Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούνιος, 2011

Η ΠΑΝΣΕΠΤΟΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ

Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες, τούτοις προσείπωμεν· Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες· Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ὑμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.

ΚΑΤΟΙΚΙΣΘΕΝΤΕΣ ΕΝ ΦΩΤΙ ΑΠΡΟΣΙΤΩ, ΩΣ ΟΙΚΗΤΗΡΙΑ ΦΩΤΟΣ ΠΕΦΥΚΟΤΕΣ...

Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πεφυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προσφοιτήσεσιν· ὅθεν πίστει βοῶμεν· Σκότους ἡμᾶς ῥύσασθε, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκδυσωποῦντες τὸν Κτίστην Ἀπόστολοι.

ΩΣ ΑΥΤΟΠΤΑΙ ΚΑΙ ΜΑΡΤΥΡΕΣ, ΤΗΣ ΤΟΥ ΛΟΓΟΥ ΣΑΡΚΩΣΕΩΣ

Ὡς αὐτόπται καὶ μάρτυρες, τῆς τοῦ Λόγου σαρκώσεως, Μαθηταὶ πανόλβιοι μακαρίζεσθε· ὡς ἀστραπαὶ γὰρ ἐκλάμποντες, τῷ κόσμῳ ἐφάνατε, καὶ ὡς ὄρη νοητά, γλυκασμόν ἐσταλάξατε, ὡς ἀέναοι, ποταμοὶ Παραδείσου μερισθέντες, τῶν ἐθνῶν τὰς Ἐκκλησίας, θείοις ποτίζετε νάμασιν. Ὡς βολίδες ἀστράπτουσαι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εἰς τὸν κόσμον ἅπαντα διεπέμφθητε, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἀφθόνως παρέχοντες, λειτουργοὶ τῶν τοῦ Χριστοῦ, μυστηρίων γενόμενοι, καὶ θεόγραφοι, θείας χάριτος πλάκες γεγραμμέναι, θεοδίδακτον τὸν νόμον, ἱερομύσται πανόλβιοι. Ἁλιέων ὁ κάλαμος, φιλοσόφων τὸ φρύαγμα, καὶ ῥητόρων ῥεύματα διετάραξε, θεοσοφίας διδάγματα, χαράττων καὶ δόγματα, καὶ μυρίων ἀγαθῶν, τηλαυγῶς ἐκτιθέμενος, εὐαγγέλιον, καὶ τρυφῆς ἀϊδίου μετουσίαν, καὶ Ἀγγέλων ἀπολαύσεις, καὶ διαμένουσαν εὔκλειαν.

ΕΔΩΚΑΣ ΚΑΥΧΗΜΑΤΑ, ΤΗ ΕΚΚΛΗΣΙΑ ΦΙΛΑΝΘΡΩΠΕ...

Ἔδωκας καυχήματα, τῇ Ἐκκλησίᾳ φιλάνθρωπε, τοὺς σεπτοὺς Ἀποστόλους, σου ἐν ᾗ ὑπερλάμπουσι νοητοὶ φωστῆρες, Πέτρος τε καὶ Παῦλος, ὥς περ ἀστέρες, λογικοί, τὴν οἰκουμένην περιαυγάζοντες, δι' ὧν ἐφωταγώγησας, τὴν δυτικὴν ἀμαυρότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἔδωκας στηρίγματα, τῇ Ἐκκλησίᾳ σου Κύριε, τὴν τοῦ Πέτρου στερρότητα, καὶ Παύλου τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ τὴν ἑκατέρων, θεηγορίαν ἀληθῆ, τῆς ἀθεΐας πλάνην διώκουσαν· διὸ μυσταγωγούμενοι, παρ' ἀμφοτέρων ὑμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἔδωκας ὑπόδειγμα, ἐπιστροφῆς ἁμαρτάνουσι, τοὺς διττοὺς Ἀποστόλους σου, τὸν μὲν ἀρνησάμενον, ἐν καιρῷ τοῦ πάθους, καὶ μετεγνωκότα, τὸν δὲ κηρύγματι τῷ σῷ, ἀντιταξάμενον καὶ διώξαντα, καὶ ἄμφω τοῦ συστήματος, πρωτοστατοῦντας τῶν φίλων σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΧΟΡΕΙΑΝ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΜΕΛΠΕΙΝ ΜΟΙ

Χορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χριστέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύματος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας σου. Ῥωσθέντες ῥώμῃ τῇ σῇ καὶ χάριτι, Χριστὲ τὴν δύναμιν, τῶν ἐναντίων ἔθραυσαν ἐχθρῶν, οἱ σεπτοί σου, Ἀπόστολοι, θεοειδεῖς γενόμενοι, ταῖς ἀνενδότοις πρὸς σὲ νεύσεσιν. Ἰάσεις ἐπιτελοῦντες Δέσποτα, τῷ σῷ ὀνόματι, τὰ τῶν ἐθνῶν συστήματα τῇ σῇ, ἐπιγνώσει ἐζώγρησαν, οἱ εὐκλεεῖς Ἀπόστολοι, καὶ τῷ φωτί σου κατελάμπρυναν. Σοφίᾳ μαθητευθέντες ἔνδοξοι, Χριστοῦ Ἀπόστολοι, τῇ οὐρανίῳ πᾶσαν προφανῶς, τῶν σοφῶν ἐμωράνατε, πολυλογίαν ἄχρηστον, τῇ συντονίᾳ τοῦ κηρύγματος.

ΤΟΥΣ ΑΣΦΑΛΕΙΣ ΚΑΙ ΘΕΟΦΘΟΓΓΟΥΣ

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΤΡΑΝΩΣΟΝ ΜΟΥ ΤΗΝ ΓΛΩΤΤΑΝ ΣΩΤΗΡ ΜΟΥ

Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω, καὶ μὴ πράττω, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΟΥΡΑΝΟΘΕΝ ΤΗΝ ΧΑΡΙΝ ΔΕΔΕΓΜΕΝΟΣ, ΟΤΕ ΤΗΝ ΕΡΩΤΗΣΙΝ ΠΡΟΣ ΤΟΝ ΧΟΡΟΝ

Οὐρανόθεν τὴν χάριν δεδεγμένος, ὅτε τὴν ἐρώτησιν πρὸς τὸν χορὸν ὁ Σωτήρ, τὸν δωδεκάριθμον ἔφησε, τῶν Ἀποστόλων· Τίνα με λέγουσιν εἶναι ἄνθρωποι; τότε δὴ ὁ πρόκριτος, Πέτρος Χριστοῦ Μαθητῶν, θεολογῶν ἀνεκήρυξε, τρανῶς βοήσας· Σὺ εἶ Χριστός, τοῦ ζῶντος Θεοῦ Υἱός· ὅθεν ἀξίως μακαρίζεται, ὡς ἐξ ὕψους λαβὼν ἀποκάλυψιν, καὶ δεσμεῖν τε καὶ λύειν, τὰς εὐθύνας κομισάμενος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ὁ ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ' ἀνθρώπων, ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε, τοὺς ὀφθαλμοὺς σοῦ τοῦ σώματος, τῆς ἀσεβείας, δημοσιεῦον τὴν σκυθρωπότητα, τότε τὸ οὐράνιον, φῶς περιήστραψε, σῆς διανοίας τὰ ὄμματα, τῆς εὐσεβείας, ἀνακαλύπτον τὴν ὡραιότητα· ὅθεν ἐπέγνως τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεόν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Σὺ ἐπαξίως πέτρα προσηγορεύθης, ἐν ᾗ τὴν ἀκράδαντον πίστιν ὁ Κύριος, τῆς Ἐκκλησίας ἐκράτυνεν...

Η ΣΥΝΑΞΙΣ ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΚΑΙ ΠΑΝΕΥΦΗΜΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΩΝ ΙΒ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ'. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ', καὶ δήλωσις ὅπως καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη. Στίχοι Τιμῶ θεόπτας δώδεκα Χριστοῦ φίλους, Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν. Δώδεκα εὐκλεέας τριακοστῇ ἀγείρει μύστας. Ταῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥΣ ΣΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

ΤΟΥΣ ΑΣΦΑΛΕΙΣ ΚΑΙ ΘΕΟΦΘΟΓΓΟΥΣ ΚΗΡΥΚΑΣ

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΚΟΡΥΦΑΙΟΥΣ ΟΦΘΕΝΤΑΣ

Κορυφαίους ὀφθέντας τῶν μαθητῶν, τοὺς μεγάλους φωστῆρας καὶ φαεινούς, Πέτρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Παῦλον· τῷ γὰρ πυρὶ τοῦ θείου ἐκλάμψαντες Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, κατέφλεξαν ἅπασαν· ὅθεν καὶ τῆς ἄνω, βασιλείας πολῖται, ἀξίως ἐδείχθησαν, καὶ τῆς χάριτος σύνθρονοι· Διὰ τοῦτο βοήσωμεν· Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ἡμῶν.

ΤΡΑΝΩΣΟΝ ΜΟΥ ΤΗΝ ΓΛΩΤΤΑΝ ...

Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω, καὶ μὴ πράττω, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΤΡΑΝΩΣΟΝ ΜΟΥ ΤΗΝ ΓΛΩΤΤΑΝ ΣΩΤΗΡ ΜΟΥ

Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΟΥΡΑΝΟΘΕΝ ΤΗΝ ΚΛΗΣΙΝ ΠΑΡΑ ΧΡΙΣΤΟΥ

Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης κήρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγμασι· τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος· ὅθεν καὶ εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Παράδεισον ἔφθασας, Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΠΟΙΑ ΦΥΛΑΚΗ ΟΥΚ ΕΣΧΕ ΣΕ ΔΕΣΜΙΟΝ;

Ποία φυλακὴ οὐκ ἔσχε σε δέσμιον; ποία δὲ Ἐκκλησία οὐκ ἔχει σε Ῥήτορα; Δαμασκὸς μέγα φρονεῖ ἐπὶ σοὶ Παῦλε· εἶδε γὰρ σε σκελισθέντα φωτί· Ῥώμῃ σου τὸ αἷμα δεξαμένη, καὶ αὐτὴ κομπάζει· ἀλλ' ἡ Ταρσὸς πλέον χαίρει, καὶ πόθῳ τιμᾷ σου τὰ σπάργανα. Ἀλλ' ὦ Παῦλε Ἀπόστολε, τὸ καύχημα τῆς οἰκουμένης, προφθάσας ἡμᾶς στήριξον.

ΤΟΝ ΒΥΘΟΝ ΤΗΣ ΑΛΙΕΙΑΣ

Τὸν βυθὸν τῆς ἁλιείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ παρρησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου, τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον, Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος, Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΚΑΙ ΠΑΝΕΥΦΗΜΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Στίχοι Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον, Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην. Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ' ἄορ δέ γε Παῦλος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΛΥΟΣ ΕΡΡΥΣΑΣΘΕ

Ἰλύος ἐρρύσασθε παθῶν, καὶ ματαιότητος, τοὺς πειθαρχήσαντας, ὑμῶν διδάγμασι Πάνσοφοι, καὶ πρὸς ὕψος τούτους γνώσεως, ἀνεβιβάσατε Θεῷ, εὐαρεστοῦντας καλῶς καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὁ θεῖος τιμάσθω Παρμενᾶς, ἐνθέοις ᾄσμασιν, ἅμα τῷ Τίμωνι, καὶ ὁ πανεύφημος Πρόχορος, καὶ Νικάνωρ ὁ θαυμάσιος, ὡς μαθηταὶ τοῦ Ἰησοῦ, καὶ πλουτισταὶ τῶν ἐθνῶν, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὑμᾶς μετὰ Πέτρον καὶ λοιπούς, προκρίτους Κύριος, μαθητὰς εἵλετο, συνταττομένους μὲν Ἔνδοξοι, τοῖς λεχθεῖσιν Ἑβδομήκοντα, ἐκλελεγμένους δὲ καλῶς, ὡς πλήρεις πίστεως τῶν Ἁγίων, διακονῆσαι ταῖς χρείαις πανεύφημοι.

ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΩΝ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝ'ΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἀνακομιδῆς τῶν Λειψάνων τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν τιμίων Λειψάνων τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου. Στίχοι Ὀστᾶ φανέντα Μαρτύρων Ἀναργύρων, Βλύζουσι κρουνοὺς θαυμάτων ἀναργύρως. Εἰκάδι ὀγδοάτῃ Κῦρος φάνη ἠδ' ὁμόαθλος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παππίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΙΑΚΟΝΟΙ ΣΕΠΤΟΙ....

Διάκονοι σεπτοί, καὶ αὐτόπται τοῦ Λόγου, καὶ σκεύη ἐκλογῆς, ἀνεδείχθητε πίστει, Νικάνορ καὶ Πρόχορε, Παρμενᾶ, Τίμων ἔνδοξε· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, ὑμᾶς μακαρίζοντες.

ΕΝ ΕΚΛΟΓΗ ΘΕΟΚΡΙΤΩ

Ἐν ἐκλογῇ θεοκρίτῳ προετιμήθητε, διακονεῖν ταῖς χρείαις, τῶν Ἁγίων ὡς ὄντες, σοφίας θείας πλήρεις, καὶ φωτισμοῦ, καὶ τῆς χάριτος Ἔνδοξοι, καὶ νῦν οἰκεῖτε ἀπαύστως τοὺς οὐρανους, σὺν Ἀγγέλοις εὐφραινόμενοι. Φωτιστικαὶ ὡς λαμπάδες Πνεύματος χάριτι, ἀποδειχθέντες κόσμῳ, τὸ τῆς γνώσεως φέγγος, ἠστράψατε πλουσίως, καὶ τὴν ἀχλύν, τῆς κακίας ἐπαύσατε, καὶ μεταστάντες, Ἀπόστολοι πρὸς τὸ φῶς, ἐσκηνώσατε τὸ ἄδυτον. Ἀνευφημείσθω Νικάνωρ ὁ ἱερώτατος, καὶ Παρμενᾶς καὶ Τίμων, καὶ σὺν τούτοις τιμάσθω, ὁ Πρόχορος ὁ θεῖος, οἱ πληρωταί, τῶν τοῦ Λόγου προστάξεων, καὶ πλουτισταὶ τῶν ἀπόρων καὶ πρεσβευταί, πρὸς Θεὸν ἡμῶν θερμότατοι.

