Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουάριος, 2015

ΕΑΥΤΟΥΣ ΤΩ ΘΕΩ ΑΝΑΘΕΜΕΝΟΙ ΑΓΙΟΙ

Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι᾿ αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου. Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου, καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας. Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος, Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ. Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων, Πόθῳ Πατρὸς θνῄσκουσι τοῦ πάντων ξίφει. Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ. Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι, Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη. Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ, Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας. Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος. Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου. Εἰ τοῦ ξίφους στέρξω σὲ τῷ φόβῳ βίε, Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον. Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία, Καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω ...

ΤΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, Πάπα Ῥώμης. Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους, Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ. Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις, Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν. Ἔαρ χελιδὼν οὐ καθίστησι μία· Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ. Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν, Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην. Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας, Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως∙ Κὰλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος, Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας. Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν, Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας, Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων, Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν. Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην, Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις. Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν, Τὴν πρὸς Θεόν τ...

ΕΙΚΟΝΟΣ ΧΡΥΣΗ, ΕΝ ΠΕΔΙΩ ΔΕΗΡΑ ΛΑΤΡΕΥΟΜΕΝΗΣ

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος∙ μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον∙ ὃν νῦν δυσώπει Πανάμωμε, ἅπαντας κινδύνων ῥυσθῆναι, τοὺς ἐν πίστει κράζοντας∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐλπὶς ἀγαθή, προσδοκία τε Πιστῶν ὑπάρχεις Δέσποινα∙ καὶ νῦν δεόμεθα δωρήσασθαι, σῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον∙ τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιασάμενος ἀπημαύρωσα, δι᾿ ἀμελείας ὁ δείλαιος∙ νῦν δὲ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, ...

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ, ΚΑΙ ΘΡΟΝΩΝ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ, ΕΝ ΛΑΚΚΩ ΕΦΡΑΞΕ, ΠΥΡΟΣ ΔΕ ΔΥΝΑΜΙΝ ΕΣΒΕΣΑΝ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Ἑστὼς ἐπὶ βήματος σοφέ, Τριάδα ἄκτιστον, ἐθεολόγησας· νοῦ καθαρότητι Ἅγιε, διανοίας τε λαμπρότητι, μὴ πτοηθεὶς τυραννικῶν θρόνων ὠμότητα, ἀλλ᾿ ἐβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ῥυθμίσας ἐμφρόνως σου τὸν νοῦν, τοῖς θείοις δόγμασι, μάκαρ Ἰγνάτιε, τὸν δεισιδαίμονα τύραννον, τῆς ἀπάτης προϊστάμενον, τοῖς σοφίας ὀχετοῖς, ἄρδην κατέκλυσας, Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον. Ἀπείρῳ λαμπόμενος φωτί, τῶ τῆς θεότητος Μάρτυς ἀήττητε, τῆς ἀθεότητος ἄστατον, ἐξηφάνισας σκοτόμαιναν, ἐπιστολὰς φωτοειδεῖς, πέμπων τοῖς μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΙΕΡΕΜΙΑΝ Ο ΘΕΟΣ ΕΚ ΜΗΤΡΑΣ ΑΓΙΑΣΑΣ, ΚΑΙ ΠΡΟ ΤΟΥ ΓΕΝΝΗΘΗΝΑΙ

Ἱερεμίαν ὁ Θεὸς ἐκ μήτρας ἁγιάσας, καὶ πρὸ τοῦ γεννηθῆναι γινώσκων ὡς προγνώστης, δοχεῖον ἔσεσθαι αὐτὸν Πνεύματος Ἁγίου, ἐμπιπλᾷ τοῦτον εὐθύς, ἐκ νεαρᾶς βιώσεως, καὶ Προφήτην τοῦτον, καὶ κήρυκα πᾶσιν ἀποστέλλει, προαγγέλλειν τὴν ἁγίαν ἐπὶ τῆς γῆς αὐτοῦ παρουσίαν. Τεχθεὶς οὖν ὁ αὐτὸς Θεὸς ἐκ Παρθένου, πρός τὸ κήρυγμα ἐλθών, εὗρεν ἐκ βρέφους, ἄξιον αὐτοῦ τῆς χάριτος ὑποφήτην, τὸν θεοφόρον καὶ θεῖον Ἰγνάτιον.

ΘΕΟΛΟΓΩΝ ΑΚΡΟΤΗΤΟΣ, ΧΡΗΜΑΤΙΣΑΣ ΔΙΑΔΟΧΟΣ

Θεολόγων ἀκρότητος, χρηματίσας διάδοχος, τοῖς ἐκείνων ἴχνεσιν ἠκολούθησας, Ἀνατολῆς ἐξορμώμενος, καὶ Δύσει φαινόμενος, καὶ φωτίζων ἀστραπαῖς, τοῦ ἐνθέου κηρύγματος· ἔνθα Πάνσοφε, ἐκ τοῦ κόσμου μὲν ἔδυς, εἰς Θεὸν δέ, ἐξανέτειλας τῷ φέγγει, κατεστεμμένος τῆς χάριτος. Ἱερῶς ἀπεδόθη σου, τῇ σῇ πόλει τὰ λείψανα, Θεοφόρε πάνσοφε δι' ἀθλήσεως, ἁγιασθέντα λαμπρότερον, καὶ χάριτι στίλβοντα, τὴν ἐπάνοδον ἡμῖν, πανηγύρεως πρόξενον, ἀπειργάσατο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, θυμηδίας ἐμπιπλῶντα, τοὺς εὐσεβῶς σε γεραίροντας. Ἀναλάμψας ὡς ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, τὰ τοῦ κόσμου πέρατα κατεφαίδρυνας, ταῖς λαμπηδόσι τῶν ἄθλων σου, θερμῶς προϊστάμενος καὶ συγγράφων ἀληθῶς, εὐσεβείας διδάγματα· ὅθεν γέγονας, καὶ τροφὴ τῷ Δεσπότῃ τῷ τὰ πάντα, διατρέφοντι Παμμάκαρ, ἀδιαλείπτῳ χρηστότητι. Ἐξ Ἑῴας μὲν πρότερον, Ἑωσφόρος Ἰγνάτιε, ἐν Δυσμαῖς διηύγασας φαεινότατος· νῦν δὲ τῶν θείων λειψάνων σου, ἐν τῇ ἐπανόδῳ φαιδράς, τὰς ἀκτῖνας ἐπὶ γῆς, ἀφ᾽ ἑσπέρας ἐφήπλωσας· διὸ πρέσβευε, ἐκ φθορᾶς ...

ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΙΓΝΑΤΙΟΥ ΘΕΟΦΟΡΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Χάρις λέουσιν Ἰγνάτιε παμβόροις, Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος. Τῇ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου. Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου, Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου. Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίῳ, Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης. Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος, Σύνεστι βαστάσασιν ἡμέρας βάρος. Τῇ αὐτῇ ἡμέρᾳ,...

ΙΧΝΗΛΑΤΕΙΝ ΒΟΥΛΟΜΕΝΟΣ, ΠΑΤΕΡ, ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΤΑΙΣ ΤΡΙΒΟΙΣ

Ἰχνηλατεῖν βουλόμενος, Πάτερ, τοῦ Προδρόμου ταῖς τρίβοις, ἐκ τοῦ κόσμου μόνος αὐτὸς ἀπάρας, εἰς ἔρημον κατῴκησας. Βλέπων σε οὖν οὕτω βιοῦντα ὁ ἐχθρὸς τόν δίκαιον, γύναιον πάνυ ἀναιδὲς κατὰ σοῦ διεγείρει, οἰόμενος διὰ τοῦ ἀρχαίου ὅπλου τὴν σὴν ἀνδρείαν καταβαλεῖν, καὶ τὴν ἁγνείαν μολύνειν σου, ἵνα μὴ ἐν τοῖς λόγοις καὶ ἔργοις σου ῥαθύμους ἐγείρῃς πρὸς μετάνοιαν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου. Ἤκουσε γλῶτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω, Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος. Εἰκάδι ὀγδοάτῃ Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παλλαδίου. Κρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων, Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀσκητοῦ. Ἀπῆλθε σαρκός, ὥσπερ ἒκ τινος πάγης, Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι δύο Μάρτυρες, μήτηρ καὶ θυγάτηρ, ξίφει τελειοῦνται. Τῇ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν, Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Χάρις τοὺς πόδας ἐκκοπεῖσα τελειοῦται. Πόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει∙ Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΝΑ ΤΙ ΜΕ ΑΠΩΣΩ, ΑΠΟ ΤΟΥ ΠΡΟΣΩΠΟΥ ΣΟΥ ΤΟ ΦΩΣ ΤΟ ΑΔΥΤΟΝ

«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι». Νοερὰν σατραπείαν, καὶ τυραννικὴν ἐναέριον φάλαγγα, παρελθεῖν ἀλύπως, ἐν καιρῷ τῆς ἐξόδου μου πάρεχε, ἵνα σοι τό, Χαῖρε, χαρμονικῶς, Δέσποινα κράζω∙ Χαῖρε πάντων ἐλπὶς ἀκαταίσχυντε. Ὡς χαρὰν συλλαβοῦσα, χαῖρε ὑπεράμωμε∙ χαῖρε ὑπέραγνε, χαῖρε τῆς Ἁγνείας, πορφυρόχρουν ἄνθος ἡδύπνοον, χαῖρε παρθενίας, κακκοβαφὲς ἐρυθρὸν ῥόδον, καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον. Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα∙ χαῖρε θεία κρήνη, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα, χαῖρε ἡ τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα. Ἀδιόδευτε πύλη, χαῖρε ἣν διώδευσε Χριστὸς ὁ Κύριος∙ Παραδείσου πύλας, ἡ ἀνοίξασα χαῖρε τῷ τόκῳ σου, χαῖρε δι᾿ ἧς χαίρει, ὁ οὐρανὸς καὶ γῆ χορεύει, καὶ τὰ ἄνω τοῖς κάτω συνάπτονται.

ΕΦΡΑΝΘΗ ΜΥΣΤΙΚΩΣ, Η ΣΕΠΤΗ ΕΚΚΛΗΣΙΑ

Ἐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου∙ καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε.

Η ΛΑΜΠΑΣ, Η ΤΩΝ ΕΡΓΩΝ ΜΟΥ ΣΤΥΓΝΗ ΠΕΦΥΚΕΝ, ΙΩΑΝΝΗ ΧΡΥΣΟΣΤΟΜΕ

Ἡ λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου σκήνους∙ ἀλλ᾿ αὐτὸς με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κήρυξ ἔνθεος, καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον ζάλην∙ καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη Χρυσοστομε.

Η ΑΝΑΚΟΜΙΔΗ ΤΟΥ ΛΕΙΨΑΝΟΥ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. Νεκρὸς καθίζῃ, ὦ Ἰωάννη, θρόνῳ, Ἀλλ᾿ ἐν Θεῷ ζῶν, πᾶσιν Εἰρήνη, λέγεις. Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας εἰκάδι χρυσοῦν. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται. Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου, Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται. Ψυχῆς ἰδὼν σῆς κάλλος ἐξῃρημένον, Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται. Ὡς ὥριμός τις σῖτος ἐκ γήρως Πέτρε, Οἶνον ταμείῳ συγκομίζει τῷ τάφῳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΞΕΝΟΦΩΝΤΟΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου. Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα, Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ. Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ. Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω, Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν. Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ, Οἷς Ἀνανίας ἡδέως συνεισέδυ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται. Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν, Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται. Σὺν τῷ Γαβριὴλ τῷ Νόων πρωτοστάτῃ, Καὶ Γαβριὴ...

