Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2013

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΗΝ ΜΝΗΜΗΝ

Τῶν Ἀποστόλων τὴν μνήμην πάντες, ὡς σωτηρίας ἡμέραν εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν. Αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ ὥς περ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα, καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην ἐκτελοῦντας, καὶ πίστει γεραίροντας· διὸ προθύμως συνδράμωμεν, ἀνυμνοῦντες αὐτοὺς καὶ κραυγάζοντες· Ἐκ τῶν κινδύνων ῥύσασθε ἡμᾶς, Ἀπόστολοι Κυρίου παναοίδιμοι.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΣΤΑΧΥΟΣ, ΑΠΕΛΛΟΥ ...

ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ἀριστοβούλου καὶ Ναρκίσσου, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου. Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς, Ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου. Σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων. Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα. Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ, Θεῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας. Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος, Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀ...

ΙΣΤΑΤΟ ΠΡΟ ΔΙΚΑΣΤΙΚΩΝ

Ἵστατο πρὸ δικαστικῶν, Παναοίδιμε βημάτων τὴν σάρκωσιν, διαπρυσίῳ φωνῇ, ἀνακηρύττων τοῦ Παντοκράτορος, καὶ τὰ παθήματα αὐτοῦ, σταυρόν τε καὶ θάνατον, καὶ τὴν ἀνάστασιν, δι' ἧς ἔσωσεν ἡμᾶς ὡς φιλάνθρωπος. Ὦ θαῦμα πῶς μετὰ σαρκός, τοὺς ἀσάρκους δυσμενεῖς ἐτροπώσατο! πῶς καταβέβληκε, δι᾿ ἀσθενείας τὸν πολυμήχανον! πῶς οὐρανίοις λειτουργοῖς, συνήφθη ὁ γήϊνος, ἀγωνισάμενος, ὁ Ζηνόβιος, ὃν νῦν μακαρίζομεν. Σώματα Μάρτυρες σεπτοί, αἰκισμοῖς παντοδαποῖς παρεδώκατε, προσαποβλέποντες, τὴν δι' αἰῶνος μακαριότητα· ἀδελφικῇ γὰρ τῇ στοργῇ, ἀλλήλοις συνδούμενοι, μαρτυρικαῖς καλλοναῖς, ἐλαμπρύνθητε· διὸ μακαρίζεσθε. Ἡ μνήμη σήμερον ὑμῶν, φωταυγίᾳ λαμπομένη τοῦ Πνεύματος, πᾶσιν ἐπέλαμψε, θαυμάτων χάριν ἐναπαστράπτουσα, καὶ ἰαμάτων ποταμούς, πηγάζει ἑκάστοτε, ἣν ἑορτάζοντες, μακαρίζομεν ὑμᾶς Χριστομάρτυρες.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΜΑΡΚΙΑΝΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζηνοβίου καὶ Ζηνοβίας τῆς ἀδελφῆς αὐτοῦ. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων. Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος, Ἡ καρτερόφρων, κἂν γυνή, Ζηνοβία. Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου. Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην, Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν. Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον, Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου. Ἰουλιανὸς καὶ Μακάριος ξίφει, Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην. Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε, Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας. Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες, Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου. Τῇ αὐτῇ ἡμέρᾳ., Μνήμη τοῦ ...

ΝΕΑΝΙΚΩΣ ΗΡΙΣΤΕΥΣΑΣ

Νεανικῶς ἠρίστευσας, Ἀθληφόρε πανεύφημε, καὶ κατὰ τῆς πλάνης, ἀνεστήσω τρόπαια, χειρῶν στερουμένη γάρ, καὶ τῶν ποδῶν ὑπέφερες, καὶ τομῆς μαστῶν, καὶ ἐκριζώσεως Μάρτυς, ἠνέσχου τῶν ὀδόντων, ἐν χαρᾷ μελῳδοῦσα· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας. Ὁλολαμπὴς ὡς ἥλιος, παρθενίας λαμπρότησι, καὶ τῆς μαρτυρίας, καλλοναῖς ἐξήστραψας, καὶ κόσμον ἐφώτισας, ταῖς φωτοβόλοις λάμψεσι, σοῦ Ἀναστασία, τῆς πολλῆς καρτερίας, προθύμως ἐκβοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου Θεόνυμφε, καὶ ἀμαυρουμένην, προσβολαῖς τοῦ ὄφεως, ταῖς σαῖς παρακλήσεσιν, ἐκ τῶν δεινῶν καθάρισον, καὶ φωτιστικῇ, ἐπισκιάσει σου Μάρτυς, καταύγασον βοῶντα· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΡΩΜΑΙΑΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας. Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας, Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία. Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ. Σαρκὸς νεκρώσας Ἀβράμιε πᾶν μέλος, Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις. Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία, Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου. Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους, Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται. Σάββας κατ' ἄμφω κλήσεως μέρη Σάββας, Ὅθεν κατ' ἄμφω νύττεται λόγχαις μέρη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτηνῆς...

ΕΥΧΑΡΙΣΤΟΥΜΕΝ ΣΟΙ, ΚΥΡΙΕ

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι καὶ αὖθις ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδὴν σοὶ ἀναμέλψαι τῷ εὐεργέτῃ καὶ σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ Ἄρχοντες ἡμῶν καὶ πᾶσα συναγωγὴ λαοῦ ἐπὶ ταὐτὸ συναχθέντες ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἡμέρα πτώσεως ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· τοὺς γὰρ ἐνδόξους συνετάραξας μετὰ ἰσχύος καὶ τοὺς ὑψηλοὺς τῇ ὕβρει συνέτριψας μετὰ δυνάμεως, Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καὶ ἐν εὐγνωμοσύνῃ καὶ ἀγαλλιάσει βοῶμέν σοι· Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς, νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας, τοὺς Ἄρχοντας καὶ τὸν Λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν καὶ μακάριος ὁ λαός, οὗ ἐστι βοηθὸς Κύριος ὁ Θεὸς αὐτοῦ, Ἔτι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, τῶν τε ἐν πολέμῳ πεσόντων, τῶν ...

ΩΣΠΕΡ ΝΕΦΕΛΗ

Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ' ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.

ΑΝΩΘΕΝ ΕΦΑΠΛΟΥΣΑ, ΤΗΝ ΑΓΙΑΝ ΣΟΥ ΣΚΕΠΗΝ

Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ' ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧ νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧ Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία Χαῖρε Ἑλλάδος ἡ προστασία. Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα. Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ. Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ. Χαῖρε πηγὴ πλουσίας χρηστότητος Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος. Χαῖρε δι' ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν Χαῖρε πρὸς ἣν καθ' ἑκάστην βοῶμεν‧ Χαῖρε Σκέπη ὁλόφωτε.

ΑΓΙΑΣ ΣΚΕΠΗΣ

Τῌ ΑΥΤῌ ΗΜΕρᾼ (ΚΗ') 28 ΟΚΤΩΒΡΙΟΥ Ἀνάµνησιν ἐπιτελοῦµεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνὸς τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ' ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων. Σκέπη σου, Ἁγνή, σκέπεις καὶ περιθάλπεις Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε. Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει. Ἀΰπνου δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ οὔσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν‧ παρῆν δὲ Ἐπιφάνιος καὶ εἷς τῶν παίδων αὐτοῦ μετ' αὐτοῦ‧ καὶ ἔχων ἦθος, ἵστατο, ὡς ἡ προθυμία τόνον ἐδίδου, ποτὲ μὲν μέχρι μεσονυκτίου, ποτὲ δὲ ἕως πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ ὁ τίμιος...

ΣΤΕΦΟΣ ΕΥΠΡΕΠΕΣ

Στέφος εὐπρεπές, Χριστὸς ὁ ζωοδότης, τῇ κορυφῇ σου ἐπιτέθεικε, φερώνυμε Στέφανε· καὶ γὰρ πράξεσι διέπρεψας, καὶ θεωρίαις ἔφανας κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὅλην ὑπερβάς,τὴν αἴσθησιν παμμάκαρ, νοῒ τῷ πρώτῳ προσωμίλησας, ψυχῆς καθαρότητι πολιτείας τε σεμνότητι, στεφανηφόρε Στέφανε, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Μάρτυρας Χριστοῦ, θεόφρον ἀνυμνήσας, καὶ τῶν ἁγίων τὰ συστήματα, σὺν τούτοις ἐσκήνωσας, εὐφροσύνης ἐμφορούμενος, καὶ θείας ἀπολαύσεως, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΤΕΡΕΝΤΙΟΥ & ΝΕΟΝΙΛΛΗΣ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τερεντίου καὶ Νεονίλλης, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης. Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους. Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου. Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους, Ὃ πρακτικὴ χεὶρ ἀρετῆς πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ. Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα, Ἐδειξε καινὸν καὶ τετμημένος τέρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα. Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα, Φιρμιλιανὸς καὶ σὺν ...

ΝΕΣΤΟΡ ΑΘΛΗΤΑ

Νέστορ Ἀθλητὰ μακάριε, τὴν πανοπλίαν Χριστοῦ, σεαυτῷ περιθέμενος, αἰσθητῶς Λυαίῳ μέν, συμπλακεὶς τοῦτον ὤλεσας, ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, λαβαῖς Βελίαρ σὺ συνεπόδισας, καὶ ἐθανάτωσας, νίκης διαδήματι· ὅθεν τὴν σήν, κάραν ἐστεφάνωσεν, ὁ μεγαλόδωρος. Λόγοις ἐνθέοις νευρούμενος, Νέστορ σοφὲ ἀληθῶς, Δημητρίου τοῦ Μάρτυρος, ἀλαζόνα τύραννον, ἀνδρικῶς ἐθανάτωσας· καὶ τὸν θανόντα καὶ ᾍδην λύσαντα, ὁμολογήσας Θεὸν ἀθάνατον, θάνατον ἄδικον, καθυπέστης ἔνδοξε· ὅθεν ζωήν, χαίρων ἀτελεύτητον, ἐκληρονομησας. Θεῖος νεανίας πέφυκας, σώματος ὥρα σοφέ, διαπρέπων καὶ χάριτι, θεϊκῇ κοσμούμενος, καὶ ῥώμῃ σεμνυνόμενος· ὅθεν Λυαίου λύσας τὴν δύναμιν, τῇ δυναστείᾳ τοῦ, Παντοκράτορος, χαίρων ἐνήθλησας, καὶ χοροῖς ἠρίθμησαι τῶν ἀθλητῶν, οἷς συναγαλλόμενος, ἡμῶν μνημόνευε.

ΛΥΑΙΟΥ ΤΗΝ ΑΠΟΝΟΙΑΝ

Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ ἀθλοφόρε.

ΟΥ ΠΤΟΟΥΜΑΙ ΤΟΥ ΔΥΣΜΕΝΟΥΣ

Οὐ πτοοῦμαι τοῦ δυσμενοῦς, τὰ θήρατρα σὲ ἔχων βοηθόν, οὐ φοβηθήσομαι κακά, σοὶ προστρέχων Θεοκυῆτορ· ἐν σοὶ γὰρ καυχῶμαι, καὶ ἐν σοὶ ὑπερβήσομαι Πάναγνε, τεῖχος ἁμαρτίας σωθεὶς τῇ σῇ πρεσβείᾳ.

ΑΓΙΟΥ ΝΕΣΤΟΡΟΣ, ΑΓΙΑΣ ΠΡΟΚΛΗΣ ΣΥΖΥΓΟΥ ΤΟΥ ΠΙΛΑΤΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης, Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους. Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος. Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως. Στίχοι Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν Κυρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου. Ἐχει παρεστῶσάν σε, Πρόκλα Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΕΥΡΟ ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ

Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς, σοῦ δεομένους, συμπαθοῦς ἐπισκέψεως· καὶ ῥῦσαι κεκακωμένους, τυραννικαῖς ἀπειλαῖς, καὶ δεινῇ μανίᾳ τῆς αἱρέσεως· ὑφ' ἧς ὡς αἰχμάλωτοι, καὶ γυμνοὶ διωκόμεθα, τόπον ἐκ τόπου, συνεχῶς διαμείβοντες, καὶ πλανώμενοι, ἐν σπηλαίοις καὶ ὄρεσιν. Οἴκτειρον οὖν πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν, παῦσον τὴν ζάλην καὶ σβέσον, τὴν καθ' ἡμῶν ἀγανάκτησιν, Θεὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος. Τεῖχος ὠχυρωμένον ἡμῖν, τὰς ἑλεπόλεις τῶν ἐχθρῶν μὴ πτοούμενον, ἐδόθης τὰς τῶν βαρβάρων, ἐπιδρομὰς καταργῶν, καὶ πασῶν τῶν νόσων τὰ συμπτώματα· κρηπὶς ἀκατάβλητος, καὶ θεμέλιος ἄρρηκτος, καὶ πολιοῦχος, οἰκιστὴς καὶ ὑπέρμαχος, ἐχρημάτισας, τῇ σῇ πόλει Δημήτριε· ἣν καὶ νῦν παμμακάριστε, δεινῶς κινδυνεύουσαν, καὶ τρυχομένην ἀθλίως, ταῖς σαῖς πρεσβείαις διάσωσον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος. Πᾶσαν τὴν ἀρετὴν συλλαβών, τῶν Ἀθλοφόρων ὁ χορὸς ἀναδείκνυται, ἐντεῦθεν τῆς ἀκηράτου, καὶ μακαρίας ζωῆς, τὴν τρυφὴν ἀξίως ἐκληρώσαντο· ἐν οἷς ἀξιά...

ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΔΗΜΗΤΡΙΟΥ ΜΥΡΟΒΛΗΤΟΥ ΚΑΙ ΑΝΑΜΝΗΣΙΣ ΤΟΥ ΣΕΙΣΜΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ ἡ Ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ. Δημήτριον νύττουσι λόγχαι Χριστέ μου, Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος. Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται. Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος, Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται. Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων, Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται. Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων, Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ. Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε. Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου Ὁσιομ...

ΜΑΡΚΙΑΝΟΣ Ο ΠΑΝΣΟΦΟΣ, ΚΑΙ ΜΑΡΤΥΡΙΟΣ ΑΜΑ

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον, δόγμα καὶ μανιῶδες, καθεῖλον χάριτι θείᾳ τῆς Ἁγίας Τριάδος, ὑπὲρ ἧς καὶ ἐνήθλησαν, καὶ ὡς Μάρτυρες θεῖοι, στέφος λαμπρόν, πρὸς Χριστοῦ δεξάμενοι τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν αὐτοὺς εὐφημούντων.

ΑΓΙΑΣ ΤΑΒΙΘΑΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου. Χριστοῦ καλάμους τοὺς Νοταρίους νόει, Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους. Πέμπτῃ Μαρκιανὸν τάμον εἰκάδι Μαρτύριόν τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλλερίνου. Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει, Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι! Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου. Εἰσδύς τὸ πῦρ χορευε, Μάρτυς Σαβίνε, θείαν χορείαν, πρόξενον θείου στέφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐαλλερίου καὶ Χρυσάφου. Διττοῖς Ἀθληταῖς ἡ τιμωρία ξίφος, Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταβιθᾶς, ἣν ἀνέστησεν ἐκ νεκρῶν ὁ Ἅγιος Πέτρος. Ποῦ σοι, Ταβιθά, Πέτρος; εἰ γὰρ ἦν πάλιν, Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν....

ΑΡΕΘΑ ΠΑΝΑΟΙΔΙΜΕ

Ἀρέθα παναοίδιμε, σὺν τοῖς συνάθλοις πρέσβευε, Χριστῷ βραβεῦσαι τῷ κόσμῳ, ὁμόνοιαν καὶ εἰρήνην, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, Μεγαλομάρτυς ἔνδοξε, καὶ ἱλασμὸν τοῖς τελοῦσι, τὴν ἱερὰν ἡμῶν μνήμην.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΣΕΒΑΣΤΙΑΝΗΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. Τμηθείς, Θεῷ προσῆξε Μάρτυς Ἀρέθας, Πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους. Ἀρέθα εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη μιᾶς γυναικὸς καὶ τοῦ βρέφους αὐτῆς, ἣν ἰδὸν τὸ βρέφος ἐν τῷ πυρί, ἐπιρρῖψαν ἐν τῇ φλογὶ ἑαυτὸ τελειοῦται Τῇ μητρὶ πρὸς πῦρ ἡσύχως τεφρουμένη, Φωναῖς ὑποψελλίζον εἵπετο βρέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεβαστιανῆς. Σεβαστιανὴ τῇ τομῇ βλύζει γάλα, Οὐχ αἷμα καὶ σάρξ ὥς περ οὖσα πρὸς ξίφος. Οἱ ἅγιοι Μᾶρκος, Σωτήριχος, Οὐαλεντῖνος κατὰ γῆς συρόμενοι, καὶ οἱ ἅγιοι Ἀκάκιος ὁ πρεσβύτερος καὶ Νέρδων ξίφει καὶ πυρὶ τελειοῦνται. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΓΟΝΟΝ ΣΕ ΤΟΥ ΙΩΣΗΦ

Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.

ΔΕΥΤΕ ΤΟ ΜΝΗΜΟΣΥΝΟΝ

Δεῦτε τὸ μνημόσυνον, τοῦ θεαδέλφου τιμήσωμεν, ἱερῶς οἱ θεόφρονες· ζυγὸν γὰρ δεξάμενος, τοῦ Χριστοῦ προθύμως, τοῦ Εὐαγγελίου, τῆς ἀγαθότητος αὐτοῦ, καὶ βασιλείας κήρυξ γεγένηται, καὶ τούτου τὴν ἀνέκφραστον, οἰκονομίαν πιστεύεται. Δι' αὐτοῦ Παντοδύναμε, ἱλασμὸν ἡμῖν δώρησαι. Πάντα περιήχησε, τῆς οἰκουμένης τὰ πέρατα, τῶν ῥημάτων ὁ φθόγγος σου, δι' ὧν φωτιζόμεθα, ἀρετῆς ἐνθέου, πρὸς πᾶσαν ἰδέαν, καὶ ὁδηγούμεθα πιστῶς, πρὸς τῆς Τριάδος θείαν ἐπίγνωσιν· διὸ ἐκδυσωποῦμέν σε, ὡς Ἱεράρχης ἱκέτευε, Ἰησοῦν τὸν φιλάνθρωπον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Πόρρωθεν προβλέπων σου, τὴν πολιτείαν Ἰάκωβε, ἀδελφὸν σε προσήκατο, Χριστὸς ὁ φιλάνθρωπος, ὁ σοφὸς προγνώστης, Ἱεροσολύμων, ἱεροφάντορα πιστόν, καὶ ποιμενάρχην προχειρισάμενος, καὶ μύστην τὰ ἀπόρρητα, ἱερουργοῦντα μυστήρια. Ὃν καὶ νῦν καθικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Αἵματι τοῦ μαρτυρίου, τὴν ἱερωσύνην κατεποίκιλας, Ἱερομάρτυς, Ἀπόστολε· τῷ γὰρ πτερυγίῳ του ἱεροῦ παρεστώς, Θεὸν Λόγον ἐκήρυξας, Δημιουργὸν ὄντα τοῦ παντός· ὅθεν ὑ...

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΠΟΣΤΟΛΟΥ ΙΑΚΩΒΟΥ ΑΔΕΛΦΟΘΕΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου. Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ. Ἐσθλὸν Ἀδελφόθεον τριτάτῃ ξύλῳ εἰκάδι πλῆξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπόλεως. Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν, Ἰγνάτιε Πρόδρομε Ῥώμης τῆς Νέας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Ῥωμαίου. Ἔρημον ἠγάπησας οἰκεῖν παμμάκαρ, Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ. Ὁ Ὅσιος πατὴρ ἡμῶν Νικηφόρος ὁ ἱδρυτὴς τὴν ἐν Χαρσιανῷ Μονῆς καὶ ὁ Ὅσιος Πετρώνιος ἐν εἰρήνῃ τελειοῦνται. Οἱ Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΧΡΙΣΕ, ΣΕ ΑΡΧΙΕΡΕΑ Η ΧΑΡΙΣ

Ἔχρισε, σὲ Ἀρχιερέα ἡ χάρις, τοῦ Παρακλήτου, Ἀβέρκιε, πλάνης καθαιροῦντα τεμένη, καὶ ἀνιστῶντα τῇ χάριτι, ναοὺς Θεοῦ ἱερούς, εἰς δόξαν τε καὶ αἴνεσιν,τοῦ τεχθέντος ἐκ Παρθένου, καὶ τὰ πάντα ἁγιάσαντος. Θαύμασι, Πάτερ ἐβεβαίωσας πάντας, λόγους τοῦ θείου κηρύγματος, καὶ τοὺς πλανωμένους ἀνθρώπους, πρὸς θείαν γνῶσιν ἐπέστρεψας, φωταγωγὸς ἀπλανής, Ἀβέρκιε δεικνύμενος, καὶ δαιμόνων καθαιρέτης· διὰ τοῦτο εὐφημοῦμέν σε. Μέγιστος, πᾶσιν ὥσπερ ἥλιος Πάτερ, τῇ οἰκουμένῃ ἀνέτειλας, λάμψεσι πανσόφων σου λόγων, καὶ ἰαμάτων λαμπρότησι, φωταγωγῶν τοὺς πιστούς, καὶ σκότος παθῶν πάντοτε, ἐκδιώκων συνεργείᾳ, τοῦ Ἁγίου μάκαρ Πνεύματος. Ἀρχιερεῦ Ὅσιε, παμμακάριστε Πάτερ, θαυματουργὲ θεράπον Χριστοῦ Ἀβέρκιε, προφητικῷ ἐκλάμψας βίῳ, καὶ ἀποστολικῶν ἀξιωθεὶς χαρισμάτων, τῷ Σωτῆρι λειτουργῶν, σὺν Ἀγγέλοις ἀπαύστως, πρέσβευε ῥυσθῆναι ἀπὸ πάσης ἀπειλῆς τὰς ψυχὰς ἡμῶν.

ΑΒΕΡΚΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΙΕΡΑΠΟΛΕΩΣ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου Ἱεραπόλεως τοῦ θαυματουργοῦ, καὶ τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου, Ἱεραπόλεως, τοῦ Θαυματουργοῦ. Δοὺς Ἀβέρκιος χοῦν χοῒ θνητῶν νόμῳ, Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει,θέσει. Εἰκάδι δευτερίῃ Ἀβέρκιος ᾤχετο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ Μαξιμιλιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἀντωνίου, Ἐξακουστωδιανοῦ, καὶ Ἰωάννου. Παῖδες λιπόντες πρὸς μικρὸν μακροὺς ὕπνους, Ὕπνωσαν αὖθις τὸν μετ' εἰρήνης ὕπνον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Ἐπισκόπου, καὶ Ἡρακλείου, Θεοδότης καὶ Γλυκερίας, Ἄννης καὶ Ἐλισάβετ. Τμηθεὶς ὁ σεπτός, Ἀλέξανδρος αὐχένα, Καὶ Μάρτυς ἐστίν, οὐ θύτης Χριστοῦ μόνον. Θεοδότην ἄγχουσι καὶ Γλυκερίαν, Θεοῦ γλυκείας ἠγαπηκυίας δόσεις. «Στῶμεν καλῶς, καὶ θῶμεν αὐχένας ξίφει», Ἀθληφόροι λέγουσιν ἀλλήλαις δύο. Ταῖς α...

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Ἱλαρίων Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΠΝΕΥΜΑΤΟΣ ΑΓΙΟΥ ΠΛΗΡΗΣ ΓΕΝΟΜΕΝΟΣ

Πνεύματος Ἁγίου πλήρης γενόμενος, ὁ Ὅσιος Ἱλαρίων, τὰς τῶν δαιμόνων ἐπινοίας κατήργησε· τῷ Σταυρῷ γὰρ ὁπλισάμενος, καὶ ἐν τούτῳ θαρρῶν, πάσας τὰς νόσους λόγῳ ἐθεράπευσε, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ πᾶσαν μαλακίαν· Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, κατάπεμψον καὶ ἡμῖν τὴν εἰρήνην σου, ὡς φιλάνθρωπος.

ΑΝΘΡΑΞ, ΟΝ ΠΡΟΕΙΔΕΝ

Ἄνθραξ, ὃν προεῖδεν ὁ κλεινός, πρώην Ἡσαΐας σαρκοῦται, ἐξ ἀπειράνδρου Μητρός, νεύματι τοῦ φύσαντος αὐτὸν Γεννήτορος, καὶ τεχθεὶς σφαγιάζεται, ἑκὼν ὁ τοῦ κόσμου, αἴρων ἁμαρτήματα, ἀμνὸς ὡς ἄμωμος· ὅθεν, ἡ ἀμνὰς καὶ Παρθένος, τοῦτον ἐν Σταυρῷ καθορῶσα, λύπης τῇ ῥομφαίᾳ ἐτιτρώσκετο.

ΟΛΗΝ ΤΗΝ ΖΩΗΝ ΜΟΥ ΕΝ ΚΑΚΟΙΣ

Ὅλην, τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην ἁγνή, πάσης ὄντως ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, οὗπερ, ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον καὶ σῶσόν με.

