάπυρον ὃν ἔσχες, προκινδυνεύων τῆς πίστεως. Ἐγκρατείᾳ ἐμάρανας, τῆς σαρκὸς τὰ σκιρτήματα, καὶ παθῶν Μελέτιε, κατεκράτησας, καὶ ἀπαθείας λαμπρότητι, σεαυτὸν ἐφαίδρυνας, καὶ ἁγνῶς καὶ καθαρῶς, τῷ Χριστῷ ἱερούργησας, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Τῇ σαρκὶ καθ' ὑπόστασιν, ἑνωθέντα τὸν ἄσαρκον, καὶ Πατρὶ συνάναρχον, Λόγον Πάνσοφε, δίχα τροπῆς καὶ συγχύσεως, σοφῶς ἐδογμάτισας, ἐνεργοῦντα δὲ διττῶς, καταλλήλως ταῖς φύσεσιν,...

ΑΡΜΑΤΗΛΑΤΗΝ ΦΑΡΑΩ ΕΒΥΘΙΣΕ

«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα». Τῷ φωτοδότῃ παρεστὼς ὁλόφωτος, φωτὶ τῆς γνώσεως, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, καὶ τὴν ἀχλὺν ἀπέλασον, τῶν παθῶν σαῖς πρεσβείαις· ὡς Ἱεράρχης γὰρ ὅσιε, ἔχεις παρρησίαν Μελέτιε. Ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς καθήμενος, ὁ συναΐδιος, καὶ συμφυὴς Λόγος, τῷ τεκόντι κήρυκα, τῆς ἑαυτοῦ γεννήσεως, προχειρίζεται μόνος, ὡς Ἀποστόλων ὁμότροπον, σὲ νῦν θεοφόρε Μελέτιε. Ὑπὸ τῆς θείας φωτισθεὶς ἐλλάμψεως, τὸν ἐξ ἀνάρχου Πατρός, μονογενῆ Λόγον, ἄκτιστον αἰώνιον, θεολογήσας, Ὅσιε, τοὺς Ἀρείου συμμάχους, ὁμόφρονάς τε συνέχεας, θείᾳ παντευχίᾳ φραξάμενος.

ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΛΕΤΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΤΗΣ ΜΕΓΑΛΗΣ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μελετίου, Ἀρχιεπισκόπου Ἀντιοχείας τῆς μεγάλης. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μελετίου, ἀρχιεπισκόπου Ἀντιοχείας τῆς μεγάλης. Στίχοι Τὰς χεῖρας αἴρων Μελέτιος Κυρίῳ, Ταῖς χερσί σου τίθημι τὴν ψυχήν, λέγει. Δωδεκάτῃ Μελέτιος ἔδυ χθόνα πουλυβότειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρίας, τῆς μετονομασθείσης Μαρῖνος. Στίχοι Στολὴ Μαρῖνον μαρτυρεῖ τὴν Μαρίαν, Ταφὴ Μαρίαν δεικνύει τὸν Μαρῖνον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Ἀντωνίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι Οὐδὲν τι προσχὼν Ἀντώνιος τοῖς κάτω, Καλῶν δικαίως ἠξιώθη τῶν ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σατορνῖνος καὶ Πλουτῖνος ξίφει τελειοῦνται. Στίχοι Τὰ θνησιμαῖα ταῦτα τῶν τετμημένων, Σατορνίνου πέφυκε καὶ τοῦ Πλουτίνου. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΕΞ ΟΡΟΥΣ ΚΑΤΑΣΚΙΟΥ, ΛΟΓΕ Ο ΠΡΟΦΗΤΗΣ, ΤΗΣ ΜΟΝΗΣ ΘΕΟΤΟΚΟΥ

Ἐξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν. Ἔχων τὴν ψυχήν, ἀΰλῳ φωταυγείᾳ, Μάρτυς καὶ ποιμήν, φαιδρῶς αὐγαζομένην, δικαστικῶν πρὸ βημάτων ἔστης ἀνδρείως, ὁμολογῶν Θεοῦ τὴν σάρκωσιν. Μύστης Ἱερεύς, καὶ Μάρτυς στεφηφόρος, στῦλος ἀκλινής, καὶ βάσις εὐσεβείας, καὶ ἀληθείας ἑδραίωμα ἐγνωρίσθης, τῇ Ἐκκλησίᾳ, Μάρτυς Βλάσιε. Ἄρνας λογικούς, ἐποίμανας ὁσίως, θῦμα δὲ δεκτόν, προσήχθης τῷ Δεσπότῃ, ὁλοκαυτούμενον ἄνθραξι μαρτυρίου, Ἱερομύστα πανσεβάσμιε. Ῥήσει σου σοφῶν, χειλέων ἀπεφράγη, χείλη πονηρά, λαλοῦντα βλασφημίαν, εἰς τὸν τῶν ὅλων Δεσπότην καὶ Βασιλέα, Ἱεροκήρυξ ἀξιάγαστε.

ΩΣ ΚΑΛΟΣ ΠΑΙΔΟΤΡΙΒΗΣ

Ὡς καλὸς παιδοτρίβης, καὶ διδάσκαλος τῆς εὐσεβείας, τῇ ἐνεργείᾳ καὶ δυνάμει τῶν θείων λόγων σου, γυναῖκας φιλοθέους ὑπείληψας πρὸς ἀγῶνας μαρτυρικούς, τὸ ἀσθενὲς τῆς φύσεως αὐτῶν ῥωννύων ἐν Χριστῷ, μεθ' ὧν τὸν δρόμον τῆς ἀσκήσεως καλῶς τελέσας, εἰς νυμφῶνα οὐράνιον φαιδρῶς συναγάλλῃ, διπλῷ στεφάνῳ τῆς θείας δόξης σεμνυνόμενος, καὶ ἐξαιτούμενος σὺν αὐταῖς τὴν εἰρήνην ἡμῖν δοθῆναι, καὶ τὸ μέγα ἔλεος.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ, ΚΑΙ ΘΡΟΝΩΝ ΔΙΑΔΟΧΟΣ...

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Βλάσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ο ΘΕΙΟΣ ΒΛΑΣΤΟΣ, ΤΟ ΑΝΘΟΣ ΤΟ ΑΜΑΡΑΝΤΟΝ, ΑΜΠΕΛΟΥ ΧΡΙΣΤΟΥ, ΤΟ ΚΛΗΜΑ ΤΟ ΠΟΛΥΦΟΡΟΝ, ΘΕΟΦΟΡΕ ΒΛΑΣΙΕ

Ὁ θεῖος βλαστός, τὸ ἄνθος τὸ ἀμάραντον, ἀμπέλου Χριστοῦ, τὸ κλῆμα τὸ πολύφορον, θεοφόρε Βλάσιε, τοὺς ἐν πίστει τελοῦντας τὴν μνήμην σου, εὐφροσύνης πλήρωσον τῆς σῆς, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΕΝ ΤΗ ΑΣΚΗΣΕΙ ΒΛΑΣΤΗΣΑΣ

