Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2012

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΗΝ ΜΝΗΜΗΝ ΠΑΝΤΕΣ

Τῶν Ἀποστόλων τὴν μνήμην πάντες, ὡς σωτηρίας ἡμέραν εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν. Αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ ὥς περ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα, καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην ἐκτελοῦντας, καὶ πίστει γεραίροντας· διὸ προθύμως συνδράμωμεν, ἀνυμνοῦντες αὐτοὺς καὶ κραυγάζοντες· Ἐκ τῶν κινδύνων ῥύσασθε ἡμᾶς, Ἀπόστολοι Κυρίου παναοίδιμοι.

ΕΙΣ ΠΑΣΑΝ ΕΞΕΔΡΑΜΕ ΤΗΝ ΓΗΝ ΥΜΩΝ

Εἰς πᾶσαν ἐξέδραμε τὴν γῆν ὑμῶν ὁ σωτήριος, φθόγγος Κυρίου Ἀπόστολοι φέγγει τῆς χάριτος, καταυγάζων πάντων τὰς καρδίας ἔνδοξοι, καὶ λύων τῆς ἀπάτης τήν ζόφωσιν· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Στάχυς ὁ πανόλβιος Χριστοῦ, κήρυξ καὶ Ἀπόστολος, καὶ Ἀπελλῆς ὁ θαυμάσιος καὶ Ἀριστόβουλος, Οὐρβανός, Ἀμπλίας καὶ ὁ θεῖος Νάρκισσος, Τριάδα παναγίαν κηρύξαντες ἔθνη ἐφώτισαν καὶ δουλείας ἐλυτρώσαντο, οὓς ἐν πίστει πάντες μακαρίσωμεν. Φωστῆρες ὑπέρλαμπροι Χριστοῦ, σκεύη καθαρώτατα, ὅλην τὴν αἴγλην τοῦ Πνεύματος πίστει χωρήσαντες, Ἐκκλησίας στῦλοι, οὐρανοὶ περίδοξοι, τὴν δόξαν τοῦ Θεοῦ διηγούμενοι, αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΣΤΑΧΥΟΣ ΑΠΕΛΛΟΥ, ΑΜΠΛΙΑ, ΟΥΡΒΑΝΟΥ....

ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ἀριστοβούλου καὶ Ναρκίσσου, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου. Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς, Ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου. Σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων. Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα. Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ, Θεῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας. Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος, Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς...

ΙΣΤΑΤΟ ΠΡΟ ΔΙΚΑΣΤΙΚΩΝ, ΠΑΝΑΟΙΔΙΜΕ

Ἵστατο πρὸ δικαστικῶν, Παναοίδιμε βημάτων τὴν σάρκωσιν, διαπρυσίῳ φωνῇ, ἀνακηρύττων τοῦ Παντοκράτορος, καὶ τὰ παθήματα αὐτοῦ, σταυρόν τε καὶ θάνατον, καὶ τὴν ἀνάστασιν, δι' ἧς ἔσωσεν ἡμᾶς ὡς φιλάνθρωπος. Ὦ θαῦμα πῶς μετὰ σαρκός, τοὺς ἀσάρκους δυσμενεῖς ἐτροπώσατο! πῶς καταβέβληκε, δι᾿ ἀσθενείας τὸν πολυμήχανον! πῶς οὐρανίοις λειτουργοῖς, συνήφθη ὁ γήϊνος, ἀγωνισάμενος, ὁ Ζηνόβιος, ὃν νῦν μακαρίζομεν. Σώματα Μάρτυρες σεπτοί, αἰκισμοῖς παντοδαποῖς παρεδώκατε, προσαποβλέποντες, τὴν δι' αἰῶνος μακαριότητα· ἀδελφικῇ γὰρ τῇ στοργῇ, ἀλλήλοις συνδούμενοι, μαρτυρικαῖς καλλοναῖς, ἐλαμπρύνθητε· διὸ μακαρίζεσθε. Ἡ μνήμη σήμερον ὑμῶν, φωταυγίᾳ λαμπομένη τοῦ Πνεύματος, πᾶσιν ἐπέλαμψε, θαυμάτων χάριν ἐναπαστράπτουσα, καὶ ἰαμάτων ποταμούς, πηγάζει ἑκάστοτε, ἣν ἑορτάζοντες, μακαρίζομεν ὑμᾶς Χριστομάρτυρες.

ΖΗΝΟΒΙΟΥ ΚΑΙ ΖΗΥΝΟΒΙΑΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζηνοβίου καὶ Ζηνοβίας τῆς ἀδελφῆς αὐτοῦ. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων. Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος, Ἡ καρτερόφρων, κἂν γυνή, Ζηνοβία. Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου. Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην, Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν. Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον, Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου. Ἰουλιανὸς καὶ Μακάριος ξίφει, Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην. Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε, Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας. Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες, Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου. Τῇ αὐτῇ ἡμέρᾳ., Μνήμη...

ΗΧΟΣ ΦΩΝΗΣ ΕΟΡΤΑΖΟΝΤΩΝ

Ἦχος φωνῆς ἑορταζόντων, ἔνθα πέφυκε χορεύεις, Ἀθληφόρε, σὺν παρθένων χοροῖς, τῷ Κτίστῃ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Μέλη συνθλώμενα ὁρῶσα, καὶ ὀνύχων σπαραγμὸν προσκαρτεροῦσα, ἀνηνέχθης Χριστῷ, θυσία μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὤφθης ὡς ἄμπελος θεόφρον, χεῖρας πόδας τε ὡς κλάδους τεμνομένη, καὶ ἡμῖν νοητῶς, τὸν οἶνον γεωργοῦσα, καρδίας τὸν εὐφραίνοντα, καὶ παθῶν ὠθοῦντα μέθην. Πῦρ αἰσθητὸν οὐκ ἐπτοήθης, νεανίας τρεῖς τοὺς πάλαι μιμουμένη, θείαν δρόσον καὶ γάρ, ἐδέξω μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΠΑΡΘΕΝΙΑΣ ΝΑΜΑΣΙ....

Παρθενίας νάμασι, καθηγνισμένη ὁσία, μαρτυρίου αἵμασιν, Ἀναστασία πλυθεῖσα, παρέχεις τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν καὶ σωτηρίαν τοῖς προσιοῦσιν, ἐκ καρδίας· ἰσχὺν γὰρ νέμει, Χριστὸς ὁ βρύων, χάριν ἀέναον.

ΤΑ ΦΘΑΡΤΑ ΠΑΡΙΔΩΝ

Τὰ φθαρτὰ παριδών, τὴν ἀφθαρσίαν εἴληφας, τὰς τερπνὰς ἡδονὰς τοῦ σώματος ἐμίσησας σοφὲ ἀπὸ βρέφους, ποθήσας ἁγνείαν· ὅθεν θαλάμου καὶ κόσμου ἀπέδρασας, συζύγου τε εὔκλειαν, καὶ τῶν γονέων ἐξέκλινας, μόνου Θεοῦ σοφὲ τὸν ἔρωτα ἐπιποθήσας, καὶ ἀγαπήσας ἐξ ὅλης, Πάτερ τῆς ψυχῆς, καὶ διανοίας ἀληθῶς· διὰ τοῦτο ἀνεδείχθης,δοχεῖον θείου, Ἀβράμιε Πνεύματος.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΡΩΜΑΙΑΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας. Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας, Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία. Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ. Σαρκὸς νεκρώσας Ἀβράμιε πᾶν μέλος, Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις. Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία, Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου. Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους, Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται. Σάββας κατ' ἄμφω κλήσεως μέρη Σάββας, Ὅθεν κατ' ἄμφω νύττεται λόγχαις μέρη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτ...

ΤΗΣ ΣΚΕΠΗΣ ΣΟΥ ΠΑΡΘΕΝΕ

Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ Σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς, σὲ γὰρ σκέπην, καὶ προστάτιν, καὶ Βοηθόν, κεκτήμεθα βοῶντές σοι, Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε.

ΣΥΝ ΤΕΡΕΝΤΙΩ ΗΣΤΡΑΨΕΝ

Σὺν Τερεντίῳ ἤστραψεν, ἡ σεπτὴ Νεονίλλα, Νιτᾶς Φωκᾶς καὶ Σάρβιλος, Βήλης τε καὶ Ἱέραξ, Θεόδουλος καὶ Εὐνίκη· τοῦ Χριστοῦ γὰρ προθύμως, γενναίως ὑπερήθλησαν, καὶ τυράννους καθεῖλον, οἱ εὐκλεεῖς, Ἀθλοφόροι Μάρτυρες οὓς τιμῶντες, φαιδρῶς πανηγυρίζομεν, τὴν λαμπρὰν αὐτῶν μνήμην.

ΠΟΛΥΤΡΟΠΟΙΣ ΚΟΛΑΣΕΣΙΝ

Πολυτρόποις κολάσεσιν, ἀνδρικῶς ὁμιλήσαντες, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν κατεβάλετε, ὁμολογοῦντες Μακάριοι, τυράννων ἐνώπιον, τὸν ὀφθέντα δι' ἡμᾶς, ἐν παχύτητι σώματος, καὶ τὰ ἄχραντα, ὑπομείναντα πάθη ἑκουσίως, καὶ πηγάσαντα τῷ κόσμῳ, τὸν ἱλασμὸν καὶ τὸ ἔλεος. Τερεντίῳ συνήστραψαν, Νεονίλλα ἡ ἔνδοξος, Νιτᾶς τε καὶ Σάρβιλος οἱ θαυμάσιοι, καὶ ὁ Φωκᾶς σὺν Ἱέρακι, νομίμως ἀθλήσαντες, καὶ τὸ πῦρ τῶν αἰκισμῶν, θείᾳ δρόσῳ τοῦ Πνεύματος, ἀποσβέσαντες, καὶ γενόμενοι πύργοι εὐσεβείας, καὶ εὐπρόσδεκτοι θυσίαι, καὶ προσφοραὶ καθαρώταται. Ὡς πολύφωτος Ἥλιος, τῇ Σελήνῃ ἑνούμενος, Νεονίλλῃ τέτοκας ὦ Τερέντιε, χορὸν ἀστέρων ἑπτάριθμον, Μαρτύρων ἐν αἵματι, φοινιχθέντων καὶ φαιδράν, ἀφιέντων τὴν ἔλλαμψιν, σκηνωσάντων τε, εἰς ἀνέσπερον λῆξιν· ἔνθα πάντων, Ἀθλοφόρων αἱ ἀγέλαι, περιφανῶς πολιτεύονται. Διγαλάκης Ιάσων

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΕΡΕΝΤΙΟΥ ΚΑΙ ΝΕΟΝΙΛΛΗΣ ΚΑΙ ΤΩΝ ΤΕΚΝΩΝ ΑΥΤΩΝ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τερεντίου καὶ Νεονίλλης, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης. Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους. Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου. Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους, Ὃ πρακτικὴ χεὶρ ἀρετῆς πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ. Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα, Ἐδειξε καινὸν καὶ τετμημένος τέρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα. Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα, Φιρμιλιανὸς καὶ ...

ΠΑΤΕΡ ΘΕΟΦΟΡΕ ΣΤΕΦΑΝΕ

Πάτερ θεοφόρε Στέφανε, θείᾳ φρονήσει τὸν νοῦν, ὀχυρώσας λαμπρότατα, τὸν θυμὸν ἀνδρείᾳ τε, σωφροσύνῃ τὴν ἔφεσιν, δικαιοσύνῃ πᾶσαν τὴν δύναμιν, ψυχῆς ἰθύνας φιλοσοφώτατα, ἅρμα τερπνότατον, ἀρετῶν συνήρμοσας, οὗ ἐπιβάς, χαίρων ἀνελήλυθας, πρὸς ὕψος Ὅσιε. Πάτερ θεορρῆμον Στέφανε, θεολογίᾳ τὸν νοῦν, κατελὰμπρυνας Ὅσιε, δορυφόρον οἷά περ, τὸν θυμὸν προτεινόμενος, κατὰ βλασφήμων μάκαρ αἱρέσεων, ἐπιθυμίᾳ τρυφῆς τῆς ἄνωθεν, ἧς κατηξίωσαι, μετασχεῖν θεσπέσιε, περεστηκώς, θρόνῳ τοῦ Παντάνακτος, καὶ Παντοκράτορος. Πάτερ θεορρῆμον Στέφανε, δι' ἐγκρατείας τὸν νοῦν, πιαινόμενος πάντοθεν, πρὸς τὸ πρῶτον αἴτιον, ἀνατρέχειν ἐποίησας, καὶ κατευνάσας, παθῶν τὸν τάραχον, καὶ τοὺς θορύβους ἀποσεισάμενος, νοῦ καθαρότητι, συνεκράθης πάνσοφε, πρὸς ἐφετῶν, ὄντως τὸ ἀκρότατον, θεόφρον Ὅσιε.

ΑΓΙΑΣ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

Τῌ ΑΥΤῌ ΗΜΕΡᾼ ΚΗ'ΟΚΤΩΒΡΙΟΥ Ἀνάµνησιν ἐπιτελοῦµεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνὸς τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ' ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων. Σκέπη σου, Ἁγνή, σκέπεις καὶ περιθάλπεις Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε. Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει. Ἀΰπνου δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ οὔσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν‧ παρῆν δὲ Ἐπιφάνιος καὶ εἷς τῶν παίδων αὐτοῦ μετ' αὐτοῦ‧ καὶ ἔχων ἦθος, ἵστατο, ὡς ἡ προθυμία τόνον ἐδίδου, ποτὲ μὲν μέχρι μεσονυκτίου, ποτὲ δὲ ἕως πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ ὁ τίμιος Πρόδρομ...

ΛΥΑΙΟΥ ΤΗΝ ΑΠΟΝΟΙΑΝ

Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ ἀθλοφόρε.

ΑΘΛΗΣΑΣ ΚΑΛΩΣ, ΑΘΑΝΑΤΟΝ

Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος, σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΡΩΜΗ ΘΕΟΥ ΑΘΛΗΣΑΣ, ΠΑΜΜΑΚΑΡ

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΠΟΡΦΥΡΑΝ ΕΞ ΑΙΜΑΤΩΝ

Πορφύραν ἐξ αἱμάτων, βεβαμμένην σου ἱερῶν, φορέσας καὶ κατέχων δεξιᾷ ὥσπερ σκῆπτρον τὸν Σταυρόν, συμβασιλεύεις τῷ Χριστῷ, Νέστορ μακάριε. Πέπειρος βότρυς ὤφθης, τῆς ἀμπέλου τῆς νοητῆς· ληνοῖς δὲ μαρτυρίου ἐκθλιβείς, κατανύξεως ἡμῖν, οἶνον ἀνέβλυσας πιστοῖς, Νέστορ πολύαθλε. Χορεύων μέτ' Ἀγγέλων, πρὸ προσώπου τοῦ Ἰησοῦ, καὶ δόξης ἀπολαύνων τῆς αὐτοῦ, τῶν τελούντων σου πιστῶς, Νέστορ τὴν μνήμην τὴν σεπτήν, ἀεὶ μνημόνευε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΝΕΣΤΟΡΟΣ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης, Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους. Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος. Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως. Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν Κυρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου. Ἐχει παρεστῶσάν σε, Πρόκλα Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ

Ὢ τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμῃ ηὔγασται, Δημητρίου τοῦ Μάρτυρος, ἐκ τῶν Ἀγγέλων ἐπαίνοις στέφεται, καὶ ἐξ ἀνθρώπων ᾄσματα δέχεται. Ὢ οἷον ἤθλησε! πῶς καλῶς ἠγώνισται! δι' οὗ ἐχθρός, πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος. Ὢ τοῦ παραδόξου θαύματος! ταῖς τῶν θαυμάτων βολαῖς, τοῦ ἡλίου φανότερον, εἰς ἀεὶ Δημήτριος, διαλάμπει τοῖς πέρασιν, ἐξ ἀνεσπέρου φωτὸς λαμπόμενος, καὶ τῷ ἀδύτῳ φωτὶ τερπόμενος· οὗ ταῖς ἑλλάμψεσι, νέφη ἀπηλάθησαν βαρβαρικά, νόσοι ἐδιώχθησαν, δαίμονες ἥττηνται. Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ λογχευθείς, ὁ τρισμάκαρ Δημήτριος,πρὸς ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος, ἀποθερίζων ἐχθρῶν γαυρίαμα, καὶ καταράσσων δαιμόνων φρύαγμα. ᾯ ἐκβοήσωμεν, Ἅγιε Δημήτριε, σκέπε ἡμᾶς, σοῦ τὴν ἀεισέβαστον, μνήμην γεραίροντας. Πύργος εὐσεβείας πέφηνας, ἐρηρεισμένος στερρῶς, ἐπὶ πέτραν τῆς πίστεως, πειρασμοῖς ἀνάλωτος, καὶ κινδύνοις ἀκλόνητος· μετὰ σφοδροῦ γὰρ σάλου καὶ κλύδωνος, σοὶ προσραγέντα ἀθέων κύματα, σὴν οὐ κατέβ...