... ΤΑΙΣ ΦΩΤΟΒΟΛΟΙΣ ΑΚΤΙΣΙ

Ὁ ἱλαρὸς τὴν ψυχὴν καὶ τὴν καρδίαν, ὅτε σε ὁ ἔνθεος ἔρως κατέτρωσε, καὶ ἱεραῖς ἀναβάσεσιν, ἐπαναστῆναι, τῶν κοσμικῶν σε θορύβων ἔπεισε, τότε ὁπλισάμενος Σταυροῦ τὴν δύναμιν, πρὸς τὴν δαιμόνων ἐχώρησας, Παμμάκαρ πάλην, καὶ ἀνεπλέξω νίκης διάδημα, καὶ νῦν αὐλίζῃ, ταῖς λαμπρότησι, τῶν Ἁγίων· μεθ' ὧν ἡμῖν αἴτησαι, φωτισμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἀπολύτρωσιν. Ταῖς φωτοβόλοις ἀκτῖσι παραδόξως, Πάτερ ἀξιάγαστε τῶν ἰαμάτων σου, φωταγωγεῖς τὴν ὑφήλιον, τῶν νοσημάτων, διασκεδάζων σκότος βαθύτατον, ἐντεῦθέν σε ἥλιον ἄλλον γνωρίζομεν, καὶ μοναζόντων ἑδραίωμα, καὶ ποδηγέτην, τῶν σῳζομένων θείῳ ἐν Πνεύματι, καὶ νῦν τὴν μνήμην ἐκτελοῦμέν σου, τὴν φωταυγῆ καὶ σωτήριον Ὅσιε, Ἱλαρίων πταισμάτων, διὰ σοῦ λύσιν λαμβάνοντες. Δι' ἐγκρατείας τοῦ σώματος τὰ πάθη, Πάτερ καθυπέταξας, τῷ νοερῶ τῆς ψυχῆς, καὶ ἀπαθείας ταῖς πτέρυξι, κεκοσμημένος, χάριν ἐδέξω ἰᾶσθαι Ὅσιε, ἀνθρώπων ἐν Πνεύματι, τὰ ἀρρωστήματα, καὶ ἀπελαύνειν τὰ Πνεύματα, τῆς πονηρίας, καὶ διασῴζειν τοὺς προσιόντας σοι· ὅθεν χοροί ...

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΤΗΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλου. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ μεγάλου. Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω, Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω. Ὕστατα Ἱλαρίων κοιμήσατο εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ. Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ, Γλυκὺν τρυφῆς πίνουσι χειμάρρουν ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων, Ἀνδρέου, Στεφάνου, Παύλου, καὶ Πέτρου. Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις, Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου. Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην, Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν. Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε, Τετμημένος σοι Σωκράτης στεφοκράτης. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται. Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων, Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ. Ταῖς αὐτῶν ἁγίαις...

ΤΟΝ ΕΥΣΕΒΗ ΚΑΙ ΣΤΕΦΗΦΟΡΟΝ

Τὸν εὐσεβῆ καὶ στεφηφόρον Μάρτυρα, τὸν κατ' ἐχθρῶν νίκης ἀράμενον τρόπαια, συνελθόντες ἐπαξίως νῦν ἐν ὑμνῳδίαις εὐφημήσωμεν, Ἀρτέμιον τὸν μέγιστον ἐν Μάρτυσι, θαυμάτων τε δοτῆρα πλουσιώτατον· πρεσβεύει γὰρ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.

ΤΙΣ ΤΟΥΣ ΑΓΩΝΑΣ ΕΞΑΡΚΕΣΕΙ ΕΞΕΙΠΕΙΝ ΑΘΛΟΦΟΡΕ

Τὶς τοὺς ἀγῶνας ἐξαρκέσει ἐξειπεῖν Ἀθλοφόρε, ἢ τοὺς πόνους τοὺς σούς, οὓς περ ἀνδρείως ὑπέμεινας, διὰ τῆς πίστεως τοῦ Κυρίου, καὶ τῆς χάριτος ἧς περ κατηξιώθης; οὐκ ἐξαρκεῖ διηγήσασθαι στόμα ἀνθρώπινον· σοφίαν γὰρ ἐνδεδυμένος καὶ ἀνδρείαν, τὸν πλοῦτον ἐμίσησας καὶ τὴν ἀξίαν τὴν πρόσκαιρον, στρατιώτης φανεὶς γνησιώτατος. Καὶ νῦν πρεσβεύεις Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΡΤΕΜΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου. Τῇ Κ' τοῦ αὐτού μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου. Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ, Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος. Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη. Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ. Οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΥΠΕΔΕΙΞΑΣ ΕΝΔΟΞΕ

Ὑπέδειξας ἔνδοξε, μετανοίας τοὺς τρόπους ἐμφανῶς, τὸν εὔσπλαγχον Κύριον, ἐγγυώμενον τοῖς πίστει πρὸς αὐτόν, προσιοῦσι καὶ ψάλλουσιν· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεὸν εἰς τοὺς αἰῶνας. Θεράπων γενόμενος, τοῦ Κυρίου προφῆτα Ἰωήλ, τὰ τούτου μυστήρια, ἐπιστεύθης προφητεύων τοῖς λαοῖς, ἀνυμνοῦσι καὶ λέγουσιν· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεόν εἰς τοὺς αἰῶνας. Ἀφέσεις προχέουσι, τοῦ Ἰούδα θαυμάτων ποταμοί, Ἀπόστολοι ἔνδοξοι, τοῦ Κυρίου ὡς προέφη Ἰωήλ, τοὺς βοῶντας ἀρδεύοντες· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεὸν εἰς τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΙΩΗΛ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωὴλ καὶ τοῦ Ἁγίου Μάρτυρος Οὐάρου. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ. Ὁ γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη, Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους. Ἐννεακαιδεκάτῃ μόρος ἀμφ' ἐκάλυψεν Ἰωήλ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ. Ξεσμοὺς ἀπείρους καρτεροῦντος Οὐάρου, Σατὰν πλάνης ἔξαρχος Οὐαὶ μοι! λέγει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι τελειωθέντων. Σαδὼθ ὁ θεῖος τὴν κάραν τμηθεὶς ξίφει, Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ. Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων, Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει. Ὁ Ἅγιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται. Οἱ Ἅγιοι Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος Διάκονος ξίφει τελειοῦνται. Ὁ Ὅσιος πατὴρ ἡμῶν Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις,...

ΚΥΒΕΡΝΗΣΟΝ ΔΕΣΠΟΙΝΑ

Κυβέρνησον Δέσποινα, ἐν πελάγει τῶν δεινῶν, χειμαζομένην πάντοτε, τὴν ταπεινὴν ψυχήν μου, καὶ γαληνόν, πρὸς ὅρμον ἀνάγαγε, ἀδιστάκτῳ σε γνώμῃ μακαρίζουσαν.

ΑΠΟΣΤΟΛΕ ΑΓΙΕ, ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΑ ΛΟΥΚΑ

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΠΕΒΗΣ ΕΦ ΙΠΠΟΥΣ

Ἐπέβης ἐφ' ἵππους, τοὺς ἀποστόλους σου Κύριε, καὶ ἐδέξω χερσί σου, ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν, ἡ ἱππασία σου, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ὡς ὤφθης τῇ αἴγλῃ, πεφωτισμένος τοῦ Πνεύματος, ἠξιώθης χερσί σου, τοὺς νόμους αὐτοῦ, τοῖς θεοφίλοις ἄριστα διατυπώσασθαι, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ἡ χάρις εὑροῦσα, τοῦ Παρακλήτου σε σκήνωμα, ἐξεχύθη πλουσίως, σοῖς χείλεσι, καὶ τῆς εἰρήνης κήρυκα, πᾶσιν ἀνέδειξε, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ἀγώνων τῷ Παύλῳ, ὡς κοινωνὸς ὤφθης Ἔνδοξε, καὶ στεφάνων ἐνδίκως ἠξίωσαι, τῆς βασιλείας, ἔνθα νῦν συναγαλλόμενοι, κραυγάζετε συμφώνως· Δόξα τῇ δυνάμει σου Κύριε. Εὑρὼν σου τὸ κάλλος, τῆς διανοίας ὁ Κύριος, ὡς ταῖς θεῖαις ἀκτῖσιν, ὡραίως διαλαμπούσης, κήρυκά σε προχειρίζεται, τοῖς πίστει μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.

ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΜΑΘΗΤΗΣ ΓΕΝΟΜΕΝΟΣ ΤΟΥ ΘΕΟΥ

Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην, (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω». Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος. Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην, Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ. Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου, Ἰουλιανὸς ἄσμενος παρατρέχει. Ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται. Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων τῷ 1522. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΥΠΕΡΦΥΕΙ ΦΩΤΙΣΜΩ, ΩΣΗΕ

Ὑπερφυεῖ φωτισμῷ, Ὡσηὲ τὸν νοῦν φωτιζόμενος, τῶν μελλόντων μάκαρ τὴν γνῶσιν ἐπλούτησας, τῷ Δεσπότῃ κραυγάζων· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Σὺ ἐν χερσὶ προφητῶν, ὡμοιώθης πληθύνας ἀθάνατε, τὰς ὁράσεις Σῶτερ ποικίλως μορφούμενος, τοῖς σοὶ πίστει βοῶσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τοῦ Ἰσραὴλ σὺ πηγή, σωτηρίας προχέουσα νάματα, ποταμὸν εἰρήνης Χριστὸν προκηρύττουσα, Ὡσηέ, ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΥΨΟΥΜΕΝΑ ΚΥΜΑΤΑ ΤΗΣ ΠΟΝΗΡΙΑΣ

Ὑψούμενα κύματα τῆς πονηρίας, τὸν νοῦν οὐκ ἐσάλευσαν, τὸν σὸν Ἀνδρέα Ὅσιε, ἐν πέτρᾳ τῆς γνώσεως, Χριστοῦ ἱστάμενον· ὅθεν πᾶσιν ἄκλυστος λιμήν, χειμαζομένοις σαφῶς γεγένησαι. Μωραῖς συζητήσεσιν ὁ δολιόφρων, τὸν νοῦν σκοτιζόμενος, συλῆσαι ἐπειρᾶτό σε, δογμάτων λαμπρότησι καλλωπιζόμενον, ὤφλησε δὲ γέλωτα Σοφέ, πλησθεὶς αἰσχύνης τῇ παρρησίᾳ σου. Ὁ νοῦς σου ταῖς νεύσεσι ταῖς θειοτάταις, καθωραϊζόμενος, Ἀνδρέα ἀξιάγαστε, ἀστέρα ὁλόφωτον, πᾶσί σε ἔδειξε, θαύμασιν ἑκάστοτε πιστούς, φωταγωγοῦντα ἀνευφημοῦντάς σε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΩΣΗΕ ΚΑΙ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΑΝΔΡΕΟΥ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηὲ καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηέ. Θεὸν τυποῖς μνηστῆρα γῆς πορνευτρίας, Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις. Ἑβδομάτῃ δεκάτῃ Ὡσηὲ νέκυν κτερέϊξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος, Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. Ἀμφοῖν ποδῶν σῶν Ἀνδρέα τμηθεὶς ἕνα, Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου καὶ Δικαίου Λαζάρου. Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας, "Λάζαρε δεῦρο" χριστομιμήτως λέγει. Εἰς τὴν κατάθεσιν τοῦ Λειψάνου τοῦ αὐτοῦ Ἁγίου Λαζάρου. Κρύπτουσα νεκρὸν Λαζάρου Ῥώμη Νέα, Ἄλλη παρ' ἡμῖν δείκνυται Βηθανία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων καὶ Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Λεοντίου, Ἀνθίμου, καὶ Εὐτροπίου. Ἐκ τοῦ γένους Ἄραβας, ἐκ δὲ τοῦ ξίφους, Θείους ἀριστεῖς οἶδα τούς, Ἀναργύρους. Λεοντίου τμηθέντος, ὤλετο π...