Ἐν τῇ ἀσκήσει βλαστήσας, Ὅσιε Βλάσιε, ἱεροσύνης δόξης, ὥσπερ φοῖνιξ δικαίως, ἐξήνθησας παμμάκαρ καρποὺς θεϊκούς, μαρτυρίου προσάγων Θεῷ, τὴν τῶν εἰδώλων κατάλυσιν ἐμφανῶς, καὶ ἀνθρώπων τὴν οἰκείωσιν. Ποιμαντικῶς διαπρέψας, ἱερομάρτυς Χριστοῦ, ἀθλητικοὺς ἀγῶνας, ὑπομείνας γενναίως, ἓν δι’ ἀμφοτέρων στέφος λαβών, ἐν ἑκατέροις κοσμούμενος, δικαιοσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς. Τοὺς εὐλαβῶς προσκυνοῦντας, καὶ εὐφημοῦντας πιστῶς, τὴν σὴν σεπτὴν εἰκόνα, Ἱεράρχα Κυρίου, φύλαττε καὶ σκέπε, ἐν βίῳ ἀεί, ἀπειράστους κακώσεως, ἵνα κηρύττωσιν ἅπαντες, νῦν τρανῶς, τὰ σὰ μέγιστα θαυμάσια.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΒΛΑΣΙΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἀρχιεπισκόπου Σεβαστείας. Στίχοι Λαιμὸν Βλάσιος ἐκκοπεὶς διὰ ξίφους, Ἀλγοῦσι λαιμοῖς ῥευμάτων εἴργει βλάβας. Ἑνδεκάτῃ Βλασίου τάμεν αὐχένα χαλκὸς ἀτειρής. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Παῖδες, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Βλασίῳ, μετὰ τῶν ἑπτὰ γυναικῶν, ξίφει τελειοῦνται. Στίχοι Βαβαὶ τοσαύτης παιδίων εὐθαρσίας! Σπεύδουσιν ἄμφω, ποῖον ἐκτμηθῇ φθάσαν. Κτείνει γυναῖκας ἑπτὰ σεπτὰς τὸ ξίφος, Οὐ τῇ γυναικῶν συσχεθείσας δειλίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τοῦ λειψάνου τοῦ Ἁγίου Ζαχαρίου τοῦ Προφήτου, τοῦ Πατρὸς τοῦ τιμίου Προδρόμου. Στίχοι Φανεὶς ὁ νεκρὸς γῆθεν ὁ Ζαχαρίου, Τοῖς ζῶσι πιστοῖς ἄφθονον βλύζει χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη Θεοδώρας τῆς Βασιλίσσης, τῆς στερεωσάσης τὴν ὀρθοδοξίαν. Στίχοι Θεοδώραν Ἄνασσαν εὐσεβεστάτην, Χριστὸς Βασιλεὺς ἀξιοῖ θείου στέφους. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΝ, ΤΕΛΟΥΝΤΕΣ ΕΟΡΤΗΝ ΤΟΥ ΠΑΜΜΑΚΑΡΟΣ

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν τοῦ Παμμάκαρος, δεῦτε τὴν πάντιμον, κάραν αὐτοῦ ἀσπασώμεθα, καὶ τῶν δεινῶν τὴν λύτρωσιν κομισώμεθα». Πηγὴν ἰάσεων ἔχοντες, τὴν κάραν τὴν σεπτήν σου Χαράλαμπες, θερμῶς προστρέχομεν, ταύταῃ προσκύνησιν νέμοντες, καὶ τὸν Θεὸν ὑμνοῦντες τὸν σὲ δοξάσαντα. Μεγίστην χάριν ἀπείληφας, θεόθεν ἀθλητὰ γενναιότατε, Μάρτυς Χαράλαμπες· κάραν τὴν σὴν γὰρ ὁ Κύριος, τῶν ἰαμάτων κρήνην σαφῶς εἰργάσατο.

ΤΟΝ ΣΤΕΡΡΟΝ ΟΠΛΙΤΗΝ, ΚΑΙ ΧΡΙΣΤΟΥ ΣΤΡΑΤΙΩΤΗΝ ΚΑΙ ΜΕΓΑΝ ΕΝ ΜΑΡΤΥΣΙ

Τὸν στερρὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος· διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο. Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.

ΕΥΦΡΑΙΝΕΣΘΕ ΕΝ ΚΥΡΙΩ ΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ

Εὐφραίνεσθε ἐν Κυρίῳ πόλεις τῆς Ἑλλάδος, καὶ σκιρτήσατε ἀγαλλόμεναι, τὴν κάραν τοῦ μεγαλομάρτυρος Χαραλάμπους, ἐν κόλποις κατέχουσαι, ὡς θησαυρὸν βαθυτάλαντον καὶ ἀνεξάλειπτον· μεθ' ὧν καὶ ἡμεῖς ὁσημέραι, ἀπαρυόμενοι ἐξ αὐτῆς τὰ τῶν ἰάσεων ῥεῖθρα, τῆς πανώλους λοιμικῆς ἀπαλλαττόμεθα νόσου, εὐχαριστοῦντες Θεῷ, τῷ κηδεμόνι καὶ Σωτῆρι τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.

ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΣ...

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν τοῦ Παμμάκαρος, δεῦτε τὴν πάντιμον, κάραν αὐτοῦ ἀσπασώμεθα, καὶ τῶν δεινῶν τὴν λύτρωσιν κομισώμεθα

O ΔΙΑ ΣΕ ΘΕΟΠΑΤΩΡ ΠΡΟΦΗΤΗΣ ΔΑΥΙΔ

Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν, σου· Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίω θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ, Θεοτόκε, τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.