ΚΑΜΙΝΟΣ ΠΟΤΕ, ΠΥΡΟΣ ΕΝ ΒΑΒΥΛΩΝΙ ΤΑΣ ΕΝΕΡΓΕΙΑΣ ΔΙΕΜΕΡΙΖΕ

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον». Κάμινον σφοδρῷ πυρὶ τὴν καιομένην, τῆς ἀπ᾿ ἀλλήλων διαστάσεως, στερρῶς ὑπεμείνατε· τὰ γὰρ σπλάγχνα σπαραττόμενοι, καὶ τὰς ψυχὰς πυρούμενοι, κέντρῳ τῆς συμφυΐας, ἄθλους Μαρτύρων ἠνύσατε. Ἄνωθεν ὑμᾶς, νεφέλη δροσοβόλος φιλανθρωπίας ἐπεσκίασε, Σιὼν ἐν τοῖς ὄρεσιν, ἔνθα δρόσος ἡ τοῦ Πνεύματος, τοὺς Μαθητὰς ἐπύρσευσε, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον. Ἵλεων ἡμῖν, καὶ εὐμενῆ γενέσθαι, τὸν Εὐεργέτην ἱκετεύσατε Πατέρες πανόλβιοι, τοῖς ἡμῶν νῦν μακαρίζουσι, τὸ ἱερὸν μνημόσυνον, φυτῶν ἡνωμένων καὶ συνημμένων τῇ χάριτι.

ΚΛΗΜΕΝΤΟΣ ΑΓΚΥΡΑΣ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου. Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου. Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων, Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα. Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ, Ἀγαθάγγελε, Κλήμη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου. Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου, Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου. Γλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων, Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ. Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου, Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ λάκκῳ ἐμβληθέντες τελειοῦνται. Ἔνδον βόθρου χωροῦσι Μάρτυρες δύω, Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός,...

ΕΥΘΥΜΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου. Τὶ κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ; Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου Λῆξε βίου Εὐθύμιος εἰκάδι ἠϋγένειος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βάσσου, Εὐσεβίου, Εὐτυχίου καὶ Βασιλίδου. Χεῖρας Βάσσου τέμνουσι χεῖρες δημίων, Χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας. Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος, Τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει. Εὐτύχιον διεῖλον εἰς μέρη τρία, θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία. Ἀπορραγῆναι μὴ θέλων Βασιλίδης, Μοίρας Ἀθλητῶν, ἐρράγη τὴν γαστέρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰννᾶ, Πιννᾶ, καὶ Ῥιμμᾶ. Θάλψις δεχέσθω τοὺς Ἀθλητὰς τοῦ κρύους, Ἰννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μακαρίου Πέτρου τοῦ Τελώνου. Καλεῖ σε Πέτρε Χριστὸς ἐκ τελωνίου Πρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶ...

ΟΣΙΟΥ ΜΑΚΑΡΙΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως. Θανοῦσα θείων ἡ δυὰς Μακαρίων, Ζωῆς μετέσχε τῆς μακαριωτάτης. Γῆν μακάρων λάχον ἐννεακαιδεκάτῃ Μακάριοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας. Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν, Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου. Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία, Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΝΗΜΗ ΤΟΥ ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΙΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΑΛΥΒΙΤΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ὁσίου Πατρὸς ἡμῶν Μνήμη του Παύλου τοῦ Θηβαίου καὶ τοῦ Ἁγίου Ἰωάννου τοῦ Καλυβίτου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Θηβαίου. Εἰ θαῦμα Θήβαις ταῖς παρ᾽ Αἴγυπτον πύλαι, Πόσον γε Παῦλος, κἄν βίου λίπῃ πύλας; Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε Παῦλος Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ διὰ Χριστὸν πτωχοῦ, ὃς καὶ Καλυβίτης ὠνομάσθη. Ἀρνησίκοσμος παῖς λιπὼν γῆς καλύβην, Ἐν οὐρανοῖς ἔπηξε καινὴν καλύβην. Πέμπτῃ Ἰωάννης δεκάτῃ καλύβην μετέπηξεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου. Καὶ Πανσόφιον πλήξατε πλάνοι πλέον. Οὕτω γὰρ αὐτῷ πλέξε τε πλείω στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Πατέρες ἐν εἰρήνῃ τελειοῦνται. Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου, Ἑξαπτέρυξι συμπαρίστανται Νόοις. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΤΗ ΓΑΛΙΛΑΙΑ ΤΩΝ ΕΘΝΩΝ, ΤΗ ΤΟΥ ΖΑΒΟΥΛΩΝ ΧΩΡΑ

Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός, τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα· μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τάς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

ΕΦΛΕΞΕ ΡΕΙΘΡΩ

«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας, Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας, Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας, Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος». Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα, Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην. Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον, Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον, Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον. Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι, Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης, Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν, Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων, Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον. Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν, Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν, Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα. Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν, Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.

ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΩΝ ΑΓΙΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

Τῌ ΙΔ′ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Απόδοσις - Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων. Σπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους, Τὸ δ' αὖ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι. Ἀββάδας ἀμφὶ τετάρτῃ καὶ δεκάτῃ κτάνε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθὼ ἀναιρεθέντων. Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας, Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ. Ὁ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας, Μιμούμενος μάλιστα πατρὸς τὸν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου. Τῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ. Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται. Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους, Πάμφωτον αὐτῇ προύξένησαν οἰκίαν. Ταῖς τῶν ἁγίων σου πρεσβείαις...