ΓΛΩΣΣΑΝ ΚΙΝΩΝ ΧΑΡΜΟΝΙΚΩΣ

Γλῶσσαν κινῶν χαρμονικῶς, εἰς Θεοῦ Πάτερ Σαμψὼν ὕμνους, τὰ πάθη τῆς σαρκὸς ἐγκρατείᾳ, κατεδουλώσω ψυχῇ, καὶ δοῦλος Χριστοῦ γνησιώτατος, ὤφθης καὶ τῆς ἄνω, πόλεως κληρονόμος. Ὁ καθαρώτατός σου νοῦς, φρυκτωρίαις θεϊκαῖς ἠγλαϊσμένος, φωτεινότατος ὤφθη, καὶ δεκτικὸς καθαρῶν Παμμάκαρ θείων ἐπιλάμψεων· ὅθεν σε τιμῶμεν, ἐν ὕμνοις θεοφόρε. Ἱερωτάτην ἐσχηκώς, τὴν ζωὴν πανευκλεῶς Σαμψὼν παμμάκαρ, προφανῶς ἐδοξάσθης, πρὸς τὸν Θεὸν μετελθών. Ἰδοὺ γὰρ μένει τὸ μνημόσυνον, τὸ σὸν εἰς αἰῶνας, καὶ ἡ δικαιοσύνη.

ΠΑΤΕΡ ΠΑΝΕΥΦΗΜΕ ΣΑΡΚΟΣ...

Πάτερ πανεύφημε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθαιρόμενος, ἀπαύστοις πρὸς τὸ θεῖον συννεύσεσι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Πάτερ θεόσοφε Σαμψών, ἀσκηταῖς ἠρίθμησαι, τῇ ἀπαθείᾳ κοσμούμενος, καὶ κατεσκήνωσας, ἐν μοναῖς ὁσίαις, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ὅπου πέφυκε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Πάτερ θεόπνευστε Σαμψών, φωστὴρ ἐχρημάτισας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, ἀπευλαύνων ζόφωσιν, δαιμόνων ἐκμειῶν ἀμαυρότητα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΩΣ ΙΑΤΡΟΝ

Ὡς ἰατρὸν πανάριστον, καὶ λειτουργὸν εὐπρόσδεκτον, οἱ τῇ σορῷ σου τῇ θείᾳ προστρέχοντες, Σαμψὼν θεόφρον Ὅσιε, συνελθόντες σε ὕμνοις, καὶ ψαλμοῖς ἀνυμνοῦμεν, Χριστὸν δοξάζοντες, τὸν τοιαύτην σοι χάριν παρέχοντα τῶν ἰάσεων.

ΜΑΡΙΑ ΤΟ ΑΜΩΜΟΝ ΚΑΙ ΝΟΥΝ, ΠΑΝΤΑ ΥΠΕΡΚΕΙΜΕΝΟΝ....

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΑΜΨΩΝ ΤΟΥ ΞΕΝΟΔΟΧΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου. Στίχοι Ἐξῆγεν ὁ πρὶν ἐκ γνάθου Σαμψὼν πόμα. Ὁ νῦν δὲ Σαμψὼν μύρον ἐκ τάφου βρύει. Εἰκάδι ἑβδομάτῃ Σαμψὼν θάνε, βλῦσέ τε μύρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνέκτου. Στίχοι Οὐκ ἦν ἀνεκτὸν τῷ Ἀνέκτῳ μὴ στέργειν Τὸν διὰ Χριστὸν θάνατον μέχρι τέλους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΑΚΗ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΑΓΙΩ ΟΡΕΙ ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΠΑΤΕΡΩΝ

Εικόνα
Κυριακή πάντων των εν Αγίω Όρει διαλαμψάντων πατέρων ΠΗΓΗ : http://www.youtube.com/user/imthessalonikis

ΚΥΡΙΑΚΩΝ ΤΩΝ ΑΓΙΟΡΕΙΤΩΝ ΠΑΤΕΡΩΝ

Εικόνα
ΠΗΓΗ : http://www.youtube.com/user/GEORGIOSKELLIOTIS

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΙΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δαυῒδ τοῦ ἐν Θεσσαλονίκῃ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Δαυΐδ, τοῦ ἐν Θεσσαλονίκῃ. Στίχοι Δαυῒδ συνήφθης τῷ πάλαι Δαυῒδ νέε, Ἄλλον Γολιὰθ σαρκικά κτείνας πάθη. Ἕκτῃ ἐξεπέρησε πύλας βίου εἰκάδι Δαυΐδ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Ἰωάννου Ἐπισκόπου Γοτθίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΡΕΙΤΩΝ ΠΑΤΕΡΩΝ

Εικόνα
ΠΗΓΗ :    http://www.youtube.com/user/t2pred

ΠΑΤΕΡ ΔΑΥΙΔ ΠΑΜΜΑΚΑΡΙΣΤΕ

Πάτερ Δαυῒδ παμμακάριστε, δι' ἐγκρατείας τὸν νοῦν, λαμπρυνόμενος ἄριστα, πρὸς τὸ πρῶτον αἴτιον, τῶν καλῶν ἀνεπτέρωσας, καὶ στῦλος ὤφθης, φωτοειδέστατος, φωτίζων πάντας, λόγοις καὶ θαύμασι, τοὺς προσιόντας σοι, διανοίᾳ πάντοτε θεοπρεπεῖ· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν. Καθάπερ ὄρνις εὐκέλαδος, ἐν ἀναβάσει φυτοῦ, καλιὰν Πάτερ ἔπηξας, τῷ κρύει πηγνύμενος, καὶ τῷ θέρει φλεγόμενος, χρυσᾶς ἐντεῦθεν ἔλαβες πτέρυγας, τῆς ἀπαθείας, καὶ τελειότητος, καὶ πρὸς οὐράνιον, ὕψος κατεσκήνωσας ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε. Θείῳ ἀπαθείας ἄνθρακι, φλέξας σαρκὸς ἡδονάς, ἀκατάφλεκτος ἔμεινας, ἐν χερσὶ τοὺς ἄνθρακας, πρὸ προσώπου θεόπνευστε, τοῦ Βασιλέως κατέχων, Ὅσιε, ἐκπληττομένου τὴν σὴν λαμπρότητα· ὅθεν παρέσχε σοι, τὰς αἰτήσεις μέγιστον πρὸς τὸν Θεόν, πρέσβυν σε μακάριε.

ΙΣΤΑΣΟ ΑΚΛΟΝΗΤΟΣ, ΦΥΤΟΥ ΚΛΟΝΟΙΣ...

Ἵστασο ἀκλόνητος, φυτοῦ κλόνοις Ὅσιε, ἀρδείαις δακρύων σου, συχνῶς ποτιζόμενος, καὶ μέλπων ἀσιγήτως, ὁ Θεὸς εὐλογητὸς εἶ. Ὅλην σου τὴν ἔφεσιν, πρὸς Θεὸν ἀνέτεινας, ὅλην τὴν καρδίαν σου, δοχεῖον ἐτέλεσας, τῶν θείων χαρισμάτων, θεοφόρε εἰς αἰῶνας. Ἴθυνας τὸν βίον σου, πρὸς τὸ θεῖον θέλημα, ἔφθασας ὡς ἤλπισας, τὴν ἄνω μητρόπολιν, ἐν ᾗ τὸ σὸν ἐκτήσω, πολίτευμα θεόφρον. Σὲ φωτοειδέστατον, Πάτερ χρηματίσαντα, ἄνθρακας κατέχοντα, παλάμαις ὡς ἔβλεψεν, ὁ ἄναξ κατεπλάγη, καὶ πεσὼν σοι προσεκύνει.

ΣΤΙΦΕΙ ΠΑΡΘΕΝΩΝ ΣΥΓΧΟΡΕΥΕΙΣ...

Στίφει παρθένων συγχορεύεις, ἀξιάγαστε παρθένε Φεβρωνία, τῇ Παρθένῳ καὶ Θεομήτορι βοῶσα· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ΡΕΙΘΡΑ ΠΗΓΑΖΕΙΣ ΙΑΜΑΤΩΝ

Ῥεῖθρα πηγάζεις ἰαμάτων, τοῖς προστρέχουσιν ἐν πίστει τῷ ναῷ σου, Φεβρωνία σεμνή, καὶ τῷ Χριστῷ βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὢ τῆς καλής σου πραγματείας! σαρκὸς αἵματος θεόφρον ἀντηλλάξω, βασιλείαν Θεοῦ, πανεύφημε βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΑΘΛΗΣΙΝ ΥΠΕΜΕΙΝΑΣ

Ἄθλησιν ὑπέμεινας, τῇ σῇ παλαίστρᾳ κατάλληλον, Φεβρωνία πανεύφημε, ἱδρῶσιν ἀσκήσεως, μαρτυρίου αἷμα, συγκερασαμένη· ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης σοι ἐχαρίσατο, πρὸς ὃν καὶ ἀνελήλυθας, πεποικιλμένη λαμπρότητι, ὡς Παρθένος πανάμωμος, καὶ ὡς Μάρτυς ἀήττητος. Κάλλει τὸ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν· ὡς κρίνον γὰρ ἔλαμψας, ἐν μοναῖς ὅσιαις, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς, πεφοινιγμένη Νύμφη πανάμωμε· διὸ σε καὶ οὐράνιος, τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς Παρθένον καὶ Μάρτυρα. Κύκλῳ παρενέβαλε, σοῦ Φεβρωνία πανεύφημε, ὁ ῥυόμενος Ἄγγελος· ἐκ βρέφους γὰρ Κύριον, φοβουμένη ὤφθης, καὶ ἀνακειμένη, ὥσπερ ἀνάθημα τερπνόν, τετηρημένον τῷ παντοκράτορι, ἐντεῦθεν κατεπάτησας, τὴν τοῦ Σελήνου παράνοιαν, καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν νυμφίον σου.

ΦΩΤΟΦΑΝΩΣ Η ΜΝΗΜΗ ΣΟΥ, ΦΕΒΡΩΝΙΑ

Φωτοφανῶς ἡ μνήμη σου, Φεβρωνία τελεῖται νῦν, ταῖς φωτοειδέσιν ἀστραπαῖς πυρσεύουσα· φωτὶ γὰρ ὡμίλησας, καὶ φωτοφόρος γέγονας, τὸν φωτοποιόν, καὶ φωτοδότην βοῶσα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἐθαυμαστώθης πρότερον, ἐν ἀσκήσει πανεύφημε, καὶ μαρτυρικῶς, κατεκοσμήθης ὕστερον· ὀπίσω γὰρ ἔδραμες, τοῦ ἐραστοῦ νεᾶνις φαιδρά, καὶ σοῦ τοὺς μαστούς, τούς ἀγαθοὺς ὑπὲρ οἶνον, ἐτμήθης Φεβρωνία, ὑπὲρ τῆς εὐσεβείας· ὀσμῇ δέ σου τῶν μύρων, πιστοὺς εὐωδιάζεις. Βεβαρυμμένος πταίσμασι, Φεβρωνία πανεύφημε, καὶ ταῖς τρικυμίαις, τῶν παθῶν κυκλούμενος, προσφεύγω τῇ σκέπῃ σου, τῶν ἀμφοτέρων λύσιν ζητῶν, ἀλλ' ὡς θαυμαστή, καὶ ἐκλεκτὴ τῷ Δεσπότῃ, βοῶντα μὴ παρίδῃς, ἀλλὰ με σαῖς πρεσβείαις, ἐξάρπασον θεόφρον, ἐκ βρόχων ψυχοφθόρων.

Η ΠΡΙΝ ΣΤΕΙΡΑ ΣΗΜΕΡΟΝ

Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.

ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΦΕΒΡΩΝΙΑΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Φεβρωνίας. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος καὶ πολυάθλου Φεβρωνίας. Στίχοι Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία. Τομὴ κεφαλῆς· ὡς καλὴ σοι προὶξ γύναι! Δῶκε δὲ Φεβρωνίη ξίφει αὐχένα εἰκάδι πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἓξ γνησίων ἀδελφῶν αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φῖρμος, Φιρμῖνος, Κυριακὸς καὶ Λογγῖνος. Στίχοι Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους, Ἐν γῆ τελευτᾷ καὶ πρὸς οὐρανὸν τρέχει. Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης, Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου. Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἔρως, Πρὸς οὓς μεταστάς, ὥσπερ ἦρα χαιρέτω. Θρόνοι νοητοὶ Φιρμῖνός τε καὶ Φῖρμος, Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων. Κυριακόν, Λογγῖνον ὡς ἰσαγγέλους, Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῶν πρεσβείων τῆς ἀσπόρως αὐτὸν...

ΕΥΦΗΜΗΣΩΜΕΝ

Εὐφημήσωμεν νῦν τὸν τοῦ Κυρίου Πρόδρομον, ὃν περ τῷ ἱερεῖ ἡ Ἐλισάβετ ἔτεκεν, ἐκ μήτρας ἀκάρπου, ἀλλ' οὐχὶ ἀσπόρου· Χριστὸς γὰρ μόνος χώραν διώδευσεν ἀδιόδευτον, ἄσπορον, τὸν Ἰωάννην στεῖρα ἐγέννησεν, ἄνευ δὲ ἀνδρὸς τοῦτον οὐκ ἔτεκε, τὸν δὲ Ἰησοῦν ἐπισκιάσει Πατρὸς καὶ Πνεύματος θείου, Παρθένος ἔτεκεν ἁγνή, ἀλλὰ τοῦ ἐκ Παρθένου ἀνεδείχθη ὁ ἐκ στείρας, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.

ΛΟΓΟΥ ΘΕΟΥ ΑΦΡΑΣΤΟΝ ΕΝ ΣΟΙ ΤΕΛΕΙΤΑΙ...

«Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται, ἐμφανῶς Μυστήριον, Παρθένε ἄχραντε· καὶ γὰρ Θεός, ἐκ σοῦ σεσωμάτωται δι' εὐσπλαγχνίαν· διὸ σε ὡς Θεοτόκον μεγαλύνομεν». Ἰδοὺ φωνὴ πρόδρομος ταῖς στειρευούσαις, καὶ ἐρήμοις πάρεστι καρδίαις μέλπουσα· Ὁδὸν Χριστοῦ νυνὶ ἑτοιμάσατε, ὅτι ἐν δόξῃ ἔρχεται, ᾧ πειθαρχοῦντες μεγαλύνομεν. Ὡς πάλαι ἐν Πνεύματι τῷ παναγίῳ, ἐμφανῶς ἐκήρυξας τὸν Υἱὸν Πρόδρομε, ἀμνὸν Θεοῦ, τοῦ κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, τῇ ποίμνῃ σου τῶν πταισμάτων λύσιν αἴτησαι.