ΤΟΝ ΒΡΟΤΟΝ ΧΡΗΜΑΤΙΣΑΝΤΑ

Τὸν βροτὸν χρηματίσαντα, καὶ Σταυρῷ ὁμιλήσαντα, καὶ ἡλίου ἔλλαμψιν ἀμαυρώσαντα, καὶ ἐκ πλευρᾶς ἀναβλύσαντα, σωτήριον ἄφεσιν, κατιδὼν μετὰ λῃστοῦ, τοῦ εὐγνώμονος Ἔνδοξε, ὡμολόγησας, καὶ Θεὸν καὶ Δεσπότην ἑκουσίως, ὑπομείναντα τὰ πάθη, δι' εὐσπλαγχνίαν ἀμέτρητον. Τὴν κατάκαρπον ἄμπελον, ἐπὶ ξύλου θεώμενος, ἠρτημένην Ἔνδοξε καὶ πηγάζουσαν, οἶνον ζωῆς καὶ ἀφέσεως, τὰ χείλη ὑπέθηκας, τῆς καρδίας καὶ πιών, εὐφροσύνης πεπλήρωσαι, τὴν κατάπικρον, ἀπιστίαν ἐμέσας ὡς ἐχέφρων, ὡς τοῦ χείρονος τὸ κρεῖττον, περιφανῶς προελόμενος. Θανατώσας τὸν τύραννον, εὐτολμίᾳ τῶν λόγων σου, πρὸς σφαγὴν ἑκούσιον ηὐτομόλησας, οὐ δειλιάσας πανεύφημε, Λογγῖνε τὸν θάνατον, τὴν ἀθάνατον ζωήν, προξενοῦντά σοι χάριτι· ὅθεν πίστει σου, τὴν πανέορτον μνήμην ἐκτελοῦμεν, δυσωποῦντές σε πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον. Ἐν τῷ πάθει σου, Χριστέ, τὸν ναὸν θεωρήσας διαρραγέντα Λογγῖνος ὁ Ἑκατόνταρχος, Υἱὸν Θεοῦ σε εἶναι τοῖς Ἰουδαίοις ἐκήρυττεν. Ὅθεν οἱ δεινοί, τὴν θείαν κάραν αὐτοῦ τεμόντες τῷ ξίφει, ἐν κοπρίᾳ...

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΟΓΓΙΝΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ Σταυροῦ. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου. Υἱὸν Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν, Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα. Ἕκτῃ καὶ δεκάτῃ Λογγῖνον ἄορ κατέπεφνεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίῳ Λογγίνῳ. Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει, Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεοντίου, Δομετίου, Τερεντίου καὶ Δομνίνου. Τρεῖς Λεόντιε, τοὺς συναθλοῦντας ἔχων, Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον. Τὴ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Μαλοῦ. Μαλὸς βραχεῖαν γῆς λιπὼν παροικίαν, Πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΛΟΓΟΝ ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ

Λόγον θείας γνώσεως, πεπλουτηκὼς διὰ πίστεως, τοὺς πιστοὺς ἐβεβαίωσας,πολύπλοκα βάσανα, καὶ θυμὸν τυράννων, φέρειν θαρσαλέως, διὰ τὴν μέλλουσαν ζωήν, καὶ ἀφθαρσίαν καὶ ἀγαλλίασιν· διὸ σε μακαρίζομεν, Λουκιανὲ ἀξιάγαστε, καὶ τὴν θείαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν. Εἱρκτὴν πολυχρόνιον, καὶ βιαιότατον θάνατον, ἐκαρτέρησας Ὅσιε, ἱμάσι πεδούμενος, καὶ λεπτοῖς ὀστράκοις, κεντούμενος Μάκαρ, καὶ ἀσιτίᾳ χαλεπῇ, μακρᾷ τε δίψῃ ἐκπιεζόμενος· διὸ σε ἡ οὐράνιος, τρυφὴ σαφῶς διεδέξατο, ὡς ἀήττητον Μάρτυρα, Ἀθλητὰ γενναιότατε. Κόλπος σε θαλάττιος, Λουκιανὲ εἰσδεξάμενος, μεθ' ἡμέρας τριάκοντα, τῇ χέρσῳ ἐκδίδωσιν, Ἰωνᾶν ὡς πάλαι, θηρὸς ὑπουργίᾳ, πρὸς θεοτίμητον ταφήν, καὶ ἰαμάτων θείαν ἀνάβλυσιν, Μαρτύρων ἀκροθίνιον, τῆς Ἐκκλησίας ἑδραίωμα· διὰ τοῦτο τιμῶμέν σε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

ΛΟΥΚΙΑΝΟΥ ΑΝΤΙΟΧΕΙΑΣ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Λουκιανοῦ, Πρεσβυτέρου τῆς Μεγάλης Ἀντιοχείας. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Λουκιανοῦ, πρεσβυτέρου Ἀντιοχείας τῆς μεγάλης. Ἄρτου στερήσει Λουκιανὸς ἀντέχει, Τοῦ ζῶντος ἄρτου μὴ στερηθῆναι θέλων. Λιμῷ Λουκιανὸς δεκάτῃ θάνεν ἠδέ τε Πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Σαβίνου Ἐπισκόπου. Ἰσάγγελον Σαβῖνος εὖ βιοὺς βίον, Θανὼν συνήφθη τῷ χορῷ τῶν Ἀγγέλων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Βάρσου, Ἐπισκόπου Ἐδέσσης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως Μοναχοῦ τινος καὶ Μάρτυρος, καὶ ὠφέλιμος διήγησις περὶ αὐτοῦ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΙ ΤΟ ΟΡΟΣ ΑΝΕΛΘΩΝ

Ἐπὶ τὸ ὄρος ἀνελθών, Πάτερ ἀρετῶν ἐκομίσω, νόμον Θεοῦ καὶ ὡς Μωσῆς, πλανηθέντας ἐφείλκυσας εὔθετα, μελῳδῶν Ἀξιάγαστε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. Λύμην αἱρέσεως δεινήν, ἔστησας φαρμάκῳ τῶν λόγων, τῶν σῶν δογμάτων μελῳδῶν, ἐπινίκιον ὕμνον τῷ Κτίσαντι· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Πηγὴ θεόβρυτος ἡ σή, Πάτερ ἀναδέδεικται γλῶσσα, φλογιζομέναις ἐκ παθῶν, ταῖς ψυχαῖς, αἱ πιοῦσαι κραυγάζουσιν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

ΕΠΙ ΠΕΤΡΑΝ, ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ

Ἐπὶ πέτραν, θείας γνώσεως ἐρείσαντες, τὰς βάσεις, Ἔνδοξοι, τῶν καρδιῶν ὑμῶν, ἐχθρῶν μηχανήμασιν, οὐ παρετράπητε, ἀναμέλποντες· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Φῶς ἀνέσπερον, ἀθλήσασι δι' αἵματος, ὑμῖν ἀνέτειλε, καὶ εὐφροσύνη σαφῶς, ὑμᾶς διεδέξατο Μεγαλομάρτυρες, ἀναμέλποντας. Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ. Ἡγιάσατε, προθύμως διερχόμενοι, πόλεις Μακάριοι, ὁμολογοῦντες Χριστόν, τυράννων ἐνώπιον, καὶ πᾶσαν ἴασιν, παρεχόμενοι, τοῖς δεομένοις χάριτι, τοῦ Σωτῆρος Ἀθλοφόροι.

ΜΑΡΤΥΡΟΣ ΣΙΛΒΑΝΟΥ ΚΛΠ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου. Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα, Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος. Σὺν τρισὶ Ναζάριος τμήθη δεκάτῃ γε τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου. Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης, Μέλη λιπὼν τέρποντα τὴν Ἐκκλησίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ. Μετῆλθεν αὐχήν Σιλβανοῦ τομὴν ξίφος, Κἀντεῦθεν ὤφθη Σιλβανὸς τομεὺς πλάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου. Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος, Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου. Ὁ ἅγιος Εὐθύμιος ὁ νέος, ὁ ἐν Θεσσαλονίκῃ ὑπὲρ τῶν ἁγίων εἰκόνων ἀγωνισάμενος, τελειοῦται. Οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται. Μνήμ...

ΔΙΑ ΣΠΛΑΓΧΝΑ ΕΛΕΟΥΣ

Διὰ σπλάγχνα ἐλέους, ἀπὸ τῆς Παρθένου ὁ Υἱὸς γεγέννηται, τοῦ Θεοῦ ἀτρέπτως, τὸ ἀλλότριον φέρων ὡς ἴδιον, καὶ μορφῇ τῇ τούτου, περιγραπτὸς ὁρᾶται θέλων, κατ' οὐσίαν ὁ ὢν ἀπερίγραπτος.

Ο ΕΚ ΠΑΤΡΟΣ ΕΚΛΑΜΨΑΣ

Ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀρρήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει, ὃν εἰδότες, οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα, αὐτὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβομεν πιστῶς. Καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

ΦΩΤΙ ΤΩ ΘΕΙΩ

Φωτὶ τῷ θείῳ νῦν πλησιάζοντες, πρεσβευτικαῖς αὐγαῖς τὴν Ἐκκλησίαν φωτίζετε, τὴν ἐσκοτισμένην ἐξ ἀγνοίας δεινήν, δόξαν Εἰκονομάχων ἀποδιώξαντες, καὶ τῇ ὀρθοδόξῳ, πρὸς Θεὸν πίστει στηρίξαντες. Ἐχθρῶν δαιμόνων στίφη διώκετε, καὶ πειρασμῶν ἡμᾶς ἀπολυτροῦσθε μακάριοι, μαλακίας πάσης τε καὶ νοσήματος, τοὺς ἡμῶν τῷ τεμένει πίστει προστρέχοντας, νεύσει ἀπαλλάττετε Θεοῦ, Κάρπε καὶ Πάπυλε. Ῥοὴν δακρύων μου μὴ ἀπώσησθε, ὦ ξυνωρὶς Ἁγίων Ἀθλοφόρων, ὡς ἔχοντες, παρρησίαν νῦν πρὸς τὸν Δεσπότην Χριστόν· σκότους με ἀφαρπάσαι, τοῦτον αἰτήσασθε, καὶ τοῦ ἀκηράτου φωτισμοῦ καταξιώσατε.

ΣΥΝΟΝΤΕΣ ΠΑΜΜΑΚΑΡΙΣΤΟΙ

Συνόντες παμμακάριστοι, Θεῷ τῷ Παντοκράτορι, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενοι Ἀθλοφόροι, Κάρπε Χριστοῦ, Ἱεράρχα, καὶ Πάπυλε ἀοίδιμε, στεφανηφόροι Μάρτυρες, τῶν τὴν ὑμῶν ἐκτελούντων, μέμνησθε πάμφωτον μνήμην.

ΡΑΝΑΤΩΣΑΝ ΓΛΥΚΑΣΜΟΝ, ΤΑ ΟΡΗ

Ῥανάτωσαν γλυκασμόν, τὰ ὄρη καὶ ἀγαλλίασιν, αἱρετικῶν ἡ πληθύς· ἀπεσκορακίσθη γάρ, πικρὸν ἡ προχέουσα, ἰὸν τῶν εἰκόνων, τῶν ἁγίων τὴν ἀθέτησιν. Ὁ οὐρανὸς καὶ ἡ γῆ, συμφώνως ἑορταζέτωσαν, τῆς θυγατρὸς τοῦ Θεοῦ, τὴν μεγαλειότητα· καὶ γὰρ μεγαλύνεται, καταβαλλομένη τοὺς αὐτὴν κατασμικρύνοντας.

ΜΗΤΡΟΣ ΥΙΟΣ, Ο ΠΑΤΡΟΣ ΑΜΗΤΩΡ

Μητρὸς Υἱός, ὁ Πατρὸς ἀμήτωρ τὸ πρίν, ἀπάτωρ δέ, θεοπρεπῶς γεννηθείς, καὶ ἀναγεννήσας με· διὸ τὴν γεννήσασαν, σὺν τῷ γεννηθέντι, εἰκονίζων κατασπάζομαι.

ΠΟΔΩΝ ΜΑΡΤΥΡΕΣ ΚΑΘΗΛΩΣΙΝ

Ποδῶν Μάρτυρες καθήλωσιν ὑπέστητε, κρηπῖσι πανσεβάσμιοι, πορευόμενοι, ἐν ὁδῷ καὶ ᾄδοντες Θεῷ, καὶ κέντρα συντρίψαντες, ὡς χοῦν τῆς ἀσεβείας, εὐσεβῆ πίστιν ἱδρύσατε. Ὑπὲρ ἥλιον ἀθλοῦντες ἀνελάμψατε, Μάρτυρες ἀξιάγαστοι, καὶ τῆς πλάνης δὲ τῶν εἰδώλων, ἅπασαν ἀχλύν, σαφῶς ἐδιώξατε πιστοῖς, θεογνωσίας φωτισμόν, ἀεὶ δωρούμενοι. Λαβροτάτην φλόγα μέλλουσαν ἀνάπτεσθαι, τοῦ ταύτῃ ἐμβληθῆναι ὑμᾶς, ἡ πανόλβιος καθορῶσα, ἔκραζε Χριστῷ· Χοροῦ μὴ στερήσῃς με τῶν σῶν, Ἀγαθονίκη Ἀθλητῶν, ὁ τῶν Πατέρων Θεός.