ΤΟΥΤΟΝ ΤΟΝ ΜΕΓΑΝ, ΠΑΝΤΕΣ ΣΥΜΦΩΝΩΣ ΟΙ ΠΙΣΤΟΙ

Τοῦτον τὸν μέγαν, πάντες συμφώνως οἱ πιστοὶ συνελθόντες, ὡς ὁπλίτην Χριστοῦ καὶ Μάρτυρα τιμήσωμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις ἀναβοῶντες τῷ Δεσπότῃ καὶ Κτίστῃ τῆς οἰκουμένης. Ῥῦσαι ἡμᾶς τοῦ σεισμοῦ τῆς ἀνάγκης φιλάνθρωπε, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Μαρτύρων· εἰς σὲ γὰρ ἐλπίζομεν, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων· ὅτι σὺ ὑπάρχεις ἡμῶν τὸ στήριγμα.

ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΜΥΡΟΒΛΗΤΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ ἡ Ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ. Δημήτριον νύττουσι λόγχαι Χριστέ μου, Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος. Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται. Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος, Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται. Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων, Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται. Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων, Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ. Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε. Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου ...

ΑΝΥΜΝΟΥΜΕΝ ΠΑΤΕΡΑ ΑΓΕΝΝΗΤΟΝ, ΤΟΝ ΥΙΟΝ ΚΑΙ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ

Ἀνυμνοῦμεν Πατέρα ἀγέννητον, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, μίαν οὐσίαν ἄκτιστον, καὶ θεότητα μίαν· Πάντα τὰ ἔργα, εὐλογεῖτε βοῶντες τὸν Κύριον.

ΙΣΧΥΙ ΝΕΥΡΟΥΜΕΝΟΙ ΧΡΙΣΤΟΥ

Ἰσχὺϊ νευρούμενοι Χριστοῦ, τὸν θάνατον ἀθλοφόροι οὐκ ἐπτήξατε, ἀλλὰ προθύμως ὑποθέντες, τοῖς ξίφεσιν αὐχένας ἠνύσατε, γενναίως τὸν ἀγῶνα τὸν ἔνθεον· ὅθεν ἀξίως μακαρίζεσθε. Ὡς δύο ἀστέρες φαεινοί, φωτίζετε οἰκουμένης τὰ πληρώματα, θείαις τῶν ἄθλων λαμπηδόσι, Μαρκιανὲ σοφὲ καὶ Μαρτύριε, τὸ σκότος τῆς ζοφώδους αἱρέσεως, τῆς τοῦ Ἀρείου ἀπελαύνοντες. Στεφάνους τῆς δόξης ἐκ Θεοῦ, νικήσαντες τὸν τυφλόνουν Μακεδόνιον, ἤδη εἰλήφατε ἀξίως, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασθε, ἡμῖν ἁμαρτιῶν ἐξαιτούμενοι, λύσιν τελείαν Ἀξιάγαστοι. Ἡ μνήμη ἡ ἔνθεος ὑμῶν, ἀνέτειλε τοῦ ἡλίου τηλαυγέστερον, πάντων φωτίζουσα καρδίας, τῶν ταύτην ἐκτελούντων Μακάριοι, ἐν ᾗ ἐκδυσωπεῖτε τὸν Κύριον, σκότους πταισμάτων ἡμᾶς ῥύσασθαι.

ΜΑΡΚΙΑΝΟΣ Ο ΠΑΝΣΟΦΟΣ, ΚΑΙ ΜΑΡΤΥΡΙΟΣ ΑΜΑ

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον, δόγμα καὶ μανιῶδες, καθεῖλον χάριτι θείᾳ τῆς Ἁγίας Τριάδος, ὑπὲρ ἧς καὶ ἐνήθλησαν, καὶ ὡς Μάρτυρες θεῖοι, στέφος λαμπρόν, πρὸς Χριστοῦ δεξάμενοι τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν αὐτοὺς εὐφημούντων.

ΩΣΠΕΡ ΔΥΟ ΑΜΝΟΙ ΣΦΑΓΙΑΖΕΣΘΕ

Ὥσπερ δύο ἀμνοὶ σφαγιάζεσθε, τὸν Ἀμνὸν τοῦ Θεοῦ ὁμοούσιον, Πατρὸς ἀνακηρύττοντες, καὶ τραπέζῃ τῇ ἄνω προσενεχθέντες, ἀθλητῶν ὁμηγύρει συντάττεσθε. Δυναμούμενοι σθένει τοῦ Πνεύματος, ἐξενεύρισαν πλάνης τὸ φρύαγμα, καὶ καρτερῶς ἀθλήσαντες, τοὺς δεινῶς παρεθέντας ταῖς ἀσθενείαις, οἱ πιστοὶ θεραπεύουσι Μάρτυρες. Ἰατροὶ τῶν πιστῶν χρηματίζοντες, τῶν παθῶν ἡμῶν Ἅγιοι Μάρτυρες, τὰ χαλεπὰ νοσήματα, καὶ τὰς ἐπαναστάσεις τὰς ἐναντίας, θεραπεύσατε θείαις δεήσεσιν.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΝΟΤΑΡΙΩΝ, ΜΑΡΚΙΑΝΟΥ ΚΑΙ ΜΑΡΤΥΡΙΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου. Χριστοῦ καλάμους τοὺς Νοταρίους νόει, Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους. Πέμπτῃ Μαρκιανὸν τάμον εἰκάδι Μαρτύριόν τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλλερίνου. Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει, Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι! Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου. Εἰσδύς τὸ πῦρ χορευε, Μάρτυς Σαβίνε, θείαν χορείαν, πρόξενον θείου στέφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐαλλερίου καὶ Χρυσάφου. Διττοῖς Ἀθληταῖς ἡ τιμωρία ξίφος, Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταβιθᾶς, ἣν ἀνέστησεν ἐκ νεκρῶν ὁ Ἅγιος Πέτρος. Ποῦ σοι, Ταβιθά, Πέτρος; εἰ γὰρ ἦν πάλιν, Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. ...

ΜΕΤΟΧΟΙ ΔΟΞΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ

Μέτοχοι δόξης τοῦ Χριστοῦ, κοινωνήσαντες θανάτου γεγόνατε, Ἅγιοι Μάρτυρες, καὶ βασιλείας τῷ διαδήματι, κατεκοσμήθητε φαιδρῶς· Θεῷ δὲ παρίστασθε, ἡμῖν αἰτούμενοι, σωτηρίαν ψυχικὴν ἀξιάγαστοι. Νόμιμοι ὤφθητε Χριστοῦ, στρατιῶται καὶ ἀήττητοι Μάρτυρες, Ἀρέθα πάνσοφε, καὶ σοὶ προθύμως οἱ συναθλήσαντες, σὺν Ἀθλοφόροις γυναιξί, παρθένοι νεάνιδες· διὸ δεόμεθα, ἐκτενῶς ὑπὲρ ἡμῶν ἱκετεύσατε. Ὅμιλος πρόκειται ἡμῖν, ἐκκλησία τε Μαρτύρων θεόλεκτος, δεῦτε φιλόθεοι, μετ' ἐγκωμίων τούτους ὑμνήσωμεν, ὡς νικηφόρους Ἀθλητάς, ὡς θείους θεράποντας, ὡς ἱκετεύοντας, ἐκτενῶς ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον. Ἴθυνον Λόγε τοῦ Θεοῦ, τὴν ζωήν μου καὶ κυβέρνησον Δέσποτα, τῶν θεραπόντων σου, ταὶς ἱκεσίαις τῶν ἀγαπώντων σε, καὶ καταξίωσον αὐτῶν, γενέσθαι συμμέτοχον, τὰς ἁμαρτίας μου, παρορῶν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

ΥΠΕΡ ΗΜΩΝ ΔΥΣΩΠΗΣΟΝ

Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου Πανάχραντε, τῶν εἰλικρινῶς καὶ καθαρῶς βοώντων σοι, καὶ σὲ Θεομήτορα ὁμολογούντων Πάναγνε, τῶν ἁμαρτημάτων, αἰτουμένη τὴν λύσιν, τυχεῖν τε σωτηρίας, τοὺς πιστῶς μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Διγαλάκης Ιάσων

ΟΥΚ ΕΝ ΤΩ ΝΟΜΩ ΠΕΦΥΚΕ, ΠΡΟΦΑΝΩΣ Η ΤΕΛΕΙΩΣΙΣ, ΑΛΛ' ΕΝ ΤΩ ΧΡΙΣΤΩ

Οὐκ ἐν τῷ νόμῳ πέφυκε, προφανῶς ἡ τελείωσις, ἀλλ' ἐν τῷ Χριστῷ, ἡ σωτηρία δέδοται, ἐβόων οἱ Μάρτυρες, τοῖς θεοκτόνοις λέγοντες· ὅθεν γεγηθότες ἀναιρούμενοι πάντες, καὶ θνῄσκομεν προθύμως, καὶ αὐτῷ μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Μυσταγωγεῖ τὸ νήπιον, καὶ διδάσκει τοὺς ἄφρονας, πρὸς τὴν σὴν εἰκόνα, καθορᾶν τὴν ἄχραντον, καὶ πίστιν εἰσδέξασθαι, τῆς ἐν γῇ παρουσίας σου, καὶ διαλαθόν τῶν παρανόμων τὰς χεῖρας, τὴν φλόγα ὑπεισῆλθε, τῇ τεκούσῃ συμψάλλον· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἐπὶ τῆς γῆς οἱ Μάρτυρες, εὐσεβῶς ἠγωνίσαντο, καὶ ἐν οὐρανοῖς, παρὰ Χριστοῦ τὸν στέφανον ἀξίως ἐδέξαντο, χαρμονικῶς ἀπάραντες, τῶν εὐφραινομένων, ἔνθα ἡ κατοικία, τῶν πίστει μελῳδούντων, καὶ βοώντων ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Νενικηκότες Ἅγιοι, τὸν δεινὸν κοσμοκράτορα, καὶ τοὺς ὑπουργοῦντας, τοῖς αὐτοῦ θελήμασι πρὸς τὸν Παντοκράτορα, καὶ τὸν τῶν ὅλων Κύριον, μετὰ παρρησίας καὶ χαρᾶς ἀνεκφράστου, μετέστησε βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψ...

ΤΟΝ ΝΟΥΝ ΜΟΥ ΦΩΤΙΣΤΟΝ ΧΡΙΣΤΕ

Τὸν νοῦν μου φώτισον Χριστέ, τῇ αἴγλῃ τῶν ἀγώνων, Ἀρέθα τοῦ γενναίου, καὶ πάντων τῶν ἁγίων τῶν ἀθλησάντων σὺν αὐτῷ· πρῶτος γὰρ ἁπάντων ἀνεδείχθη ὁ στερρός, φαιδρῶς παραταξάμενος κατὰ τῶν ἀθετούντων τὴν σάρκωσιν σου, τοῦ ὑπὲρ φύσιν σαρκωθέντος καὶ τεχθέντος, ἵνα ἡμᾶς λυτρώσῃς τῆς πλάνης, καὶ δείξῃς ἀπλανῶς τοῖς βουλομένοις διοδεύειν τὴν ὁδὸν τοῦ μαρτυρίου, ἣν οἱ Ἀθληταὶ ἐβάδισαν, σὲ ἀνυμνοῦντες τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.

ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΡΕΘΑ, ΚΑΙ ΤΗΣ ΣΥΝΟΔΙΑΣ ΑΥΤΟΥ...

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. Τμηθείς, Θεῷ προσῆξε Μάρτυς Ἀρέθας, Πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους. Ἀρέθα εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη μιᾶς γυναικὸς καὶ τοῦ βρέφους αὐτῆς, ἣν ἰδὸν τὸ βρέφος ἐν τῷ πυρί, ἐπιρρῖψαν ἐν τῇ φλογὶ ἑαυτὸ τελειοῦται Τῇ μητρὶ πρὸς πῦρ ἡσύχως τεφρουμένη, Φωναῖς ὑποψελλίζον εἵπετο βρέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεβαστιανῆς. Σεβαστιανὴ τῇ τομῇ βλύζει γάλα, Οὐχ αἷμα καὶ σάρξ ὥς περ οὖσα πρὸς ξίφος. Οἱ ἅγιοι Μᾶρκος, Σωτήριχος, Οὐαλεντῖνος κατὰ γῆς συρόμενοι, καὶ οἱ ἅγιοι Ἀκάκιος ὁ πρεσβύτερος καὶ Νέρδων ξίφει καὶ πυρὶ τελειοῦνται. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΡΟΣ ΕΚΦΑΝΘΕΙΣΑΝ ΝΟΗΤΟΝ, ΠΑΡΘΕΝΕ ΑΧΡΑΝΤΕ, ΠΡΟΦΗΤΗΣ ΒΛΕΠΕΙ ΣΕ....

Ὄρος ἐκφανθεῖσαν νοητόν, Παρθένε ἄχραντε, Προφήτης βλέπει σε· ἐκ σοῦ ὑπέρτιμος λίθος γάρ, ἐκτμηθεὶς περιεσώσατο, τὴν οἰκουμένην ἀληθῶς, ἐνθέως ψάλλουσαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΤΟΝ ΓΟΝΟΝ ΣΕ ΤΟΥ ΙΩΣΗΦ, ΚΑΙ ΙΕΡΟΣΟΛΥΜΩΝ ΤΟΝ ΠΡΩΤΟΝΝ ΙΕΡΑΡΧΗΝ

Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.

Ο ΤΟΥ ΠΑΤΡΟΣ ΜΟΝΟΓΕΝΗΣ ΘΕΟΣ ΛΟΓΟΣ, ΕΠΙΔΗΜΗΣΑΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠ' ΕΣΧΑΤΩΝ

Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ' ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν μυστηρίων τῶν πνευματικῶν· ὅθεν σε πάντες τιμῶμεν Ἀπόστολε.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΠΟΣΤΟΛΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΔΕΛΦΟΘΕΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου. Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ. Ἐσθλὸν Ἀδελφόθεον τριτάτῃ ξύλῳ εἰκάδι πλῆξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπόλεως. Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν, Ἰγνάτιε Πρόδρομε Ῥώμης τῆς Νέας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Ῥωμαίου. Ἔρημον ἠγάπησας οἰκεῖν παμμάκαρ, Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ. Ὁ Ὅσιος πατὴρ ἡμῶν Νικηφόρος ὁ ἱδρυτὴς τὴν ἐν Χαρσιανῷ Μονῆς καὶ ὁ Ὅσιος Πετρώνιος ἐν εἰρήνῃ τελειοῦνται. Οἱ Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΤΗΣΑΣ ΤΟΥΣ ΣΟΥΣ, ΕΠΙ ΠΕΤΡΑΝ ΚΑΡΔΙΑΣ ΘΕΟΦΡΟΝ ΠΟΔΑΣ

Στήσας τοὺς σούς, ἐπὶ πέτραν καρδίας θεόφρον πόδας, τοὺς ὑποπεσόντας τῇ ἀπωλείᾳ, καὶ σέβας λίθοις ἀπονέμοντας μάκαρ, θείοις λόγοις σέβειν ἐδίδαξας, πέτραν Ἰησοῦν, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν. Τὸν ἰατρόν, τῶν ποικίλως νοσούντων καὶ σωτηρίαν, πάντων πλανωμένων τὴν ὁδηγίαν, τὴν μυροθήκην, τῶν σεπτῶν χαρισμάτων, τὸ δοχεῖον τοῦ θείου Πνεύματος, τόν ἱερομύστην, τιμῶμεν Ἀβέρκιον. Οἶνος ἑνί, τῇ προστάξει σου σκεύει μετὰ ἐλαίου, ἕτερόν τε εἶδος ἐμβεβλημένα, καιρῷ ἰδίῳ, ἀμιγῆ παραδόξως ἐκκενοῦται τὴν ὑπερβάλλουσαν, χάριν σου δηλοῦντα θεόφρον Ἀβέρκιε.

ΚΑΙ ΛΟΓΟΙΣ ΙΕΡΟΙΣ ΚΑΙ ΕΠΙΔΕΙΞΕΣΙ...

Καὶ λόγοις ἱεροῖς καὶ ἐπιδείξεσι, θαυμάτων Ἀβέρκιε παραδόξων, τοὺς τῇ πλάνῃ θαλαττεύοντας, σωτηρίας πρὸς ὅρμον καθωδήγησας. Ἰάσεις ἐνεργῶν, τελῶν ἐξαίσια, δαιμόνων ἀπείργων τὰς φαντασίας, σωτηρίας πᾶσιν αἴτιος, τοῖς πλουτοῦσι προστάτης σὺ γεγέννησαι. Ὁ λόγος ἱερὸς ὁ βίος ἔνθεος, ὁ τρόπος τοῖς θαύμασι διαλάμπων, ἡ ζωή σου Πάτερ ἔνδοξος, καὶ ὁ θάνατος τίμιος γεγένηται.

ΤΗΝ ΘΕΙΑΝ, ΚΑΙ ΦΩΤΑΥΓΗ ΠΑΝΗΓΥΡΙΝ

Τὴν θείαν, καὶ φωταυγῆ πανήγυριν, ὑμῶν τοὺς σέβοντας, ὡς τῷ μεγάλῳ Μάρτυρες φωτί, παρεστῶτες δεόμεθα, περιφανῶς πρεσβεύσατε, παθῶν ἀχλύος ἐκλυτρώσασθαι. Ἡνίκα, τὸ δυσσεβὲς καὶ ἄλογον, ἔγνωτε πρόσταγμα, παρακελεῦον θῦσαι βδελυκτοῖς, τοῦ Θεοῦ τοῖς προστάγμασιν, ὠχυρωμένοι Μάρτυρες, ἀπαρασάλευτοι γεγόνατε. Νηστείαις, καὶ προσευχαῖς προσείχετε, κατακρυπτόμενοι, καὶ ἑαυτοὺς πρὸς πάλην δυσμενῶν, ἑτοιμάζοντες Ἅγιοι· ὅθεν ὑμᾶς ὁ Κύριος, ἀπαρατρώτους διεφύλαξεν.