Η ΠΡΙΝ ΣΤΕΙΡΑ ΣΗΜΕΡΟΝ

Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.

ΡΟΜΦΑΙΑΝ ΠΡΟΔΡΟΜΕ ΔΙΣΤΟΜΟΝ

Ῥομφαίαν Πρόδρομε δίστομον, τὴν γέννησιν τὴν σὴν ὁ πολέμιος, ἐχθρὸς ἐδέξατο· σὺ γὰρ τὴν τούτου ἀναίρεσιν, καὶ τὴν ἀνθρώπων ζώωσιν ἀνεκήρυξας. Ὁ θεῖος πλοῦτος διέκυψεν, ἐξ ὕψους θεϊκοῦ εἰς τὰ σύμπαντα, τῆς τῶν βροτῶν ἐμφανῶς, υἱοθεσίας καὶ χάριτος, τοῦ ταύτης τικτομένου σήμερον κήρυκος. Μύρα εὐώδη ἡ ἔρημος, ἐκβλύζει νοητῶς τὰ μηνύματα, ἐν τῇ γεννήσει σου, τῇ ἐκ τῆς στείρας Πανεύφημε, τοῦ ἀκενώτου μύρου εἰσδεχομένη Χριστοῦ.

ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΟΥ ΤΙΜΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Τὸ Γενέσιον τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον ἑορτάζομεν τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχοι Ζαχαρία, χόρευε σὺν τῇ συζύγῳ Οὐ πολλὰ μὲν τίκτοντες, ἓν δὲ καὶ μέγα. Πρόδρομον ἀμφὶ τετάρτην εἰκάδα γείνατο μήτηρ. Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Η ΒΑΤΟΣ ΤΟ ΠΡΙΝ ΠΡΟΔΙΕΤΥΠΟΥ

Ἡ βάτος τὸ πρὶν προδιετύπου, τὸ ξένον τοῦ τόκου σου μυστήριον, ἄκαυστος τῷ φλέγεσθαι, μένουσα πανάμωμε· καὶ γὰρ τὸ πῦρ ἐκύησας, τὸ τῆς Θεότητος, καὶ ἄφλεκτος διέμεινας Κόρη· ὅθεν σε ὑμνοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ΝΕΥΣΕΙ ΤΟΥ ΤΑ ΠΑΝΤΑ ΠΟΙΟΥΝΤΟΣ

Νεύσει τοῦ τὰ πάντα ποιοῦντος, τοῦ μαρτυρίου πρὸς τὸ πέρας, ἡ Ἀγαθονίκη σὺν Βάσσᾳ, ὁμοῦ καὶ Παῦλα προθύμως σπεύδουσαι, ὡς ἀληθῶς κατάλληλον, εὗρον τοῦ πόθου τὸ συμπέρασμα. Ἐν ἐπουρανίοις θαλάμοις, κατασκηνώσασα Παρθένε, καὶ τῶν ἀθεάτων τὰ κάλλη, κατανοοῦσα καὶ ἀπολαύουσα, τῆς τοῦ Θεοῦ λαμπρότητος, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον. Στέφανος ἐτέθη χαρίτων, τῇ κορυφῇ σου Ἀγριππῖνα, ὡς τελειωσάσης τὸν δρόμον, καὶ τηρησάσης τὴν πίστην ἄσυλον, καὶ τῶν δικαίων τάγματα, περιχαρῶς σε ὑπεδέξαντο. Ὡς παρισταμένη τῷ θρόνῳ, ἐν παρρησίᾳ τοῦ Δεσπότου, μάρτυς Ἀγριππῖνα σὺν πᾶσι, τοῖς ἀπ' αἰῶνος Ἁγίοις αἴτησαι, ἁμαρτιῶν τὴν λύτρωσιν, τοῖς σὲ ὑμνοῦσι καλλιπάρθενε.

ΚΥΟΦΟΡΗΣΑΣΑ ΘΕΟΝ, ΜΕΝΕΙΣ ΜΕΤΑ ΤΟΚΟΝ ΠΑΡΘΕΝΟΣ

Κυοφορήσασα Θεόν, μένεις μετὰ τόκον παρθένος, καὶ γαλουχεῖς μητροπρεπῶς, τὸν τροφέα τοῦ κόσμου Πανάμωμε, ὃν ὑμνοῦντες κραυγάζομεν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Η ΝΥΞ ΩΣ ΗΜΕΡΑ ΚΑΘΩΡΑΤΟ

Ἡ νὺξ ὡς ἡμέρα καθωρᾶτο, τοῖς φέρουσι Μάρτυς σου τὸ λείψανον, τόπος εὐωδίαστος, ἅπας σε δεχόμενος, δαιμονικὴ παράταξις, σφοδρῶς ἠλαύνετο, ἰάσεων ἀπέρρει πλημμύρα, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας. Νυμφίον ἀθάνατον ποθοῦσα, ὀπίσω τῶν μύρων τούτου ἔδραμες, τούτου τὰ παθήματα, Μάρτυς καὶ τὸν θάνατον, ἐκμιμουμένη ἔνδοξε, καὶ ἀνακράζουσα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἀνύστακτον ἔχουσα τὴν πίστιν, ἐλαίῳ τε φαιδρυνθεῖσαν τῶν αἱμάτων σου, Μάρτυς τὴν λαμπάδα σου, ἔνδον εἰσελήλυθας, εἰς τὸν νυμφῶνα χαίρουσα, τῆς οὐρανίου χαρᾶς. Τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Ἰδεῖν τὴν τερπνότητα Κυρίου, τὸν τούτου ναόν τε ἐπισκέψασθαι, ποθοῦσα ὡς ἅρματι, αἵματι οἰκείῳ σύ, ἐποχουμένη ψάλλουσα πρὸς τοῦτον ἔφθασας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΓΡΙΠΠΙΝΗΣ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Στίχοι Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων, Πολλῶν μετέσχε στεμμάτων Ἀγριππῖνα. Εἰκάδι θεινομένη τριτάτῃ θάνεν Ἀγριππῖνα, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀριστοκλέους Πρεσβυτέρου, καὶ Δημητρίου Διακόνου καὶ Ἀθανασίου Ἀναγνώστου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΕΡΙΣΤΕΡΑ ΟΙΑ ΧΡΥΣΗ, ΟΠΛΩ ΤΟΥ ΣΤΑΥΡΟΥ ΦΡΑΤΤΟΜΕΝΗ

Περιστερὰ οἷα χρυσῆ, ὅπλῳ τοῦ Σταυροῦ φραττομένη, Ἀγαρηνοὺς τοὺς ἐν νυκτί, τῷ φρουρίῳ τῷ σῷ προσεγγίσαντας, ἐξηφάνισας σώσασα, τοὺς πιστοὺς μιαιφονίας, τῆς τούτων Μάρτυς. Πολυειδεῖς διά, Χριστόν, πόνους ὑπομείνασα Μάρτυς, ἄπονον εὗρες ἐν αὐτῷ, καὶ ἀθάνατον λῆξιν κραυγάζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Ἱερουργὸς ὁ θαυμαστός, καὶ θαυματουργίαις ἐκλάμπων, σοῦ τὰ θαυμάσια ὁρῶν, Ἀγριππῖνα Θεὸν ἐμεγάλυνε, καὶ γηθόμενος ἔψαλλεν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Νενευρωμένῳ λογισμῷ, σοῦ τὸ ῥωστικὸν παθημάτων, διακομίζουσαι σῶμα, γυναικείας οὐδόλως ᾐσθάνοντο, ἀσθενείας κραυγάζουσαι, αἱ παρθένοι τῷ Δεσπότῃ· Εὐλογητός εἶ.

ΥΜΝΟΙΣ ΣΧΟΛΑΖΩΝ ΙΕΡΑΡΧΑ, ΚΑΙ ΔΕΗΣΕΣΙΝ

Ὕμνοις σχολάζων Ἱεράρχα, καὶ δεήσεσιν, ἐκοίμισας τὰ πάθη, καὶ ἡμῶν τῶν Πιστῶν, ἄγρυπνος ὤφθης φύλαξ, τῶν εὐσεβῶς ὑμνούντων σε, καὶ τελούντων σου τὴν μνήμην. Μάρτυς δειχθεὶς καί, Ἱεράρχης, τὰ οὐράνια, ἐνθέως ἐκληρώσω, καὶ τῷ θρόνῳ βοῶν παρίστασαι τοῦ Κτίστου· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὄρθρος ἀνέτειλας κηρύττων, τὸν ἐκλάμψαντα Πατρὸς πρὸ ἑωσφόρου, Ἰησοῦν τὸν Χριστόν, φωστὴρ τῆς Ἐκκλησίας, Ἱεραρχῶν ἀγλάϊσμα, ἀθλοφόρων ὡραιότης.

ΝΟΜΟΥΣ ΤΗΣ ΦΥΣΕΩΣ ΠΑΡΘΕΝΕ, ΤΗ ΚΥΗΣΕΙ ΣΟΥ...

Νόμους τῆς φύσεως Παρθένε, τῇ κυήσει σου, καινίζεις παραδόξως, καὶ φθαρέντας ἡμᾶς, κακίστῃ παραβάσει, ἀναχωνεύεις· ὅθεν σε, κατὰ χρέος εὐφημοῦμεν.

ΤΙ ΣΕ ΟΝΟΜΑΣΩΜΕΝ ΕΝΔΟΞΕ...

Τὶ σε ὀνομάσωμεν ἔνδοξε; Ἱεράρχην ἀληθῆ, καὶ ἱερὸν δογματιστήν, ὀρθοδόξων στηριγμόν, καὶ Ἐκκλησίας ὀφθαλμόν, φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα, Μαρτύρων, εὐκληρίᾳ διαπρέποντα, τῆς ἀληθείας ὑπέρμαχον, μέγαν τοῦ ψεύδους κατήγορον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε Ἱεράρχα προσφθέγξωμαι; ποταμὸν τῆς νοητῆς, ἐκπορευόμενον Ἐδέμ, καταρδεύοντα τὴν γῆν, ἐπιρροαῖς πνευματικαῖς, κρατῆρα, θείου νάματος πληρούμενον, Ἀρείου, τοὺς ὁμόφρονας βυθίζοντα, στῦλον πυρὸς προηγούμενον, νέου λαοῦ θείᾳ χάριτι, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε ὀνομάσω Εὐσέβιε; εὐσεβείας ποριστήν, καὶ ἀσεβείας μειωτήν, ἀθλοφόρων καλλονήν, καὶ Ἱερέων χαρμονήν, δρεπάνην, τὰ ζιζάνια ἐκτέμνουσαν, τὸν σῖτον, τόν οὐράνιον συνάγουσαν· πηγὴν θαυμάτων ἀέναον, νόσων ἐξαίρουσαν καύσωνα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΙΔΕΙΝ ΚΑΤΗΞΙΩΘΗΣ, ΠΑΤΕΡ ΤΑ ΜΑΚΡΟΘΕΝ, ΤΗ ΙΕΡΑ ΣΟΥ ΨΥΧΗ ΕΛΠΙΖΟΜΕΝΑ

Ἰδεῖν κατηξιώθης, Πάτερ τὰ μακρόθεν, τῇ ἱερᾷ σου ψυχῇ ἐλπιζόμενα, καὶ πρὸς ἀνέσπερον φέγγος, χαίρων ἐσκήνωσας. Ὡραῖος ἀπεφάνθης, ταῖς θεηγορίαις, καὶ ἀγαθαῖς ἐργασίαις Εὐσέβιε, καὶ ταῖς παντίμοις τῶν ἄθλων, μάκαρ λαμπρότησι. Στησώμεθα χορείαν, ἐν ἀγγαλλιάσει, τὸν ἱερὸν εὐφημοῦντες Εὐσέβιον, τῆς εὐσεβείας τῷ κάλλει ἀγλαϊζόμενον. Ἡ θήκη σου μυρίζει, χάριν ἰαμάτων, ἡ δὲ ἁγία σου μνήμη Εὐσέβιε, καταφωτίζει τὸν Κόσμον, ὡς μέγας ἥλιος.

ΣΥΝ ΙΕΡΑΡΧΑΙΣ ΚΑΙ ΜΑΡΤΥΣΙ ΔΥΣΩΠΕΙ

Σὺν Ἱεράρχαις καὶ Μάρτυσι δυσώπει, ὡς Ἱεράρχης καὶ Μάρτυς Ἱεροκήρυξ Εὐσέβιε, τὸν Σωτῆρα τῶν ὅλων, εὑρεῖν ἡμᾶς ἔλεος. Ἐν ἀγαθῇ συνειδήσει διαπρέπων, καὶ βακτηρίᾳ τῶν λόγων, τὸ Ἱερὸν νέμων ποίμνιον, τῆς αἱρέσεως θῆρας, Παμμάκαρ ἀπήλασας. Βεβαρυμμένους τῇ μέθῃ τῆς ἀπάτης, τοὺς αἱρετίζοντας μάτην, σὺ διελέγχων Εὐσέβιε, ὑπ' αὐτῶν ἀνῃρέθης, ἀθλήσας στερρότατα.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΣΕΒΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΣΑΜΟΣΑΤΩΝ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Στίχοι Κέραμος, Εὐσέβιε Μάρτυς Κυρίου, Εὐθὺς δὲ καὶ στέφανος ἐν τῇ σῇ κάρᾳ. Εἰκάδι δευτερίῃ κεφαλὴν θλάσαν Εὐσεβίοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Ζηνᾶ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΕΩΡΑΚΕ ΚΥΡΙΕ

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα, ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σοι δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.

ΠΕΠΤΩΚΟΤΩΝ ΑΝΟΡΘΩΣΙΣ

Πεπτωκότων ὀνόρθωσις, τεθνεώτων ἀνάστασις, σὺ ἐδείχθης τέξασα τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν τῷ Πατρὶ συννοούμενον, τὴν θείαν τε γέννησιν, ἀνασχόμενον ἐκ σοῦ, ἐν σαρκὶ καθ' ὑπόστασιν, ὃν ἱκέτευε, πειρασμῶν λυτρωθῆναι καὶ κινδύνων, τοὺς ἐν πίστει Παναγία, εἰλικρινῶς σε δοξάζοντας.