Ο ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίας , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ΠΑΙΔΕΣ ΕΒΡΑΙΩΝ ΕΝ ΚΑΜΙΝΩ

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας». Ἔρρει μελίρρυτός σου γλῶσσα, ἐκ τοῦ στόματος πικρίαν τῆς καρδίας, Στρατονίκου τοῦ σοῦ, συνάθλου κατευνάζων, ἀναβοῶντος Ἕρμυλε· ὁ Θεὸς εὐλογητὸς εἶ. Ῥάβδον δυνάμεως κατέχων, τὸν σωτήριον Σταυρὸν γενναῖε Μάρτυς, ῥαβδισμοὺς καρτερῶν, προθύμως ἀναμέλπεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Κήτους γαστρὸς ὁ διασώσας, συνεχόμενον Προφήτην παραδόξως, ποταμίων ὑμῶν, ὑδάτων διασῴζει τὰ νικηφόρα λείψανα, μετὰ τέλος Ἀθλοφόροι.

ΕΚ ΤΗΣ ΚΟΣΜΙΚΗΣ, ΣΥΓΧΥΣΕΩΣ ΕΦΥΓΕΤΕ

Ἐκ τῆς κοσμικῆς, συγχύσεως ἐφύγετε, καὶ πρὸς γαληνήν, κατάστασιν μετέστητε, μαρτυρίου αἵμασι, καὶ ἀσκήσεως πόνοις στεφόμενοι· ὅθεν καὶ ἀνεδείχθητε, μαρτύρων καί. Ὁσίων ὁμόσκηνοι.

ΤΑ ΕΠΙ ΓΗΣ ΝΕΚΡΩΣΑΝΤΕΣ ΜΕΛΗ

Τὰ ἐπὶ γῆς νεκρώσαντες μέλη, ζωηφόρῳ νεκρώσει, τοῦ Χριστοῦ καὶ Θεοῦ τὸ πάθος ἐξεικονίσατε, πρότερον ἐν τῇ καλῇ ἀσκήσει, καὶ τὸ δεύτερον πάλιν ἐν τῇ ἀθλήσει. Ὅθεν αὐτός, καὶ διπλοῦς τοὺς στεφάνους κατέπεμψε, ταῖς κάραις ὑμῶν Πατέρες, ἑτοιμάσας σκηνὴν ἐπουράνιον, καὶ τόπον τὸν αἰώνιον, ἔνθα νῦν ἀγαλλόμενοι ὤφθητε, Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνοι.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΕΡΜΥΛΟΥ ΚΑΙ ΣΤΡΑΤΟΝΙΚΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου. Ἡ σαργάνη ναῦς, Ἑρμύλῳ Στρατονίκῳ, Κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοις Ἕρμυλον ἠδ᾿ ἑτάρον δεκάτῃ πνίξε τρίτῃ Ἴστρος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου, τοῦ ἀπὸ τῆς Νισίβεως. Τὸν Ἰάκωβον θνητὸν ὄντα τῇ φύσει, Θνητοῖς ὁμοίως μὴ θανεῖν οὐκ ἦν πρέπον. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος ῥαβδιζόμενος τελειοῦται. Ῥάβδοις Ἀθανάσιε σαυτὸν ἐκδίδως, Σπεύδων θανεῖν μέν, ζῆν δὲ πολλῷ κρειττόνως. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Παχώμιος καὶ Παπυρῖνος ἐν ποταμῷ τελειοῦνται. Τοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος, Οἷον σὺ Παχώμιε, βληθεὶς εἰς ὕδωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου Ἠλιού, τῆς καλουμένης τοῦ Βαθέος Ῥύακος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΕΛΑΣ ΕΚ ΦΩΤΟΣ, ΦΩΣ ΥΠΑΡΧΩΝ ΙΗΣΟΥ ΜΟΥ

Σέλας ἐκ φωτός, φῶς ὑπάρχων Ἰησοῦ μου, ἐφώτισας ἡμᾶς, ἐν ἀρρήτῳ σου ἐλλάμψει, τοὺς πρὶν ἐκτυφλωθέντας, ἐν Ἐδὲμ ἐκ τοῦ ὄφεως· ἐν τῷ Ἰορδάνῃ ἄρτι φάος, πάντες τῷ φωτί σου καθορῶντες, πιστῶς ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Μύστα καὶ φρικτῶν, οἰκονόμε μυστηρίων, Πρόδρομε χαρᾶς, καὶ τοῦ Πνεύματος αὐτόπτα, τὸν Βαπτισθέντα Λόγον, ὑπὸ σοῦ ὡς ηὐδόκησεν, αἴτησαι ἡμῖν ἁμαρτημάτων, λύτρωσιν ἀεὶ παρασχεθῆναι, αὐτῷ ψάλλουσιν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ἄρωμεν πιστοί, ἐν συνέσει τάς καρδίας, δράμωμεν σπουδῇ, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ ἴδωμεν τὸν Κτίστην, σαρκικῶς βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου· καὶ σὺν αὐτῷ θεολογοῦντες, ἀναμέλψωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. Ὢ τῆς ὑπὲρ νοῦν, θεϊκῆς οἰκονομίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι παρέστη, καὶ κλίνει τούτῳ κάραν; ὑποδείγματι γὰρ ἡμῖν, τύπον ταπεινώ...