ΑΙΓΛΗ ΦΑΙΔΡΑ, ΤΗΣ ΤΡΙΣΗΛΙΟΥ ΘΕΟΤΗΤΟΣ

Αἴγλῃ φαιδρᾷ, τῆς Τρισηλίου Θεότητος, καταυγασθεὶς Ἀβέρκιε, φῶς ἐχρημάτισας, τοὺς ἐν σκότει φωτίζων, καὶ πᾶσαν τῶν δαιμονων, λύων σκοτόμαιναν. Βίον ἐν γῇ, ἔσχες Παμμάκαρ οὐράνιον, μετὰ σαρκὸς ὡς ἄσαρκος, πολιτευσάμενος, καὶ τὰ πάθη νεκρώσας, καὶ τῆς ἱερωσύνης, χάριν δεξάμενος. Ἔχων ἐν σοί, Πάτερ τὸν λόγον φθεγγόμενον, τῆς ἀλογίας ἔλυσας, τοὺς ματαιόφρονας, τῶν δαιμόνων τεμένη, καὶ ξόανα τῆς πλάνης, καταστρεψάμενος.

ΠΑΡΑΝΟΜΟΥ ΠΡΟΣΤΑΓΜΑΤΟΣ, ΤΩ ΘΕΩ ΠΕΙΘΑΡΧΗΣΑΝΤΕΣ

Παρανόμου προστάγματος, τῷ Θεῷ πειθαρχήσαντες, Παῖδες οἱ μακάριοι κατεφρόνησαν, καὶ δεσμευθέντες διέλυσαν, τῆς πλάνης τὸν σύνδεσμον, καὶ ἀξίαν κοσμικήν, ἀπωσάμενοι ἔλαβον, τὸ ἀξίωμα, τὸ αὐτοὺς περιδόξους ἐκτελέσαν, καὶ τὴν ἄνω προξενῆσαν, τῆς βασιλείας ἀπόλαυσιν. Ἑαυτοὺς πρὸς τὰ σκάμματα, τῆς ἀθλήσεως Ἅγιοι, καρτερῶς γυμνάζοντες κατεκρύπτεσθε, ἐν τῷ σπηλαίῳ δεήσεσιν, ἀπαύστοις τὸν Κύριον, ἱκετεύοντες ἰσχύν, χορηγῆσαι καὶ δύναμιν· οἷς δὲ κρίμασιν, ὁ φιλάνθρωπος οἶδεν ἀφυπνῶσαι, ἐν εἰρήνῃ ὑμᾶς πάντας, θεαρχικῶς ἐγκελεύεται. Μυστηρίῳ μυστήριον, τοῖς Ἁγίοις προστίθεται· ὡς γὰρ τελευτήσαντες, οὐκ ᾐσθάνοντο, οὕτω καὶ νῦν ἐγειρόμενοι, σαφῶς κατεπλήττοντο· εἰς γὰρ πίστωσιν νεκρῶν, ἀναστάσεως γέγονε, τὸ τελούμενον· ὅπερ γνόντες οἱ ταύτην ἀθετοῦντες, στερεοῦνται ἐν τῇ πίστει, δοξολογοῦντες τοὺς Μάρτυρας.

ΜΕΓΑΛΩΣ, ΣΗΝ ΚΑΘΕΔΡΑΝ ΟΣΙΕ,,,,

Μεγάλως, σὴν καθέδραν Ὅσιε, κατεκόσμησας Ἱεράρχα· μεγάλοις γὰρ θαύμασι διέπρεψας, καὶ πολιτείᾳ λαμπρᾷ, διὰ τοῦτό σε Ἀβέρκιε, ὁ Θεὸς ἡμῶν μεγάλως ἐδόξασεν. Ἐλέους, θελητὴν τὸν Κύριον, ἐπιστάμενος θεοφόρε, θερμῶς αὐτὸν ᾔτησας, εἰς ἴασιν καὶ σωτηρίαν πολλῶν, τῶν θερμῶν ὑδάτων ἔκβλυσιν, τὴν θαυμαστὴν ποιήσασθαι Ἀβέρκιε. Γονίμους, τὰς ἀγόνους χάριτι, ἀπετέλεσας διανοίας· ἐνθέμενος ταύταις γάρ, Ἀβέρκιε τοῦ λόγου σπόρον σαφῶς, ὡς καλῶν σπορεὺς ἐθέρισας, στάχυν ἑκατοστεύοντα θεόπνευστε.

ΝΟΜΟΙ ΕΝ ΣΟΙ, ΠΑΡΑΔΟΞΩΣ

Νόμοι ἐν σοί, παραδόξως Παρθένε καινοτομοῦνται· τίκτεις γὰρ ἀσπόρως Θεὸν Σωτῆρα, καὶ διαμένεις παρθενεύουσα πάλιν, ξένον θαῦμα! ὅθεν Μητέρα σε, τοῦ Ἐμμανουήλ εὐσεβῶς καταγγέλλομεν.

ΩΣ ΘΕΙΟΣ ΠΟΙΜΗΝ, ΩΣ ΘΑΥΜΑΤΩΝ ΑΥΤΟΥΡΓΟΣ

Ὡς θεῖος ποιμήν, ὡς θαυμάτων αὐτουργὸς τυφλοῖς τὸ βλέπειν, ἐντεύξει Πάτερ ἐχορήγησας, τὴν ἀκοὴν τοῖς κωφεύουσι, κάθαρσιν λεπροῖς, εὐδρομίαν τοῖς χωλοῖς ἀναμέλπουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Κηρύττει τὸ σόν, τερατούργημα Σοφὲ εἰς τὸν αἰῶνα, θερμῶν ὑδάτων ἡ ἀνάβλυσις, βωμὸς τῷ τάφῳ σου κείμενος, ὃν ἐκ τῆς Ῥωμαίων μεγίστης, μετηνέγκατο πόλεως, τὸ πονηρὸν ἐξελαθέν, πνεῦμα Ἀβέρκιε. Λαοῦ ταπεινοῦ, προηγήσω ὑψηλὸς ἐν θεωρίαις, καὶ ἐνεργείαις καὶ δυνάμεσιν, ἀποδειχθεὶς Ἱερώτατε, καὶ τοῦ ὑψηλοῦ Βασιλέως, θεραπευτής, ᾧ κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΩΣ ΙΕΡΕΑ ΜΕΓΙΣΤΟΝ, ΚΑΙ ΑΠΟΣΤΟΛΩΝ ΣΥΣΚΗΝΟΝ

Ὡς Ἱερέα μεγιστον, καὶ Ἀποστόλων σύσκηνον, ἡ Ἐκκλησία γεραίρει σε ἅπασα, ἡ τῶν πιστῶν Ἀβέρκιε, ἣν ταῖς σαῖς ἱκεσίαις περιφύλαττε μάκαρ, ἀκαταγώνιστον, ἐξ αἱρέσεως πάσης, καὶ ἄσειστον πολυθαύμαστε.

ΑΓΓΕΛΩΝ ΧΑΡΜΟΝΗ ΤΩΝ ΘΕΙΩΝ ΚΟΡΗ

Ἀγγέλων χαρμονὴ τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ Προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος, διὰ τοῦτό σε προσκυνοῦμεν Παρθένε.

ΟΛΟΣ, ΑΝΑΚΕΙΜΕΝΟΣ ΘΕΩ, ΘΕΙΩΝ ΠΛΗΡΩΤΗΣ

Ὅλος, ἀνακείμενος Θεῷ, θείων πληρωτὴς προσταγμάτων, ὤφθης Ἀβέρκιε, χάριν δὲ δεξάμενος, ἐξ ὕψους Ἅγιε, νοσημάτων ἀπήλλαξας, ποικίλων ἀνθρώπους, δαίμονας ἀπήλασας, βωμοὺς κατέρραξας· γνῶσιν ἐνεφύτευσας θείαν, τοῖς τῇ ἀγνωσίᾳ ἀθλίως, πρώην κινδυνεύουσι μακάριε. Θείων, διδαγμάτων ἀστραπαῖς, ἔλυσας πολύθεον νύκτα, Πάτερ Ἀβέρκιε, ὄρθρος δὲ ἀνέτειλας, υἱοὺς ἡμέρας τελῶν, τοὺς ἐν ζόφῳ ὑπάρχοντας, τὸ πρὶν ἱεράρχα, θαύματα παράδοξα ἐπιδεικνύμενος· ὅθεν τὴν ἁγίαν σου μνήμην, πίστει ἑορτάζομεν πάντες, ἀνυμνολογοῦντές σε θεόπνευστε. Σκεύει, ἐν ἑνὶ θαυματουργῶν, οἶνόν τε καὶ ἔλαιον Πάτερ, καὶ εἶδος ἕτερον, ἥνωσας τηρούμενα ἐν τῷ προχέεσθαι, ἀμιγῆ θείᾳ χάριτι· θερμῶν δὲ ὑδάτων, χάριν δι' ἐντεύξεως, βλύσαι πεποίηκας, νόσους θεραπεύουσαν πάσας, τῶν προσερχομένων ἐν πίστει, καὶ μακαριζόντων σε Ἀβέρκιε.

ΑΒΕΡΚΙΟΥ ΚΑΙ ΤΩΝ ΑΓΙΩΝ ΕΠΤΑ ΠΑΙΔΩΝ ΕΝ ΕΦΕΣΩ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου Ἱεραπόλεως τοῦ θαυματουργοῦ, καὶ τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου, Ἱεραπόλεως, τοῦ Θαυματουργοῦ. Δοὺς Ἀβέρκιος χοῦν χοῒ θνητῶν νόμῳ, Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει,θέσει. Εἰκάδι δευτερίῃ Ἀβέρκιος ᾤχετο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ Μαξιμιλιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἀντωνίου, Ἐξακουστωδιανοῦ, καὶ Ἰωάννου. Παῖδες λιπόντες πρὸς μικρὸν μακροὺς ὕπνους, Ὕπνωσαν αὖθις τὸν μετ' εἰρήνης ὕπνον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Ἐπισκόπου, καὶ Ἡρακλείου, Θεοδότης καὶ Γλυκερίας, Ἄννης καὶ Ἐλισάβετ. Τμηθεὶς ὁ σεπτός, Ἀλέξανδρος αὐχένα, Καὶ Μάρτυς ἐστίν, οὐ θύτης Χριστοῦ μόνον. Θεοδότην ἄγχουσι καὶ Γλυκερίαν, Θεοῦ γλυκείας ἠγαπηκυίας δόσεις. «Στῶμεν καλῶς, καὶ θῶμεν αὐχένας ξίφει», Ἀθληφόροι λέγουσιν ἀλλήλαις δύο. Ταῖς α...

ΩΣ ΠΟΛΥΣ ΣΟΥ Ο ΠΛΟΥΤΟΣ ΤΗΣ ΧΑΡΙΤΟΣ!

Ὡς πολύς σου ὁ πλοῦτος τῆς χάριτος! ἀριθμὸς δὲ οὐκ ἔστι τῆς δόξης σου· ἐκ μὴ ὄντων γὰρ πάντα παρήγαγες,ὁρατὰ καὶ ἀόρατα Κύριε. Αὐτὸς οὖν φιλάνθρωπε, δώρησαι τῇ βεβήλῳ καρδίᾳ μου αἴνεσιν θείαν, ὁ ὑπ' Ἀγγέλων ἀπαύστως ὑμνούμενος, ἵνα τὸν Ἱεράρχην τιμήσω, τὸν ὡς ἀληθῶς πολυθαύμαστον.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΛΗΝ, ΤΗΝ ΖΩΗΝ ΜΟΥ ΕΝ ΚΑΚΟΙΣ, ΚΑΤΑΔΑΠΑΝΗΣΑΣ Ο ΤΑΛΑΣ

Ὅλην, τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην ἁγνή, πάσης ὄντως ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, οὗπερ, ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον καὶ σῶσόν με.

ΟΛΟΣ ΑΝΑΚΕΙΜΕΝΟΣ, ΔΙΑ ΠΑΝΤΟΣ ΤΩ ΚΥΡΙΩ

Ὅλος ἀνακείμενος, διὰ παντὸς τῷ Κυρίῳ, σάρκα μὲν ἐνέκρωσας, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος, τῆς ψυχῆς ὄμμα δέ, θεωρίαις Πάτερ, φωτοβόλοις ἀνεπτέρωσας· διὸ γενόμενος, θείων δεκτικὸς διαδόσεων, ἰάσεων χαρίσματα, καὶ θεοσημίας ἐπλούτησας, πᾶσι διανέμων, τοῖς χρῄζουσι πλουσίας δωρεάς, καὶ παρρησίᾳ δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν. Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδεγμένος, Ἱλαρίων Ὅσιε, αἰσθητὸς ὡς ἥλιος διελήλυθας, τὰ τῆς γῆς πέρατα, διασπείρων πᾶσι, τὰς ἀκτῖνας τῶν θαυμάτων σου· διὸ Προφήτην σε, καὶ θαυματουργὸν ἀνεκήρυττον, καὶ θεῖον καὶ θεόληπτον, οἱ τῆς εὐποιΐας μετέχοντες, καὶ τῶν ἰαμάτων, θεόφρον ἀπολαύοντες τῶν σῶν, καὶ σωτηρίαν καρπούμενοι, ταῖς διδασκαλίαις σου. Βίου τὴν τερπνότητα, καὶ τὰ ὁρώμενα πάντα, ὑπερβὰς τῇ χάριτι, καὶ πρὸς τὰ νοούμενα καὶ ἀσάλευτα, μεταβὰς Ὅσιε, καθαρῶς τῷ μόνῳ, καθαρῷ τε προσωμίλησας, νοὸς ὀξύτητι, καὶ τῇ τῆς ψυχῆς καθαρότητι, ὡς Ἄγγελος ἐβίωσας, καὶ μετὰ τῆς ὕλης ὁρώμενος· καὶ νῦν τῷ Δεσπότῃ, των ὅλων παριστάμενος Χριστῷ, ἐν παρρησίᾳ, ἱκέτευε, ὑπὲρ ...

ΠΝΕΥΜΑΤΟΣ ΑΓΙΟΥ ΠΛΗΡΗΣ ΓΕΝΟΜΕΝΟΣ

Πνεύματος Ἁγίου πλήρης γενόμενος, ὁ Ὅσιος Ἱλαρίων, τὰς τῶν δαιμόνων ἐπινοίας κατήργησε· τῷ Σταυρῷ γὰρ ὁπλισάμενος, καὶ ἐν τούτῳ θαρρῶν, πάσας τὰς νόσους λόγῳ ἐθεράπευσε, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ πᾶσαν μαλακίαν· Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, κατάπεμψον καὶ ἡμῖν τὴν εἰρήνην σου, ὡς φιλάνθρωπος. Διγαλάκης Ιάσων

ΕΓΩ ΕΙΜΙ ΠΑΝΑΜΩΜΕ

Ἐγὼ εἰμι Πανάμωμε, δένδρον τὸ ἄκαρπον τοῦ θείου λόγου, καρπὸν σωτήριον μηδόλως φέρον, καὶ δειλιῶ τὴν ἐκκοπήν, μήπως εἰς τὸ πῦρ βληθῶ τὸ ἄσβεστον· ὅθεν δυσωπῶ σε· Τούτου ῥῦσαί με, δείξασα καρποφόρον, ἄχραντε τῷ Υἱῷ σου, τῇ μεσιτείᾳ σου.

ΕΚ ΝΕΟΤΗΤΟΣ ΣΟΥ ΦΕΡΩΝ ΤΕΛΕΙΟΤΗΤΟΣ ΦΡΟΝΗΜΑ

Ἐκ νεότητός σου φέρων τελειότητος φρόνημα, ὑπέθου σεαυτὸν Ἱλαρίων τῷ ζυγῷ τοῦ Χριστοῦ, καὶ τὸν βίον ζηλώσας τοῦ θείου Ἀντωνίου, τοῖς ἴσοις μέτροις τῆς ἀρετῆς ἀφομοιούμενος, κατέτηξας τὴν σάρκα, σκιρτῶσαν ὥς περ πῶλον, ὡς ὤφειλε τῇ ψυχῇ καθυποτάσσεσθαι, καὶ τῆς ἀσκήσεως δρόμον ἐξετέλεσας· Ἀλλ' ὦ μακαριώτατε Πάτερ, καὶ θαυματουργὲ θεοφόρε, τοῖς τὴν μνήμην σου ἐκ πόθου τελοῦσιν, αἴτησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

ΡΗΜΑΤΩΝ Ο ΦΘΟΓΓΟΣ ΣΟΥ

Ῥημάτων ὁ φθόγγος σου, καὶ τῶν θαυμάτων ἡ χάρις ἡ ἔνθεος, εἰς πᾶσαν ἐξελήλυθε, τὴν γῆν Πάτερ Ὅσιε, θεοσεβείας πυρσῷ, πᾶσιν ἐπιλάμπουσα πιστοῖς, τῶν ἰαμάτων τὴν ἱλαρότητα. Σταυρῷ τειχιζόμενος, τῷ τοῦ Σωτῆρος, ἀλώβητος ἔμεινας, ἀλόγως ἐφορμήσαντος, δαιμόνων φρυάγματος ἐπὶ σὲ Πάνσοφε· οἶδε γὰρ ὁ ὕψιστος Θεός, περιφρουρεῖν τούς αὐτοῦ θεράποντας. Ὡς στῦλος ἀκράδαντος, οὐρανομήκης, ὡς πύργος ἀσάλευτος, ὡράθης δι' ἀσκήσεως, πυρσεύων τὰ θαύματα, διδοὺς ἰάματα, βρύων θεῖα δόγματα πηγῆς, ἐξ ἀενάου τῶν θεοπνεύστων Γραφῶν.