ΥΔΑΤΩΝ ΠΝΙΓΜΟΝΗ, ΤΟ ΜΑΚΑΡΙΟΝ ΤΕΛΟΣ, ΔΕΞΑΜΕΝΟΣ ΣΟΦΕ...

Ὑδάτων πνιγμονῇ, τὸ μακάριον τέλος, δεξάμενος Σοφέ, τὸν πολύμορφον ὄφιν, ἐν τούτοις ἐναπέπνιξας, καὶ τὴν νίκην ἀπείληφας· ὅθεν πόθῳ σου, τὴν ἀξιέπαινον μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, Χριστῷ ἱκετεύομεν.

ΙΕΡΟΙΣ ΕΥΦΗΜΕΙΣΘΩ, ΥΜΝΟΙΣ ΑΘΛΗΤΑ ΣΟΥ Η ΑΟΙΔΙΜΟΣ

Ἱεροῖς εὐφημείσθω, ὕμνοις Ἀθλητά σου ἡ ἀοίδιμος, καὶ ὑπέρτιμος μνήμη· ἀπροσίτῳ γὰρ δόξῃ δεδόξασται. Ὄλισθον οὐχ ὑπέστης, διηγωνισμένος τὸ μαρτύριον, τοῦ Χριστοῦ στρατιῶτα, ἀσθενείᾳ σαρκὸς μέχρις αἵματος. Ὑπὲρ αἴγλην χρυσίου, τοῖς μαρτυρικοῖς ἐναγλαΐζεται, αἰκισμοῖς ἀπαστράπτων, καὶ πολύτιμον λίθον ὁ Ἅγιος.

Ο ΜΑΡΤΥΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΟΥ....

Ὁ μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο, τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΦΩΤΑΥΓΗ ΣΕ ΩΣ ΗΛΙΟΝ, ΤΑ ΤΟΥ ΚΟΣΜΟΥ ΠΛΗΡΩΜΑΤΑ

Φωταυγῆ σε ὡς ἥλιον, τὰ τοῦ κόσμου πληρώματα, νοηταῖς λαμπρότησι καταυγάζοντα, καὶ ἀθεΐας ἐξαίροντα, τὴν νύκτα μακάριε, Μάρτυς lουλιανέ, ἐγνωκότες τὴν μνήμην σου, ἑορτάζομεν, τὴν φωσφόρον καὶ θείαν, καὶ τὴν κόνιν, τῶν λειψάνων προσκυνοῦμεν, ῥῶσιν ψυχῶν ἀρυόμενοι. Καὶ τυπτόμενος μάστιξι, καὶ δεινῶς πτερνιζόμενος, καὶ φρουρᾷ Μακάριε καθειργνύμενος, τόπους ἀμείβων θλιβόμενος, θηρσὶ συγκλειόμενος, καὶ βυθῷ προσομιλῶν, καὶ θαλάσσῃ ποντούμενος, καὶ δεξάμενος, τὸ μακάριον τέλος, οὐκ ἠρνήσω, τὸν Δεσπότην τῶν ἁπάντων, κλέος Μαρτύρων πανόλβιε. Θαλαττίων ἐκ κόλπων σε, πρὸς τῇ χέρσῳ γενόμενον, κυβερνήσει Πνεύματος ὡς ἑώρακε, τὸ ἱερώτατον γύναιον, πιστῶς ὑπεδέξατο, Μάρτυς Ἰουλιανέ, καὶ ταφῇ παραδέδωκε, σοῦ τὸ ἄμωμον, καὶ πολύαθλον σῶμα, τὸ νικῆσαν, διαβόλου τυραννίδα, τῇ συνεργίᾳ τῆς χάριτος.

ΑΧΡΑΝΤΕ ΘΕΟΤΟΚΕ, .... ΥΜΝΟΥΜΕΝ ΣΕ

Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα, ὑμνοῦμέν σε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΙΟΥΛΙΑΝΟΥ ΤΟΥ ΤΑΡΣΕΩΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ. Στίχοι Φέρων τι χρῆμα σάκκος ἄξιον πόλου, Ἰουλιανόν, βάλλεται πόντου μέσον. Σάκκῳ Ἰουλιανὸς βυθὸν εἰσέδυ εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀφροδισίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τερεντίου, Ἐπισκόπου Ἰκονίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΜΟΝΟΝ ΑΝΑΡΧΟΝ, ΒΑΣΙΛΕΑ ΤΗΣ ΔΟΞΗΣ, ΟΝ ΕΥΛΟΓΟΥΣΙΝ

Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις· ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας

ΙΚΕΤΗΣ ΠΑΝΑΓΝΕ, ΣΟΙ ΠΡΟΣΕΡΧΟΜΑΙ ΠΙΣΤΕΙ

Ἱκέτης Πάναγνε, σοὶ προσέρχομαι πίστει, τῇ συλλαβούσῃ τὸν τῶν ὅλων Δεσπότην, Νῦν σῶσόν με διωγμῶν καὶ κινδύνων, ὑμνοῦντα εὐσεβῶς, Θεὸν τὸν σαρκωθέντα, ἐκ σοῦ ἀνερμηνεύτως.

ΙΕΡΩΜΕΝΟΣ ΘΕΟΦΡΟΝ, ΚΑΙ ΜΑΡΤΥΡΩΝ ΤΗΣ ΑΛΗΘΕΙΑΣ

Ἱερωμένος θεόφρον, καὶ Μαρτύρων τῆς ἀληθείας, φαιδρῶς ἐκλάμπων ἐν αἵματι, σὺν αὐτοῖς τῷ Δεσπότῃ μέλπεις ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἐστηριγμένος τῇ πίστει, τῶν εἰδώλων ἔσβεσας φλόγα, ῥοαῖς ἁγίων αἱμάτων σου, διὰ τῆς μαρτυρίας οὕτω κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Μεμυημένος τὰ θεῖα, θεωρίᾳ τῇ ἀνωτάτῃ, τὸν νοῦν πανσόφως ἐτράνωσας, τοῖς πιστῶς μελῳδοῦσι συνανακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΝΑΥΤΙΩΝ ΤΩ ΣΑΛΩ

Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενον ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε

ΜΕΘΟΔΙΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΜΕΘΟΔΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. Στίχοι Μέθοδον Μεθόδιος βίου πρὸς βίον, Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει. Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΙΣΤΕΩΣ ΣΥΜΦΩΝΙΑ

Πίστεως συμφωνία, τὴν κοσμικὴν πανήγυριν, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, Πατριαρχῶν τὸ τίμιον, τῶν Προφητῶν τὸν σύλλογον, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, Μαρτύρων τὸ ἄθροισμα, Ἀσκητῶν τὸ καύχημα, πάντων τῶν Ἁγίων τὴν μνήμην, πνευματικῶς ἑορτάσωμεν· πρεσβεύουσι γὰρ ἀπαύστως, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δεῦτε πάντες οἱ πιστοί, τῶν Ἁγίων πάντων, ἐν ψαλμοῖς καὶ τὴν πανένδοξον μνήμην, ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, τὸν Βαπτιστὴν τοῦ Σωτῆρος, Ἀποστόλους, Προφήτας, καὶ Μάρτυρας, Ἱεράρχας, Διδασκάλους τε καὶ Ὁσίους, Ἀσκητὰς καὶ Δικαίους, καὶ τῶν ἁγίων Γυναικῶν τὸ φιλόθεον σύστημα, σεβασμίως μακαρίζοντες, συμφώνως ἐκβοήσωμεν· Ὑπεράγαθε Χριστέ, ὁ Θεὸς ἡμῶν, ταῖς αὐτῶν πρεσβείαις παράσχου εἰρήνην ταῖς Ἐκκλησίαις σου, νίκας κατ' ἐχθρῶν τῷ φιλοχρίστῳ βασιλεῖ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δεῦτε ἅπαντες, πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τῶν Ἁγίων· ἰδοὺ γὰρ παραγέγονε, πλουτοποιὰ ἡμῖν χαρίσματα κομίζουσα· διὸ ἐν φωνῇ ἀγαλλιάσεως...

Παράκληση για την ενίσχυση των αδυνάτων

Εικόνα

Κυριακή των Αγίων Πάντων

Εικόνα

ΟΙ ΕΝ ΠΑΣΗ ΤΗ ΓΗ ΜΑΡΤΥΡΗΣΑΝΤΕΣ

Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βορρᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν. Στίχοι Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους. Εἴ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω. Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

ΕΡΡΗΞΕ ΓΑΣΤΡΟΣ ΗΤΕΚΝΩΜΕΝΗΣ ΠΕΔΑΣ

«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων». Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη· Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους, Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ, Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους, Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος. Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους, Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας, Οὗ τὴν δι' Υἱοῦ πατρικῆς ἐξουσίας, Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν, Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

ΑΓΝΟΟΥΝΤΑ ΤΑ ΕΘΝΗ ΚΥΡΙΕ

Ἀγνοοῦντα τὰ ἔθνη Κύριε, τὴν τοῦ παναγίου Πνεύματος, ἐν τοῖς Ἀποστόλοις σου γενομένην δύναμιν, τὴν ἐναλλαγὴν τῶν γλωσσῶν, μέθην εἶναι ἐνόμιζον, ἡμεῖς δὲ στηριχθέντες ὑπ' αὐτῶν, ἀπαύστως οὕτω λέγομεν· Τὸ Πνεῦμά σου τὸ ἅγιον, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, δεόμεθα φιλάνθρωπε. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Κύριε, τοῦ ἁγίου Πνεύματος ἡ ἐπιφοίτησις, τοὺς Ἀποστόλους σου ἐμφορήσασα, ἐν ἑτέραις γλώσσαις λαλεῖν παρεσκεύασεν· ὅθεν τὸ παράδοξον, τοῖς μὲν ἀπίστοις μέθη ἐνομίζετο, τοῖς δὲ πιστοῖς πρόξενον σωτηρίας, οὗ τῆς ἐλλάμψεως καὶ ἡμᾶς ἀξίωσον, δεόμεθα φιλάνθρωπε. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοπ...

ΤΗΝ ΑΛΟΧΕΥΤΩΣ ΕΝ ΓΑΣΤΡΙ

Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς, δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, εὐσεβῶς ἀνυμνήσωμεν, ὡς μητέρα γενομένην τοῦ πάντων Κτίστου.

ΘΕΙΩ ΚΑΛΥΦΘΕΙΣ.... ΤΟ ΠΝΕΥΜΑ ΧΡΙΣΤΟΣ, ΩΣ ΥΠΕΣΧΕΤΟ

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐρρητόρευσε τὸν θεόγραφον νόμον Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν». Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα. Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις. Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος, Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος, Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν. Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους, Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι, Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

ΕΡΡΗΞΕ ΓΑΣΤΡΟΣ ΗΤΕΚΝΩΜΕΝΗΣ ....

Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων

ΕΦΕΡΕ ΣΑΡΚΟΣ ΠΛΗΓΑΣ Ο ΜΑΡΤΥΣ

Ἔφερε σαρκὸς πληγὰς ὁ Μάρτυς, καὶ τὸν ἀσώματον ἐχθρόν, σφοδρότερον ἡνία, μέλπων· Ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας. Ὄρθιον τὸν νοῦν πρὸς τὸν Δεσπότην, ἐν ταῖς βολαῖς τῶν ἀκανθῶν, ἀνέτεινας τῷ πόθῳ, Μάρτυς· Ὑπερυψοῦτε, βοῶν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας. Νίκη σοι Χριστὸς ὑπάρχει Μάρτυς, ὃν ταῖς αἰκίαις τῆς σαρκός, ἐδόξασας κραυγάζων· Πάντες ὑπερυψοῦτε, Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

ΤΩΝ ΤΥΡΑΝΝΩΝ ΗΛΕΓΞΑΣ

Τῶν τυράννων ἤλεγξας, τὰς πονηρὰς ἐπινοίας, καὶ Ἑλλήνων ᾔσχυνας, τὴν ἀθεώτατον πλάνην, ηὔφρανας τὰς τῶν Ἀγγέλων χοροστασίας, ἴασιν τῶν νοσημάτων πιστοῖς παρέχεις· διὰ τοῦτό σου τὴν μνήμην, τιμῶμεν πόθῳ, σοφὲ Λεόντιε.

ΤΙ ΣΕ ΟΝΟΜΑΩΜΕΝ ΕΝΔΟΞΕ...

Τὶ σε ὀνομάσωμεν ἔνδοξε; τῆς Ἑλλάδος προσφοράν, ὡς ὡρμημένον ἀπ' αὐτῆς, τῆς Φοινίκης καθαρμόν, ὡς τεθυμένον ἐν αὐτῇ, φωστῆρα, ὡς ἐν σκότει ἐξαστράψαντα, γενναῖον, ὡς ἀήττητον τοῖς πλήττουσι. Πολύτροπός σου ἡ εὔκλεια, Λεόντιε παμμακάριστε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε ἀθλοφόρε προσείπωμεν, στρατιώτην τοῦ Χριστοῦ, ὡς καθαιρέτην τῶν ἐχθρῶν, βασιλέα τῶν παθῶν, ὡς εὐσεβείας ἀθλητήν, τροφέα, τῶν πεινώντων ὡς φιλόπτωχον, δικαίων, ἐραστὴν ὡς οὐρανόφρονα· Ποικίλα σου τὰ παθήματα, λαμπρότερα τὰ παλαίσματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶς σε οὐ θαυμάσει Λεόντιε; ὅτι ἔνοικον λαβών, τῆς ἀληθείας τὴν πηγήν, ποταμοὺς εὐεργεσίας, ἀναβλύζεις τοῖς πιστοῖς, καὶ πᾶσιν, ἀναργύρως ἀνεπίφθονα, προσφέρεις τοῖς διψῶσι τὰ δωρήματα, εὐφραίνεις δὲ τοὺς μετέχοντας, ὑδάτων τῶν τῆς χρηστότητος, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τίνι ὡμοιώθης ταλαίπωρε, πρὸς μετάνοιαν οὐδόλως, ἀνανεύουσα ψυχή, καὶ τὸ πῦρ μὴ δειλιῶσα, τῶν κακῶν ἐπιμονὴ; Ἀνάστα, καὶ τὴν μόνην πρὸς ἀντίληψιν, ταχεῖαν, ἐπ...