ΔΙΑ ΤΟΝ ΠΟΘΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΒΑΣΑΝΟΥΣ

Διὰ τὸν πόθον τοῦ Χριστοῦ, βασάνους ἐκαρτέρησας, Τατιανὴ γενναιόφρον, καὶ τῶν Δαιμόνων τὴν ἰσχύν, γενναίως ἐξηφάνισας· διὰ τοῦτό σε πάντες, πιστῶς μακαρίζομεν. Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΤΑΤΙΑΝΗΣ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς. Τῆς πάντα λαμπρᾶς Τατιανῆς τῇ κάρᾳ, Λαμπρὸν προεξένησε τὸ ξίφος στέφος. Τῇ δυοκαιδεκάτῃ Τατιανῆς αὐχένα κέρσαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Ἀβεσαλαμίτου. Ἐπανθρακωθεὶς καρδίαν θείῳ πόθῳ, Ἐπ' ἀνθράκων ἥδιστα Πέτρος ἐκπνέει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Μερτίου. Θεὸν πόθων ὕψιστον, ἰσχυρὸν μόνον, Μαστίζεται Μέρτιος ἰσχυρῶς ἄγαν. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἀπὸ Νικαίας, ξίφει τελειοῦνται. Θνῄσκει χορός τις ὀκτάριθμος ἐκ ξίφους, Αἰῶνος εὑρεῖν ὀγδόου ζωὴν θέλων. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Εὐθασία ξίφει τελειοῦται. Αὐτῷ Θεῶ Σωτῆρι κόσμου προσφέρει, Αὐτῆς κεφαλὴν ἐκ ξίφους Εὐθασία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἠλιού. Ἄλλος δέδεικται θαυματουργὸς Ἠλίας, Ὁ θαυματουργὸς οὗτος ὄντως Ἠλίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶ...

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΔΟΣΙΟΥ ΤΟΥ ΚΟΙΝΟΒΙΑΡΧΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝοΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς ἐρήμου. Κοινοῦ Θεοδόσιος Ἡγεμὼν βίου, Κοινὴ Μονασταῖς ἐκβιώσας ζημία. Ἑνδεκάτῃ ὀλοὸν βίοτον λίπε Κοινοβιάρχης. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἐνδὸν τοῦ Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμβόλοις, καὶ Μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιναῖς, καὶ τοῦ Ἁγίου Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος αἰκιζόμενος τελειοῦται. Μάϊρος ἐκραύγαζεν, ὢν ἐν αἰκίαις. Μὴ δειλιᾷς Μάϊρε, πλήττου καὶ στέφου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειούται. Καὶ πνεῦμα δόντα Βιτάλιε Κυρίῳ, Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΝΘΡΩΠΟΣ ΜΕΝ ΤΗ ΦΥΣΕΙ ΕΧΡΗΜΑΤΙΣΑΣ ΠΑΤΕΡ

Ἄνθρωπος μὲν τῇ φύσει ἐχρημάτισας Πάτερ, ἀλλ' ὤφθης συμπολίτης Ἀγγέλων· ὡς γὰρ ἄσαρκον ἐπὶ τῆς γῆς βιοτεύσας σοφέ, τῆς σαρκὸς ἅπασαν τὴν πρόνοιαν ἀπέρριψας· διὸ καὶ παρ᾿ ἡμῶν ἀκούεις· Χαίροις, πατρὸς εὐλαβοῦς ὁ γόνος, χαίροις, Μητρὸς εὐσεβοῦς ὁ κλάδος. Χαίροις, τῆς ἐρήμου πολιστὴς παγκόσμιος· χαίροις οἰκουμένης φωστὴρ ὁ πολύφωτος. Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ, χαίροις ὅτι κατεμάρανας τῆς σαρκὸς τάς ἡδονάς. Χαίροις, τῶν Μοναζόντων πρόξενος σωτηρίας, χαίροις, τῶν ῥαθυμούντων τρόπος παρηγορίας. Χαίροις, πολλοὺς ἐκ πλάνης ῥυσάμενος, χαίροις, κρουνοὺς θαυμάτων δωρούμενος. Χαίροις, πτωχῶν τὴν φροντίδα ποιήσας, χαίροις, ἡμῶν ὁ προστάτης καὶ ῥύστης· Χαίροις, Πάτερ Θεοδόσιε.

ΟΣΙΕ ΠΑΤΕΡ, ΘΕΟΦΟΡΕ ΘΕΟΔΟΣΙΕ

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωῇ, ἐν ὕμνοις καὶ νηστείαις καὶ ἀγρυπνίαις, τύπος γενόμενος τῶν σῶν φοιτητῶν, νῦν δὲ συγχορεύεις μετὰ τῶν Ἀσωμάτων, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον καὶ Λυτρωτήν, τὸν ὑποκλίναντα τὴν κάραν τῷ Προδρόμῳ, καὶ ἁγιάσαντα τὴν φύσιν τῶν ὑδάτων. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μὲγα ἔλεος. Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαρὰν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, σοὶ ἐνεσκήνωσεν ὡς ἄχραντον φῶς, οὗ τῇ ἐνεργείᾳ φαιδρῶς ἠγλαϊσμένος, Χριστὸν ἀπαύστως δοξολογεῖς, τὸν ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Υἱόν, τὸν βαπτιζόμενον χειρὶ τῇ τοῦ Προδρόμου, καὶ μαρτυρούμενον τῇ φωνῇ τῇ πατρῴᾳ. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος. Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εἰκότως ἠξιώθης τῆς μακαρίας ζωῆς, ἁγνείᾳ καὶ ἀσκήσει ταύτην εὑρών· ζῶν γὰρ μετέστης πρὸς τὴν ἄνω ζωήν, πᾶσι χαίρειν εἰπών, καὶ σὺν τοῖς Ἀ...