ΘΕΛΩΝ Ο ΠΑΝΟΙΚΤΙΡΜΩΝ ΘΕΟΣ ΗΜΑΣ

Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν ἀεὶ πρὸς μνήμην τελείαν τῆς αὐτοῦ ἐνανθρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ τῆς χρωματουργίας τῶν εἰκόνων, τὴν σεβάσμιον ἀνατυποῦσθαι μορφήν, ὅπως ταύτην ἐπ' ὄψεσιν ὁρῶντες, πιστεύωμεν, ἅπερ λόγῳ ἀκηκόαμεν, γνωρίζοντες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνομα, τὸ σχῆμα καὶ τοὺς ἄθλους τῶν Ἁγίων ἀνδρῶν, καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχόμενον τοῖς Ἁγίοις Ἀθληταῖς τε καὶ Μάρτυσι, δι' ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Ζ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Τῶν Ἁγίων Πατέρων τῆς Ζ' οἰκουμενικῆς Συνόδου. ΟΚΤΩΒΡΙΟΣ Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ τῶν εὐσεβῶν καὶ φιλοχρίστων Βασιλέων, Κωνσταντίνου καὶ Εἰρήνης, κατὰ τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων, καὶ τὰς σεπτὰς καὶ Ἁγίας εἰκόνας καταβαλόντων. Στίχοι Ὑπέρμαχοι σοὶ τοῖς λόγων ὅπλοις, Λόγε, Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων. Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΡΠΟΥ ΚΑΙ ΠΑΠΥΛΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Κάρπου καὶ Παπύλου. Ταῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κάρπου, Παπύλου, Ἀγαθοδώρου, καὶ Ἀγαθονίκης. Κάρπῳ, Παπύλῳ, τοῖς Θεοῦ καρποῖς δύο, Πᾶς πυλεὼν τμηθεῖσιν ἠνοίγη πόλου. Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει, Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων. Οὐκ ἐμποδὼν σοι, Μάρτυς Ἀγαθονίκη, Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος. Κάρπον σὺν Παπύλῳ δεκάτῃ τρίτῃ ἔκτανε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φλωρεντίου. Ὢ θάρσος οἷον Μάρτυρος Φλωρεντίου! Πρὸς τὴν φλόγα τρέχοντος, ὥσπερ πρὸς δρόσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκόρου. Τμηθεὶς ὁ Διόσκορος αἰσχύνει Δία, Τὸν μὴ λαβόντα ψυχαπωλείας κόρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικήτα Πατρικίου τοῦ Ὁμολογητοῦ. Θλίψεις ὑποστὰς εἰκόνων θείων χάριν, Χαίρει χαρὰν Νικήτας, οἵαν οἱ Νόες. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βενιαμὶν τοῦ Διακόνου. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντιγόνου, διὰ ...

ΛΕΛΑΜΠΡΥΣΜΕΝΟΙ ΣΤΙΓΜΑΣΙ, ΚΑΙ ΩΡΑΙΟΙ ΕΝ ΚΑΛΛΕΣΙ

Λελαμπρυσμένοι στίγμασι, καὶ ὡραῖοι ἐν κάλλεσι, τῆς καλλοποιοῦ Μακάριοι ἀθλήσεως, Κυρίῳ παρίστασθε, στεφανηφόροι πάντοτε, αἴγλης τῆς ἐκεῖθεν, πεμπομένης πλουσίως, πληρούμενοι, καὶ πόθῳ, μελῳδοῦντες ἀπαύστως, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἐν ἑαυτῷ μαινόμενος, ὁ παράφορος τύραννος, ὡς νενικημένος ταῖς ὑμῶν ἐνστάσεσι, τομῶς ἀποφαίνεται, θανατωθῆναι ξίφει ὑμᾶς· Τὸν Δημιουργὸν καὶ Λυτρωτὴν μελῳδοῦντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Οἱ τῆς Τριάδος πρόμαχοι, οἱ καλλίνικοι Μάρτυρες, οἱ τῆς ἀθεΐας τὸν κρυμὸν σκεδάσαντες, τῇ θέρμῃ τῆς πίστεως, τὰ τῶν πιστῶν προπύργια, ἄνθη τὰ τερπνὰ τοῦ νοητοῦ Παραδείσου, λιμένες τῶν ἐν ζάλῃ, οἱ ἀκλόνητοι στῦλοι, Ἀνδρόνικος καὶ Πρόβος,καὶ Τάραχος τιμάσθωσαν.

ΩΤΙΩΝ ΑΦΑΙΡΕΣΙΝ, ΥΠΕΣΤΗΣ ΧΑΙΡΩΝ

Ὠτίων ἀφαίρεσιν, ὑπέστης χαίρων Τάραχε ἔνδοξε, ὡς εὐήκοος δοῦλος, τοῦ κλίναντός σοι οὓς εὐμενέστατον, καὶ τὰς εὐχάς σου πληρώσαντος, κράζοντος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τεινόμενοι Μάρτυρες, καὶ ταῖς βασάνοις καταικιζόμενοι, σταθηρᾷ διανοίᾳ, τοῖς παρανόμοις ἀντικατέστητε· καὶ νικηφόροι γενόμενοι ψάλλετε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐπλήσθη τὸ πνεῦμά σου, ἐνθέου δρόσου καὶ ἀναψύξεως, ὁπηνίκα τὰς χεῖρας, πυρὶ καὶ κάραν καταφλεγόμενος, ὥσπερ οἱ Παῖδες ἐκραύγαζες Τάραχε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ῥαντίσματι Ἅγιοι, σεπτῶν αἱμάτων πλάνης τοὺς ἄνθρακας, κατασβέσαντες, δρόσον ἡμῖν ἐνθέου βλύζετε χάριτος, καὶ ἰαμάτων προχέετε νάματα, τοῖς εὐφημοῦσιν ὑμῶν, τὴν μνήμην πάντοτε.

ΤΟΥ ΙΗΣΟΥ ΤΑ ΠΑΘΗ ΓΕΝΝΑΙΩΣ ΜΙΜΗΣΑΜΕΝΟΙ

Του Ἰησοῦ τὰ πάθη γενναίως μιμησάμενοι, ἅμα σὺν Ταράχῳ τῷ σοφῷ, ὁ Πρόβος τε καὶ Ἀνδρόνικος, χαίροντες ἤχθησαν ἐν σταδίῳ, παρανόμων ἐλέγχοντες ἀθεΐαν. Ὅθεν ἡμεῖς οἱ ἐκ πόθου τιμῶντες τὴν μνήμην αὐτῶν, ἐν ὕμνοις ἀνευφημοῦμεν, καὶ πιστῶς τοὺς ἀγῶνας κηρύττομεν· ἐθαυμάστωσε γὰρ ὁ Κύριος, ὡς φωστῆρας ἐν κόσμῳ, τῇ πίστει γενναίως ἐναθλήσαντας.

ΠΡΟΒΟΥ, ΤΑΡΑΧΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου. Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος, Ἤραντο νίκην, γῆν προβάντες ταράχου. Τμήθη δωδεκάτῃ, Πρόβος, Ἀνδρόνικος, Τάραχός τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Καλλινίκου Μάρτυρος Δομνίνης. Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη, Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀναστασίας τῆς Παρθένου. Οἱ Ἅγιοι ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται. Ὁ Ἅγιος Θεόδωρος, Ἐπίσκοπος Ἐφέσου ἐν εἰρήνῃ τελειοῦται. Αἱ Ἅγιοι Μάρτυρες Μαλεφθᾶ, Ἀνθία καὶ οἱ Μάρτυρες, Ἰουβεντῖνος, Μάξιμος, Δωρόθεος καὶ Διόδωρος, ξίφει καὶ πυρὶ τελειοῦνται. Ὁ Ἅγιος Ἰωάννης, Ἐπίσκοπος Δαμασκοῦ ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΟΦΟΡΟΝ ΣΕ ΠΑΡΘΕΝΟΝ

Κυοφόρον σε Παρθένον ὀνομάζομεν, Μαρία Θεονύμφευτε, οἱ σῳζόμενοι διὰ σοῦ ἡμέρας καὶ νυκτός, ἐχθρῶν ἐπηρείας βλαβεράς, καὶ πειρασμῶν παντοδαπῶν, καὶ ψυχικῶν μολυσμῶν.

ΕΠΕΒΙΒΑΣΕΝ ΩΣ ΙΠΠΟΝ ΣΕ ΤΑΡΑΣΣΟΝΤΑ

Ἐπεβίβασεν ὡς ἵππον σε ταράσσοντα, ἐθνῶν θαλάσσας Φίλιππε, ὁ ὑπέρθεος, κεφαλὰς συνθλῶντα τῶν ἐχθρῶν, καὶ μέλποντα τούτῳ ἐμμελῶς· Εὐλογητὸς εἰ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σαφηνίζων τὸ πρὸ πάντων ἀποκείμενον, αἰώνων σὺ μυστήριον, μυστολέκτης τε, χρηματίσας Φίλιππε σοφέ, ἐμύησας ἔθνη καὶ λαούς, καὶ μυστηρίων ἐναγῶν ἐναπεκάθηρας. Ὤφθης ἔνδοξος ἀστὴρ μέγιστε Φίλιππε, καὶ Τράλλης ἐγκαλλώπισμα, ἐν ᾗ τὸ σῶμα τὸ σεπτόν σου κείμενον τελεῖ, θαυμάτων παράδοξα σοφέ, εἰς φωτισμὸν τῶν εὐσεβῶς μακαριζόντων σε.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ ΚΑΙ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Νικαίας, τοῦ Ποιητοῦ καὶ Γραπτοῦ. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων. Ὧν περ διηκόνησας ἐν γῇ πραγμάτων, Ἐν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις. Λειτουργὸς λάβε μισθὸν ἐν ἑνδεκάτῃ γε Φίλιππος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ. Ὁ Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης, Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων. Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι, Ἡ Φιλονίλλα Ζηναΐς τε αἱ δύο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου. Ὁ Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε, Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει. Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας, Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθ...

ΩΣ ΟΡΘΡΟΣ ΕΛΑΜΨΑΣ ΕΥΠΡΕΠΗΣ

Ὡς ὄρθρος ἔλαμψας εὐπρεπής, ὡς ἡμερινὸς ὄντως ἀστήρ, ὡς φαεινότατος ἥλιος, ἄθλων καὶ σημείων μαρμαρυγαῖς τοὺς πιστούς, ἐνθέως καταυγάζων, Μάρτυς Εὐλάμπιε. Μεγίστοις πόνοις ἐγκαρτερῶν, καὶ τὰς ἀνενδότους τῶν δεινῶν, ἐπιφορὰς λογιζόμενος, Μάρτυς ὡς ἡδίστας τρυφὰς Εὔλάμπιε, τὰς θείας ἀντιδόσεις, χαίρων κεκλήρωσαι. Αἱμάτων ῥεῖθρα Μάρτυς σεμνή, χέουσα ἐκτήσω τῆς τρυφῆς, σὺ τὸν χειμάρρουν πανεύφημε, καὶ τὴν δι' αἰῶνος δόξαν ἀμάραντον, καὶ τὴν ἐν Παραδείσῳ, τερπνὴν ἀπόλαυσιν.

ΡΟΜΦΑΙΑΙ ΠΑΣΑΙ

Ῥομφαῖαι πᾶσαι τοῦ δυσμενοῦς, ἄχραντε πανάμωμε Ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον· σὺ γὰρ τὸν ἁπάντων Θεὸν ἐκύησας, τὸν Σταυρῷ καθελόντα, τούτου τὸ φρύαγμα.

ΕΥΛΑΜΠΙΟΥ ΚΑΙ ΕΥΛΑΜΠΙΑΣ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας. Καὶ προφθάσασα τὴν τομὴν Εὐλαμπία. Εὐλαμπίῳ τμηθέντι κοινωνεῖ στέφους. Τμήθησαν δεκάτῃ Εὐλάμπιος ἠδὲ ἀδελφή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων διακοσίων Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίω Εὐλαμπίῳ. Ἀνδρῶν τετραπλῆν οἶδα πεντηκοντάδα, Ξίφει τελειωθεῖσαν, ὦ θείου τέλους! Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιανοῦ. Ὁ Βασιανός, τὸν κάτω λιπὼν βίον, Χαίρων πρὸς αὐτήν τὴν ἄνω χωρεῖ βάσιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφίλου τοῦ Ὁμολογητοῦ. Τὴν κλῆσιν ἔργοις Θεόφιλος δεικνύων, Θεανδρικῆς ἤθλησεν εἰκόνος χάριν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ, Η ΑΜΝΑΣ ΘΕΩΡΟΥΣΑ ΕΝ ΤΩ ΣΤΑΥΡΩ

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. ᾛ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς εὐσεβῶς προσκυνοῦσιν, αὐτοῦ τὰ παθήματα.