ΡΩΜΑΛΕΟΤΗΤΙ ΦΡΕΝΩΝ

Ῥωμαλεότητι φρενῶν, ὥσπερ οἱ αἰχμάλωτοι Παῖδες, σὺν τῇ φλογὶ τῶν πειρασμῶν, καὶ τὴν πλάνην ἐπάτει Λεόντιος, ἀναμέλπων σοι Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Ἀπροσπαθείᾳ τῆς σαρκός, ἐπιλελησμένος εὐτόνως, τοὺς αἰκισμοὺς ὑπὲρ Χριστοῦ, ὡς ἀήττητος Μάρτυς ὑπέφερες, μελῳδῶν σου τῷ κτίσαντι, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Σοφίᾳ πόθῳ τε Χριστοῦ, φύσεως βιαίως κρατήσας, τῆς ἐπικήρου βιοτῆς, ζωηφόρον προέκρινας θάνατον, ἀναμέλπων Λεόντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

ΛΟΓΟΝ ΚΑΙ ΠΝΕΥΜΑ ΣΥΝ ΠΑΤΡΙ, ΜΙΑΝ ΤΡΙΣΥΠΟΣΤΑΤΟΝ ΦΥΣΙΝ

Λόγον καὶ Πνεῦμα σὺν Πατρί, μίαν τρισυπόστατον φύσιν, θεολογῶν ὁ ἀκλινής, καὶ ἀήττητος Μάρτυς ἐκραύγαζεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΕΟΝΤΙΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου μάρτυρος Λεοντίου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λεοντίου καὶ τῶν σὺν αὐτῷ, Ὑπατίου καὶ Θεοδούλου. Στίχοι Ἄκμων τὸ σῶμα τοῦ Λεοντίου τάχα, Ἄκμων σιδηροῦς, πρὸς σφύρας τὰς αἰκίας. Ὀγδοάτῃ δεκάτῃ πληγῇσι Λεόντιος ἐκπνεῖ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰθερίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

...ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ, ΕΛΑΒΟΜΕΝ ΠΝΕΥΜΑ ΕΠΟΥΡΑΝΙΟΝ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε. Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ π...

ΤΙ ΤΟ ΟΡΩΜΕΝΟΝ ΘΕΑΜΑ, Ο ΤΟΙΣ ΕΜΕΟΙΣ ΟΦΘΑΛΜΟΙΣ, ΚΑΘΟΡΑΤΑΙ Ω ΔΕΣΠΟΤΑ...

Τὶ τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν; Ἡ Θεοτόκος, κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

ΕΠΙΠΑΦΛΑΖΟΝΤΟΣ ΠΑΛΑΙ, ΠΥΡΙΝΟΥ ΑΡΜΑΤΟΣ, Ο ΖΗΛΩΤΗΣ

Ἐπιπαφλάζοντος πάλαι, πυρίνου ἅρματος, ὁ ζηλωτὴς Ἠλίας, καὶ πυρίπνους ἐν δόξῃ, ὀχούμενος ἐδήλου, τὴν νῦν ἐν Σιών, Ἀποστόλοις ἐκλάμψασαν, ἀφ' ὕψους θείαν ἐπίπνοιαν ἐμφανῶς, δι' ἧς κόσμον κατελάμπρυναν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ἰσηγοροῦντες τὴν θείαν, οἰκονομίαν Χριστοῦ, ἐν πυριμόρφοις γλώσσαις, οἱ Ἀπόστολοι πάντες, ἐφώτισαν τὰ ἔθνη, σέβειν πιστῶς, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεόν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Σιὼν ἁγία ἡ Μήτηρ, Ἐκκλησιῶν ἁπασῶν, ἐν ᾗ πυρὸς ἐν εἴδει, τὸ Παράκλητον Πνεῦμα, ἐπὶ τοὺς Ἀποστόλους, κατῆλθε φρικτῶς, χαῖρε νῦν καὶ ἑόρταζε, τὴν κοσμοπόθητον ὄντως Πεντηκοστήν, σὺν ἡμῖν πανηγυρίζουσα.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ, ΣΤΕΦΑΝΟΥΣ ΕΚΟΜΙΣΑΝΤΟ ΤΗΣ ΑΦΘΑΡΣΙΑΣ ΕΚ ΣΟΥ ΤΟΥ ΘΕΟΥ ΗΜΩΝ

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΘΕΙΑ ΓΕΓΟΝΑΣ, ΣΚΗΝΗ ΤΟΥ ΛΟΓΟΥ, ΜΟΝΗ ΠΑΝΑΓΝΕ...

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

ΙΣΧΥΣ ΜΟΥ ΚΑΙ ΥΜΝΗΣΙΣ, ΚΑΙ ΣΩΤΗΡΙΑ ΧΡΙΣΤΟΣ Ο ΚΥΡΙΟΣ

Ἰσχύς μου καὶ ὕμνησις, καὶ σωτηρία Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας, Παρθενομῆτορ διὰ χρηστότητα, ἐκ τῆς ἀρχαίας ἡμᾶς λυτρωσάμενος, προγονικῆς ἀπειλῆς καὶ ἀποφάσεως.

ΥΙΟΣ ΩΦΘΗΣ ΗΜΕΡΑΣ, ΕΧΩΝ ΕΝ ΚΑΡΔΙΑ ΣΟΥ ΛΑΜΠΟΝ ΦΩΣ ΑΔΥΤΟΝ...

Υἱὸς ὤφθης ἡμέρας, ἔχων ἐν καρδίᾳ σου λάμπον φῶς ἄδυτον, δι' οὗ σκοτομήνη, τῆς ἀπάτης μειοῦται καὶ ἅπασι, δᾳδουχεῖται γνῶσις, θείου φωτός· διὸ βοῶ σοι· Φώτισόν με τὸν γνώμῃ τυφλώττοντα. Μὴ παρίδῃς με Μάρτυς, πίστει σοι προστρέχοντα, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολία, κατ' ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, πολεμοῦντες μάτην, τοῦ ἀπολέσαι τόν σὸν δοῦλον, ἀλλὰ πρόφθασον σῶσόν με Ἅγιε. Ἐν νυκτὶ καὶ ἡμέρᾳ, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ με τόπῳ καὶ καιρῷ διαφύλαξον Ἅγιε, ἀπὸ πάσης βλάβης, καὶ ἐναντίων, τὸν εἰς σὲ τήν ἐπηρείας ἐλπίδα μου θέμενον.

ΜΕΓΑΛΩΝ ΧΑΡΙΣΜΑΤΩΝ ΑΞΙΩΘΕΙΣ

Μεγάλων χαρισμάτων ἀξιωθείς, ἐκ Θεοῦ παναοίδιμε Ἴσαυρε, ἀποσοβεῖς, δαίμονας καὶ νόσους παντοδαπάς, καὶ πειρασμοὺς καὶ θάνατον, πᾶσι τὰ αἰτήματα χορηγῶν· διὸ κἀμοὶ παράσχου, εἰρήνην καὶ ὑγείαν, καὶ τῶν πταισμάτων ἀπολύτρωσιν. Ὁ θεῖος καὶ σεβάσμιός σου ναός, τὸ πολύτιμον ἅγιον σῶμά σου, ὡς θησαυρόν, ἔχων ἀναφαίρετον τοὺς πιστούς, καταπλουτίζει πάντοτε, ταῖς τῶν χαρισμάτων διανομαῖς· διὸ κἀγὼ τῶν θείων, τύχοιμι δωρεῶν σου, ὁ προσφυγὼν τῷ θείῳ τάφῳ σου. Ἰδοὺ Μάρτυς Κυρίου καλῶς καμών, τὸν μισθὸν ἐκομίσω τῶν πόνων σου. Πρόστηθι οὖν, πάντοτε θεόφρον τοῦ σοῦ λαοῦ, τὴν σὴν πατρίδα φύλαττε, σῷζε τοὺς προστρέχοντάς σοι πιστῶς, καὶ βράβευσον εἰρήνην, πάσῃ τῇ οἰκουμένῃ, κἀμοῦ τοῦ σοῦ οἰκέτου μέμνησο.

ΗΓΛΑΪΣΜΕΝΟΣ ΚΑΛΛΕΣΙ, ΜΑΡΤΥΡΙΟΥ ΘΕΟΛΗΠΤΕ, ΚΑΙ ΚΕΚΟΣΜΗΜΕΝΟΣ

Ἠγλαϊσμένος κάλλεσι, μαρτυρίου θεόληπτε, καὶ κεκοσμημένος, τοῖς ἐξ ἄθλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, καὶ Ἱερωσύνης, καλλυνόμενος δόξῃ, παρέστης τῷ Κυρίῳ, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου, ἡμᾶς περιβολαίῳ. Θανατωθεὶς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔρριμμαι εἰς γῆν, θέαμα θρήνων ἄξιον, πανένδοξε, Ἴσαυρε, νῦν ἐπ' ἐμὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοί, τὴν τῶν θαυμάτων σου χάριν, βροτῶν ἰδέτω γένος, ὅτι σύ μου προστάτης, καὶ σῴζεις ἐκ θανάτου, τοὺς σοὺς ἀχρείους δούλους. Ἱερωσύνῃ πρότερον, κοσμηθεὶς ἱερώτατε, καὶ διακονήσας, εὐλαβῶς εἰς ὕστερον, αὐθαίρετον γέγονας, σὺ ἱερεῖον ἄμωμον, ἱερουργηθείς, Χριστῷ διὰ μαρτυρίου· διὸ κἀμοῦ τὸν ὕμνον, ὡς θυμίαμα Μάρτυς, προσκόμισον τῷ Κτίστῃ, καὶ σῶσόν με λιταῖς σου.

ΜΕΤΑ ΤΗΝ ΕΓΕΡΣΙΝ ΧΡΙΣΤΕ, ΤΗΝ ΕΚ ΤΟΥ ΤΑΦΟΥ, ΚΑΙ ΤΗΝ ΠΡΟΣ ΥΨΟΣ ΟΥΡΑΝΟΥ ΘΕΙΑΝ ΑΝΑΛΗΨΙΝ

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου, κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ, μυστικῶς, Σῶτερ τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.

ΘΕΙΟΝ ΦΡΟΝΗΜΑ, ΑΝΕΙΛΗΜΜΕΝΟΙ, Ω ΥΠΕΡΜΑΧΟΙ ΤΟΥ ΔΥΡΡΑΧΙΟΥ...

Θεῖον φρόνημα, ἀνειλημμένοι, ὦ ὑπέρμαχοι τοῦ Δυρραχίου, καὶ τοῦ Χριστοῦ ὁπλῖται στερρόψυχοι, Ἀπολλωνίου τὸ θράσος καθείλετε, καὶ Τριποντίου τὸ σέβας ᾐσχύνατε, νίκης ἔπαθλα, φαιδρῶς ἐκ Θεοῦ δεξάμενοι, δωρεῖσθε τοῖς πιστοῖς παθῶν ἰάματα.

ΠΟΝΟΙΣ ΣΥΝΤΡΙΒΟΜΕΝΟΙ...

Πόνοις συντριβόμενοι, καὶ κακουχίαις στενούμενοι, καὶ εἱρκτῇ συγκλειόμενοι, ξίφεσι κοπτόμενοι, καὶ βιαιοτάτῳ, θνῄσκοντες θανάτῳ, οὐκ ἀπηρνήσασθε Χριστόν, οὐ τοῖς ξοάνοις σέβας ἐνείματε· διὸ καὶ ἠξιώθητε, τῆς οὐρανίου λαμπρότητος, δυσωποῦντες τὸν Κύριον, ὑπὲρ πάντων μακάριοι. Ἴσαυρος ὁ ἔνδοξος, καὶ ὁ στερρὸς Ἰννοκέντιος, καὶ ὁ θεῖος Βασίλειος, Φῆλιξ ὁ θαυμάσιος, ὁ κλεινὸς Ἑρμείας, καὶ ὁ Περεγρῖνος, οἱ οὐρανώσαντες τὴν γῆν, ταῖς τῶν θαυμάτων θείαις λαμπρότησι, πιστῶς μακαριζέσθωσαν, ὡς τοῦ Κυρίου θεράποντες, καὶ τὰ πάθη διώκοντες, τῶν ψυχῶν ὑμῶν πάντοτε. Κρήνη ἀναβλύζουσα, τῶν ἰαμάτων χαρίσματα, ἡ σορὸς ὑμῶν δέδεικται, ἐξ ἧς ἀρυόμεθα, τῶν παθῶν ὑγείαν, καὶ τῶν νοσημάτων, τὴν παντελῆ ἀπαλλαγήν, ἀνευφημοῦντες ὑμᾶς ἑκάστοτε, σεπτοὶ Μεγαλομάρτυρες, τῶν Ἀσωμάτων ἐφάμιλλοι, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

ΙΛΕΩΣΑΙ ΜΑΡΤΥΣ ΤΟΝ ΕΥΜΕΝΗ, ΘΕΟΝ ΚΑΙ ΣΩΤΗΡΑ...

Ἱλέωσαι Μάρτυς τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεῆσαί με καὶ δεινῆς, ἐπηρείας μάκαρ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπῃ σου. Στενούμενος πταίσμασι χαλεποῖς, καὶ πλήθει κινδύνων, πιεζόμενος ἐκβοῶ· Ἴσαυρε θεόφρον πρόστηθί μου, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι. Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, ἀνύστακτος φύλαξ, ἐχαρίσθης πόλει τῇ σῇ, γενοῦ δὲ καὶ σκέπη καὶ προστάτης, τῶν προσφυγόντων σοι ἔνδοξε, Ἴσαυρε.

ΝΟΟΣ ΜΟΥ ΤΑΣ ΕΚΤΡΟΠΑΣ ΘΕΡΑΠΕΥΣΑΣ, ΚΑΙ ΚΑΡΔΙΑΣ ΜΟΥ ΤΑ ΠΑΘΗ ΘΕΟΦΡΟΝ...