Ο ΙΛΑΡΟΣ ΤΗΝ ΨΥΧΗΝ

Ὁ ἱλαρὸς τὴν ψυχὴν καὶ τὴν καρδίαν, ὅτε σε ὁ ἔνθεος ἔρως κατέτρωσε, καὶ ἱεραῖς ἀναβάσεσιν, ἐπαναστῆναι, τῶν κοσμικῶν σε θορύβων ἔπεισε, τότε ὁπλισάμενος Σταυροῦ τὴν δύναμιν, πρὸς τὴν δαιμόνων ἐχώρησας, Παμμάκαρ πάλην, καὶ ἀνεπλέξω νίκης διάδημα, καὶ νῦν αὐλίζῃ, ταῖς λαμπρότησι, τῶν Ἁγίων· μεθ' ὧν ἡμῖν αἴτησαι, φωτισμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἀπολύτρωσιν. Ταῖς φωτοβόλοις ἀκτῖσι παραδόξως, Πάτερ ἀξιάγαστε τῶν ἰαμάτων σου, φωταγωγεῖς τὴν ὑφήλιον, τῶν νοσημάτων, διασκεδάζων σκότος βαθύτατον, ἐντεῦθέν σε ἥλιον ἄλλον γνωρίζομεν, καὶ μοναζόντων ἑδραίωμα, καὶ ποδηγέτην, τῶν σῳζομένων θείῳ ἐν Πνεύματι, καὶ νῦν τὴν μνήμην ἐκτελοῦμέν σου, τὴν φωταυγῆ καὶ σωτήριον Ὅσιε, Ἱλαρίων πταισμάτων, διὰ σοῦ λύσιν λαμβάνοντες. Δι' ἐγκρατείας τοῦ σώματος τὰ πάθη, Πάτερ καθυπέταξας, τῷ νοερῶ τῆς ψυχῆς, καὶ ἀπαθείας ταῖς πτέρυξι, κεκοσμημένος, χάριν ἐδέξω ἰᾶσθαι Ὅσιε, ἀνθρώπων ἐν Πνεύματι, τὰ ἀρρωστήματα, καὶ ἀπελαύνειν τὰ Πνεύματα, τῆς πονηρίας, καὶ διασῴζειν τοὺς προσιόντας σοι· ὅθεν χοροί ...

ΟΛΟΣ, ΗΔΟΝΩΝ ΦΘΟΡΟΠΟΙΩΝ, ΟΛΟΣ ΠΕΠΛΗΣΜΕΝΟΣ ΠΑΝΤΟΙΩΝ

Ὅλος, ἡδονῶν φθοροποιῶν, ὅλος πεπλησμένος παντοίων, κακῶν γεγένημαι, ὅλος ὁ ταλαίπωρος, ἐκ παίδων βέβηλος, ἕως γήρως μεστὸς εἰμι, κακῶν τῶν συνήθων· ἀλλὰ ἡ τὸν αἴροντα τὰ ἁμαρτήματα, κόσμου ἀπορρήτως τεκοῦσα, τοῦτον καθικέτευε δοῦναι, τῶν πλημμελημάτων μοι τὴν ἄφεσιν.

ΟΥ ΦΕΡΩ ΤΕΚΝΟΝ ΒΛΕΠΕΙΝ ΣΕ, ΤΟΝ ΤΗΝ ΕΓΡΗΓΟΡΣΙΝ ΠΑΣΙ ΔΙΔΟΝΤΑ

Οὐ φέρω Τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐκ παραβάσεως καρποῦ ὕπνῳ, ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν, παράσχῃς, ἡ Παρθένος, ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

ΑΝΘΡΑΞ, ΟΝ ΠΡΟΕΙΔΕΝ Ο ΚΛΕΙΝΟΣ

Ἄνθραξ, ὃν προεῖδεν ὁ κλεινός, πρώην Ἡσαΐας σαρκοῦται, ἐξ ἀπειράνδρου Μητρός, νεύματι τοῦ φύσαντος αὐτὸν Γεννήτορος, καὶ τεχθεὶς σφαγιάζεται, ἑκὼν ὁ τοῦ κόσμου, αἴρων ἁμαρτήματα, ἀμνὸς ὡς ἄμωμος· ὅθεν, ἡ ἀμνὰς καὶ Παρθένος, τοῦτον ἐν Σταυρῷ καθορῶσα, λύπης τῇ ῥομφαίᾳ ἐτιτρώσκετο.

ΤΟ ΙΛΑΡΟΝ ΣΟΥ ΠΑΤΕΡ

Τὸ ἱλαρόν σου Πάτερ, καὶ καθαρώτατον ὁρῶν, τῆς διανοίας ὁ πάντων, γινώσκων τὰς ἐνθυμήσεις, φωστῆρα κόσμῳ δεικνύει, σὲ Μοναζόντων τὸ κλέος.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΛΑΡΙΩΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλου. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ μεγάλου. Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω, Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω. Ὕστατα Ἱλαρίων κοιμήσατο εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ. Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ, Γλυκὺν τρυφῆς πίνουσι χειμάρρουν ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων, Ἀνδρέου, Στεφάνου, Παύλου, καὶ Πέτρου. Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις, Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου. Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην, Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν. Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε, Τετμημένος σοι Σωκράτης στεφοκράτης. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται. Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων, Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ. Ταῖς αὐτῶν ἁγίαι...

ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗΝ ΜΟΥ ΤΟΝ ΝΕΟΦΑΝΕΝΤΑ ΓΕΡΑΣΙΜΟΝ ΤΟΝ ΘΕΙΟΝ

Μεγάλυνον ψυχή μου τὸν νεοφανέντα Γεράσιμον τὸν θεῖον. Νεῦσον πρὸς ἡμᾶς, πιστῶς ἀθροισθέντας τῷ σῷ Ναῷ, προσψαύοντας, ἐν πίστει καὶ πόθῳ, σορόν σου τὴν θείαν μάκαρ Γεράσιμε, καὶ ἐξ αὐτῆς παντὸς κακοῦ ῥῶσιν λαμβάνοντας, ταῖς λιταῖς σου ταῖς σεπταῖς πρὸς Κύριον, ἃς προσφέρων μὴ παύσῃ δεόμεθα. Μεγάλυνον ψυχή μου τὸν ἐν τοῖς κινδύνοις ῥύστην καὶ προστάτην, Γεράσιμον τὸν θεῖον. Νάουσαν πηγήν, σορόν σου Γεράσιμε, Χριστὸς ἀνέδειξε ἥνπερ καὶ ἀφθάρτισεν, εἰς δόξαν ὄντως λαμπρὰν ὁρώντων σε, τῶν ἰαμάτων χάριν τοῖς πάσχουσι βλύζουσαν, καὶ δαιμόνων φάλαγγας ἐλαύνουσαν, ἐξ ἀνθρώπων πιστῶς προσιόντων σοι. Μεγάλυνον ψυχή μου τῆς Ὀρθοδοξιας τὸ καύχημα τὸ μέγα Γεράσιμον τὸν θεῖον. Ηὔγασαν φαιδρῶς, καθάπερ ὁ Ἥλιος, θεῖοι ἀγῶνές σου, καὶ τὰ κατορθώματα, ἅπερ εἰργάσω πάτερ Γεράσιμε, δι' ἃ Χριστὸς ἀμείβων σε λαμπρῶς ἐδόξασε, σὺν Ἁγίοις ὅν περ καὶ δυσώπησον δι΄ἡμᾶς τοὺς τελοῦντας τὴν μνήμην σου. Μεγάλυνον ψυχὴ τὴν τιμιωτέραν τῶν ἄνω στρατευμάτων. Σὺ ὡς ἀληθῶς δοχεῖον τοῦ πνεύματος ἐδ...

ΑΓΙΑΣ ΜΑΤΡΩΝΗΣ

Σοῦ ἐπὶ πέτραν τὴν στερράν, τῆς ἐπὶ τὸν Κτίστην ἐλπίδος, στήσασα πόδας τῆς ψυχῆς, κατηυθύνθη τὰ σὰ διαβήματα, εἰς ὁδὸν τὴν σωτήριον, ἐντολῶν τῶν τοῦ Δεσπότου Ὁσία Μῆτερ. Τῆς Ἰουδὴθ τὰ κατὰ σέ, καθυπερτεροῦντα ὁρᾶται· οὐχ᾿ Ὁλοφέρνην κτείνεις γάρ, ἀλλ’ αὐτοῦ τοῦ τὴν Εὔαν πτερνίσαντος, ξίφει τέμνεις ἀσκήσεως κεφαλήν, καὶ θριαμβεύεις αὐτοῦ τὴν ἧτταν. Ἄκλυστος πέφηνας λιμήν, τοῖς ἐν τῇ θαλάσσῃ τοῦ βίου, ναυτιλλομένοις καὶ πολλῶν, συμφορῶν ποντουμένοις τῷ κλύδωνι, εἰς γαλήνην μετάγουσα, πειρασμῶν τὴν καταιγίδα σῇ ἀντιλήψει.

ΤΟΥΣ ΣΟΥΣ ΑΓΩΝΑΣ ΜΑΤΡΩΝΑ ΠΑΝΟΛΒΙΑ

Τοὺς σοὺς ἀγῶνας Ματρῶνα πανολβία, καὶ τὰ κατορθώματα τίς ἐξειπεῖν πρεπωδῶς καὶ ἀνυμνῆσαι δυνήσεται ; βροτείαν φύσιν, καὶ γὰρ παρήνεγκε παναοίδιμε· Ἀγγέλων ἠγάσθητε, ταῦτα πληθὺς καὶ Θεόν, τὸ ἀσθενὲς τὸ τῆς φύσεως ἐνδυναμοῦντα, μεγάλως ᾔνεσε καὶ ἐδόξασεν· ἀλλ΄ οἱ τρυφῶντες τῶν καλῶν τῶν σῶν, ἐκ πόθου πάντες σὲ μελπωμεν, τὸ πρὸς δύναμιν χρέος ὡς εἰκὸς ἀφοσιούμενοι. Τῆς ἐγκρατείας πυρὶ πῦρ θεοφόρε, παθῶν ἐναπέσβεσας καὶ πῦρ ἀνήφθη σοι, τοῦ θείου πάνσεμνε ἔρωτος, ὃς πᾶσαν ὕλην, φιλοκοσμίας ἐναπετέφρωσε, καὶ ὃλην σε ἔπεισε μετατεθῆναι ἐκ γῆς πρὸς οὐρανῶν τῷ φρονήματι, καὶ ἰσαγγέλως, ἐν γῇ βιῶσαι μικροῦ πανθαύμαστε· καὶ νῦν Ἀγγέλοις συγχορεύουσα, ὧν καὶ τὸν βίον ἐζήλωσας, σὺν αὐτοῖς ἐκδυσώπει, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν. Χριστὸν ἐξ ὅλης ποθήσασα καρδίας, καὶ τούτου τῷ ἔρωτι τρωθεῖσα πάνσεμνε, ἐνεγκαμένην κατέλιπες, καὶ κόσμου σχέσιν, καὶ τὰ τερπνὰ τοῦ βίου ἀοίδιμε· βοῶσα νυμφίε μου, σὲ ἐπεπόθησα, καὶ τετρωμένη τῷ ἔρωτι τῷ σῷ ὀπίσω, σοῦ διὰ βίου παντὸς ἐφέψομαι· ὃς καὶ ὡς νύμφην ἀδιάφθ...

ΤΟΥΣ ΓΕΝΝΑΙΟΥΣ ΑΓΝΗ ΑΓΩΝΑΣ, ΟΥΣ ΔΙΗΝΥΣΑΣ

Τοὺς γενναίους ἁγνὴ ἀγῶνας, οὓς διήνυσας, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας πυκτεύουσα, τίς ἀξίως θαυμάσειε; καὶ γὰρ ὑπερβαίνει πάντα λόγον καὶ διάνοιαν τὰ σὰ προτερήματα· πῶς σὰρξ οὖσα καὶ αἷμα, γῆ καὶ σποδός, οὐ πρὸς τὴν κάτω ἔβλεψας φύσιν, οὐ τῇ τῶν ὁρωμένων ἐθέλχθης ἠδύτητι, ἀλλ᾿ ἀπεῖδες ὅλῳ τῷ νοΐ πρὸς τὸν οὐρανόν, καὶ μόνον τὸ ἀμήχανον ἐκεῖνο κάλλος ἐπόθησας, καὶ τοῖς σοῖς ὑπερφυέσιν ὡς ἀληθῶς σπουδάσμασιν, Ἀγγέλων εὔφρανας συστήματα· ἀνθρώπους ἐξέπληξας· δαίμονας ᾔσχυνας· τὸ θῆλυ γένος τετίμηκας, τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος.

ΠΑΤΕΡ ΓΕΡΑΣΙΜΕ....

Τοῖς κροτάφοις σου ἀνάπαυσιν οὐκ ἔδωκας, Πάτερ Γεράσιμε, οὐδὲ τοῖς σοῖς νυσταγμόν, βλεφάροις Μακάριε, οὐ σαρκὸς ἄνεσιν, καταγώγιον, ἕως σαυτὸν ἐτέλεσας, τῆς Τριάδος Θεοφόρε. Τοὺς ἀγῶνας οὕσπερ ἔτλης, ἔτι ζῶν μετὰ σαρκὸς Γεράσιμε, οὐκ ἐξαρκεῖ ἀνθρωπίνη, γλῶσσα προσφέγξασθαι· δι΄ὧν σοι Κύριος, εἰς ἀντάμειψιν, χάριν θαυμάτων δέδωκεν, ἰατρεύειν πᾶσαν νόσον. Ἀκεσώδυνον τὸ σῶμά σου τὸ πάνσεπτον, Θεὸς ἀνέδειξε, διατηρήσας αὐτὸ ἀκέραιον, ἄφθορον Πάτερ Γεράσιμε, τοῖς ὁρῶσιν, εὐωδίαν βλύξον ἄρρητον, καὶ διῶκον πᾶσαν νόσον.

ΙΔΕΙΝ ΕΦΙΕΜΕΝΟΣ, ΤΑ ΚΑΛΛΗ ΤΑ ΟΥΡΑΝΙΑ

Ἰδεῖν ἐφιέμενος, τὰ κάλλη τὰ οὐράνια, τὰ φαινόμενα κόσμου κάλλη παρέδραμες, καὶ καλλοποιΐᾳ τῶν ἄθλων, ὡραϊσθείς, Ἀρτέμιε Μάρτυς, καλῶν τὸ ἀκρότατον, εὐφραινόμενος κατείληφας. Ὡς ὄρθρος ὡς ἥλιος, ἡ μνήμη σου φωτίζουσα, τῶν πιστῶν τὰς καρδίας Μάκαρ ἀνέτειλε· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, φωτοειδής, ὤφθης κληρονόμος, σκεδάζων Ἀρτέμιε, τὴν ὁμίχλην τῶν ψυχῶν ἡμῶν. Σκιρτήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, Ἀρτεμίου τῇ μνήμῃ τοῦ θείου Μάρτυρος, ψάλλωμεν Θεῷ ἐν αἰνέσει, τῷ θαυμαστῶ, ὄντι ἐν Ἁγίοις, καὶ καθαγιάζοντι, τοὺς ἐν πίστει τοῦτον σέβοντας. Ἡ θήκη σου βρύουσα, ἀπαύστως τὰ ἰάματα, τοὺς πιστοὺς προσκαλεῖται πόθῳ ἀρύσασθαι, εἰς σωματικὴν εὐρωστίαν, εἰς ψυχικήν, ὄντως σωτηρίαν, Παμμάκαρ, Ἀρτέμιε, πρεσβευτὰ τῶν εὐφημούντων σε.

ΠΑΡΕΣΤΗΚΩΣ ΑΡΤΕΜΙΕ... ΓΕΡΑΣΙΜΕ ΘΕΟΦΟΡΕ ... Ω ΜΑΤΡΩΝΑ

Παρεστηκὼς Ἀρτέμιε, τῇ Ἁγίᾳ Τριάδι, καὶ ἀστραπαῖς λαμπόμενος, τοῖς ἐκεῖθεν πλουσίως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε πόθῳ, μεγαλομάρτυς Ἔνδοξε, συμμαχῶν θείοις ὅπλοις, ὡς τοῦ Χριστοῦ, στρατιώτης ἄριστος ἀθλοφόρε, τῷ σταυροφόρῳ Ἄνακτι, κατ' ἐχθρῶν πολεμίων. Προστάτην σε θερμοτατον, Κεφαλληνία κέκτηται, φρουρόν τε φύλακα ῥύστην, διὸ λαμπρῶς τὴν σὴν μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν Νῆσόν σου, καὶ φύλαττε ἀπήμονα λοιμοῦ λιμοῦ, καὶ κινδύνων Γεράσιμε θεοφόρε. Τῆς ψυχῆς τὸ τριμερές, εἰς ἀπαθείας ἄβυσσον, κατέδυσας, ὦ Ματρῶνα, καὶ ἀβρόχως τῆς ζωῆς, διαγαγοῦσα πέλαγος, πρὸς γῆν τῆς ἐπαγγελίας τῆς ἄνω κατήντησας.