ΤΩΝ ΒΑΣΑΝΩΝ ΤΑ ΝΕΦΗ ΤΑ ΧΑΛΕΠΑ

Τῶν βασάνων τὰ νέφη τὰ χαλεπά, Ἀθληταὶ παριδόντες καρτερικῶς, ὡς ἥλιος χάριτι, τοῦ Σωτῆρος ἐλάμψατε, ἀδελφικῇ στοργῇ δέ, ἐνθέως συνδούμενοι, ἐφ' ὁμοίοις πόνοις, λαμπρῶς ἐδοξάσθητε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε, θεραπεύειν νοσήματα, Ἀθλοφόροι αὐτάδελφοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ΤΩ ΚΑΛΑΜΩ ΤΗΣ ΧΑΡΙΤΟΣ, ΕΚ ΒΥΘΟΥ ΜΑΤΑΙΟΤΗΤΟΣ

Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας ἀξιάγαστε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σε παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου θεότητος. Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε. Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε, κατεφώτισας, οὓς ἀναδείξας Ἰάκωβε, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, τούτου πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, ὡς μαθητης ἀληθέστατος. Ὅλην ἀποθέμενοι, βιωτικὴν τυραννίδα, καὶ πλοῦτον μισήσαντες, καὶ τρυφὴν τὴν ῥέουσαν βδελυξάμενοι, τὸν Σταυρὸν ἤρατε, ὡς ζυγὸν ἔνθεον, καὶ Χριστῷ ἠκολουθήσατε, καὶ πρὸς οὐράνιον, χλόην θαυμαστῶς ...

ΙΕΡΟΜΥΣΤΗΣ ΤΑ ΟΥΡΑΝΙΑ, ΜΕΜΥΗΜΕΝΟΣ ΜΑΚΑΡ ΟΝΤΩΣ ΜΥΣΤΗΡΙΑ

Ἱερομύστης τὰ οὐράνια, μεμυημένος μάκαρ ὄντως μυστήρια, διελήλυθας τὴν σύμπασαν, οἰκουμένην κηρύττων μεγαλοφώνως, λόγον τὸν τῆς πίστεως Χριστοῦ, καὶ διδάσκων Ἀπόστολε, τὴν ἀπόρρητον χάριν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὄλβιος ἔφυς καὶ μακάριος, ἠξιωμένος πάσης μακαριότητος, ὡς συνόμιλος καὶ σύνοικος, γεγονὼς τοῦ Δεσπότου, καὶ τὴν ἐσχάτην ὄντως εὐκληρίαν πλουτήσας· καὶ τῷ Λόγῳ γηθόμενος, ἀνέμελπες Τρισμάκαρ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος, πρὸς τὸν Σωτῆρα στῆθι μάκαρ Ἰάκωβε, ἐξαιτούμενος τὴν ἄνωθεν, καὶ πλουσίαν εἰρήνην ταῖς Ἐκκλησίαις, καὶ τοῖς εὐφημοῦσί σε πιστῶς, τῶν πταισμάτων τὴν ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν· Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΠΑΛΑΙ ΚΑΥΧΩΜΕΝΟΝ ΑΜΕΤΡΩΣ

Πάλαι καυχώμενον ἀμέτρως, τὸν ἀρχέκακον συλλήψεσθαι τὴν κτίσιν, ὡς στρουθίον οἰκτρόν, κατέρραξας δυνάμει, θωρακισθεὶς τοῦ Πνεύματος, καὶ Σταυροῦ τῇ πανοπλίᾳ. Φέρων ἐπ' ὤμων τὸν σταυρόν σου, ἠκολούθησας Κυρίῳ ὁλοψύχως, καὶ τῆς δόξης αὐτοῦ, τετύχηκας τῆς θείας, ὡς πληρωτὴς Ἀνδρόνικε, τῶν αὐτοῦ διαταγμάτων. Δείκνυσι χάρις ἡ τῶν μύρων, τὴν πρὸς Κύριον σὴν Πάτερ παρρησίαν, τῶν ὑδάτων καὶ γάρ, τὴν χύσιν ἐκμιμεῖται, εἰς σωτηρίαν πάντοτε, τῶν πιστῶν προχεομένη.

ΑΥΛΩ ΦΩΤΟΧΥΣΙΑ

Ἀΰλῳ φωτοχυσίᾳ, πεπυρσευμένος Ἀπόστολε, τοὺς ἐν ζόφῳ δεινῷ ἀγνωσίας κεκρατημένους ἐφώτισας· Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Λαμπάσι καὶ φρυκτωρίαις, λελαμπρυσμένον τοῦ Πνεύματος, τῶν ἐθνῶν ἡ πληθύς, σπέρμα θεῖόν σε ὀνομάζει κραυγάζουσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Φρονήσει κεκοσμημένος, Θεοδωρήτῳ κατέλυσας, τὴν τοῦ κόσμου σοφίαν θεοφρόνως, κραυγάζων Ἰάκωβε· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΠΟΠΛΙΑΣ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη του Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνδρονίκου, καὶ τῆς συμβίας αὐτοῦ. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου. Τὸν σταυρὸν Ἰάκωβος αἴρων ἠδέως, Ὡς ἔστι Σῶτερ ἄξιός σου δεικνύει. Ἀμφ' ἐνάτην Ἰάκωβος ἑνὶ Σταυρῷ τετάνυστο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνδρονίκου, καὶ Ἀθανασίας τῆς συμβίου αὐτοῦ. Σύσκηνον Ἀνδρόνικος Ἀθανασίαν, Κόσμῳ τ' ἐν ἀσκήσει κἀν πόλῳ ἔχει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ποπλίας. Ῥυσθεῖσα κόσμου τῆς πλάνης ἡ Ποπλία, Πόλου πρόσεισι φωλεοῖς ὡς στρουθίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου. Εἰς ὕψος ἀρθεὶς ἀρετῶν θεῖος Πέτρος, Τὸν χοῦν ἀπεκδύς, ὕψος οὐρανοῦ φθάνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δωροθέου Ἐπισκόπου Τύρου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ δικαίου Ἀβραάμ, καὶ τοῦ ἀνεψιοῦ αὐτοῦ Λώτ. Τὶς οἶκός ἐστιν; Ἀβραὰμ τεθνηκότος. Οὐ κόλπος ἄλλοις οἶκος, ὡς τῷ Λαζάρῳ. Ὑπῆρξε τῷ Λὼ...

ΟΣΟΙ ΕΝ ΒΙΩ ΑΜΑΡΤΙΑΙΣ

Ὅσοι ἐν βίῳ ἁμαρτίαις ἐμολύνθητε, ὡς ὁ τάλας ἐγώ, ζηλώσωμεν τὴν μετάνοιαν, τὸν ὀδυρμόν τε μετὰ δακρύων τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας, ἵνα ταχὺ ἐκ Θεοῦ τὴν συγχώρησιν λάβωμεν, καθάπερ ἡ μακαρία, ἔτι ζῶσα, τὸν ῥύπον ἀπέπλυνε τῆς ἁμαρτίας, καὶ ἔλαβεν ἐκ Θεοῦ τὴν τελείαν συγχώρησιν, ὁδὸν μετανοίας ὑποδείξασα.

ΡΑΒΔΟΣ ΕΦΥΣ ΘΕΟΤΟΚΕ

Ῥάβδος ἔφυς Θεοτόκε ἐξ ἧς τὸ ἄνθος, τὸ νοητὸν ἐβλάστησε, θείας εὐωδίας, πληρῶσαν τὰ σύμπαντα, Χριστὸς ὁ Θεὸς ἡμῶν, μύρον ὢν ἀκένωτον τίμιον.

ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΠΕΛΑΓΙΑΣ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Αἴσχους πλυθεῖσα καὶ λιποῦσα τὸν σάλον, Πρὸς ὅρμον ἥκεις οὐρανοῦ Πελαγία. Ὀγδοάτῃ ὑπάλυξε βίου πέλαγος Πελαγία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πελαγίας τῆς Παρθένου. Κρημνῷ φυγοῦσα κρημνὸν αἰσχύνης μέγαν, Κρημνεῖς τὸν ἐχθρὸν εὐφυῶς Πελαγία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταϊσίας τῆς πόρνης. Ἐκ τοῦ ῥύπου σμηχθεῖσα τῆς ἀσωτίας, Φαιδρὰ πρόσεισι τῷ Θεῷ Ταϊσία. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ, ΚΥΡΙΕ

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΚΡΑΤΑΙΩΘΗ ΤΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΡΤΥΡΩΝ

Ἐκραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ' ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν, οἱ εὐσθενεῖς καὶ ἄριστοι Ἀθλοφόροι, Σέργιός τε καὶ Βάκχος. Τούτοις ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων. Τούτους ἐξεπλάγησαν τύραννοι, καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον, ὑπὸ σαρκὸς πατούμενον, τῶν δὲ πιστῶν ἡ Ἐκκλησία, πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονήν, ἐπιτελοῦσα βοᾷ· ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΝ ΣΤΑΥΡΩ ΠΑΡΕΣΤΩΣΑ ΜΗΤΗΡ Η ΣΗ

Ἐν Σταυρῷ παρεστῶσα Μήτηρ ἡ σή, καὶ Θεὸν σε εἰδυῖα ὑπὲρ βροτῶν, σαρκὶ προσιέμενον, τὸν ἑκούσιον θάνατον, ὡς μὲν μήτηρ ῥομφαίᾳ, καρδίαν ἐτέτρωτο, καὶ οὐχ ἧττον ὀδύναις, καὶ πόνοις προσήλωτο, ὡς δὲ βουλομένη, τὴν βροτῶν σωτηρίαν, καὶ κόσμου τὴν λύτρωσιν, εὐχομένη ἀνύμνει σε, καὶ σὺν δάκρυσιν ἔλεγεν· Ἀνάστηθι καὶ σῶσον Υἱέ, τοὺς τὰ πάθη πίστει σου δοξάζοντας, ὁ ὑπὲρ πάντων ἐκχέας, σὸν αἷμα τὸ ἅγιον.

ΕΝ ΟΥΡΑΝΟΙΣ ΧΡΙΣΤΕ

Ἐν οὐρανοῖς Χριστέ, κατοικοῦντες, Σέργιός τε καὶ Βάκχος, καὶ τοῦ θείου φωτὸς τοῦ παρὰ σοῦ ἐμφορούμενοι, ἐμὲ τὸν ἐν σκότει τῆς ἀγνωσίας πορευόμενον, προφθάσειαν διὰ τάχους, καὶ τῶν παθῶν ἀφαρπάσειαν, μόνε ἀθάνατε, στολὴν μοι τῆς ἀφθαρσίας καταπέμποντες· ὅπως λευχειμονῶν, τὴν φωτοφόρον αὐτῶν ἑορτὴν ἀνυμνῶ, καὶ κραυγάζω σοι Κύριε· Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.