Νοός μου τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη θεόφρον, σωματικῶν, ἀλγηδόνων μὲ ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ὑπέρτερον. Ἡγίασέ σε ἀθλήσαντα Μάρτυς, ὁ πανάγιος Θεὸς ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν· προστάτης γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος. Συνεῖναί με τὸν πολλὰ σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Μάρτυς, σὲ δυσωπῶ, τὸν καλόν μου προστάτην, καὶ πίστει κράζω σοι ἅγιε, Ἴσαυρε. Γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ, ΙΣΑΥΡΟΥ, ΒΑΣΙΛΕΙΟΥ, ΙΝΝΟΚΕΝΤΙΟΥ, ΕΡΜΕΙΟΥ, ΦΗΛΙΚΟΣ ΚΑΙ ΠΕΡΕΓΡΙΝΟΥ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰσαύρου, Βασιλείου, Ἰννοκεντίου, Ἑρμείου, Φήλικος καὶ Περεγρίνου, καὶ τῶν Ἁγίων Μαρτύρων, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου, καὶ τῶν σὺν αὐτῷ Βασιλείου, Ἰννοκεντίου, Φήλικος, Ἑρμείου καὶ Περεγρίνου. Στίχοι Τμηθεὶς Ἴσαυρος σὺν συνάθλων πεντάδι, Σαύρας νοητῆς καρδίαν τέμνει μέσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ. Στίχοι Σαβέλ, Μανουήλ, Ἰσμαὴλ Πέρσαι γένος. Τὸ δ' ἀξίωμα, Μάρτυρες διὰ ξίφους. Ἑβδομάτῃ δεκάτῃ κασιγνήτους τρεῖς τάμε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ ΠΑΤΡΟΣ, ΤΟ ΕΚΠΟΡΕΥΟΜΕΝΟΝ, ΚΑΙ ΕΝ ΥΙΩ ΠΡΟΣΚΥΝΟΥΜΕΝΟΝ

Τὸ Πνεῦμα τὸ ἅγιον Πατρός, τὸ ἐκπορευόμενον, καὶ ἐν Υἱῷ προσκυνούμενον, δι' οὗ καὶ φέρεται, καὶ κρατεῖται πάντα, καὶ ζωῇ συνέχεται, καὶ ζῇ καὶ διαμένει καὶ σῴζεται, θεολογήσωμεν. Ἀκατάληπτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός,καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Τὸ Πνεῦμα τὸ ἅγιον πηγή, πάσης ἀγαθότητος, οὐσιωδῶς ἐπεδήμησε, τῆς γῆς τὰ πέρατα, οὐρανίου σθένους, διὰ τῶν Ἀποστόλων, πληρῶσαι καὶ τῆς θείας χρηστότητος, αὐτῷ βοήσωμεν· Ἀνερμήνευτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι. Μὴ ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Τὸ Πνεῦμα τὸ ἅγιον Θεός, συμφυὲς καὶ σύνθρονον, Πατρὶ καὶ Λόγῳ γνωρίζεται, φῶς ὑπερτέλειον, ἐκ φωτὸς ἐκλάμψαν, ἐξ ἀνάρχου τελείου, Πατρός, καὶ δι' Υἱοῦ προερχόμενον, αὐτῷ βοήσωμεν, Ζωοπάροχε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι. Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο ...

ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ, ΤΟ ΔΙΑΙΡΟΥΝ ΤΑ ΧΑΡΙΣΜΑΤΑ...

Τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διαιροῦν τὰ χαρίσματα, ἐπὶ γῆς ἐπεδήμησεν, οὐχ ὥς περ τὸ πρότερον, τῇ σκιᾷ τοῦ νόμου, λάμψαν ἐν Προφήταις, οὐσιωδῶς δὲ νῦν ἡμῖν, τῇ μεσιτείᾳ Χριστοῦ δεδώρηται, καρδίας ἐκκαθάρωμεν, ταῖς ἀρεταῖς καὶ δεξώμεθα, τὴν αὐτοῦ ἐπιφοίτησιν, μυστικῶς φωτιζομενοι. Τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἀντανέλῃς φιλάνθρωπε, ἀφ' ἡμῶν, ἀλλὰ δώρησαι, ἀξίως τὴν χάριν σου, πολιτευομένους, ψυχῇ καὶ καρδίᾳ διαιωνίζουσαν αὐτοῦ, τὴν μετουσίαν κληρονομῆσαι ἡμᾶς, ναοὺς καὶ οἰκητήρια, τοῦ Παρακλήτου ὑπάρχοντας, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Τὸ πνεῦμα τὸ ἅγιον τὸ ἁγιάζον τὰ σύμπαντα, εὐσεβῶς ἀνυμνήσωμεν, καὶ πίστει βοησωμεν, ὁ ἐλθὼν ἐν κόσμῳ, Πατρὸς εὐδοκίᾳ, μὴ ἀποχώρει ἀφ' ἡμῶν, τῶν λατρευόντων σου τῇ Θεότητι, ναοὺς ἡμᾶς ἀνάδειξον, τῆς σῆς ἀφράστου χρηστότητος, καὶ ἁγίασον ἅπαντας, τοὺς πιστῶς ἀνυμνοῦντάς σε. Παράκλητον ἔχοντες πρὸς τὸν Πατέρα, Χριστὸν τὸν Θεόν, Παράκλητον ἄλλον ἐπιδημήσαντα τῇ γῇ σήμερον, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐν πίστει προσκυνήσωμεν.

ΙΔΟΥ ΠΡΟΦΗΤΙΚΑΙ, ΠΕΡΑΙΟΥΝΤΑΙ

Ἰδοὺ προφητικαί, περαιοῦνται προρρήσεις· ὁ τούτους γὰρ αὐγαῖς, ἀμυδραῖς ἐκκαλύψας μελλόντων τὴν δήλωσιν, ὡς Θεὸς ὁ Παράκλητος, νῦν ἐκκέχυται, τοῖς Ἀποστόλοις πλουσίως, διὰ τούτων δέ, καὶ τοῖς πιστῶς προσκυνοῦσι, Τριάδα τὴν ἄκτιστον.

ΕΧΩΝ ΠΟΛΙΤΕΙΑΝ ΙΣΑΓΓΕΛΟΝ, ΑΠΟΧΗ ΤΩΝ ΗΔΟΝΩΝ

Ἔχων πολιτείαν ἰσάγγελον, ἀποχῇ τῶν ἡδονῶν, σκεῦος ἐδείχθης τοῦ Θεοῦ· διὰ τοῦτό σε σοφέ, Ἀρχιερέα τοῦ λαοῦ, τὸ θεῖον ἁρμοζόντως προχειρίζεται, καὶ στῦλον, καὶ ἑδραίωμα τῆς πίστεως, Τύχων δεικνύει θεόπνευστε, ὀρθοδοξίας ἐφ' ὕδατα, ποιμαίνοντα, σοῦ τὴν ποίμνην ἱερώτατε. Θείας πεπλησμένος συνέσεως, ποίμνης ὤφθης λογικῆς, ταύτην ἐκτρέφων λογικῶς, ἐπὶ χλόην ἀληθῶν, δογμάτων πάνσοφε ποιμήν· διό σου, τὴν ἁγίαν νῦν πανήγυριν, τιμῶμεν, τὸν δοξάσαντά σε Κύριον, μεγαλοφώνως δοξάζοντες, Τύχων θεόφρον πανόλβιε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Θαύμασι Θεὸς σε ἐδόξασεν, ὁ δοξάζων τοὺς αὐτόν, Πάτερ δοξάζοντας πιστῶς· ἐν καιρῷ γὰρ τῆς σεπτῆς, καὶ θείας μνήμης σου σοφέ, ὁρᾶται, βότρυς πέπειρος γενόμενος, ὑμνούντων, τῶν παρόντων τὰ παράδοξα, ἐξ οὗ οἱ πιστοὶ μετέχοντες, ἁγιασμὸν καὶ ὠφέλειαν, εἰσδέχονται, ἐπαξίως σε γεραίροντες.

16η ΙΟΥΝΙΟΥ ΤΟΥ ΑΓΙΟΥ ΜΝΗΜΟΝΙΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΤΥΧΩΝΟΣ ΔΙΑΔΟΧΟΥ ΑΥΤΟΥ ΤΗΝ ΜΝΗΜΗ ΕΟΡΤΑΖΟΜΕΝ

Εικόνα
Ιερομάρτυρος Μάρκου, επισκόπου Απολλωνιάδος. Οσίων Μνημονίου και Τύχωνος επισκόπων Αμαθούντος, των θαυματουργών (δ’-ε΄αι.).  Ο άγιος Τύχων, έζησε στα χρόνια των αυτοκρατόρων Αρκαδίου και Ονηρίου. Καταγόταν από ευσεβή οικογένεια, οι δε ενάρετοι γονείς του τον ανέθρεψαν «εν παιδεία και νουθεσία Κυρίου», γι` αυτό πολύ γρήγορα ο Τύχων διακρίθηκε για το ήθος του χαρακτήρα του, τη σύνεση, τη διάκριση και τη μελέτη των θείων Γραφών. Σε νεαρή ηλικία και εκτιμώντας τις σπάνιες αρετές του, ο επίσκοπος Μνημόνιος τον χειροτόνησε διάκονο. Γρήγορα όμως η αρετή του και η σπουδαία κατηχητική του δράση τον ανέδειξαν διάδοχο του Μνημονίου. Ως Επίσκοπος διακρίθηκε για τα διοικητικά του χαρίσματα, τη φιλανθρωπική του δραστηριότητα και τη διάδοση του λόγου του Θεού, η οποία έφερε πλούσιους καρπούς, μεταστρέφοντας πολλούς ειδωλολάτρες. Ο άγιος Τύχων κατέστρεψε πολλούς ειδωλολατρικούς ναούς και στη θέση τους ύψωσε χριστιανικούς. Τιμήθηκε μάλιστα από τον Πανάγαθο Θεό και με το χάρισμα της θαυματουργία...

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΤΥΧΩΝΟΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου. Στίχοι Βλάβην ὀλοθρεύοντος ἐκφυγὼν Τύχων, Ζωῆς τυχὼν γέγηθε τῆς ἀνωλέθρου. Ἕκτῃ καὶ δεκάτῃ κατερύκακε γαῖα Τύχωνα. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΩΣΗΣ ΕΝ ΟΡΕΙ ΤΟΝ ΟΝΤΑ, ΠΥΡΙ ΤΕΘΕΑΤΑΙ, ΑΛΛΑ ΚΑΙ ΤΟΙΣ ΘΕΟΠΤΑΙΣ

Μωσῆς ἐν ὄρει τὸν ὄντα, πυρὶ τεθέαται, ἀλλὰ καὶ τοῖς θεόπταις, καὶ σοφοῖς Ἀποστόλοις, τὸ πνεῦμα πυριμόρφως κάτεισι νῦν, ὡς σαφῶς ὑπεμφήνειεν, ὡς εἷς Θεός ὁ λαλήσας, τότε καὶ νῦν, ἐν ταυτότητι τῆς φύσεως. Ἐν πυριμόρφοις ταῖς γλώσσαις, οἱ θεορρήτορες, βαπτίσματος τοῦ θείου, οἱ πρὸς ὕδωρ καλοῦντες, ῥητόρων φληναφίας, ἀθέων πυρί, τῷ τοῦ Πνεύματος ἔφλεξαν, ἀλλὰ φωτίσαις Παράκλητε καὶ ἡμᾶς, τοὺς πιστῶς θεολογοῦντάς σε. Καὶ τοὺς ἐν ὕλῃ Θεέ μου, σοὶ λειτουργήσαντας, προσλαβομένῳ πάχος, τὸ τῆς ὕλης ἀρρήτως, ὡς πάλαι τοὺς ἀΰλους, πυρὶ καινουργεῖς, φλογεροὺς τῷ τοῦ Πνεύματος. Ὡς πολυΰμνητος πέλεις, ὡς θαυμαστός, ἐν τοῖς ἔργοις σου φιλάνθρωπε.

ΚΑΘΩΣ ΕΠΗΓΓΕΙΛΑΤΟ, ΑΥΤΕΞΟΥΣΙΩΣ

Καθὼς ἐπηγγείλατο, αὐτεξουσίως μολόν, τὸ Πνεῦμα τὸ ἅγιον, τοῖς Ἀποστόλοις Χριστέ, εἰς μίαν συνήρμοσε, πίστεως συμφωνίαν, τῆς ἀκτίστου Τριάδος, γλώσσας τάς διαφόρους, τῆς ἐθνῶν πανσπερμίας· ἀλλ' οἴκησον καὶ ἡμῖν ἀγαθέ, φιλάνθρωπε δεόμεθα.

ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΣΟΥ ΑΜΩΣ ΤΗΝ ΜΝΗΜΗ...

Τοῦ Προφήτου σου Ἀμὼς τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

ΦΩΤΙΣΤΙΚΑΙΣ

Φωτιστικαῖς, ἀληθείας ἀκτῖσιν ἐκλάμπων, ἐρράπισας τὸν τοῦ ψεύδους προφήτην, εὐτόνως διελέγχων, καὶ προλέγων τὴν αὐτοῦ ἐξολόθρευσιν. Ἠμαύρωσας, τῆς ἀπάτης τὴν φλόγα Προφῆτα, ὡς ἥλιος εὐσεβείας τὴν αἴγλην, τοῖς πᾶσιν ἀνατέλλων, ὡς τοῦ Πνεύματος αὐγὴν εἰσδεξάμενος.

ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΦΗΤΙΚΗΣ ΕΚΦΑΝΤΟΡΙΑΣ, ΘΕΟΚΙΝΗΤΟΣ ΓΛΩΣΣΑΣ

Γενόμενος προφητικῆς ἐκφαντορίας, θεοκίνητος γλῶσσα, τὰ θεῖα φθεγγόμενος, πᾶσιν ἀναγγέλλεις Ἀμώς, τὴν θείαν εὐσπλαγχνίαν. Διὸ πάντες σε ἀεὶ μακαρίζομεν. Ἀνέκφραστος τῶν Προφητῶν ἡ εὐδοξία· τὸ γὰρ Ἅγιον Πνεῦμα ἐν τούτοις κατοικῆσαν, τῆς φωτοχυσίας αὐτοῦ, ἀνέδειξε μετόχους, ἐξ ὧν πάντες οἱ πιστοὶ φωτιζόμεθα.