ΥΠΕΡΕΒΗΣ ΑΠΑΝΤΑ ΘΕΣΜΟΝ

Ὑπερέβης ἅπαντα θεσμόν, τῆς φύσεως ἀνθρώπων· Θεῷ δὲ προσεπελάσθης, Θεορρῆμον ἐφετῶν, ἀκροτάτῳ μέλπων αὐτῷ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἐπακούσας θείων ἐντολῶν, ἐσκόρπισας ἀφθόνως, τὸν πλοῦτον τοῖς δεομένοις, εὐπειθείας λογισμῷ, βοῶν Ἀξιάγαστε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἰαμάτων Δομετιανέ, ἀνελλιπὴς ἐγένου, βλυστάνουσα πόμα κρήνη, καὶ χειμάρρους τῆς τρυφῆς, ποταμὸς εἰρήνης τε τοῖς βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΑΙΓΛΗ ΦΡΙΚΤΗ Ο ΛΑΜΨΑΣ ΕΝ ΚΟΣΜΩ

Αἴγλῃ φρικτῇ ὁ λάμψας ἐν κόσμῳ ὑπὲρ Ἥλιον Λόγε, καὶ ἀκτῖσι φωτὸς φαιδρύνας Σῶτερ τὰ σύμπαντα, σὺ ὁ ἐν τοῖς ὕδασι τοῦ Ἰορδάνου ὡς βροτὸς βαπτισθῆναι καταξιώσας, πλῦνόν μου τοὺς ῥύπους ἅμα καὶ σπίλους τῶν πολλῶν ἐγκλημάτων, παρέχων μοι χάριν τοῦ μέλψαι τὸν σοφὸν Ἱεράρχην καὶ μύστην σου· μεσίτην γὰρ αὐτὸν ἄγω σοι, καὶ αὐτὸν δυσωπῶν ἀνακράζω ἀεί, πρεσβεύειν ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΚΑΙ ΔΟΜΕΤΙΑΝΟΥ ΕΠΙΣΚΟΠΟΥ ΜΕΛΙΤΗΝΗΣ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης, καὶ Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης. Ἡ Μοῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος, οὐ Πιερίαν, ἀλλ᾿ Ἐδὲμ σκηνὴν ἔχει. Γρηγόριον δεκάτῃ θανάτου κνέφας ἀμφεκάλυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς. Δομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη, Εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρκιανοῦ, Πρεσβυτέρου καὶ Οἰκονόμου τῆς μεγάλης Ἐκκλησίας. Ἀπῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος, Ὁ Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμώνιος ἐν εἰρήνῃ τελειοῦται. Τῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος, Λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΔΑΥΙΤΙΚΩΣ ΩΣ ΕΚ ΛΑΚΚΟΥ

Δαυϊτικῶς ὡς ἐκ λάκκου, ταλαιπωρίας Χριστός, καὶ ἐκ πηλοῦ ἰλύος, τῶν εἰδώλων τῆς πλάνης, ἀνήγαγέ σε Μάρτυς· ἔστησε γάρ, ἐπὶ πέτραν τοὺς πόδας σου, τῆς ἑαυτοῦ ἐπιγνώσεως μυστικῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς. Οὔτε συζύγου ὁ πόθος, οὔτε τῶν τέκνων στοργή, οὐ κηδεστοῦ ἀξία, οὔτε περιουσία, κτημάτων ἢ χρημάτων, σοῦ τὸ στερρόν, τῆς ψυχῆς παρεσάλευσαν, ἀπὸ τῆς Πίστεως ὄντως τῆς εἰς Χριστόν, παμμακάριστε Πολύευκτε. Καὶ πρὸ τῆς χάριτος Μάκαρ, τῆς σῆς ἀθλήσεως, δικαιοσύνης ἔργοις, ἀληθῶς ἐκοσμήθης· ὅθεν μετὰ ταῦτα, Μάρτυς πιστός, ἠξιώθης γενέσθαι Χριστοῦ, ἐν τῷ ἰδίῳ σου αἵματι βαπτισθείς, εἰς τὸν θάνατον αὐτοῦ εὐσεβῶς. Τὰ τῶν Ἀγγέλων στρατεύματα, σήμερον χορεύουσιν, ἐπὶ τῇ μνήμῃ τοῦ Μάρτυρος Πολυεύκτου, καὶ τῶν ἀνθρώπων τὸ γένος, πιστῶς πανηγυρίζει, καὶ χαρμονικὼς ἐκβοᾷ. Χαίροις Πανεύφημε, ὁ τοῦ πολυπλόκου Βελίαρ, τὰ ἔνέδρα τροπωσάμενος, καὶ τῆς νίκης τὸν στέφανον, παρὰ Χριστοῦ ἀναδησάμενος. Χαίροις Στρατιῶτα τοῦ μεγάλου Βασιλέως, καὶ Σωτῆρος ἡμῶν, ὁ τοὺς βωμοὺς τῶν εἰδώλων καταστρεψάμενος....

ΕΝ ΙΟΡΔΑΝΗ ΠΟΤΑΜΩ, Ο ΚΤΙΣΤΗΣ ΤΩΝ ΑΠΑΝΤΩΝ

Ἐν Ἰορδάνῃ ποταμῷ, ὁ Κτίστης τῶν ἁπάντων, τὴν κάραν ὑποκλίνας, τὸ Βάπτισμα λαμβάνει· καὶ τῶν δρακόντων κεφαλὰς ἀοράτως συνθλάσας, ῥώμην παρέσχε τοῖς βροτοῖς κατὰ τοῦ μεγαλόφρονος, τοῦ πρὶν ἐν Παραδείσῳ πτερνίσαντος τὸν Ἀδάμ, ἐν βρώσει τῇ τοῦ ξύλου, καὶ θανάτῳ ὑποβαλόντος αὐτὸν παρ᾽ ἐλπίδα. Διὸ ὁ ἀθλητὴς νῦν Πολύευκτος, κολακείαις γυναικὸς μὴ ὑποκύψας, ἤθλησε στερρῶς, προτείνας τὴν κάραν, ἥνπερ ἀποτμηθεῖσα, τὸν δόλιον ᾔσχυνε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΟΛΥΕΥΚΤΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου. Ὁ Πολύευκτος, οὗ πάθος τομὴ Λόγε, Πολλῆς δι᾽ εὐχῆς, εἶχε σοῦ παθεῖν χάριν. Ἀμφ' ἐνάτην Πολύευκτε τομὴ μέγα δῶκέ σου εὖχος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐστρατίου τοῦ θαυματουργοῦ. Κἂν Εὐστρατίου πνεῦμα λαμβάνῃ πόλος, Τὸ σῶμα τῇ γῇ θαυμάτων βλύζει χάριν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΤΗΣ ΨΥΧΗΣ ΤΗΝ ΑΚΡΟΠΟΛΙΝ, ΛΟΓΙΣΜΩΝ