ΣΕΡΓΙΟΥ ΚΑΙ ΒΑΚΧΟΥ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Σεργίου καὶ Βάκχου. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων Μαρτύρων, Σεργίου καὶ Βάκχου. Χαλκᾶ σὰ νεῦρα, Βάκχε, πρὸς νεύρων βίαν, Καὶ πρὸς ξίφος, Σέργιε, πῦρ σὴ καρδία. Σέργιον ἑβδομάτῃ ξίφος ἔκτανε, νεῦρα δὲ Βάκχον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰουλιανοῦ Πρεσβυτέρου, καὶ Καισαρίου Διακόνου. Σάκκῳ δοθείσι καὶ βυθῷ, Θεὸς Λόγος, Διττοῖς Ἀθληταῖς, σάκκον εἰς χαρὰν στρέφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυχρονίου. Κτείνουσι πολλὰ Πολυχρόνιον ξίφη. Πρὸς τὰ ξίφη δὲ λήψεται, καὶ τὰ γέρα. Ὁ Ἁγιος Λεόντιος ὁ Ὑπατικός, τῷ Χριστῷ πιστεύσας καὶ ἐπευξάμενος, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι Μάρτυρες Εὐσέβιος Πρεσβύτερος καὶ Φῆλιξ ξίφει τελειοῦνται. Οἱ Ὅσιοι ἐνενήκοντα ἐννέα πατέρες, οἱ ἐν τῇ νήσῳ Κρήτη ἀσκήσαντες, ἐν εἰρήνῃ τελειοῦνται. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΩ ΟΜΙΛΩΝ ΣΕΣΑΡΚΩΜΕΝΩ

Θεῷ ὁμιλῶν σεσαρκωμένῳ , σαρκὸς ἐπιλελησμένος ἐναπέφηνας, τὴν δὲ ὑπερκόσμιον, θέωσιν ἐπλούτησας, τῇ πρὸς Θεὸν ἐγγύτητι θεοποιούμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἀγάπῃ Θεῷ συγκεκραμένος, τὸν θάνατον μέτ' αὐτοῦ Μάκαρ ἐπόθησας, τοῖς συναποστόλοις σου· Ἄγωμεν φθεγξάμενος, καὶ σὺν αὐτῷ τὸν θάνατον καταδεξώμεθα· Τόν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας. Ὑμᾶς ὁ Χριστὸς τοὺς Ἀποστόλους, νεφέλας τῆς οὐρανίου βροχῆς ἔδειξεν, ὄμβροις ἐπικλύζοντας, θείας ἐπιγνώσεως, τὰς Ἐκκλησίας πάνσοφοι, καὶ καταρδεύοντας, καὶ Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΑΡΜΑ ΦΩΤΟΦΟΡΟΝ

Ἅρμα φωτοφόρον ἐδείχθης, ἐπικαθήμενον τὸν Λόγον, τῇ εὐπειθεστάτῃ ψυχῇ σου, καὶ θεοφόρῳ ἐπιφερόμενος, πρὸς σωτηρίαν Ἔνδοξε, ἡνιοχοῦντα τοὺς ὑμνοῦντας σε. Σοῦ τὴν παμμακάριστον μνήμην, ἐπιτελοῦντες δυσωποῦμεν, πάσης τρικυμίας ῥυσθῆναι, τῇ μεσιτείᾳ τῆς παρρησίας σου, ἣν ὡς Χριστοῦ Ἀπόστολος, ἔχεις Θεόπτα πανσεβάσμιε. Σήμερον τὴν μνήμην σου πάντες, Θωμᾶ Ἀπόστολε τελοῦμεν, φώτισον ἁγίασον πίστει, πειρατηρίων καὶ περιστάσεων, καὶ παθημάτων πάντοτε, ἀπολυτρούμενος πρεσβείαις σου.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ. Ὁ χεῖρα πλευρᾷ σῇ βαλεῖν ζητῶν πάλαι, Πλευρὰν ὑπὲρ σοῦ νύττεται Θωμᾶς Λόγε. Δούρασιν οὐτάσθη Θωμᾶς μακροῖσιν ἐν ἕκτῃ. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς ἁγίας μάρτυρος Ἐρωτηΐδος. Ἐρωτηΐδα πυρπολοῦσι παρθένον, Ἔρωτι Χριστοῦ τὴν προπυρπολουμένην. Ὁ ἅγιος νέος Ὁσιομάρτυς Μακάριος, ὁ ἐκ Κίου μὲν τῆς Βιθυνίας καταγόμενος, ἐν Προύσῃ δὲ μαρτυρήσας, λιθοβοληθεὶς πρότερον, ὕστερον ξίφει τελειοῦται κατὰ τὸ ἔτος 1590. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΝΑ ΤΩΝ ΣΤΕΦΑΝΩΝ ΤΗΣ ΔΟΞΗΣ

Ἵνα τῶν στεφάνων τῆς δόξης, ὡς ἀδιάφθορος παρθένος, Μάρτυς ἐπιτύχῃς παντοίων, κολαστηρίων εἶδος ὑπήνεγκας, ἀγαλλομένη πνεύματι, καὶ διανοίας ἀναστήματι. Ὡς περικαλὴς ὡς ὡραία, ὡς περιδέξιος παρθένος, ὡς ἀκαταγώνιστος Μάρτυς, ὡς τοῦ Δεσπότου νύμφη πανάμωμος, χρυσοειδέσι πτέρυξι, πρὸς τὰ οὐράνια κατέπαυσας. Σὺ φωτοειδεῖς Χαριτίνη, ἐναπαστράπτεις λαμπηδόνας, ζόφον πονηρίας δαιμόνων, καὶ παθημάτων ἀποδιώκουσα, ταῖς θεοδότοις πάντοτε, θαυματουργίαις ἀξιάγαστε. Ἡ περιχαρής σου ἡμέρα, περιχαρῶς λαοὺς ἀθροίζει, σοῦ τὰς ἀριστείας ὑμνῆσαι, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, καὶ τὴν γενναίαν ἄθλησιν, Μεγαλομάρτυς χαριτώνυμε.

ΩΦΘΗΣ ΥΠΕΡΤΕΡΑ ΟΥΡΑΝΩΝ

Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν οὐρανώσαντα Πάναγνε, γηγενῶν ὅλων τὸ φύραμα, καὶ Χαριτίνης τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΤΗΣ ΧΑΡΑΣ ΩΣ ΕΠΩΝΥΜΟΣ, ΕΝ ΧΑΡΑ ΠΡΟΣΕΧΩΡΗΣΑΣ

Τῆς χαρᾶς ὡς ἐπώνυμος, ἐν χαρᾷ προσεχώρησας , εἰς νυμφῶνα πάνσεμνε τὸν οὐράνιον, ἔνθα τὸ σὸν ἐπεπόθησας, κεκτῆσθαι πολίτευμα, ὑπομείνασα στερρῶς, ἀλγεινήν ὄντως βάσανον, τῶν ὀδόντων τε, καὶ ὀνύχων ἁπάντων ἐκριζώσεις, ἀθλοφόρε Χαριτίνη, Παρθενομάρτυς πολύαθλε. Τῶν λεόντων συνέθλασας, σιαγόνας πολύαθλε, σιαγόνων φέρουσα τὰ συνθλάματα, τῶν δὲ ὀνύχων ἐκρίζωσιν, γενναίως ὑπήνεγκας, ἐκριζοῦσα τὰ δεινά, τῆς ἀπάτης φρυάγματα, θαλαττίοις δέ, ἐν βυθοῖς ἀπερρίφης, τὴν κακίαν, ὑποβρύχιον ποιοῦσα, τοῦ πονηροῦ πολεμήτορος. Μετὰ τέλος μακάριον, ἐν θαλάσσῃ ῥιφεῖσάν σε, σὸς γεννήτωρ Ἔνδοξε συνεκόμισεν, ἀναβοὼν μετ' ἐκπλήξεως· Πῶς νῦν κεχαρίτωσαι, ἱερώτατον ἐμόν, καὶ ποθούμενον γέννημα, ταῖς κολάσεσι, τοῦ σεπτοῦ μαρτυρίου, καὶ τὴν κλῆσιν, ἀληθεύουσαν εἰργάσω, προτυπωθεῖσάν σοι χάριτι!

Η ΑΜΝΑΣ Η ΚΥΗΣΑΣΑ, ΤΟ ΑΡΝΙΟΝ ΤΟ ΑΜΩΜΟΝ

Ἢ ἀμνὰς ἡ κυήσασα, τὸ ἀρνίον τὸ ἄμωμον, τὸ τὴν ἁμαρτίαν ἐλθὸν ἰάσασθαι, παντὸς τοῦ κόσμου Πανάχραντε, οἰκείῳ ἐν αἵματι, τὸ σφαγὲν ὑπὲρ ἡμῶν, καὶ ζωῶσαν τὰ σύμπαντα· σὺ με ἔνδυσον, γυμνωθέντα τῆς θείας ἀφθαρσίας, ἐξ ἐρίου τοῦ σοῦ τόκου, περιβολὴν θείας χάριτος.

ΩΡΑΙΑ ΕΝ ΚΑΛΛΕΣΙ ΤΩΝ ΣΩΝ

Ὡραία ἐν κάλλεσι τῶν σῶν, στιγμάτων γέγονας, καὶ κατηγγύησαι, Παρθένος ἄφθορος μείνασα, τῷ ὡραίῳ Λόγῳ πάνσεμνε, τῷ ἐκ Παρθένου δι' ἡμᾶς, σεσαρκωμένῳ Χριστῷ, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Πάσαις μαχομένη προσβολαῖς, τῶν τιμωρούντων σε, γενναίως ἤνεγκας, τροχοῦ φλογίζοντος κάκωσιν, ὀβελίσκων τὴν πυράκτωσιν, τὴν εἰς βυθὸν ἀπορριφήν, καὶ τῶν ὀδόντων Σεμνή, καὶ ὀνύχων τὰς ἐκριζώσεις, Χριστὸν μεγαλύνουσα. Οἱ πόδες οἱ σοί, ταῖς καλλοναῖς τῶν πόνων ἔνδοξε καθωραΐσθησαν· διὸ ἐν ὕδασι βαίνοντες, οὐκ ἑβράχησαν συνόντων σοι, Παρθενομάρτυς ευκλεῶν Θεοῦ Ἀγγέλων, μεθ' ὧν ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Θαῦμα καταπλῆττον πάντα νοῦν, μετὰ τελείωσιν, πῶς τῷ γεννήτορι, τὸ σὸν ἐκδέδωκε λείψανον, βυθὸς ὁ κολπωσάμενος, ὅπερ κηδεύσας πατρικῶς, τρυγᾷ τὴν χάριν ἐκ σοῦ, Χαριτίνη, τὴν βασιλείαν λαβὼν τὴν οὐράνιον.

ΜΑΡΤΥΡΟΣ ΜΑΜΕΛΧΘΗΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΧΑΡΙΤΙΝΗΣ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη της Ἁγίας Μάρτυρος Χαριτίνης. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Χαριτίνης. Ὅπερ δι' εὐχῆς εἶχε, σαρκὸς τὴν λύσιν, Ἰδοὺ δι' εὐχῆς λαμβάνει Χαριτίνη. Πέμπτην Χαριτίνη εἰσέδραμεν ἄστυ Θεοῖο. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῆς Ἁγίας Μάρτυρος Μαμέλχθης. «Ὁμοῦ λελουμένην με Χριστὲ προσδέχου, Μαμέλχθα φησὶ) καὶ λίθοις βεβλημένην». Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ὀπτασίας Κοσμᾶ Μοναχοῦ, φοβερὰς καὶ ὠφελίμου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΙΕΡΑΡΧΗΝ ΑΘΗΝΩΝ ... ΙΕΡΟΘΕΕ

Τὸν Ἱεράρχην Ἀθηνῶν ἀνευφημοῦμέν σε, ὡς μυηθέντες διὰ σοῦ ξένα καὶ ἄρρητα· ἀνεδείχθης γὰρ θεόληπτος ὑμνολόγος. Ἀλλὰ πρέσβευε παμμάκαρ. Ἱερόθεε, ἐκ παντοίων συμπτωμάτων ἡμᾶς ῥύεσθαι, ἵνα κράζωμεν· Χαίροις Πάτερ Θεόσοφε.

ΟΤΕ Η ΜΗΤΗΡ ΤΟΥ ΛΟΓΟΥ

Ὅτε ἡ Μήτηρ τοῦ Λόγου, πρὸς τὰς ἐκεῖ καταπαύσεις, μεταναστεύουσα ὤφθη, σὺν τοῖς λοιποῖς Ἀποστόλοις, σὺ lερόθεε ὕμνοις, ἐπέστης ταύτην προπέμπων.

ΑΓΙΩΝ ΤΑ ΑΓΙΑ, ΚΑΤΑΝΟΗΣΑΙ ΣΠΕΥΔΩΝ ΜΑΚΑΡΙΕ

Ἁγίων τὰ ἅγια, κατανοῆσαι σπεύδων Μακάριε, καθαρότητα βίου, καὶ θεωρίας θείας ἀκρότητα, σοφῶς ἐκτήσω, καὶ ψάλλων ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ῥημάτων ὁ φθόγγος σου, καὶ συγγραμμάτων ἡ καλλιέπεια, κατευφραίνει τοὺς πόθῳ, προσομιλοῦντας καὶ διανίστησι, πρὸς ὑμνῳδίαν κραυγάζειν διδάσκουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μονάδα θεότητος, γνωριζομένην ἐθεολόγησας, ἐν προσώποις Τριάδι, καὶ ὑμνουμένην ἐν ὑποστάσεσι, τρισὶ θεόφρον, καὶ ψάλλων ἀνέμελπες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΠΡΟΣΔΟΚΗΣ, ΒΕΡΙΝΗΣ ΚΑΙ ΔΟΜΝΙΝΗΣ, ΑΥΔΑΚΤΟΥ ΚΑΙ ΚΑΛΛΙΣΘΕΝΗ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν. Ἱερόθεος ἱερώθη σοι πάλαι, Νῦν δ' αὖ μεταστάς, καὶ συνήφθη σοι Λόγε. Ἠοῖ σῆμα κάλυψε τετάρτῃ Ἱερόθειον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου Καπιτωλίων. Εὔθηκτος ὢν μάχαιρα Πνεύματος Πέτρος, Τὸ τοῦ ξίφους εὔθηκτον οὐκ ἐδειλία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης καὶ τῶν θυγατέρων αὐτῆς Βερίνης, καὶ Προσδόκης. Τὸ τοῦ ποταμοῦ ῥεῦμα ῥύμμα τρεῖς κόραι, Βοιωτικῶν ἔχουσιν ἀγνοημάτων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αὐδάκτου, καὶ Καλλισθένης τῆς αὐτοῦ θυγατρός. Ξίφει θανὼν, Αὔδακτε Μάρτυς Κυρίου, Σὺν Μάρτυσι ζῇς καὶ Θεὸν ζῶντα βλέπεις. Θεοῦ θεωρεῖ κάλλος ἡ Καλλισθένη, Οὗπερ τὸ θεῖον εἶχεν εἰς σκέπην σθένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμμοῦν τοῦ Αἰγυπτίου. Ἀσκήσεως διῆλθε τὴν στενὴν τρίβον, Ἀμμοῦν ὁ θεῖος, καὶ τρυφῆς εὗρε π...