ΟΛΟΣ ΑΝΕΔΡΑΜΕΣ

Ὅλος ἀνέδραμες εἰς αἰθέριον ὕψος, καὶ ἐμυήθης τῶν ἀρρήτων τὴν γνῶσιν, καὶ γέγονας μηνυτὴς τῆς τοῦ Λόγου σαρκώσεως Ἀμώς· διὸ σε ἀνυμνοῦμεν, εἰς πάντας τούς αἰῶνας. Νοὸς ὀξύτητι τὸν τῶν ὅλων Δεσπότην, κατανοεῖν ὡς ἐφικτὸν ἠξιώθης, μυοῦντά σε, τῶν ἀρρήτων τὴν γνῶσιν κραυγάζων εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας. Μακαριότητος καὶ χαρᾶς ἀνεκφράστου, καὶ βασιλείας οὐρανῶν ὡς προφήτης, ἐπέτυχες οὐρανίων ἐπόπτα, κραυγάζων εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΑΜΩΣ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἀμώς. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀμώς. Στίχοι Ἀμώς, ὁ συκάμινα κνίζων αἰπόλος, Ἐδὲμ τρυγᾷ τὰ δένδρα κνίζων οὐκέτι. Πέμπτῃ ἐκ βιότοιο Ἀμὼς δεκάτῃ τε ἀπέπτη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δουλᾶ. Στίχοι Δουλᾶς, ξοάνοις δουλικὸν μὴ δοὺς σέβας, Ἤνεγκε σαρκός, ὡς Θεοῦ δοῦλος, ξέσεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νερσῆ· καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου πέραν ἐν τοῖς Μαρανακίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΠΡΟΣΦΥΕΣ ΩΣ ΟΙΚΕΙΟΝ

Ὡς προσφυὲς ὡς οἰκεῖον, τοῖς λογικοῖς οὐρανοῖς, ἐν πυριμόρφοις γλώσσαις, τοῦ Θεοῦ καταγγέλλειν, τοῖς ἔθνεσι τῇν δόξαν, τοῦ τῷ πυρί, οὐρανοὺς ὡραΐσαντος, καὶ καταυγάσαντος κόσμον τὸν αἰσθητόν, σὺν Υἱῷ τε καὶ τῷ Πνεύματι. Ἐν τῇ Σιὼν συνηγμένων, τῶν Μαθητῶν τοῦ Χριστοῦ, ὡς ἡ ἐπαγγελία, τὸ πανάγιον Πνεῦμα, ἐν τούτοις ἐφιζῆσαν, εἴδει πυρός, πυριπνόους ἀνέδειξεν, ἐκφαντορίαις τὰ δόγματα μυστικαῖς, τῆς Τριάδος ῥητορεύοντας. Οὐρανοχάλκευτα ξίφη, τοὺς Ἱεροὺς Μαθητάς, τὸ ἱερὸν φοιτῆσαν, ἐκτετέλεκε Πνεῦμα, τῇν γῆν καθιερῶσαι, τῷ ποιητῇ, ἀνιέρους συγκόψαντας, ὡς ἐκλιπεῖν τὰς ῥομφαίας τοῦ πονηροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΧΑΙΡΟΙΣ ΕΛΙΣΑΙΕ ΠΑΝΣΟΦΕ

Χαίροις Ἐλισαῖε πάνσοφε· σὺ γὰρ καθάρας τὸν νοῦν, ἡδονῶν τῶν τοῦ σώματος, ὑπεδέξω ἔνδοξε, τὰς αὐγὰς τὰς τοῦ Πνεύματος, τοῖς ἐφεξῆς τε, πᾶσι μετέδωκας, καὶ ὅλος ὤφθης, φωτοειδέστατος· ὅθεν ἐσκήνωσας, πρὸς τὸ φῶς τὸ ἄδυτον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε. Σὲ Ἐλισαῖε μακάριε, ὁ ζηλωτὴς Ἠλιού, ἐν διπλῷ τῷ χαρίσματι, καταλαμπρυνόμενον, καταλείψας αἰθέριος, ἁρματηλάτης ὄντως ἐδείκνυτο, οὗ τῇ μιμήσει, ῥεῖθρα ποτάμια, χάριτι ἔστησας, καὶ διῆλθες ἔνδοξε, περιχαρῶς, καταγλαϊζόμενος, καὶ μεγαλύνων Χριστόν. Πάλαι πιστῇ Σωμανίτιδι, παῖδα χαρίζῃ εὐχῆς, ὃν θανόντα ἐξήγειρας, ὡς Προφήτης ἔνθεος, ἱερῶς θαυμαζόμενος, ἁλσὶ δὲ πάλιν, ὕδατα ἄγονα, σαφῶς μετάγεις εἰς γονιμότητα, θαύματα ἄπειρα, ἐκτελεῖς τῇ χάριτι τοῦ παντουργοῦ, Πνεύματος μακάριε· ὅθεν ὑμνοῦμέν σε.

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΕΛΙΣΑΙΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισαίου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Ὁμολογητοῦ. Τῇ ΙΔ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισαίου. Στίχοι Ἠλίαν ἵπποι, τὸν δὲ διπλοῦν Ἠλίαν, Εἰς οὐρανοὺς ἀνῆγον ὡς ἵπποι Νόες. Πότμον Ἐλισσαῖος δεκάτῃ λάχεν ἠδὲ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι Μεθόδιον φωστῆρα τῆς Ἐκκλησίας, Τὸ τῆς τελευτῆς σβεννύει στυγνὸν νέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου, Ἐπισκόπου Γορτύνης τῆς Κρητῶν νήσου. Στίχοι Εἰ καὶ γέρων Κύριλλος ἦν ὁ Γορτύνης, Ἡβῶσαν εἶχε πρὸς ξίφος τὴν καρδίαν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΚΡΙΩ ΠΡΟΣΠΑΓΕΝΤΙ, ΣΩΤΕΡ Η ΠΑΡΘΕΝΟΣ...

Ἰκρίῳ προσπαγέντι, Σῶτερ ἡ Παρθένος, συνεσταυρώθη σοι γνώμῃ ἀθλήσασα, καὶ τὴν τοῦ δράκοντος κάραν, καταπατήσασα. Ὡραῖόν σου τὸ κάλλος, καὶ ὑπερφερής σου, ἡ τῆς ψυχῆς ἀπεφάνθη εὐγένεια, θεοειδὴς Ἀκυλῖνα, ἀξιοθαύμαστε. Συνοῦσα ταῖς χορείαις, ταῖς τῶν Ἀσωμάτων, καὶ τῶν Μαρτύρων τοῖς δήμοις πανεύφημε, ὑπὲρ ἡμῶν τὸν τῶν ὅλων Θεὸν ἱκέτευε. Ἡ ἔνδοξός σου μνήμη, πάντας συγκαλεῖται, περιχαρῶς Ἀκυλῖνα ὑμνῆσαί σου, τοὺς εὐκλεεῖς Μάρτυς πόνους, καὶ τὰ παλαίσματα.

Ο ΘΕΟΣ Ο ΜΕΓΑΣ ΚΑΙ ΑΙΩΝΙΟΣ, Ο ΑΓΙΟΣ ΚΑΙ ΦΙΛΑΝΘΡΩΠΟΣ

Ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι ἐνώπιον τῆς ἀπροσίτου σου δόξης, εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν τοῖς ἀναξίοις δούλοις σου, καὶ παράσχου χάριν, τοῦ μετὰ συντετριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον δοξολογίαν, καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν, ὧν ἐποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς. Μνήσθητι, Κύριε, τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώσεως ἡμῶν, ἵνα, τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δικαιοσύνης περιπατήσωμεν, καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀνεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ, καὶ μετὰ παρρησίας δοξάσωμεν ἐπὶ πᾶσι, σὲ τὸν μόνον ἀληθινόν καὶ φιλάνθρωπον Θεόν. Σὸν γὰρ ὡς ἀληθῶς, καὶ μέγα ὄντως μυστήριον, Δέσποτα τῶν ἁπάντων καὶ ποιητά, ἥ τε πρόσκαιρος λύσις τῶν σῶν κτισμάτων, καὶ ἡ μετὰ ταῦτα συνάφεια, καὶ ἀνάπαυσις ἡ εἰς αἰῶνας. Σοὶ χάριν ἐπὶ πᾶσιν ὁμολογοῦμεν, ἐπὶ...

ΤΑΧΕΙΑΝ ΚΑΙ ΣΤΑΘΗΡΑΝ ΔΙΔΟΥ ΠΑΡΑΜΥΘΙΑΝ

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἤμων ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ· ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Ο ΘΕΟΣ Ο ΜΕΓΑΣ ΚΑΙ ΥΨΙΣΤΟΣ

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀναμέσον τοῦ σκότους, καὶ τὸν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλούς, καὶ ἐπὶ τῆς παρούσης ἡμέρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινὴν σοι λατρείαν προσαγαγεῖν. Αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου, καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν, ἔνδυσον ἡμᾶς ὅπλα φωτός, ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου, καὶ δώρησαι ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ, ἵνα, καὶ ἐν ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν καὶ ἐν νυκτὶ τοῦ παναγίου ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐν...

ΡΑΝΤΙΣΜΟΙΣ ΑΙΜΑΤΩΝ ΣΟΥ

Ῥαντισμοῖς αἱμάτων σου, καθηγνισμένην παρθένε, καὶ Μαρτύρων στέμμασι, σὲ Ἀκυλῖνα στεφθεῖσαν, δέδωκε, τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν, καὶ σωτηρίαν ὁ σὸς νυμφίος, τοῖς προστρέχουσιν ἐν πίστει, Χριστὸς ὁ βρύων ζωὴν αἰώνιον.

Η ΑΕΝΑΩΣ ΒΡΥΟΥΣΑ ΖΩΤΙΚΗ ΚΑΙ ΦΩΤΙΣΤΙΚΗ ΠΗΓΗ

Ἡ ἀενάως βρύουσα ζωτικὴ καὶ φωτιστικὴ πηγή, ἡ συναΐδιος τοῦ Πατρὸς δημιουργικὴ δύναμις, ὁ πᾶσαν τὴν οἰκονομίαν, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ὑπερκάλλως πληρώσας, Χριστέ, ὁ Θεὸς ἡμῶν. Ὁ θανάτου δεσμοὺς ἀλύτους, καὶ κλεῖθρα ᾍδου διαρρήξας, πονηρῶν δὲ πνευμάτων πλήθη καταπατήσας, ὁ προσαγαγὼν σεαυτὸν ἄμωμον ὑπὲρ ἡμῶν ἱερεῖον, τὸ σῶμα δοὺς τὸ ἄχραντον εἰς θυσίαν, τὸ πάσης ἁμαρτίας ἄψαυστόν τε καὶ ἄβατον, καὶ διὰ τῆς φρικτῆς ταύτης, καὶ ἀνεκδιηγήτου ἱερουργίας, ζωὴν ἡμῖν αἰώνιον χαρισάμενος, ὁ εἰς ᾍδου καταβάς, καὶ μοχλοὺς αἰωνίους συντρίψας, καὶ τοῖς κάτω καθημένοις ἄνοδον ὑποδείξας, τὸν δὲ ἀρχέκακον καὶ βύθιον δράκοντα, θεοσόφῳ δελεάσματι ἀγκιστρεύσας, καὶ σειραῖς ζόφου δεσμεύσας ἐν ταρτάρῳ, καὶ πυρὶ ἀσβέστῳ, καὶ σκότῳ ἐξωτέρῳ, διὰ τῆς ἀπειροδυνάμου σου κατασφαλισάμενος ἰσχύος, ἡ μεγαλώνυμος σοφία τοῦ Πατρός, ὁ τοῖς ἐπηρεαζομένοις μέγας ἐπίκουρος φανείς, καὶ φωτίσας τοὺς ἐν σκότει, καὶ σκιᾷ θανάτου καθημένους. Σύ, δόξης ἀενάου Κύριε, καὶ Πατρὸς ὑψίστου Υἱὲ ἀγαπητέ, ἀΐδιον φῶς, ἐξ ἀϊδίου φ...

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ, Ο ΘΕΟΣ ΗΜΩΝ

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὴν σὴν εἰρηνην δεδωκὼς τοῖς ἀνθρώποις, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν, ἔτι τῷ βίῳ καὶ ἡμῖν συμπαρών, εἰς κληρονομίαν ἀναφαίρετον τοῖς πιστοῖς ἀεὶ παρέχων, ἐμφανέστερον δὲ ταύτην τὴν χάριν τοῖς σοῖς μαθηταῖς καὶ Ἀποστόλοις σήμερον καταπέμψας, καὶ τὰ τούτων χείλη πυρίναις στομώσας γλώσσαις, δι' ὧν πᾶν γένος ἀνθρώπων τὴν θεογνωσίαν, ἰδίᾳ διαλέκτῳ, εἰς ἀκοὴν ὠτίου δεξάμενοι, φωτὶ τοῦ Πνεύματος ἐφωτίσθημεν, καὶ τῆς πλάνης ὡς ἐκ σκότους ἀπηλλάγημεν, καὶ τῇ τῶν αἰσθητῶν καὶ πυρίνων γλωσσῶν διανομῇ, καὶ ὑπερφυεῖ ἐνεργείᾳ, τὴν εἰς σὲ πίστιν ἐμαθητεύθημεν, καὶ σὲ θεολογεῖν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ἐν μιᾷ Θεότητι, καὶ δυνάμει, καὶ ἐξουσίᾳ κατηυγάσθημεν. Σὺ οὖν τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ τῆς οὐσίας καὶ τῆς φύσεως αὐτοῦ ἀπαράλλακτος, καὶ ἀμετακίνητος χαρακτηρ, ἡ πηγὴ τῆς σωτηρίας καὶ τῆς χάριτος, διάνοιξον κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὰ χείλη, καὶ δίδαξόν με πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι. Σὺ γὰρ εἶ, ὁ γινώσκων τὸ πολὺ τῶν ἁμαρτιῶν μου πλῆθος...

ΑΝΑΞ ΑΝΑΚΤΩΝ, ΟΙΟΣ ΕΞ ΟΙΟΥ ΜΟΝΟΣ

Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε. Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας, Λόγῳ κεραννὺς συντεθειμένη φύσει, Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε, Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος. Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ, Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ. Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν, Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν. Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος. Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ, Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας. Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης, Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν, Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

ΑΧΡΑΝΤΕ, ΑΜΙΑΝΤΕ, ΑΝΑΡΧΕ, ΑΟΡΑΤΕ

Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκαταληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς, ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων. Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνδόξου, Θεοτόκου, ὃς πρότερον μὲν λόγοις διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑφίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν, ἐν αὐχένος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρα ἐπικαλεσώμεθά σε ἐξαιρέτως δέ, ἐν τῇ ἡμέρᾳ...

