Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν. Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ. Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε· Χαῖρε χαρὰ τῶν πιστῶν. Ὁ βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου Πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε. Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας, ἡμῶν ἐκτρέφουσα, τῇ ἐκμιμήσει, Ἑλένη πάνσοφε, τῆς πολιτείας σου· ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου πανηγυρίζοντες. Ἔλαιον ἀγαλλιάσεως, τοὺς σοὺς μετόχους Χριστέ, Κωνσταντῖνον Ἑλένην τε, παραδόξως ἔχρισας, τὴν ἀπάτην μισήσαντας, καὶ σοῦ τὸ κάλλος ἐπιποθήσαντας, καὶ βασιλείας τῆς οὐρανίου σου, τούτους ἠξίωσας, εὐσεβῶς τὸ πρό...