ΔΙΑΒΑΣΤΕ ΤΟ ΑΦΙΕΡΩΜΑ ΜΑΣ ΣΤΟΝ ΑΓΙΟ ΟΝΟΥΦΡΙΟ ΣΤΗ ΣΕΛΙΔΑ
Ἤσκησας θεαρέστως
καὶ τὸν καύσωνα θέρους
ὁμοῦ σὺν τοῦ χειμῶνος τῶ ψύχει
καθυπέμεινας ὁ ὢν γυμνὸς
θεϊκῆ ἰσχύϊ, ἀσκητὰ ἔνθεε,
Ὀνούφριε, ὡς ἄσαρκος
διό σοι ἐκβοῶμεν πόθῳ
Χαῖρε, τὸ καύχημα τῆς ἐρήμου
χαῖρε, ὑπόδειγμα βίου θείου.
Χαῖρε, τοῦ Χριστοῦ ὀπαδὸς γνησιώτατος
χαῖρε, τοῦ ἐχθροῦ ὀλετὴρ ὁ δριμύτατος.
Χαῖρε, γνώμων ὁ εὐθύτατος τῆς μονήρους βιοτῆς
χαῖρε, νόμων εὐπειθέστατος τηρητὴς τῆς ἀρετῆς.
Χαῖρε, ὅτι ἐδείχθης γεηρῶν ὑπερόπτης
χαῖρε, ὅτι ἐφάνης οὐρανίων ἐπόπτης.
Χαῖρε, θριξὶν ὁ μόνον σκεπόμενος
χαῖρε, πηγὴ χαρίτων πολύκρουνος.
Χαῖρε, πιστῶν τὸ θεόσδοτον ἕρκος
χαῖρε, σοφῶν δυσαντίβλεπτον ὄρος.
Χαίροις, μάκαρ Ὀνούφριε.
ΔΙΑΒΑΣΤΕ ΤΟ ΑΦΙΕΡΩΜΑ ΜΑΣ ΣΤΟΝ ΑΓΙΟ ΟΝΟΥΦΡΙΟ ΣΤΗ ΣΕΛΙΔΑ