ΟΥΡΑΝΙΑΙΣ ΕΛΛΑΜΨΕΣΙ

Οὐρανίαις ἐλλάμψεσι, φωτισθεὶς τὴν διάνοιαν, τὸ τῆς πλάνης ἔφυγες σκότος Ἔνδοξε, καὶ τῷ φωτὶ προσεπέλασας, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ταῖς χάρισιν αὐτοῦ, καταυγάζεις τὰ πέρατα· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Ἐπιπνοίᾳ τοῦ Πνεύματος, μυηθεὶς γνῶσιν ἔνθεον, τὸν τῶν ὅλων Κτίστην ἔγνως Ἀρτέμιε, καὶ τοὺς τῇ κτίσει λατρεύοντας, πανσόφως διήλεγξας, καὶ ὡδήγησας λαούς, εἰς Θεοῦ τὴν ἐπίγνωσιν, δι' ὃν ἤθλησας, καὶ τὸ στέφος ἐδέξω τῶν καμάτων, λυτρωθῆναι ἱκετεύων, διαφθορᾶς τοὺς ὑμνοῦντας σε. Πολυτρόποις κολάσεσι, χαλεπαῖς μαστιγώσεσι, παραδοὺς αἰκίζεσθαι τὸ πολύαθλον, καὶ καρτερώτατον σῶμά σου, θεόφρον Ἀρτέμιε, οὐκ ἠρνήσω τὸν Χριστόν, οὐ ξοάνοις ἐπέθυσας, ἀλλ' ὑπέμεινας, ὥς περ πάσχοντος ἄλλου ἀναμένων, τὰς μελλούσας ἀντιδόσεις, καὶ τὴν ἀθάνατον εὔκλειαν. Διγαλάκης Ιάσων

ΠΑΡΕΣΤΗΚΩΣ ΑΡΤΕΜΙΕ, ΤΗ ΑΓΙΑ ΤΡΙΑΔΙ, ΚΑΙ ΑΣΤΡΑΠΑΙΣ

Παρεστηκὼς Ἀρτέμιε, τῇ Ἁγίᾳ Τριάδι, καὶ ἀστραπαῖς λαμπόμενος, τοῖς ἐκεῖθεν πλουσίως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε πόθῳ, μεγαλομάρτυς Ἔνδοξε, συμμαχῶν θείοις ὅπλοις, ὡς τοῦ Χριστοῦ, στρατιώτης ἄριστος ἀθλοφόρε, τῷ σταυροφόρῳ Ἄνακτι, κατ' ἐχθρῶν πολεμίων.

ΜΑΣΤΙΞΙΝ ΣΦΟΔΡΑΙΣ

Μάστιξι σφοδραῖς, Ἀρτέμιε τὸ σῶμα, ἐκδαπανώμενος ὑπήνεγκας, ἐναποσκοπούμενος, τὴν ἀντίδοσιν τὴν μέλλουσαν, ἣν νέμει σοι κραυγάζοντι, ἔνδοξε ὁ Δεσπότης· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον. Αἵμασι τοῖς σοῖς, ἡ γῆ καθηγιάσθη, καὶ ἰατρεῖον ἀναδέδεικται, σῶμα τὸ πολύαθλον, πᾶσαν νόσον, πᾶσαν κάκωσιν, πᾶσαν δαιμόνων πάντοτε, βλάβην ἀποδιῶκον, ἐκ τῶν πιστῶς προσφευγόντων σοι. Κόσμος ἀθλητῶν, ἐδείχθης τὰ ἐν κόσμῳ, εὐσεβοφρόνως ἀπωσάμενος, καὶ τὰ ὑπερκόσμια, βραχυτάτῳ ἐξωνούμενος, τιμίῳ σου Ἀρτέμιε, αἵματι ἀνακράζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ἄκλυστος λιμήν, χειμαζομένοις ὤφθης, καὶ θαλαττεύουσιν ἑκάστοτε, κινδύνοις καὶ θλίψεσι, καὶ παθήμασιν Ἀρτέμιε· ἐν ᾧ διασῳζόμενοι, χάριτι μελῳδοῦμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΠΑΤΕΡ ΓΕΡΑΣΙΜΕ ΤΑ ΣΑ, ΘΕΙΑ ΚΑΤΟΡΘΩΜΑΤΑ

Πάτερ Γεράσιμε τὰ σά, θεῖα κατορθώματα, ἀνθρώπων γένος ἐξέστησαν, ὅτι ἐν σώματι, ἀσωμάτων θείαν πολιτείαν ἔνδοξε, διήνυσας ἰσχύι ῥωννύμενος τοῦ θείου Πνεύματος, οὗ καὶ σκήνωμα περίδοξον, θεοφόρε, ὄντως ἐχρημάτισας. Πάτερ Γεράσιμε ἡ σὴ στάσις ὁλονύκτιος, καὶ τῶν δακρύων ἡ ἔκβλυσις, πάσας κατέσβεσε σαρκικὰς ὀρέξεις, πρὸς Θεὸν πτερούμενος, καὶ νοῦν καὶ τῆς καρδίας τὰ ὄμματα· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Τῶν μοναστῶν ποδηγέτης, καὶ Ἀσκητῶν ἡ κρηπίς, τὸ τῆς Πελοποννήσου, ἐγκαλλώπισμα θεῖον, Γεράσιμος ὁ μέγας, ὁ νῦν παρ΄ ἡμῶν εὐφημούμενος ἄριστα· πρόκειται γὰρ πανδαισία πνευματική, τοῖς πιστοῖς πᾶσιν ἀκόρεστος. Τῶν Κεφαλλήνων προστάτης, καὶ Ὀρθοδόξων κρηπίς, σὺ ἐκ Θεοῦ ἐδόθης ὦ Γεράσιμε ὄντως· φάνηθι οὖν μάκαρ πᾶσιν ἡμῖν, τοῖς εἰς σὲ καταφεύγουσιν, ἀπὸ παντοίων κινδύνων καὶ πειρασμῶν, καθ΄ἑκάστην ἐκλυτρούμενος.

ΑΗΤΤΗΤΟΝ ΦΡΟΝΗΜΑ, ΑΡΡΑΓΕΣΤΑΤΗΝ, ΨΥΧΗΣ

Ἀήττητον φρόνημα, ἀρραγεστάτην, ψυχῆς καρτερότητα, Ἀρτέμιε κτησάμενος, ἐχθρῶν πανουργεύματα, Μάρτυς κατήργησας, μέλπων ἐμμελέστατα· Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Ῥοαῖς τῶν αἱμάτων σου, τὴν ἐπηρμένην, βασάνων κατέσβεσας, πυρὰν Θεομακάριστε, καὶ δρόσῳ τοῦ Πνεύματος περιχεόμενος, χαίρων ἀνεκραύγαζες, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Ἰάσεων χάριτας, ἀναπηγάζων, παθῶν ὑπεκκαύματα, σβεννύεις θείᾳ χάριτι, διώκεις δὲ πνεύματα ἐπιστασίαις σου, ἔνδοξε Ἀρτέμιε· διὸ μεγαλοφώνως σε μακαρίζομεν.

ΤΟΝ ΕΥΣΕΒΗ ΚΑΙ ΣΤΕΦΗΦΟΡΟΝ ΜΑΡΤΥΡΑ

Τὸν εὐσεβῆ καὶ στεφηφόρον Μάρτυρα, τὸν κατ' ἐχθρῶν νίκης ἀράμενον τρόπαια, συνελθόντες ἐπαξίως νῦν ἐν ὑμνῳδίαις εὐφημήσωμεν, Ἀρτέμιον τὸν μέγιστον ἐν Μάρτυσι, θαυμάτων τε δοτῆρα πλουσιώτατον· πρεσβεύει γὰρ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.

ΑΓΙΟΥ ΓΕΡΑΣΙΜΟΥ

Ὅλον σου τὸν βίον διανύσας, ἐν κόποις καὶ κακουχίαις ταῖς τοῦ σώματος, εὗρες τὴν αἰώνιον, ὄντως πανευφρόσυνον, ἐν οὐρανοῖς ἀπόλαυσιν, Ἄγγέλοις σύσκηνος, καὶ πάντων τῶν Ὁσίων τοῖς δήμοις, συνδοξάζων τούτοις Χριστὸν εἰς τοὺς αἰῶνας. Ἴσον σου τὸν δρόμον ἐκτελέσας, Ὁσίοις καὶ Ἱεράρχαις, καὶ Δικαίοις τε, ἴσον καὶ τὸν στέφανον, πρὸς Χριστοῦ ἀπείληφας, ἐν οὐρανοῖς ἐπάξιον τῆς σῆς ἀσκήσεως συγχαίρων, συνυμνῶν τὴν Τριάδα· ἣν καθικετεύων ὑπὲρ ἡμῶν μὴ παύσῃ. Ὥσπερ σου τὸ σῶμα διεσώσω ἀμόλυντον ἡδονῆς θεῖε Γεράσιμε, οὕτω καὶ ἀφθάρτισε, σώσας τε ἀκέραιον, εὐωδιάσας Κύριος, καὶ απειργάσατο, νοσοῦσιν ἀμισθὶ ἰατρεῖον, πᾶσι προσιοῦσιν αὐτῷ μετ΄ εὐλαβείας.

ΤΙΣ ΤΟΥΣ ΑΓΩΝΑΣ ΕΞΑΡΚΕΣΕΙ ΕΞΕΙΠΕΙΝ ΑΘΛΟΦΟΡΕ

Τὶς τοὺς ἀγῶνας ἐξαρκέσει ἐξειπεῖν Ἀθλοφόρε, ἢ τοὺς πόνους τοὺς σούς, οὓς περ ἀνδρείως ὑπέμεινας, διὰ τῆς πίστεως τοῦ Κυρίου, καὶ τῆς χάριτος ἧς περ κατηξιώθης; οὐκ ἐξαρκεῖ διηγήσασθαι στόμα ἀνθρώπινον· σοφίαν γὰρ ἐνδεδυμένος καὶ ἀνδρείαν, τὸν πλοῦτον ἐμίσησας καὶ τὴν ἀξίαν τὴν πρόσκαιρον, στρατιώτης φανεὶς γνησιώτατος. Καὶ νῦν πρεσβεύεις Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΕΡΑΣΙΜΟΥ ΚΑΙ ΤΗΣ ΟΣΙΑΣ ΜΑΤΡΩΝΗΣ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρας Ἀρτεμίου, τοΰ Ὁσίου καὶ θεοφόρου Πατρός, ἡμῶν Γερασίμου, καὶ τῆς Ὁσίας ἡμῶν Ματρώνης, τῆς Χιοπολίτιδος. Τῇ Κ' τοῦ αὐτού μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου. Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ, Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος. Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη. Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ. Γεράσιμος κάλλιστον ἤρατο κλέος Ἐκ τῆς ἄνωθεν ἀγλαῆς εὐκοσμίας. Ἕκτῃ πιννυτὸς ἔφθανε φῶς δεκάτῃ Γεράσιμος. Τῷ αὐτῷ Μηνί, τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς θαυματουργοῦ. Λιποῦσα κόσμον ἔμπλεων ἀκοσμίας. Χριστῷ πρόσεισι νυμφικῶς ἡ παρθένος. Εἰκάδι Ματρώνης δέμας γαῖα κάλυψε θανούσης. Οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται. Λίθοις Ἐβόρην καὶ σύναθλον Ἐνόην,...

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΡΤΕΜΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου. Τῇ Κ' τοῦ αὐτού μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου. Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ, Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος. Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη. Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ. Οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΘΛΟΥΣ ΘΕΑΣΑΜΕΝΟΣ, ΤΩΝ ΚΑΛΛΙΝΙΚΩΝ ΜΑΡΤΥΡΩΝ

Ἄθλους θεασάμενος, τῶν καλλινίκων Μαρτύρων, θάρσους θείου ἔμπλεως, γεγονὼς εἰσέδραμες εἰς τὸ στάδιον, καὶ Χριστὸν Οὔαρε, δι' ἡμᾶς ἄνθρωπσν, γεγονότα ἀνεκήρυξας, μὴ πτήξας θάνατον, μηδὲ τὰ προκείμενα βάσανα· διὸ καταικιζόμενος, καὶ ἀνηλεῶς συγκοπτόμενος, ἔχαιρες τελείῳ, νοῒ ἀποσκοπούμενος σοφέ, τὴν διαμένουσαν εὔκλειαν, τοῖς Θεὸν ποθήσασι. Σάρκας σὺν τοῖς αἵμασι, καταπιπτούσας ἑώρας, καὶ ὡς ἄλλου πάσχοντος, Ἀθλητὰ διέκεισο γενναιότατε, προσδεθεὶς ξύλῳ γάρ, σπαραγμοὺς ἤνεγκας, ὑπ' ἀνόμων καρτερώτατα, Θεοῦ εἰς χεῖρας δέ, πνεῦμά σου τὸ θεῖον παρέδωκας, ἐκπλήξας τοὺς ὁρῶντάς σε, ταῖς ἀπεριτρέπτοις ἐνστάσεσιν· ὅθεν σε τιμῶμεν, μεγάλως ἀριστεύσαντα Σοφέ, καὶ καθελόντα τὸν τύραννον, Οὔαρε τοῖς πόνοις σου. Ἀλείφουσα μύροις σε, ἡ θαυμαστὴ Κλεοπάτρα, ὑπὸ γῆν κατέθετο, καὶ ναὸν πανάγιον ἀνεδείματο, ἑορτὴν ἄγουσα, θαυμαστὴν Οὔαρε, καὶ πιστῶς σε λιτανεύουσα· ἧς τὸ παιδάριον, νοητῇ στρατείᾳ κατέλεξας, καὶ δόξῃ κατεκάλλυνας, καὶ χοροῖς Ἁγίων συνέταξας· οὗ πὲρ τῆς μερίδος, ἀξίωσον ἡμᾶς τοὺς...

ΤΟ ΘΕΙΟΝ ΠΝΕΥΜΑ ΕΚΚΕΧΥΤΑΙ

Τὸ θεῖον Πνεῦμα ἐκκέχυται, ὡς ὁ σεπτὸς Ἰωήλ, προφητεύων ἐθέσπισε, παρ' αὐτοῦ κινούμενος, ἐφ' ἡμᾶς τοὺς πιστεύοντας, καὶ μυστηρίων θείων φανέρωσιν, ἀποκαλύπτει, καὶ προφητεύουσιν, οἱ τὴν ἐνέργειαν, τὴν αὐτοῦ δεξάμενοι, καὶ θεϊκῇ, αἴγλῃ φωτιζόμενοι, καὶ θείᾳ χάριτι. Θεηγορίας ἀνάπλεως, ὁ θαυμαστὸς Ἰωήλ, ὡς πηγὴ ἐκπορεύεται, τὰς ψυχὰς ἀρδεύουσα, ἐκ τοῦ οἴκου σου Δέσποτα, καὶ γλυκασμὸν ἡμῖν ἀπεστάλαξε, τὰς διανοίας καταγλυκαίνοντα, ὅλος μετάρσιος, γεγονὼς τῷ πνεύματι, δι ' ἀρετῆς, ἀνακουφιζόμενος, πρὸς θεῖον ὕψωμα. Προφητικῇ παρρησίᾳ σου, καὶ νοερᾷ πρὸς Θεόν, Ἰωὴλ οἰκειότητι, δι' ἧς τὰ οὐράνια, κατοπτεύεις θεάματα, ὑπὲρ ἡμῶν αὐτὸν ἐξιλέωσαι, τῶν ἐκτελούντων, πίστει τὴν μνήμην σου, λύσιν αἰτούμενος, τῶν πταισμάτων ἔνδοξε, καὶ μετοχήν, θείων ἀπολαύσεων, καὶ μέγα ἔλεος.

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΙΩΗΛ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΟΥΑΡΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωὴλ καὶ τοῦ Ἁγίου Μάρτυρος Οὐάρου. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ. Ὁ γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη, Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους. Ἐννεακαιδεκάτῃ μόρος ἀμφ' ἐκάλυψεν Ἰωήλ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ. Ξεσμοὺς ἀπείρους καρτεροῦντος Οὐάρου, Σατὰν πλάνης ἔξαρχος Οὐαὶ μοι! λέγει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι τελειωθέντων. Σαδὼθ ὁ θεῖος τὴν κάραν τμηθεὶς ξίφει, Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ. Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων, Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει. Ὁ Ἅγιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται. Οἱ Ἅγιοι Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος Διάκονος ξίφει τελειοῦνται. Ὁ Ὅσιος πατὴρ ἡμῶν Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ...

ΤΙ ΣΕ ΟΝΟΜΑΣΩ ΑΠΟΣΤΟΛΕ; ΟΥΡΑΝΟΝ....