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΚΥΛΙΝΗΣ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης. Στίχοι Τὸν παστὸν εὐτρέπιζε λαμπρόν, Νυμφίε. Ἀκυλῖνα σοι τέμνεται Νύμφη νέα. Ἀμφὶ τρίτην δεκάτην κεφαλὴν τμήθη Ἀκυλῖνα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀννης καὶ τοῦ υἱοῦ αὐτῆς, Ἰωάννου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΡΑΔΟΞΑ ΣΗΜΕΡΟΝ ...

Παράδοξα σήμερον, εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ Ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος. Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται· μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος. Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα, Θεός, καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι' οὗ Προφῆται ἅπαντ...

ΔΕΥΤΕΡΑ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ

Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Στίχοι Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου, Δι' οὗ πονηρῶν πνευμάτων φροῦδα θράση. Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε Κύριε.

ΙΔΡΥΜΕΝΟΣ ΑΚΛΟΝΗΤΟΣ, ΠΑΡΑ ΧΡΙΣΤΟΥ

Ἱδρυμένος ἀκλόνητος, παρὰ Χριστοῦ δαιμόνων τρικυμίας, ὡς ἀφρὸν Ὀνούφριε διαλέλυκας. Ὡς ἀδάμας τοῖς θάλπεσι, καὶ τοῖς κρυμοῖς στερρῶς ἐγκαρτερήσας, τῶν δαιμόνων ἔλυσας τὰ παλαίσματα.

ΤΗΣ ΕΡΗΜΟΥ ΠΟΛΙΤΗΣ...

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Πατὴρ ἡμῶν Ὀνούφριε νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.

ΠΑΡΑΔΟΞΑ ΣΗΜΕΡΟΝ ΕΙΔΟΝ ΤΑ ΕΘΝΗ ΠΑΝΤΑ ΕΝ ΠΟΛΕΙ ΔΑΥΪΔ

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος. Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὐτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος. Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι' οὗ Προφῆται ἅπαντες, κα...

Η ΔΑΜΑΛΙΣ Η ΑΣΠΙΛΟΣ, ΤΟΝ ΜΟΣΧΟΝ ΒΛΕΠΟΥΣΑ

Ἡ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι ἐκ σοῦ παμφίλτατε;

ΟΤΕ ΚΑΤΑΒΑΣ ΤΑΣ ΓΛΩΣΣΑΣ ΣΥΝΕΧΕΕ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΟΝΟΥΦΡΙΕ, ΤΟΥ ΗΛΙΟΥ ΜΙΜΗΤΗΣ

Πάτερ θεόφρον Ὀνούφριε, τοῦ Ἠλιοὺ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς τοῦ κόσμου συγχύσεως, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν ἐρήμῳ συναυλιζόμενος, χαίρων μακάριε, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο. Ὅσιε Πάτερ Ὀνούφριε, ἱερωτέραν ψυχήν, θεοφρόνως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, τῇ τῶν πραέων γῇ κατεσκήνωσας, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν. Πάτερ παμμάκαρ Ὀνούφριε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι τρισόλβιε, τῆς σῆς ἀσκήσεως τὰ γνωρίσματα, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον γενόμενος, τοῦ νυμφῶνος ἔνθα νῦν, περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἀξιοθαύμαστε. Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῷ μόνῳ, προσομιλεῖν ἐπεπόθησας. Ὅθεν κόσμον κατέλιπες φυγαδεύων, καὶ διαιτώμενος ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες,...

ΤΑΧΕΙΑΝ ΚΑΙ ΣΤΑΘΗΡΑΝ ΔΙΔΟΥ ΠΑΡΑΜΥΘΙΑΝ

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

ΕΖΗΤΗΣΑΣ ΘΕΟΦΟΡΕ

Ὡς ὑπέρλαμπρον ὁ Χριστός σου εὑρών, ψυχῆς τὸ καθαρὸν σκήνωμα Ὀνούφριε, ἐνοίκησεν ἐν σοί καὶ θέσει Θεὸς γεγονὼς, συμβασιλεύεις αὐτῶ αἰωνίως, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δεῦτε τῶν ὀρθοδόξων πληθύς, τὸν τῆς Τριάδος, λειτουργὸν τὸν θειότατον, Ὀνούφριον τὸν γενναῖον, ἐν ἐγκωμίων ὠδαῖς, ψαλμικῶς ὑμνοῦντες, οὕτως εἴπωμεν ἀστὴρ ὁ φανότατος, ἡ κυπρίζουσα ἄμπελος, περιστερά τε, ἐν ἰλύσι μὴ μείνασα, ὁ πανθαύμαστος, ὀχετός τε τοῦ πνεύματος, ῥόδον ἱεροχούντιον, ξεόμενον ἄρωμα, καὶ εὐωδίαν ἐκπέμπων, πνευματικὴν ἐν τοῖς πέρασι Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῶ μόνῳ προσομιλεῖν ἐπεπόθησας ὅθεν κόσμον καταλιπών, φυγαδεύων καὶ διαιτώμενος, ἐν ἐρήμοις καὶ ὄρεσι καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα, σεαυτὸν ἐμπορευόμενος μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος, Ὀνούφριε ὅσιε. Xαίροις τῶν ἀσκητῶν καλλονή, γεγενημένος καὶ ἀήττητος πρόμαχος, πα...

ΦΩΣ ΝΟΗΤΟΝ ΚΑΙ ΟΥΡΑΝΙΟΝ

Φῶς νοητὸν καὶ οὐράνιον, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τῆς ἀκηράτου Τριάδος δοχεῖον ὤφθης Ὀνούφριε, καὶ νῦν μετὰ Ἀγγέλων ἠρίθμησαι, κραυγάζων· Ἀλληλούϊα.

Ω ΑΓΑΠΗ, ΤΟ ΦΩΣ ΤΟ ΥΠΕΡΛΑΜΠΡΟΝ

Ὦ ἀγάπη, τὸ φῶς τὸ ὑπέρλαμπρον! ὦ πασῶν ἀρετῶν τὸ κεφάλαιον! ἡ ἀεὶ τὰ οὐράνια τάγματα εὐφροσύνης πληροῦσα καὶ χάριτος, ἡ ἐνοικήσασα τοῖς Ἁγίοις, Πατριάρχαις Προφήταις καὶ Ἀποστόλοις, ὧν ταῖς εὐχαῖς καὶ ἡμῖν ἐνοίκησον, ἵνα σὺν αὐτοῖς μελῳδῶμεν τῷ Θεῷ, Ἀλληλούϊα.

ΔΕΥΤΕ ΛΑΟΙ, ΤΗΝ ΤΡΙΣΥΠΟΣΤΑΤΟΝ ΘΕΟΤΗΤΑ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ

Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι· Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον, μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ, συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, Ἅγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ, Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.

ΘΕΙΩ ΚΑΛΥΦΘΕΙΣ Ο ΒΡΑΔΥΓΛΩΣΣΟΣ ΓΝΟΦΩ

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐρρητόρευσε τὸν θεόγραφον νόμον· Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν». Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα. Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις. Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος, Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος, Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν. Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους, Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι, Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

ΤΗΣ ΜΑΚΑΡΙΟΤΗΤΟΣ ΤΗΣ ΥΠΕΡ ΝΟΥΝ ΟΡΕΓΟΜΕΝΟΣ...

Τῆς μακαριότητος τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδόξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος τῶν Ἁγίων Ὀνούφριε. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης· ὃν σοι ἡτοίμασε Χριστὸς ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν καὶ νῦν ἡμᾶς ῥύσασθαι, ἐκ κινδύνων δυσώπησον. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίας, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΟΝΟΥΦΡΙΕ

Πάτερ θεόφρον Ὀνούφριε, ἐν ἐρημίᾳ με νῦν, τῶν παθῶν αὐλιζόμενον, εἰς ὁδὸν εὐθεῖάν με, ἀρετῶν χειραγώγησον, πρὸς μετανοίας, τρίβον πρεσβείαις σου, πρὸς θελημάτων, Θεοῦ ἐκπλήρωσιν, πρὸς ἀδαπάνητον τῶν καλῶν ἀπόλαυσιν, ὅπως τὸ σόν, χαίρων παναοίδιμε, τελῶ μνημόσυνον. Πάτερ θεόφρον Ὀνούφριε, τὸν παγετὸν τῆς νυκτός, καὶ ἡμέρας τὸν καύσωνα, τῇ ἐλπίδι Ὅσιε, τῶν μελλόντων ὑπέμεινας· τὰ ἐπὶ γῆς σου, μέλη νεκρώσας γάρ, τῆς οὐρανίου ζωῆς ἐπέτυχες, ἔνδον γενόμενος, τῆς παστάδος Ἅγιε, περιχαρῶς, κάλλος τὸ ἀμήχανον, ὁρῶν τοῦ Κτίστου σου. Πάτερ θεόφρον Ὀνούφριε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον. Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον...

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΟΝΟΥΦΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου. Στίχοι Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ, Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος. Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ. Στίχοι Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε, Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου). Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν. Στίχοι Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει, Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις. Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ' ἁλιεύσι. Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΓΙΟΥ ΟΝΟΥΦΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΑΠΟΛΥΤΙΚΙΑ

Εικόνα
ΠΗΓΗ :  http://www.youtube.com/user/Apolitikia ΠΗΓΗ :  http://www.youtube.com/user/Apolitikia

ΓΛΩΣΣΑΙΣ ΑΛΛΟΓΕΝΩΝ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε. Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ ...

ΑΓΙΟΥ ΟΝΟΥΦΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

ΔΙΑΒΑΣΤΕ ΤΟ ΑΦΙΕΡΩΜΑ ΜΑΣ ΣΤΟΝ ΑΓΙΟ ΟΝΟΥΦΡΙΟ ΣΤΗ ΣΕΛΙΔΑ https://sites.google.com/site/agiosonouphrios/ Ἤσκησας θεαρέστως καὶ τὸν καύσωνα θέρους ὁμοῦ σὺν τοῦ χειμῶνος τῶ ψύχει καθυπέμεινας ὁ ὢν γυμνὸς θεϊκῆ ἰσχύϊ, ἀσκητὰ ἔνθεε, Ὀνούφριε, ὡς ἄσαρκος διό σοι ἐκβοῶμεν πόθῳ Χαῖρε, τὸ καύχημα τῆς ἐρήμου χαῖρε, ὑπόδειγμα βίου θείου. Χαῖρε, τοῦ Χριστοῦ ὀπαδὸς γνησιώτατος χαῖρε, τοῦ ἐχθροῦ ὀλετὴρ ὁ δριμύτατος. Χαῖρε, γνώμων ὁ εὐθύτατος τῆς μονήρους βιοτῆς χαῖρε, νόμων εὐπειθέστατος τηρητὴς τῆς ἀρετῆς. Χαῖρε, ὅτι ἐδείχθης γεηρῶν ὑπερόπτης χαῖρε, ὅτι ἐφάνης οὐρανίων ἐπόπτης. Χαῖρε, θριξὶν ὁ μόνον σκεπόμενος χαῖρε, πηγὴ χαρίτων πολύκρουνος. Χαῖρε, πιστῶν τὸ θεόσδοτον ἕρκος χαῖρε, σοφῶν δυσαντίβλεπτον ὄρος. Χαίροις, μάκαρ Ὀνούφριε. ΔΙΑΒΑΣΤΕ ΤΟ ΑΦΙΕΡΩΜΑ ΜΑΣ ΣΤΟΝ ΑΓΙΟ ΟΝΟΥΦΡΙΟ ΣΤΗ ΣΕΛΙΔΑ https://sites.google.com/site/agiosonouphrios/

ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι, Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας, Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι. Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς , Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.

ΑΥΤΟΣ ΜΟΝΟΣ ΥΠΑΡΧΕΙΣ ΑΘΑΝΑΤΟΣ Ο ΠΟΙΗΣΑΣ

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδήν, τό, Ἀλληλούϊα.

ΤΟ ΜΕΓΑ ΜΥΣΤΗΡΙΟΝ ΒΑΡΘΟΛΟΜΑΙΕ...

Τὸ μέγα μυστήριον Βαρθολομαῖε, τῆς θείας σαρκώσεως, τῷ κόσμῳ ἐφανέρωσας, τὸ πᾶσιν ἀχώρητον καὶ ἀκατάληπτον, μόνοις δὲ χωρούμενον πιστοῖς, ἀνερμηνεύτως καὶ πιστευόμενον. Ὡς λίθος πανάγιος Βαρθολομαῖε, ἁγνῶς κυλιόμενος τῆς πλάνης τὸ ὀχύρωμα, εὐτόνως κατέστρεψας, τῆς Ἐκκλησίας δέ, ἄρρηκτος θεμέλιος φανείς, διαφυλάττεις ταύτην ἀκράδαντον.

ΑΘΛΗΤΙΚΑΙ ΕΝΣΤΑΣΕΙΣ ΕΠΙ ΤΩ ΣΚΑΜΜΑΤΙ

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας· καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης· ἐξέστησαν τυράννους καὶ βασιλεῖς οἱ σοφοὶ, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ. Ὁ ἐνισχύσας αὐτοὺς Κύριε δόξα σοι. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας· δι' αὐτῶν ὁ Θεὸς σῶσον τὰς ψυχὰς ἡμῶν. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις, καὶ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. ΤΟ

ΕΜΥΗΘΗΣ ΤΟΥ ΛΟΓΟΥ ΜΑΘΗΤΑ....

Ἐμυήθης τοῦ Λόγου μαθητά, τοὺς λόγους τοὺς ἁγίους, καὶ τοὺς πάλαι ἀλογίᾳ δεινῶς καθυπαχθέντας τέκνα εἰργάσω τοῦ φωτός. Ἥπλωσας εἰς βάθη ἀγνωσίας τὰ σεπτὰ καὶ ἱερά σου δίκτυα, καὶ ἔλαβες τὰ ἔθνη ὑπήκοα, τὰς κεχερσωμένας ἀπάτῃ διανοίας ἐνέωσας τῷ θείῳ ἀρότρῳ. Ἐξήρανας τὸν φλογμὸν τῆς πολυθεΐας, δροσισμῷ σου τῆς φαιδρᾶς θεηγορίας υἱοὺς Θεοῦ, τοὺς πρὶν ὀργῆς τέκνα ἐργασάμενος, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.