ΨΗΛΑΦΗΣΟΝ ΛΕΓΕΙ ΤΩ ΘΩΜΑ

Ψηλάφησον λέγει τῷ Θωμᾷ, ἐκ νεκρῶν τριήμερος, ἐξαναστὰς ὁ φιλάνθρωπος, καὶ ἴδε χεῖράς μου, καὶ ποδῶν τὰς τρήσεις, καὶ πλευρὰς τὴν πόρωσιν, καὶ γνῶθί με Θεὸν ἀναλλοίωτον, γεῶδες φύραμα, κατ' οὐσίαν μορφωσάμενον, καὶ τὸ πάθος ἐν αὐτῷ δεξάμενον.

Ἠπόρει τὰς τρήσεις ἐνορῶν τῶν ποδῶν ὁ Δίδυμος, καὶ τῶν χειρῶν τὰ τυλώματα, καὶ ἦν θαμβούμενος τὸ φρικῶδες θαῦμα, καὶ χειρὶ τὴν ἄχραντον πλευρὰν καὶ ψηλαφῶν καὶ θεώμενος, ἐξ ὧν ὑπέδειξεν, ἀναμφίβολον τοῖς ἔθνεσι, τὴν ἐκ τάφου τριήμερον Ἔγερσιν.

Λαμβάνω μεγίστην χαρμονήν, σὴν Σωτήρ μου Ἔγερσιν, βεβαιουμένην θεώμενος, ἐξ ὧν ἠξίωται, τολμηρῶν πραγμάτων ὁ Θωμᾶς ἐφάψασθαι· διό σε τὸν ἁπλοῦν δογματίζομεν, Θεὸν καὶ ἄνθρωπον, ἐνεργείας δύο φέροντα, οὐσιώδεις τῶν ἐξ ὧν συντέθεισαι.


Κύριε, τῇ ἀστέκτῳ τῆς Θεότητος αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν τὴν πλευρὰν ἐξεγύμνωσας, καὶ τραυμάτων σου χειρῶν καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς δεικνύων ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· Ὃν τρόπον ἐν ἐμοὶ καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν, τῷ δὲ διστάζοντι Μαθητῇ προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· Ἐρευνήσας ἅπαντα, δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε, ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρὶ τῆς σῆς διπλῆς οὐσίας ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