ΙΛΑΣΘΗΤΙ ΜΟΙ ΣΩΤΗΡ

«Ἱλάσθητί μοι Σωτὴρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Καλῶς σου διατηρῶν, τὸ παρθενίας ἀξίωμα, ἐν ὅλῃ σου τῇ ζωῇ, γυναίῳ οὐδὲ ποτε, κατ' ὄψιν συνέτυχες, τὴν ἐκ τούτου βλάβην, παντελῶς ἀποκρουσάμενος.

Λιμένι τῷ νοητῷ, ἐγκαθωρμίσθης τοῖς κύμασι, τῶν ἡδονῶν μὴ βραχείς, παμμάκαρ Τιμόθεε, ἀλλὰ ταῖς τοῦ Πνεύματος, ζωηφόροις αὔραις, εὐπλοήσας, Παναοίδιμε.

Ἐμάκρυνας ψαλμικῶς, ἐν ὄρεσι διαιτώμενος, καὶ ταῖς ἐρήμοις ἀεί, σοφὲ αὐλιζόμενος, ἕως οὗ εἰσήλασας, εἰς Θεοῦ τὴν πόλιν, τὴν οὐράνιον Τιμόθεε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