Τῆς ψυχῆς τὴν ἀκρόπολιν, λογισμῶν οὐ κατέσεισαν, προσβολαὶ Μακάριε· σὺ γὰρ ἔπαλξιν, ὥσπερ τὴν σὴν προβαλλόμενος, στερέμνιον ἄσκησιν, διετήρησας σαυτόν, τοῦ δεινοῦ πολεμήτορος, ἀπαράτρωτον, ἀπήμαντον ὅλως, καὶ παρέστης, τῷ Δεσπότῃ τῶν ἁπάντων, νικητικῶς στεφανούμενος. Οὐχ ὁδοῦ μῆκος ἴσχυσεν, οὐδὲ τόπων δυσχέρεια, παραλῦσαι Ὅσιε τὸ διάπυρον, τῆς πρὸς Θεὸν ἐκδημίας σου· κἀκεῖ γὰρ γενόμενος, καὶ τοῖς τόποις εὐφρανθείς, οὗ οἱ πόδες ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, οὐκ ἠμέλησας ὅλως. Εἰ μὴ φθάσῃς, δι' ἀσκήσεως καὶ πόνων, καὶ πρὸς Σιὼν τὴν οὐράνιον. Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνων τοῖς δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέματτες, Χριστοῦ ὑποπόδιον· ἐννοῶν τε καὶ αὐτόν, ὡς παρόντα καὶ βλέποντα, ὃν ἐπόθησας· καὶ ἰχνῶν ἐπελάβου διανοίας, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν αὐγαζόμενος. Ἐκ Δυσμῶν ἀνέτειλας, πρὸς τὴν Ἑῴαν πανόλβιε, ὡς ἀστὴρ φαεινότατος, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων Ὁσία, καὶ κατεφώτισας πιστῶν, τάς διανοίας φέγγει θαυμάτων σου· διό σε...

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΕΩΡΓΙΟΥ ΧΟΖΕΒΙΤΟΥ ΚΑΙ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΔΟΜΝΙΚΗΣ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης. Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης. Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα, Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα. Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου. Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ, Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σῦν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου. Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ, Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους. Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου, Καὶ σὺν κεφαλῇ τῇ δε τὴν Ἀντωνίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου. Πάλαιε Καρτέριε πρὸς πῦρ καὶ δόρυ, Τὸ καρτερὸν σου πρὸς πάλας δεικνὺς δύω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας, καὶ ἐν τ...

ΕΚ ΤΗΣ ΕΡΗΜΙΑΣ

Ἐκ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τάς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως. Χάρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπὲρ τὰ ὁρώμενα, νῦν βεβηκότα Πανσεβάσμιε. Ὁ τοῖς ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, Ἀγγελικαῖς χορείαις συνευφραίνεται, καὶ τῷ θρόνῳ παρεστηκώς, τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενος

ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΠΤΙΣΤΟΥ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ Σύναξις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις. Ἐμὴ σε γλῶσσα Κήρυξ πῶς ἂν αἰνέσῃ, Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει; Μνήμη ἐβδομάτη Προδρόμου λάχεν αἰδοίοιο. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΦΩΝΗ ΚΥΡΙΟΥ ΕΠΙ ΤΩΝ ΥΔΑΤΩΝ ΒΟΑ ΛΕΓΟΥΣΑ

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ. Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον. Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.

ΙΜΕΡΤΟΝ ΕΞΕΦΗΝΕ ΣΥΝ ΠΑΝΟΛΒΙΩ

«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ, Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο. Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ. Ἐκ ποντίου λέοντος ὁ τριέσπερος, Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος, Αὖθις προῆλθε, τῆς παλιγγενεσίας, Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου, Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων. Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν, Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον, Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ, Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.

ΤΗ ΓΑΛΙΛΑΙΑ ΤΩΝ ΕΘΝΩΝ, ΤΗ ΤΟΥ ΖΑΒΟΥΛΩΝ

Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός· τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα• μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τάς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ΣΤ᾽ τοῦ αὐτοῦ μηνός, τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοὺς οὐρανοὺς Βάπτισμα τοῦ Χριστοῦ σχίσαν, Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδὸν εἰσάγει. Βάπτισεν ἐν ποταμῷ Χριστὸν Πρόδρομος κατὰ ἕκτην. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΥΠΗΛΘΟΝ ΩΣ ΝΥΜΦΩΝΑ ΤΗΣ ΚΑΜΙΝΟΥ