ΕΝ ΙΕΡΕΥΣΙ ΚΑΙ ΜΑΡΤΥΣΙ ΔΙΑΠΡΕΨΑΣ ΟΣΙΕ

Ἐν Ἱερεῦσι καὶ Μάρτυσι διαπρέψας Ὅσιε, πιστὸς ἀνεδείχθης Ποιμήν, τοῦ Χριστοῦ πιὼν τὸ ποτήριον· διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ τῷ Χριστῷ, πρέσβευε ὑπέρ πάντων ἡμῶν, σὺν τοῖς ἄνω Λειτουργοῖς, ἐν φωτὶ νῦν αὐλιζόμενος.

ΜΗΤΗΡ ΘΕΟΥ ΠΑΝΑΜΩΜΕ, ΤΗΣ ΨΥΧΗΣ

Μήτηρ Θεοῦ Πανάμωμε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον· Υἱὸν γὰρ ἐγέννησας, τὸν ἐξουσίαν ἔχοντα, τοὺς πεπεδημένους ταῖς σειραῖς τῶν πταισμάτων, εὐκόλως ἀνιέναι τῶν δεσμῶν τῶν ἀλύτων, τὸν μόνον εὐεργέτην, καὶ μόνον ζωοδότην.

ΤΩ ΠΑΥΛΩ ΔΙΟΝΥΣΙΕ, ΤΩ ΚΛΕΙΝΩ ΚΟΡΥΦΑΙΩ ....

Τῷ Παύλῳ Διονύσιε, τῷ κλεινῷ κορυφαίῳ, μαθητευθεὶς πανόλβιε, ὑπ' αὐτοῦ ἐμυήθης, τῶν ἀποκρύφων τὴν γνῶσιν· ὅθεν σε καὶ λαμπτῆρα, τῇ Ἐκκλησίᾳ τίθησιν, Ἀθηνῶν προχειρίσας, τῆς εὐσεβοῦς, Ἱεράρχην πόλεως, ἣν φυλάττοις, ὀρθοδοξοῦσαν πάνσοφε, σαῖς εὐχαὶς θεοκῆρυξ.

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΑΞΙΩΘΕΙΣ, ΘΕΑΤΗΣ

Ἁγίων Ἀποστόλων ἀξιωθείς, θεατὴς χρηματίσαι καὶ σύμπονος, συγκοινωνός, γέγονας τῆς δόξης καὶ σὺν αὐτοῖς, ἐπὶ τὴν θέαν ἔσπευσας, σώματος τοῦ ὄντως ζωαρχικοῦ, τῆς μόνης Θεοτόκου, καὶ σεβασμιωτάτης· ἣν ἐπαξίως μεγαλύνομεν. Τῆς θείας βασιλείας ἐν οὐρανοῖς, κληρονόμος ἐγένου ὡς ἔννομος, Ἀρχιερεύς, Πάτερ ὡς ἀήττητος ἀθλητής, ἱερωσύνης χρίσματι, αἷμα συγκεράσας μαρτυρικόν· διὸ διπλοῦς στεφάνους, ἀπείληφας ἀξίως, ἱερομύστα Διονύσιε. Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, ἱεράρχα σοφὲ Διονύσιε, διὰ παντός, πρέσβευε ῥυσθῆναι ἐκ πειρασμῶν, τοὺς εὐσεβῶς ὑμνοῦντας σε, μύστα τῶν ἀρρήτων θεωριῶν, ὡς τῆς κρυφιομύστου, καὶ θεαρχικωτάτης, ἱεροφάντης ἀγαθότητος.

ΔΙΑΦΑΝΕΣ ΩΣ ΕΣΟΠΤΡΟΝ, ΓΕΓΟΝΩΣ ΔΙΟΝΥΣΙΕ

Διαφανὲς ὡς ἔσοπτρον, γεγονὼς Διονύσιε, καὶ χωρητικὸν τῶν καθαρῶν ἐμφάσεων, τὸν νοῦν ἐργασάμενος, δι' ἀρετῆς πανόλβιε, τὰς μαρμαρυγάς, τῶν ὑπὲρ νοῦν λαμπηδόνων, δεχόμενος ἐβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀφθονωτέρα χάρις σου, ἐξεχύθη τοῖς χείλεσιν· ὅθεν τὰς ἐνθέους, διδαχὰς παρέθηκας, τὴν τούτων διάνοιαν, ὑπερφυῶς ἡμῖν ἐξαπλῶν, καὶ διατρανῶν, καὶ τηλαυγῶς ἀναπτύσσων, τοῖς πίστει μελῳδοῦσιν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Γνωριμωτέρα γέγονε, διὰ σοῦ Διονύσιε, ἡ τῶν Ἀθηνῶν πανευκλεὴς Μητρόπολις, Χριστῷ προσενέγκασα, σὲ ἀπαρχὴν πανίερον, τῷ Παμβασιλεῖ, διηνεκῶς μελῳδοῦντα· Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΑΘΗΝΩΝ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΑΔΑΥΚΤΟΥ

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου. Τῇ Γ ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου. Τέμνῃ κεφαλήν· καὶ τὸ λοιπὸν ὡς μέγα! Ἄρας γὰρ αὐτήν, Διονύσιε τρέχεις. Τμηθεὶς Διονύσιε τρίτῃ κεφαλὴν θέες αἴρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥουστικοῦ καὶ Ἐλευθερίου. Ἐλευθέριον καὶ Ῥουστικὸν τὸ ξίφος, Ἐλευθέρους τίθησι καὶ τῶν γηΐνων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου. Κτίστῃ σέβας δοὺς Θεόκτιστος, οὐ κτίσει, Χαίρων κεφαλῆς τὴν ἀφαίρεσιν φέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου καὶ τῶν σὺν αὐτῷ ὀκτὼ Μαρτύρων. Διονύσιος σὺν συνάθλων ὀκτάδι, Ζόφου μεταστάς, φωτὸς οἰκεῖ χωρίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγιου Μάρτυρος Θεαγένους. Ὡς ἦλθεν ἐν χρῷ τῆς πυρᾶς Θεαγένης, Εἰσῆλθεν αὐτὴν οὐ ταραχθεὶς τῇ θέᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοτέκνου. «Ἅπαξ ἐλεύσθην» καὶ Θεότεκνος λέγει, Ὡς Παῦλος εἶπε, πρὸς Κορινθίους γράφων. ...

ΣΟΦΩΤΑΤΑ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ

Σοφώτατα τῆς ἑλληνικῆς, καταπεφρόνηκας σοφίας ἔνδοξε, τῶν Ἀποστόλων δὲ τὸν θεῖον φθόγγον, Πνεύματι τὸν κρουόμενον Πάτερ, καὶ πυρίνῃ γλώσσῃ τρανῶς ἐκφωνούμενον, ἀνεβόας· Εὐλογεῖτε τὰ ἔργα τόν Κύριον. Ἀνέδραμες πρὸς τὰ ὑψηλά, καὶ ὑπερκόσμια φαιδρῶς σκηνώματα, Χριστῷ δι' αἵματος ὡς ἱερεῖον, ἄμωμον προσαγόμενος Πάτερ, καὶ θυσία ζῶσα δεκτὴ καὶ εὐάρεστος, ἀναμέλπων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον. Νικώμεναι ὑπὸ τῆς ἐν σοί, σκηνούσης χάριτος δαιμόνων φάλαγγες, ἀποδιώκονται, καὶ δραπετεύει, πάθη Κυπριανὲ τῶν νοσούντων, οἱ πιστοὶ δὲ θείου φωτὸς ἐμφορούμενοι, βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΙΟΥΣΤΙΝΗΣ ΤΗΣ ΠΑΡΘΕΝΟΥ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου. Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου. Ἀλγεῖ Σατανᾶς, τὸν πάλαι φίλον βλέπων, Ξίφει φιλοῦντα συνθανεῖν Ἰουστίνῃ. Τμήθη δευτερίῃ σὺν Ἰουστίνῃ Κυπριανός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφίλου τοῦ Ὁμολογητοῦ. «Ἐναντίον μου σὴ τελευτὴ τιμία», Λέγει Θεὸς σοὶ τῷ φίλῳ Θεοφίλῳ. Ὁ ἅγιος μάρτυς Γεώργιος, ὁ εἰς τὸ Καρατζασοῦ μαρτυρήσας ἐν ἔτει 1794, ξίφει τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΥΦΡΑΝΘΗΤΙ

Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεὺς γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν εὐλαβείσθω πᾶσα ἡ γῆ ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον

ΑΝΑΝΙΑ ΑΠΟΣΤΟΛΕ...

Ἀθλοφορικὸν ἐνδιαίτημα ἀπεφάνθης, Ἀνανία Ἀπόστολε, καὶ λίθοις ὡς ἄνθεσι πυκαζόμενος, ὑπὲρ τοῦ παθόντος σαρκὶ δι' ἡμᾶς, ἑκουσίως τὸ αἷμά σου ἐξέχεας· ὅθεν ἡ Δαμασκὸς ἐναβρύνεται, τῇ ἱερᾷ, πανηγύρει σου σήμερον· οὐ μόνον δὲ ἐκείνη, ἀλλὰ καὶ πᾶσα ἡ ὑφήλιος, τῶν θαυμάτων σου τὰ τεράστια σαφῶς ἀνακηρύττουσα βοᾷ· Πρέσβευε πρὸς Θεόν, τοῦ δωρήσασθαι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.

ΠΑΣΑΝ ΤΟΥ ΚΟΣΜΟΥ

Πᾶσαν τοῦ κόσμου τὴν τερπνότητα, καὶ τὴν τρυφὴν καὶ δόξαν ἀποσεισάμενος, τὴν ψυχήν σου ἀνεπτέρωσας, πρὸς τάς ἄνω χορείας, πρὸς τάς ἐκείνων, δόξας καὶ λαμπρότητας Σοφέ, πρὸς τὰ κάλλη τὰ ἄρρητα, πρὸς μονὰς τάς ἐκεῖσε, πρὸς φῶς τῆς θεαρχίας κραυγάζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. Τῷ θείῳ πόθῳ πυρπολούμενος, τάς ἀναβάσεις ἔθου ἐν τῇ καρδίᾳ σου, καὶ ἀσώματον ἐν σώματι, πολιτείαν ἐκτήσω, τάς τῶν Ἀγγέλων τάξεις, ἐκμιμούμενος Σοφέ, τάς ἐκείνων ἐπόθησας, ἐν κόσμῳ μελῳδίας, ἐν πίστει Ῥωμανὲ ἀνακράζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. Ὑψηγορίᾳ, τῶν ἐνθέων σου, καὶ γλυκυτάτων λόγων μακαριώτατε, Ῥωμανέ, πᾶσαν διάνοιαν, καταθέλγεις ἀνθρώπων καὶ κατευφραίνεις, οἷά τις τροφεὺς πλουτοποιός, καὶ φωτίζεις φαιδρότατα, καὶ βοᾷν ἐκδιδάσκεις· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΡΩΜΑΝΟΥ ΚΑΙ ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΚΟΥΚΟΥΖΕΛΗ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου, ἑνὸς τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ. Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου. Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας, Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις. Λεύσθη Ἀνανίας Ὀκτωβρίου ἥματι πρώτῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανού, τοῦ Ποιητοῦ τῶν Κοντακίων. Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον, Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως. Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα, Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἓξ Ὀσιομαρτύρων ξίφει τελειωθέντων. Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας, Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου. Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων, Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει. Ὁ Ὅσι...