Τὶ σε ὀνομάσω Ἀπόστολε; οὐρανόν, ὅτι τὴν δόξαν διηγήσω τοῦ Θεοῦ· ἀστραπήν, ὅτι τὸν κόσμον καταυγάζεις φωτισμῷ· νεφέλην, ἐπομβροῦσαν θεῖα νάματα, κρατῆρα, τῆς σοφίας ἐνθεώτατον, οἶνον ἡμῖν ἀναβρύοντα, τὸν τὰς καρδίας εὐφραίνοντα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε νῦν προσείπω Θεόληπτε; ποταμόν, ἐκ Παραδείσου προερχόμενον ἡμῖν, κιβωτὸν τῆς διαθήκης, ἣν διέθετο Χριστός· φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα· λυχνίαν, Ἐκκλησίαν καταυγάζουσαν· ἄρτον ζωῆς, θείαν τράπεζαν, ποτήριον θείου πόματος· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σὲ νῦν Θεόπτα καλέσωμεν; λειτουργὸν τῶν μυστηρίων, δραστικώτατον Χριστοῦ, τῆς σκηνῆς τῆς νοουμένης, ἀρχιτέκτονα σοφόν, τὰς πλάκας, λατομοῦντα τὰς τῆς χάριτος, τὸν νόμον, γεγραφότα τὸν καινότατον, τὸν ἐκ Σιὼν προερχόμενον, καὶ διὰ σοῦ κηρυττόμενον· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σὲ νῦν καλέσωμεν Ἔνδοξε; θησαυρὸν τῶν οὐρανίων, χαρισμάτων ἀσφαλῆ· ἰατρὸν καὶ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἀκριβῆ· τοῦ Παύλου, συνεργάτην καὶ συνέκδημον, τὰς Πράξεις...

ΔΕΣΠΟΙΝΑ ΠΑΝΤΩΝ ΑΝΑΣΣΑ, ΠΡΟΦΘΑΣΟΝ

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια· ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν· ὡς Θεομήτωρ γὰρ ἁγνή, ὅσα θέλεις ἀνύεις.

ΘΕΟΓΡΑΦΟΥΣ, ΩΣ ΠΛΑΚΑΣ ΔΕΔΕΓΜΕΝΟΙ

Θεογράφους, ὡς πλάκας δεδεγμένοι, τὰς σὰς βίβλους, πιστῶς κατατρυφῶμεν, τοῦ φωτισμοῦ τῆς χάριτος πανόλβιε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. Ὡς ὀργάνῳ, τῇ γλώττῃ σου τὸ πνεῦμα, κεχρημένον, φωτίζει τοὺς ἀνθρώπους, μυσταγωγοῦν τῆς χάριτος τὰ δόγματα, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Συνεδέθης, τῇ σχέσει μετὰ Παύλου, θεορρῆμον, Λουκᾶ τῷ θεηγόρῳ, καὶ ξυνωρὶς πανέντιμος ἐδείχθητε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. Θεοπλόκῳ, σαγήνῃ σου τῶν λόγων, θεοκήρυξ, τους πλάνῃ κρατουμένους, πρὸς φωτισμὸν τῆς πίστεως ἐζώγρησας, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.

ΩΣ ΙΑΤΡΟΣ ΚΑΙ ΜΑΘΗΤΗΣ ΛΟΥΚΑ ΗΓΑΠΗΜΕΝΟΣ

Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

ΔΕΥΤΕ [ΑΣΑ ΚΤΙΣΙΣ, ΤΟΝ ΑΛΗΘΩΣ ΙΑΤΡΟΝ

Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικόν, καὶ τοῦ Σωτῆρος Μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον, τῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε, καὶ ποταμοὺς θεοβρύτων ναμάτων ἐκ στόματος, ἐψυχωμέναις χώραις, τοῦ Εὐαγγελίου κατήρδευσεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ εἰς τὴν οἰκουμένην· καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΧΡΙΣΤΟΥ ΤΟΝ ΜΑΘΗΤΗΝ, ΤΟΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Χριστοῦ τὸν Μαθητήν, τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, σκεύους τῆς ἐκλογῆς τὸν ὡραῖον, χαρακτῆρα ἔμψυχον πιστοί, οὗ ἐν ταῖς Ἐκκλησίαις ἀπάσαις ὁ ἔπαινος, Λουκᾶν τὸν Ἀπόστολον, ἐν ὕμνοις τιμήσωμεν· αὐτὸς γὰρ ἐκήρυξε, τοῦ Θεοῦ τὰ παράδοξα θαύματα, φωτίσας τοὺς ἐπὶ γῆς, θεολογίας ἀκτῖσι διὰ τῆς χάριτος. Ψυχῶν ἰατρικήν, ὑπὲρ τὴν τῶν σωμάτων ἐκμαθών, ἐπιστήμην Σοφέ, κατ' ἄμφω παγκαλὴς ἀνεδείχθης, τὴν Θεοῦ σοφίαν ἐμπνευσθείς, ἐν ᾗ καὶ θεραπεύων ψυχὰς καὶ τὰ σώματα, Λουκᾶ παμμακάριστε, καλεῖς πρὸς ἐπίγνωσιν, πτεροῖς πρὸς τὸν ἔρωτα τοῦ Θεοῦ, τοὺς ἀνθρώπους ἑκάστοτε, ἀνάγεις εἰς οὐρανόν, καὶ ὑπὲρ πάντων πρεσβεύεις τῶν εὐφημούντων σε. Ἀγκίστρῳ λογικῷ, τοὺς ἐν βάθει ἀγνοίας, ὡς ἰχθύας εἰσδύσαντας, ἑλκύσας εἰς ἐπίγνωσιν θείαν, τῷ Χριστῷ ὀψώνιον καλόν, προσηγάγω Παμμάκαρ, τιμὴν ἀξιόχρεων, ζωὴν τὴν ἀκήρατον λαβόντας καὶ ἄληκτον· διὸ καὶ Ἀπόστολος τοῦ Χριστοῦ ἐχρημάτισας, Σοφὸς Εὐαγγελιστής, καὶ συγγραφεὺς τῶν πραχθέντων ἔργων τῆς Χάριτος.

ΔΑΥΪΤΙΚΩΣ ΣΥΝΕΛΘΟΝΤΕΣ

Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις, πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΟΠΩΣ ΛΟΥΚΑ ΤΕ ΚΑΙ ΚΛΕΟΠΑ

Ὣπως Λουκᾷ τε καὶ Κλεόπᾳ, ἐμφανίζεται Δεσπότης ἐκ τοῦ τάφου! ἀναστὰς γὰρ αὐτούς, ἐδίδασκε κραυγάζειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Τρίβον τοῦ βίου διατρέχων, συνοδεύοντα τὸν Λόγον εὗρες Μάκαρ, οὐρανίων σκηνῶν, ἀνοίγοντά σοι πύλας· Εὐλογητὸς εἶ κράζοντι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Λύρα τοῦ Πνεύματος ἐδείχθης, μελῳδήματα θεόθεν φθεγγομένη, τοὺς ἀνθρώπους Λουκᾶ, φωτίζουσα βοῶντας· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΑΠΟΣΤΟΛΕ ΧΡΙΣΤΟΥ, ΚΑΙ ΤΩΝ ΘΕΙΩΝ ΔΟΓΜΑΤΩΝ

Ἀπόστολε Χριστοῦ, καὶ τῶν θείων δογμάτων Συγγραφεῦ, καί τῆς Ἐκκλησίας ἑδραίωμα· σὺ ὡς ἀληθῶς, τὰς ἐν ζόφῳ τῆς ἀγνωσίας καρδίας, εἰσδυσάσας ἐν τῷ βυθῷ τῆς ἀπωλείας, ἑλκύσας θεηγορίαις, διέσωσας ὡς ἐκ σάλου τρικυμίας, ὀπαδὸς γενόμενος τοῦ σκεύους τῆς ἐκλογῆς Παύλου, ἀλλὰ καὶ μιμητής. Ὅθεν αἰτοῦμέν σε, Λουκᾶ ἀξιάγαστε, τῶν Ἀντιοχέων τὸ ἐγκαλλώπισμα. Πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ ὑπὲρ τῶν πίστει ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

ΛΟΥΚΑ ΧΡΙΣΤΟΥ ΑΠΟΣΤΟΛΕ, ΜΥΣΤΑ ΤΩΝ ΑΠΟΡΡΗΤΩΝ, ΚΑΙ ΤΩΝ ΕΘΝΩΝ ΔΙΔΑΣΚΑΛΕ

Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων, καί των ἐθνῶν Διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας, ἐκδυσώπει θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, Πάνσοφε μυστολέκτα.

ΜΑΘΗΤΗΣ ΓΕΝΟΜΕΝΟΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ

Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην, (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω». Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος. Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην, Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ. Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου, Ἰουλιανὸς ἄσμενος παρατρέχει. Ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται. Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων τῷ 1522. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΥΠΕΡ ΚΑΤΑΛΗΨΙΝ, Η ΠΡΟΦΗΤΑΙΣ

Ὑπὲρ κατάληψιν, ἡ Προφήταις δοθεῖσα παρὰ τῆς θείας δωρεᾶς, προγνωστικὴ ἐνέργεια, καὶ μελλόντων γνῶσις! Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Στόμα θεόπνευστον, κεκτημένος καὶ γλῶσσαν, θεηγοροῦσαν Ὡσηὲ θεοσεβείας αἴγλην τε, φωταγωγοῦσαν μέλπεις· Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Λόγοις καὶ πράγμασι προφητεύων ἐλέγχεις, τὸν ἐκπορνεύσαντα λαόν, συμβολικῶς Πανόλβιε, ἐκδιδάσκων μέλπεις· Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

ΓΕΡΑΣ ΩΣ ΠΡΟΦΗΤΗΣ ΕΙΛΗΦΑΣ

Γέρας ὡς Προφήτης εἴληφας, Ὡσηὲ δεξάμενος, στέφανον εὐπρεπείας, παρὰ τοῦ Θεοῦ παμμακάριστε. Ὅλῳ τῷ φωτὶ λαμπόμενος, τοῦ Χριστοῦ Πανάριστε, δίδου ταῖς σαῖς πρεσβείαις, τοῦτον εὐμενῆ τοῖς ὑμνοῦσί σε. Ὕμνοις σὺν Ἀγγέλων τάγμασιν, Ὡσηὲ παρέστηκας, τὸν Δεσπότην γεραίρων, ζήσας πολιτείαν ἰσάγγελον.

ΥΨΟΥΜΕΝΑ ΚΥΜΑΤΑ ΤΗΣ ΠΟΝΗΡΙΑΣ

Ὑψούμενα κύματα τῆς πονηρίας, τὸν νοῦν οὐκ ἐσάλευσαν, τὸν σὸν Ἀνδρέα Ὅσιε, ἐν πέτρᾳ τῆς γνώσεως, Χριστοῦ ἱστάμενον· ὅθεν πᾶσιν ἄκλυστος λιμήν, χειμαζομένοις σαφῶς γεγένησαι. Μωραῖς συζητήσεσιν ὁ δολιόφρων, τὸν νοῦν σκοτιζόμενος, συλῆσαι ἐπειρᾶτό σε, δογμάτων λαμπρότησι καλλωπιζόμενον, ὤφλησε δὲ γέλωτα Σοφέ, πλησθεὶς αἰσχύνης τῇ παρρησίᾳ σου. Ὁ νοῦς σου ταῖς νεύσεσι ταῖς θειοτάταις, καθωραϊζόμενος, Ἀνδρέα ἀξιάγαστε, ἀστέρα ὁλόφωτον, πᾶσί σε ἔδειξε, θαύμασιν ἑκάστοτε πιστούς, φωταγωγοῦντα ἀνευφημοῦντάς σε.

Ο ΕΞ ΑΝΑΡΧΟΥ ΠΑΤΡΟΣ

Ὁ ἐξ ἀνάρχου Πατρός, ἀναλάμψας ἐκ σοῦ σεσωμάτωται, Θεομῆτορ Κόρη, δι' ἄφατον ἔλεος, ὃν ὑμνοῦντες βοῶμεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΟΙ ΤΩΝ ΠΟΝΩΝ ΙΔΡΩΤΕΣ ΣΟΥ, ΤΗΣ ΑΣΚΗΣΕΩΣ ΕΝΔΟΞΕ

Οἱ τῶν πόνων ἱδρῶτές σου, τῆς ἀσκήσεως ἔνδοξε, πρὸς Μαρτύρων στάδιον ἐκκαλούμενοι, πλήρη Ἀνδρέα τὴν ἔφεσιν, ἐν σοὶ ἐναπέθεντο, οὓς εὐκαίρως εἰς Θεόν, ἐπεδείξω στερρότατα, ἀλλὰ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Λίθος ἄλλος ὑπέρτιμος, γεγονὼς διὰ πίστεως, οὐχ ὑπέστης θραῦσιν δεινῶς τυπτόμενος, ἀλλ' ἐπὶ γῆς κυλιόμενος, τῆς πίστεως ἔνδοξε, ὁμαλίσας τὴν ὁδόν, εὐεπίβατον τέθεικας καὶ κατέστρεψας, τῆς δοκήσεως Μάκαρ Κοπρωνύμου, φαυλοτάτην δόξαν ὥσπερ, σεσαθρωμένον θεμέλιον. Ἀποστόλων τοῖς δόγμασι, τεθραμμένος Μακάριε, καὶ Πατέρων ἐνθέων τοῖς διδάγμασι, τοῦ σαρκωθέντος ἐτίμησας, Θεοῦ τὸ ὁρώμενον, ἐν συμβόλοις ἱεροῖς,καὶ σεπτοῖς τοῖς μορφώμασιν· ὅθεν ἔνδοξε, ὑπὲρ τούτου ἀθλήσας ἀνεδείχθης, εὐσεβείας ὑποφήτης, καὶ τῶν Μαρτύρων καλλώπισμα.

ΝΑΟΣ ΕΧΡΗΜΑΤΙΣΑΣ ΘΕΟΥ ΤΟΥ ΖΩΝΤΟΣ

Ναὸς ἐχρημάτισας Θεοῦ τοῦ ζῶντος, ἐν ᾧ τὴν κατοίκησιν ἀρρήτως ἐποιήσατο, Παρθένε πανύμνητε, ὁ οὐρανοὺς κατοικῶν, καὶ δι' ἀγαθότητα πολλήν, βροτὸς γενέσθαι καταδεξάμενος.

ΥΠΕΡΦΥΕΙ ΦΩΤΙΣΜΩ

Ὑπερφυεῖ φωτισμῷ, Ὡσηὲ τὸν νοῦν φωτιζόμενος, τῶν μελλόντων μάκαρ τὴν γνῶσιν ἐπλούτησας, τῷ Δεσπότῃ κραυγάζων· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Σὺ ἐν χερσὶ προφητῶν, ὡμοιώθης πληθύνας ἀθάνατε, τὰς ὁράσεις Σῶτερ ποικίλως μορφούμενος, τοῖς σοὶ πίστει βοῶσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τοῦ Ἰσραὴλ σὺ πηγή, σωτηρίας προχέουσα νάματα, ποταμὸν εἰρήνης Χριστὸν προκηρύττουσα, Ὡσηέ, ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΠΑΘΗ ΤΗΣ ΣΑΡΚΟΣ, ΣΟΦΕ ΠΡΟΘΑΝΑΤΩΣΑΣ...

Πάθη τῆς σαρκός, Σοφὲ προθανατώσας, ἀσκητικοῖς ἐπ' ἀγωνίσμασιν, ἤθλησας στερρότατα, τοῦ Σωτῆρος τὸ ὁμοίωμα, καὶ τῆς Παρθένου πάντων τε, Ὅσιε τῶν Ἁγίων, τιμητικῶς ἀσπαζόμενος. Οἱ μανιωδῶς, κατὰ Χριστοῦ λυττῶντες, θῆρες ὡς ἄγριοι ἐπέθεντο, Πάτερ θανατῶσαί σε· ὅθεν σύροντες καὶ παίοντες, ἀπέρριψαν εἰς βάραθρα, Μάρτυρα ἀληθείας, σὲ προφανῶς ἐργαζόμενοι. Θαύμασι πιστούς, ὡς νάμασιν ἀρδεύεις, καὶ φυγαδεύεις Παμμακάριστε, πονηρίας πνεύματα, καὶ καθαίρεις ἀρρωστήματα, τὴν χάριν τῶν ἰάσεων, ἄνωθεν δεδεγμένος, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὤφθης Οὐρανῶν, Παρθένε πλατυτέρα, Θεὸν ἐν μήτρᾳ σου χωρήσασα, τὸν πᾶσιν ἀχώρητον· ὃν ἱκέτευε λυτρώσασθαι, στενοχωρίας ἄχραντε, Δέσποινα ψυχοφθόρου, τούς εὐσεβῶς ἀνυμνοῦντάς σε.

ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ ΠΑΤΡΟΣ

Τὸ Πνεῦμα τὸ Ἅγιον Πατρός, τὸ ἐκπορευόμενον, διὰ τῆς σῆς γλώττης ὥρισε, Χριστοῦ τὴν μέλλουσαν, ἐν ἐσχάτοις χρόνοις, παρουσίαν ἔσεσθαι, ἐπὶ ἀνακαινίσει τῆς κτίσεως. καὶ νῦν τὴν ἔκβασιν, θεωροῦντες τῶν προρρήσεων, σοῦ Προφήτα, τὴν μνήμην γεραίρομεν. Τῇ γνώμῃ πορνεύουσαν τὸ πρίν, ἀπὸ σοῦ Φιλάνθρωπε, φύσιν ἡμῶν μνηστευσάμενος, τῆς βεβηλώσεως, ἐλυτρώσω ταύτην, σεαυτῷ καθ' ἕνωσιν, συνάψας ὑπὲρ νοῦν ἀδιάρρηκτον, καὶ τούτου σύμβολον, ὁ Προφήτης σου γενόμενος, τὰς πρὶν πόρνας, σωφρόνως ἠγάγετο. Προφῆτα θεσπέσιε τὰς σάς, ῥήσεις νῦν θεώμενος, πεπληρωμένας τῇ χάριτι, καὶ παριστάμενος, τῷ Θεῷ τῶν ὅλων, ὑπὲρ πάντων πρέσβευε, τῶν πίστει ἐκτελούντων τήν μνήμην σου, τούτοις αἰτούμενος, τῶν πταισμάτων τὴν συγχώρησιν, καὶ εἰρήνην, καὶ βίου διόρθωσιν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΩΣΗΕ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηὲ καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηέ. Θεὸν τυποῖς μνηστῆρα γῆς πορνευτρίας, Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις. Ἑβδομάτῃ δεκάτῃ Ὡσηὲ νέκυν κτερέϊξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος, Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. Ἀμφοῖν ποδῶν σῶν Ἀνδρέα τμηθεὶς ἕνα, Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου καὶ Δικαίου Λαζάρου. Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας, "Λάζαρε δεῦρο" χριστομιμήτως λέγει. Εἰς τὴν κατάθεσιν τοῦ Λειψάνου τοῦ αὐτοῦ Ἁγίου Λαζάρου. Κρύπτουσα νεκρὸν Λαζάρου Ῥώμη Νέα, Ἄλλη παρ' ἡμῖν δείκνυται Βηθανία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων καὶ Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Λεοντίου, Ἀνθίμου, καὶ Εὐτροπίου. Ἐκ τοῦ γένους Ἄραβας, ἐκ δὲ τοῦ ξίφους, Θείους ἀριστεῖς οἶδα τούς, Ἀναργύρους. Λεοντίου τμηθέντος, ὤλ...

ΟΡΩΝ ΤΟΝ ΠΑΝΤΩΝ ΚΥΡΙΟΝ

Ὁρῶν τὸν πάντων Κύριον, καὶ Θεὸν ἀφυπνοῦντα, ἐπὶ Σταυροῦ θελήματι, κλονουμένην τε πᾶσαν, καιρῷ τοῦ πάθους τὴν κτίσιν, Ἀθλοφόρε Λογγῖνε, Ληστῇ σὺν τῷ εὐγνώμονι, ὡμολόγησας τοῦτον, Υἱὸν Θεοῦ, ὑπὲρ οὗ καὶ χαίρων ἐσφαγιάσθης, καὶ νῦν ὡς Μάρτυς ἄριστος, ὑπὲρ πάντων πρεσβεύεις.

ΦΩΤΟΣ ΟΙΚΗΤΗΡΙΟΝ ΩΦΘΗΣ

Φωτὸς οἰκητήριον ὤφθης, τοῦ ἀνεσπέρου Θεοτόκε, δι' οὗ οἱ ἐν σκότει καὶ σκιᾷ, τῆς ἁμαρτίας φῶς ἐθεάσαντο· διό μου φωταγώγησον, τὰ τῆς καρδίας αἰσθητήρια.

ΙΣΧΥΣ ΜΟΥ ΚΑΙ ΥΜΝΗΣΙΣ ΛΟΓΟΣ, Ο ΕΝ ΣΤΑΥΡΩ ΧΕΙΡΑΣ

Ἰσχύς μου καὶ ὕμνησις Λόγος, ὁ ἐν Σταυρῷ χεῖρας ἁπλώσας, Μάρτυς τοῖς ἀνόμοις ἐβόας, αὐτοῦ τὸ πάθος τὸ παμμακάριστον, ἐξεικονίζων θάνατον, ἐθελουσίως καθυφίσταμαι. Ὡς περικαλὴς ἀθλοφόρος, χαριτωθεὶς Μάρτυς Λογγῖνε, ὅλος ὡραιότατος ὤφθης, καὶ τῷ ὡραίῳ Λόγῳ παρίστασαι, τὰς ἀμοιβὰς τῶν πόνων σου, πλουσιωτάτως κομιζόμενος. Σὲ τὸν διαυγίᾳ φανέντα, ἥλιον ἄδυτον Λογγῖνε, καὶ μαρμαρυγαῖς ἰαμάτων, τὴν οἰκουμένην πᾶσαν φωτίζοντα, καὶ τὴν ἀχλὺν σκεδάζοντα, τῆς ἀγνωσίας μακαρίζομεν. Ἤρθης πρὸς μονὰς οὐρανίους, καὶ τοῖς χοροῖς συνηριθμήθης, πάντων τῶν ἁγίων Μαρτύρων, μεθ' ὧν Λογγῖνε Μάρτυς μνημόνευε, τῶν εὐσεβῶς τὴν μνήμην σου, ἑορταζόντων παμμακάριστε.

ΕΥΦΡΟΣΥΝΩΣ ΓΕΓΗΘΕΝ Η ΕΚΚΛΗΣΙΑ

Εὐφροσύνως γέγηθεν ἡ Ἐκκλησία, ἐν τῇ μνήμῃ σήμερον, τοῦ ἀοιδίμου ἀθλητοῦ, Λογγίνου ἀνακραυγάζουσα· Σύ μου τὸ κράτος, Χριστὲ καὶ στερέωμα.

ΤΟΝ ΟΥΡΑΝΟΝ ΣΚΟΤΕΙ ΠΟΛΛΩ, ΤΗΝ ΓΗΝ ΤΕ ΣΕΙΟΜΕΝΗΝ

Τὸν οὐρανὸν σκότει πολλῷ, τὴν γῆν τε σειομένην, καὶ πέτρας ῥηγνυμένας, ναοῦ τε τὸ καταπέτασμα σχισθὲν εἰς δύο θεωρῶν ἐν τῷ θείῳ πάθει τοῦ Χριστοῦ ὁ ἀθλητής, Θεοῦ Υἱὸν αὐτὸν ἐγνώρισε, πάσχοντα τῇ οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀπαθῆ δὲ ὄντα τῇ θεότητι καὶ δόξῃ, σὺν τῷ Πατρὶ καὶ Πνεύματι Ἁγίῳ συνέχοντα τὸ πᾶν καὶ διακρατοῦντα, ὡς Θεὸν ἀληθινὸν καὶ Βασιλέα· ὅθεν ἐν χαρᾷ Λογγῖνος ἀνακραυγάζει· Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα.

ΚΟΙΜΙΣΑΣ ΤΟ ΠΡΙΝ ΤΑΣ ΤΗΣ ΣΑΡΚΟΣ, ΚΙΝΗΣΕΙΣ ΕΝΔΟΞΕ

Κοιμίσας τὸ πρὶν τὰς τῆς σαρκός, κινήσεις Ἔνδοξε, ταῖς ἐγρηγόρσεσι, ταῖς πρὸς τὸν Κύριον ὕπνωσας, τὸν γλυκὺν ὕπνον ἀοίδιμε, θανατωθεὶς διὰ Χριστόν, τόν ἐπὶ ξύλου Σταυροῦ, ἀφυπνώσει θείᾳ, νεκροῖς τὴν ζωὴν ἀναβλύσαντα. Λόγχῃ κεντηθέντα τὴν πλευράν, Μακαριώτατε, καὶ αἷμα βλύσαντα, Θεὸν ἑώρακας ἄνθρωπον, διὰ σπλάγχνα χρηματίσαντα, καὶ κατετρώθης τῷ αὐτοῦ ἡδίστῳ ἔρωτι, ἀναμέλπων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ἔσβεσας πυρὰν εἰδωλικήν, αἱμάτων ῥεύμασι, Λογγῖνε πάνσοφε, καὶ κατενέπρησας ξόανα, καὶ ἀνίδρυτα σεβάσματα, τῷ θείῳ ζήλῳ τὴν ψυχὴν ἀναφλεγόμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὄμματα καρδίας φωτισθείς, ταῖς θείαις λάμψεσι, τοῦ ἀμαυρώσαντος ἡλίου πάνσοφε ἔλλαμψιν, τὴν ἀχλὺν Λογγῖνε ἔλιπες, τῆς δυσσεβείας καὶ φωστήρ, ὤφθης φωτίζων ἡμᾶς, τοὺς βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Διγαλάκης Ιάσων

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΟΓΓΙΝΟΥ ΤΟΥ ΕΚΑΤΟΝΤΑΡΧΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ Σταυροῦ. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου. Υἱὸν Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν, Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα. Ἕκτῃ καὶ δεκάτῃ Λογγῖνον ἄορ κατέπεφνεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίῳ Λογγίνῳ. Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει, Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεοντίου, Δομετίου, Τερεντίου καὶ Δομνίνου. Τρεῖς Λεόντιε, τοὺς συναθλοῦντας ἔχων, Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον. Τὴ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Μαλοῦ. Μαλὸς βραχεῖαν γῆς λιπὼν παροικίαν, Πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΝΕΚΡΟΥΜΕΝΟΝ ΒΛΕΠΟΥΣΑ

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δολιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἐκπληττομένη θρηνοῦσα ἔλεγε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου.μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

ΡΥΜΗΝ ΡΗΜΑΤΩΝ ΤΩΝ ΣΟΦΩΝ, ΤΥΡΑΝΝΟΣ ΔΙΩΚΤΗΣ

Ῥύμην ῥημάτων τῶν σοφῶν, τύραννος διώκτης μὴ φέρων, καὶ θανατοῖ σε καὶ βυθῷ, θαλαττίῳ προσρίπτει τὴν ἄνω σοι, προξενῶν ὡς οὐκ ᾤετο, βασιλείαν εἰς αἰῶνας καὶ θείαν δόξαν. Μὴ προσκυνήσας τοῖς γλυπτοῖς, γόνυ τε μὴ κάμψας εἰδώλοις, εἰς πῦρ ἐβλήθης θλιβερόν, εἰς βασάνων εἰσῆλθες τὴν κάμινον, δροσιζόμενος Πνεύματος, δροσοβόλῳ δυναστείᾳ Θεόφρον Μάρτυς. Νενεκρωμένους καὶ βυθῷ, τῆς Ἑλληνικῆς ἀθεΐας, καταποθέντας τοὺς λαούς, ζωηφόροις σου λόγοις ἀνείλκυσας μελῳδῶν Ἀξιάγαστε· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

ΠΝΕΥΜΑΤΙΚΗΣ ΩΣ ΕΜΠΛΕΩΣ, ΧΑΡΙΤΟΣ ΚΑΙ ΣΟΦΙΑΣ

Πνευματικῆς ὡς ἔμπλεως, χάριτος καὶ σοφίας, Λουκιανὲ πανεύφημε, τὴν θεόπνευστον Μάρτυς, Γραφὴν ἡρμήνευσας πᾶσαν· πλάνην δὲ τῶν Ἑλλήνων, ἤλεγξας τὴν πολύθεον, καὶ ψευδώνυμον γνῶσιν, τὴν δὲ Χριστοῦ, Ἐκκλησίαν ηὔφρανας, Ἀθλοφόρε, φαιδρύνων ἐν τοῖς λόγοις σου, Ὀρθοδόξων τὰ πλήθη.

ΤΟΝ ΕΝ ΑΣΚΗΣΕΙ ΤΟ ΠΡΟΤΕΡΟΣ

Τὸν ἐν ἀσκήσει τὸ πρότερον λαμπρυνθέντα, καὶ ἐν ἀθλήσει τὸ δεύτερον φαιδρυνθέντα, πάντες ὡς φωστῆρά σε φαιδρότατον, Λουκιανὲ τοῖς ὕμνοις, ἐνδόξως σὲ γεραίρομεν. Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΛΟΓΟΝ ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ

Λόγον θείας γνώσεως, πεπλουτηκὼς διὰ πίστεως, τοὺς πιστοὺς ἐβεβαίωσας,πολύπλοκα βάσανα, καὶ θυμὸν τυράννων, φέρειν θαρσαλέως, διὰ τὴν μέλλουσαν ζωήν, καὶ ἀφθαρσίαν καὶ ἀγαλλίασιν· διὸ σε μακαρίζομεν, Λουκιανὲ ἀξιάγαστε, καὶ τὴν θείαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν. Εἱρκτὴν πολυχρόνιον, καὶ βιαιότατον θάνατον, ἐκαρτέρησας Ὅσιε, ἱμάσι πεδούμενος, καὶ λεπτοῖς ὀστράκοις, κεντούμενος Μάκαρ, καὶ ἀσιτίᾳ χαλεπῇ, μακρᾷ τε δίψῃ ἐκπιεζόμενος· διὸ σε ἡ οὐράνιος, τρυφὴ σαφῶς διεδέξατο, ὡς ἀήττητον Μάρτυρα, Ἀθλητὰ γενναιότατε. Κόλπος σε θαλάττιος, Λουκιανὲ εἰσδεξάμενος, μεθ' ἡμέρας τριάκοντα, τῇ χέρσῳ ἐκδίδωσιν, Ἰωνᾶν ὡς πάλαι, θηρὸς ὑπουργίᾳ, πρὸς θεοτίμητον ταφήν, καὶ ἰαμάτων θείαν ἀνάβλυσιν, Μαρτύρων ἀκροθίνιον, τῆς Ἐκκλησίας ἑδραίωμα· διὰ τοῦτο τιμῶμέν σε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

ΓΝΩΣΕΙ ΤΗ ΘΕΙΑ ΚΑΘΩΠΛΙΣΜΕΝΟΣ, ΚΑΙ ΤΟΝ ΝΟΥΝ

Γνώσει τῇ θείᾳ καθωπλισμένος, καὶ τὸν νοῦν θείᾳ δόξῃ ἐλλαμφθεὶς Ἀθλητά, τῷ Πνεύματι φωτιζόμενος, μάχαιρα ὤφθης ἐστιλβωμένη, τὰ ζιζάνια πάντα ἄρδην ἐκτέμνων, αἱρετικῶν τὰ ἀλλόφυλα δόγματα ἔνδοξε, καὶ κήρυξ τῆς ἀληθείας, πρὸς ζωὴν ὑπαλείφων ἅπαντας, τοὺς εὐσεβῶς προσιόντας σοι, ἐκ κινδύνων δὲ λυτροῦσαι καὶ θλίψεων· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΛΟΥΚΙΑΝΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Λουκιανοῦ, Πρεσβυτέρου τῆς Μεγάλης Ἀντιοχείας. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Λουκιανοῦ, πρεσβυτέρου Ἀντιοχείας τῆς μεγάλης. Ἄρτου στερήσει Λουκιανὸς ἀντέχει, Τοῦ ζῶντος ἄρτου μὴ στερηθῆναι θέλων. Λιμῷ Λουκιανὸς δεκάτῃ θάνεν ἠδέ τε Πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Σαβίνου Ἐπισκόπου. Ἰσάγγελον Σαβῖνος εὖ βιοὺς βίον, Θανὼν συνήφθη τῷ χορῷ τῶν Ἀγγέλων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Βάρσου, Ἐπισκόπου Ἐδέσσης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως Μοναχοῦ τινος καὶ Μάρτυρος, καὶ ὠφέλιμος διήγησις περὶ αὐτοῦ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΡΟΣΚΥΝΗΜΑ "ΑΞΙΟΝ ΕΣΤΙΝ"

Εικόνα
ΠΗΓΗ :  http://www.youtube.com/user/agioritikovimagr

ΔΟΞΟΛΟΓΙΑ ΣΤΟΝ ΙΕΡΟ ΝΑΟ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΕΠΙ ΤΗ ΕΛΕΥΣΗ ΤΗΣ ΕΙΚΟΝΑΣ ΑΞΙΟΝ ΕΣΤΙΝ

Εικόνα
Πηγή :  http://www.youtube.com/user/agioritikovimagr

ΠΟΜΠΗ ΕΙΚΟΝΑΣ ΑΞΙΟΝ ΕΣΤΙΝ

Εικόνα
Πηγή :  http://www.youtube.com/user/agioritikovimagr

Η ΕΙΚΟΝΑ ΑΞΙΟΝ ΕΣΤΙΝ ΣΤΗ ΘΕΣΣΑΛΟΝΙΚΗ

Εικόνα
ΠΗΓΗ :  http://www.youtube.com/user/agioritikovimagr

ΜΗ ΣΑΛΕΥΘΗΝΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΤΗΝ ΑΡΡΑΓΗ ΕΚΚΛΗΣΙΑΝ

Μὴ σαλευθῆναι τοῦ Χριστοῦ, τὴν ἀρραγῆ Ἐκκλησίαν, ὑπ' αὐτοῦ μυσταγωγούμενοι θεῖοι, Ποιμενάρχαι τοὺς αὐτήν, παρασαλεῦσαι θέλοντας, ὡς Ἀντιχρίστου μοίρας, τῶν εὐσεβῶν παρεσάλευσαν. Ἀνακαθαίρει θολερούς, καὶ βορβορώδεις χειμάρρους, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, καὶ διψῶντα τὸν λαόν, τὸν τοῦ Χριστοῦ κορέννυσι, τῶν διδαχῶν τοῖς ῥείθροις, ὁ τῶν Πατέρων κατάλογος. Κατὰ τῶν ὄντως μισητῶν, Χριστιανοκατηγόρων, συνδρομῇ τῶν φιλοχρίστων ἑβδόμῃ, ἐν τῇ πόλει τῇ λαμπρᾷ, τῶν Νικαέων γέγονεν, ἧς Βασιλεῖς Εἰρήνη, καὶ Κωνσταντῖνος συνήγοροι.

