ΙΕΡΟΜΥΣΤΗΣ ΤΑ ΟΥΡΑΝΙΑ, ΜΕΜΥΗΜΕΝΟΣ ΜΑΚΑΡ ΟΝΤΩΣ ΜΥΣΤΗΡΙΑ

Ἱερομύστης τὰ οὐράνια, μεμυημένος μάκαρ ὄντως μυστήρια, διελήλυθας τὴν σύμπασαν, οἰκουμένην κηρύττων μεγαλοφώνως, λόγον τὸν τῆς πίστεως Χριστοῦ, καὶ διδάσκων Ἀπόστολε, τὴν ἀπόρρητον χάριν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὄλβιος ἔφυς καὶ μακάριος, ἠξιωμένος πάσης μακαριότητος, ὡς συνόμιλος καὶ σύνοικος, γεγονὼς τοῦ Δεσπότου, καὶ τὴν ἐσχάτην ὄντως εὐκληρίαν πλουτήσας· καὶ τῷ Λόγῳ γηθόμενος, ἀνέμελπες Τρισμάκαρ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος, πρὸς τὸν Σωτῆρα στῆθι μάκαρ Ἰάκωβε, ἐξαιτούμενος τὴν ἄνωθεν, καὶ πλουσίαν εἰρήνην ταῖς Ἐκκλησίαις, καὶ τοῖς εὐφημοῦσί σε πιστῶς, τῶν πταισμάτων τὴν ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν· Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