Πέμπτη 8 Ιανουαρίου 2015

ΤΗΣ ΨΥΧΗΣ ΤΗΝ ΑΚΡΟΠΟΛΙΝ, ΛΟΓΙΣΜΩΝ

Τῆς ψυχῆς τὴν ἀκρόπολιν, λογισμῶν οὐ κατέσεισαν, προσβολαὶ Μακάριε· σὺ γὰρ ἔπαλξιν, ὥσπερ τὴν σὴν προβαλλόμενος, στερέμνιον ἄσκησιν, διετήρησας σαυτόν, τοῦ δεινοῦ πολεμήτορος, ἀπαράτρωτον, ἀπήμαντον ὅλως, καὶ παρέστης, τῷ Δεσπότῃ τῶν ἁπάντων, νικητικῶς στεφανούμενος.

Οὐχ ὁδοῦ μῆκος ἴσχυσεν, οὐδὲ τόπων δυσχέρεια, παραλῦσαι Ὅσιε τὸ διάπυρον, τῆς πρὸς Θεὸν ἐκδημίας σου· κἀκεῖ γὰρ γενόμενος, καὶ τοῖς τόποις εὐφρανθείς, οὗ οἱ πόδες ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, οὐκ ἠμέλησας ὅλως. Εἰ μὴ φθάσῃς, δι' ἀσκήσεως καὶ πόνων, καὶ πρὸς Σιὼν τὴν οὐράνιον.

Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνων τοῖς δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέματτες, Χριστοῦ ὑποπόδιον· ἐννοῶν τε καὶ αὐτόν, ὡς παρόντα καὶ βλέποντα, ὃν ἐπόθησας· καὶ ἰχνῶν ἐπελάβου διανοίας, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν αὐγαζόμενος.

Ἐκ Δυσμῶν ἀνέτειλας, πρὸς τὴν Ἑῴαν πανόλβιε, ὡς ἀστὴρ φαεινότατος, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων Ὁσία, καὶ κατεφώτισας πιστῶν, τάς διανοίας φέγγει θαυμάτων σου· διό σε μακαρίζομεν, καὶ τὴν σὴν μνήμην γεραίρομεν, τὸν Χριστὸν μεγαλύνοντες, τὸν σεπτῶς σε δοξάσαντα.

Τρωθεῖσα τῷ ἔρωτι, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ὦ Δομνίκα πανεύφημε, αὐτῷ ἠκολούθησας ἀπαρνησαμένη, ἐπίκηρον δόξαν, καὶ τῆς σαρκὸς τάς ἡδονάς, καὶ πᾶσαν βίου ἄλλην ἀπόλαυσιν· διὸ σε εἰσῳκίσατο, εἰς φωτεινότατον θάλαμον, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Πάθη τοῦ Κυρίου σου, καὶ Ποιητοῦ ἀναπλάττουσα, ἐν αὐτῇ ἀναδέδειξαι, τοῦ Λόγου ὡς ποίημα, λογικὸν Παρθένε, καὶ διὰ τοῦ Λόγου, ἐπαιδαγώγησας παθῶν, τῆς ἀλογίας τὰ παρεκκλίματα· διὸ καὶ καθ' ὁμοίωσιν, εὐθυποροῦσα ἀοίδιμε, ἀληθὲς καὶ ἀκίβδηλον, τοῦ Θεοῦ ὤφθης ἄγαλμα.

Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια· καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν, καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός. Πρὸς ὃν βοήσωμεν· Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.