«Ὑπῆλθον ὡς νυμφῶνα τῆς καμίνου, τὴν φλόγα τὴν ἄσβεστον, οἱ δι᾽ εὐσέβειάν ποτε, Παῖδες Ἅγιοι δειχθέντες Θεῷ, καὶ συμφώνως μελῳδοῦντες, ὕμνον ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ». Χριστὸς ἡ σωτηρία, ἐπεφάνη φωτισμὸν δωρούμενος, ἀγαλλιάσθω οὐρανός, αἱ νεφέλαι δὲ ῥανάτωσαν, ἀληθῶς δικαιοσύνην τοῖς κραυγάζουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Ὁ πόκος ὃν προεῖδε, Γεδεὼν πλήρη λεκάνην ὕδατος, ἐναποστάξαντα σαφῶς, τὸ σὸν Βάπτισμα ἐδήλου Χριστέ, ὃ παρέξεις βαπτισθεὶς τοῖς ἀναμέλπουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Ἁλσὶ τὰ ἀτεκνοῦντα, Ἐλισαῖος θεραπεύσας ὕδατα, τὴν εὐτεκνίαν τῆς σεπτῆς, Κολυμβήθρας προεικόνισεν, ἐσομένην μυστικῶς τοῖς ἀναμέλπουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΦΩΤΩΝ, ΘΕΟΠΕΜΠΤΟΥ ΚΑΙ ΘΕΩΝΑ ΚΑΙ ΟΣΙΑΣ ΣΥΓΚΛΗΤΙΚΗΣ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Προεόρτια τῶν Φώτων, καὶ μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ, καὶ τῆς Ὁσίας Συγκλητικῆς. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ. Ὅπως τελευτᾷ Θεόπεμπτος, εἰπάτω. Ἄθλων τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει. Ἒθεντὸ μ,᾽ ἐκραύγαζε τοῦ Ψαλτηρίου, Λάκκῳ, Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ. Πέμπτῃ ἐκ ξίφεος λίπε τὸν δὲ βίον Θεόπεμπτος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Συγκλητικῆς. Συγκλητικὴ λιποῦσα δουλείαν βίου, Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, τοῦ ἐν Ἀκρίτᾳ. Ὁ Γρηγόριος ἀρεταῖς λάμψας μέγα, Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φωστηρίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται. Ἦλθον θαλάσσῃ εἰς βάθη, λέγει Σάϊς, Φυγὼν τὰ ποτίζοντα τῆς πλάνης βάθη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος ὑπὸ δημίων πατούμενος τελειοῦται. Πόδες πατοῦντες σαρκίον Θεοείδου, Ψυχὴν ἀ...

ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΦΩΤΩΝ ΣΥΝΑΞΙΣ ΤΩΝ ΑΓΙΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ ΑΠΟΣΤΟΛΩΝ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝοΥΑΡΙοΥ Προεόρτια τῶν Φώτων, καὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τῶν ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων. Τοὺς Ἑβδομήκοντ᾽ εὐκλεεῖς Ἀποστόλους, Καὶ ὧδ᾽ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις. Ἀμφὶ τετάρτην ἄνδρας ἀγακλεέας κυδαίνω. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται. Ἐν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστῳ, Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Οἱ ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται. Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου, Ἑξαπτέρυξι συμπαρίστανται Νόοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου. Ἀθανάσιος συνθανὼν τῷ Ζωσίμῳ, ᾽Ἒνδον πέτρας ἥδιστα καὶ συζῆν ἔχει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικής. Αἴρουσιν ἐκ γῆς τὴν Ἀπολλιναρίαν. Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀξία. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις...

ΚΑΤΑΛΙΠΟΝΤΕΣ ΚΟΣΜΟΝ

Καταλιπόντες κόσμον, οἱ Ἑβδομήκοντα Λόγε, σοὶ μαθητεύονται πόθῳ, τῷ Λόγῳ καὶ Διδασκάλῳ, τῆς ἀγνωσίας τὸν κόσμον, ἀποκαθαίροντες πίστει.

ΙΗΣΟΥΣ Ο ΖΩΗΣ ΑΡΧΗΓΟΣ, ΛΥΣΑΙ

«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται

Ω ΘΕΙΑ ΚΑΙ ΙΕΡΑ ΤΗΣ ΧΡΙΣΤΟΥ

Ὦ θεία καὶ ἱερὰ τῆς Χριστοῦ Ἐκκλησίας μέλισσα, Βασίλειε παμμακάριστε· σὺ γὰρ τοῦ θείου πόθου τῷ κέντρῳ, σεαυτὸν καθοπλίσας, τῶν θεοστυγῶν αἱρέσεων τάς βλασφημίας κατέτρωσας· καὶ ταῖς ψυχαῖς τῶν πιστῶν εὐσεβείας τὸν γλυκασμὸν ἐθησαύρισας· καὶ νῦν τοὺς θείους λειμῶνας, τῆς ἀκηράτου διερχόμενος νομῆς, μνημόνευε καὶ ἡμῶν, παρεστὼς τὴν Τριάδα τὴν ὁμοούσιον. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Πάντων τῶν ἁγίων ἀνεμάξω τάς ἀρετάς, Πατὴρ ἡμῶν Βασίλειε, Μωϋσέως τὸ πρᾶον, Ἠλιοὺ τὸν ζῆλον, Πέτρου τὴν ὁμολογίαν, Ἰωάννου τὴν Θεολογίαν, ὡς ὁ Παῦλος ἐκβοῶν οὐκ ἐπαύσω. Τὶς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅθεν σὺν αὐτοῖς αὐλιζόμενος, ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Τῶν ὄντων ἐκμελετήσας τὴν φύσιν, καὶ πάντων περισκοπήσας τὸ ἄστατον, μόνον εὗρες ἀκίνητον, τὸν ὑπερουσίως ὄντα Δημιουργὸν τοῦ παντός, ᾧ καὶ μᾶλλον προσθέμενος, τῶν οὐκ ὄντων τὸν πόθον ἀπέρριψας. Πρέσβευε καὶ...

ΣΥΓΚΑΤΑΒΑΙΝΩΝ Ο ΣΩΤΗΡ

Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ κατὰ σάρκα Περιτομὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου. Τῇ Α' τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος. Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου. Ζῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ. Ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων, Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος ξίφει τελειούται. Ὁ Θεόδοτος, Οὐκ ἀνέξομαι, λέγει, Εἰ μὴ κεφαλὴν τοῦ Θεοῦ τμηθῶ χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ Πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειούται. Ἐγκωμιαστὴν οἴκοθεν πλουτεῖς, Πάτερ, Τῆς σῆς τελευτῆς, σοῦ ἐκ μηροῦ γόνον. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.