ΥΜΝΟΛΟΓΗΣΑΙ ΤΗΝ ΕΒΔΟΜΗΝ ΑΘΡΟΙΣΙΝ...

Ὑμνολογῆσαι τὴν ἑβδόμην ἄθροισιν, ἐφιεμένῳ μοι νῦν, τὴν τῶν ἑπτὰ δίδου, χαρισμάτων σύνοδον, τοῦ Παρακλήτου Κύριε, τὴν σοφίσασαν ταύτην, γλωσσοπυρσεύτως, καὶ βλάσφημον, πᾶσαν γλωσσαλγίαν σιγήσασαν. Μείζων ἀρχῆθεν ἀριθμῶν ὁ ἕβδομος, δημιουργίας καὶ γάρ· τῆς τοῦ Θεοῦ πάσης, πρωτοτύπως γέγονεν, ἡ παντελὴς κατάπαυσις, εἰς ἑβδόμην ἡμέραν, καὶ νῦν πασῶν τῶν αἱρέσεων, λῆξις εἰς ἰσάριθμον Σύνοδον. Νενικηκὼς τὸν θεομάχον Ἄρειον, ἐν τῇ Νικαίᾳ τὸ πρίν, ποιμαντικῇ ῥάβδῳ ὀρθοδόξοις ἴθυνε, τὴν Ἐκκλησίαν δόγμασιν, ὁ χορὸς τῶν Πατέρων, καὶ νῦν ἐν ταύτῃ κατῄσχυνε, τοὺς Εἰκονομάχους ὁ σύμμαχος.

ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Ο ΧΟΡΟΣ, ΕΚ ΤΩΝ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΑΤΩΝ

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς περέδωκε τῇ Ἐκκλησίᾳ. Οὓς εὐφημούντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιών, οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου. Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΥΠΕΡΕΥΛΟΓΗΜΕΝΗ ΥΠΑΡΧΕΙΣ, ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΤΑ ΘΥΜΑΤΑ ΤΑ ΛΟΓΙΚΑ, ΝΑΖΑΡΙΟΝ, ΠΡΟΤΑΣΙΟΝ, ΓΕΡΒΑΣΙΟΝ, ΚΑΙ ΚΕΛΣΙΟΝ

Τὰ θύματα τὰ λογικά, Ναζάριον, Προτάσιον, Γερβάσιον, καὶ Κέλσιον εὐφημήσωμεν, ὅτι πᾶσαν τυράννων μανίαν, σὺν τοῖς εἰδώλοις κατήργησαν. Διὸ ταῖς εὐχαῖς αὐτῶν, Χριστὲ ὁ Θεός, τὴν εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΥΜΝΩΔΙΩΝ ΕΝ ΚΑΛΛΕΣΙ

Ὑμνῳδιῶν ἐν κάλλεσι, τῆς ἡδίστης σου γλώττης, καὶ θεοφθόγγοις ᾄσμασι, τὴν Ἁγνὴν καὶ Παρθένον, ἀνύμνησας Θεοτόκον, ἀληθῶς καὶ κυρίως, μεθ' ἧς Κοσμᾶ θεόληπτε, παρεστὼς τῇ Τριάδι, σοῦ μιμητήν, κατὰ νοῦν καὶ πρᾶξιν καὶ θεωρίαν, κἀμὲ γενέσθαι πρέσβευε, ἱερώτατε Πάτερ.

ΟΛΗΝ ΣΥΓΚΡΟΤΗΣΑΝΤΕΣ, ΤΗΝ ΤΗΣ ΨΥΧΗΣ ΕΠΙΣΤΗΜΗΝ

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ οὐράνιον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατᾳ, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν. Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, οἱ χρηστοκήρυκες, Εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, Πίστιν θεοδίδακτον. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ. Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐμπειρίαν, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λυμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡ...

ΟΙ ΤΗΣ ΠΙΣΤΕΩΣ ΠΡΟΜΑΧΟΙ

Οἱ τῆς πίστεως πρόμαχοι, τὸν ἀγῶνα τελέσαντες, τὸν τῆς νίκης στέφανον ἐκομίσαντο, ὁ γενναιόφρων Ναζάριος, ὁ μέγας Προτάσιος, σὺν Κελσίῳ τῷ σοφῷ, ὁ θεόφρων Γερβάσιος, οὓς ὑμνήσωμεν, ὡς γενναίους ὁπλίτας, ὡς τῆς ἄνω, βασιλείας κληρονόμους, ὡς ἐθελόθυτα θύματα. Εὐφημείσθῳ Ναζάριος, καὶ τιμάσθω Προτάσιος, καὶ ὁ θεῖος Κέλσιος, καὶ Γερβάσιος. οἱ εὐκλεῶς ἐναθλήσαντες, καὶ πλάνην μειώσαντες, καὶ Ἀγγέλων τοῖς χοροῖς, ἱερῶς ἀριθμούμενοι, καὶ θεούμενοι, κατὰ μέθεξιν θείαν· καὶ τῆς νίκης, τοὺς στεφάνους ἐκ παλάμης, ζωαρχικῆς κομισάμενοι. Ὁ θεόφρων Ναζάριος, τῷ ἐνθέῳ κηρύγματι, πόλεις διερχόμενος κατεφώτιζεν, ὃν μιμησάμενος Κέλσιος, τὸ κλέος ἐκτήσατο, τῶν ἐνθέων ἀρετῶν, συμπατήσας τὸν δόλιον. Τούτους ἅπαντες, ἐν αἰνέσει τιμῶμεν, ὡς ἀστέρας, ὡς φωστῆρας τῶν ἐν σκότει, καὶ ἰατροὺς τῶν ψυχῶν ἡμῶν.

Ο ΕΚ ΠΑΤΡΟΣ ΕΚΛΑΜΨΑΣ ΥΙΟΣ ΑΡΡΗΤΩΣ, ΕΚ ΓΥΝΑΙΚΟΣ ΕΤΕΧΘΗ

Ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀρρήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει, ὃν εἰδότες, οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα, αὐτὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβομεν πιστῶς. Καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

ΔΑΥΪΤΙΚΟΙΣ ΑΣΜΑΣΙ, ΤΟΝ ΠΝΕΥΜΑΤΙΚΟΝ ΑΣΜΑΤΟΓΡΑΦΟΝ

Δαυϊτικοῖς ᾄσμασι, τὸν πνευματικόν ᾀσματογράφον εὐφημήσωμεν λέγοντες· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ὅσιε Πάτερ, καὶ ἀνεδείχθη ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, καλλιγραφοῦσα ἡμῖν μέλη τὰ σωτήρια, δι' ὧν τὴν κατὰ Χριστὸν οἰκονομίαν, καὶ τῆς Ἁγίας Τριάδος τὸ μέγα μυστήριον, ᾀσματικῶς δοξολογεῖν διδασκομεθα, αἰτούμενοι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΠΑΤΕΡΕΣ ΟΥΡΑΝΟΦΡΟΝΕΣ, ΟΙ ΣΥΝΟΔΩ

Πατέρες οὐρανόφρονες, οἱ Συνόδῳ ἑβδόμῃ, συναθροισθέντες δέησιν, ἐκτενῆ τῇ Τριάδι, προσάξατε τοῦ ῥυσθῆναι, ἐκ πάσης αἱρέσεως, καὶ κρίσεως αἰωνίου, Βασιλείας τε τυχεῖν, οὐρανῶν τοὺς τὴν ὑμῶν, σύναξιν θείαν ὑμνοῦντας.

ΦΩΣΤΗΡΕΣ ΥΠΕΡΛΑΜΠΡΟΙ

Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας σαφῶς, τῷ κόσμῳ ἐδείχθητε, μακαριώτατοι, Πατέρες θεόφθογγοι, τήξαντες τὰς αἱρέσεις, τῶν βλασφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν δυσφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

ΟΛΗΝ ΣΥΓΚΡΟΤΗΣΑΝΤΕΣ, ΤΗΝ ΤΗΣ ΨΥΧΗΣ ΕΠΙΣΤΗΜΗΝ

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ οὐράνιον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατᾳ, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν. Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, οἱ χρηστοκήρυκες, Εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, Πίστιν θεοδίδακτον. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ. Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐμπειρίαν, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λυμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρ...

ΤΩΝ ΑΘΛΟΦΟΡΩΝ ΤΗΝ ΑΘΛΗΣΙΝ, ΤΑ ΠΑΛΑΙΣΜΑΤΑ, ΚΑΙ ΤΟΝ ΕΝΔΟΞΟΝ

Τῶν Ἀθλοφόρων τὴν ἄθλησιν, τὰ παλαίσματα, καὶ τὸν ἔνδοξον θάνατον, δεῦτε φιλέορτοι ἅπαντες, ὕμνοις ἐγκωμίων καὶ ᾠδαῖς εὐφημήσωμεν τὴν τετράριθμον φάλαγγα, τὸν σοφὸν Προτάσιον, σὺν τούτῳ Γερβάσιον, καὶ τὸν θεῖον Ναζάριον, ἅμα Κελσίῳ τῷ θεηγόρῳ καὶ νέῳ πεφηνότι· ὅτι πᾶσαν τῶν Ἑλλήνων ἀπετέφρωσαν μανίαν, καθομολογοῦντες τὸν Χριστόν, Θεὸν μέγαν, πρὸ αἰώνων βασιλεύοντα σὺν Πατρὶ καὶ Πνεύματι, νῦν δὲ μετὰ θάνατον, αἰτοῦσι σωθῆναι ἡμᾶς.

ΩΣ ΟΙ ΠΑΤΕΡΕΣ ΕΥΣΕΒΩΣ ΕΔΙΔΑΞΑΝ

Ὡς οἱ Πατέρες εὐσεβῶς ἐδίδαξαν, ὁμολογοῦμεν πιστῶς, Παρθενικὴν μήτραν, ἀνωδίνως τέξασαν, μετὰ σαρκὸς τὸν ἄσαρκον, προσκυνοῦμέν τε τούτου, στηλογραφοῦντες τὴν μόρφωσιν, καὶ τιμητικῶς ἀσπαζόμεθα.

ΘΕΛΩΝ Ο ΠΑΝΟΙΚΤΙΡΜΩΝ ΘΕΟΣ ΗΜΑΣ ΔΙΕΓΕΙΡΕΙΝ ΑΕΙ ΠΡΟΣ ΜΝΗΜΗΝ

Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν ἀεὶ πρὸς μνήμην τελείαν τῆς αὐτοῦ ἐνανθρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ τῆς χρωματουργίας τῶν εἰκόνων, τὴν σεβάσμιον ἀνατυποῦσθαι μορφήν, ὅπως ταύτην ἐπ' ὄψεσιν ὁρῶντες, πιστεύωμεν, ἅπερ λόγῳ ἀκηκόαμεν, γνωρίζοντες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνομα, τὸ σχῆμα καὶ τοὺς ἄθλους τῶν Ἁγίων ἀνδρῶν, καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχόμενον τοῖς Ἁγίοις Ἀθληταῖς τε καὶ Μάρτυσι, δι' ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

ΤΗΝ ΤΕΤΡΑΚΤΥΝ ΧΟΡΕΙΑΝ ΤΩΝ ΑΘΛΟΦΟΡΩΝ, ΝΑΖΑΡΙΟΝ ΓΕΡΒΑΣΙΟΝ ΣΥΝ ΚΕΛΣΙΩ

Τὴν τετρακτὺν χορείαν τῶν Ἀθλοφόρων, Ναζάριον Γερβάσιον σὺν Κελσίῳ, ὕμνοις ἐγκωμίων καταστέψωμεν, καὶ τὸν κλεινὸν Προτάσιον· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτοι, ἐξιλεοῦνται τὸ θεῖον.

ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Tῶν Ἁγίων Πατέρων τῆς Ζ' οἰκουμενικῆς Συνόδου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ τῶν εὐσεβῶν καὶ φιλοχρίστων Βασιλέων, Κωνσταντίνου καὶ Εἰρήνης, κατὰ τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων, καὶ τὰς σεπτὰς καὶ Ἁγίας εἰκόνας καταβαλόντων. Ὑπέρμαχοι σοὶ τοῖς λόγων ὅπλοις, Λόγε, Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων. Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

ΤΑΙΣ ΑΚΤΙΣΙ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΕΛΛΑΜΦΘΕΙΣ ΤΗΝ ΔΙΑΝΟΙΑΝ...

Ταῖς ἀκτῖσι τοῦ Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν,φωτοφόρος γέγονας, Ἀξιάγαστε, καταφαιδρύνων τὰ σύμπαντα, τῷ κάλλει τῶν λόγων σου, καὶ διδάσκων ἀνυμνεῖν, τοῦ Σωτῆρος τὰ θαύματα, ἃ εἰργάσατο, θεϊκῇ δυναστείᾳ, καὶ τὰ πάθη, ἃ ὑπέστη ἑκουσίως, ὑπὲρ ἡμῶν ὡς φιλάνθρωπος. Ἐκκλησία λαμπρύνθητι, καὶ τὰ τέκνα σου κάλεσον, ὑψηλῷ κηρύγματι, συνευφραίνεσθαι· ἡ γὰρ κιθάρα τοῦ Πνεύματος, ἡ λύρα ἡ ἔνθεος, συγκαλεῖται μυστικῶς, εἰς ἑστίασιν ἅπαντας, τὰ μελλίρρυτα, καὶ θεόφθεγκτα ταύτης τῶν ᾀσμάτων, μελῳδήματα προθεῖσα, Κοσμᾶς ὁ θεῖος καὶ ἔνδοξος. Σάλπιξ γέγονας Ὅσιε, κελαδῶν τὰ σωτήρια, τοῦ Χριστοῦ παθήματα, καὶ τὰ θαύματα, καὶ τῆς Πανάγνου τὴν κοίμησιν, καὶ πάντας εὐφραίνουσα, ἡδυφθόγγοις σου Κοσμᾶ, καὶ εὐήχοις τοῖς ῥήμασι· διὸ πάντες σε, κατὰ χρέος τιμῶμεν ἀνυμνοῦντες, τὴν πανεύφημον καὶ θείαν, καὶ ἱεράν σου μετάστασιν.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΝΑΖΑΡΙΟΥ, ΓΕΡΒΑΣΙΟΥ, ΠΡΟΤΑΣΙΟΥ, ΚΑΙ ΚΕΛΣΙΟΥ ΚΑΙ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΟΣΜΑ ΤΟΥ ΠΟΙΗΤΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου. Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα, Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος. Σὺν τρισὶ Ναζάριος τμήθη δεκάτῃ γε τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου. Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης, Μέλη λιπὼν τέρποντα τὴν Ἐκκλησίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ. Μετῆλθεν αὐχήν Σιλβανοῦ τομὴν ξίφος, Κἀντεῦθεν ὤφθη Σιλβανὸς τομεὺς πλάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου. Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος, Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου. Ὁ ἅγιος Εὐθύμιος ὁ νέος, ὁ ἐν Θεσσαλονίκῃ ὑπὲρ τῶν ἁγίων εἰκόνων ἀγωνισάμενος, τελειοῦται. Οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται. Μνή...

ΚΑΡΠΟΥΣ ΠΡΟΣΕΝΗΝΟΧΑΣ ΘΕΩ, ΤΗ ΔΙΔΑΣΚΑΛΙΑ ΣΟΥ

Καρποὺς προσενήνοχας Θεῷ, τῇ διδασκαλίᾳ σου, τοὺς σεσωσμένους Ἀοίδιμε, σαυτὸν δὲ κάρπωμα, ἱερὸν προσῆξας, μαρτυρίου αἵματι, παμμάκαρ φοινιχθεὶς ἱερώτατε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Τὸν νοῦν ἐπερείσαντες Χριστῷ, ἀκλινεῖς ἐδείχθητε, ταῖς προσβολαῖς τῶν κολάσεων, οἰκείοις αἵμασι, πλάνης τοὺς προμάχους, ἄρδην κατακλύσαντες, καὶ ἔνδον Παραδείσου σκηνώσαντες, ὦ Ἱερώτατοι, ἱερεῖα ὡς ἀμώμητα, ὡς τῆς θείας, ἀμπέλου βλαστήματα. Πυρὸς δυνατώτερον τὸν νοῦν, ἐξαφθέντες Μάρτυρες, ἐν τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Κάρπε καὶ Πάπυλε, νοητοὶ φωστῆρες, τὸ πῦρ ἀπεσβέσατε, εἰδώλων βδελυρῶν θείᾳ χάριτι, δρόσῳ τῆς πίστεως, καὶ αἱμάτων ταῖς προσχύσεσι, τὸν χειμάρρουν, τρυφῆς ἐκληρώσασθε.

ΣΥΝΟΝΤΕΣ ΠΑΜΜΑΚΑΡΙΣΤΟΙ, ΘΕΩ ΤΩ ΠΑΝΤΟΚΡΑΤΟΡΙ

Συνόντες παμμακάριστοι, Θεῷ τῷ Παντοκράτορι, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενοι Ἀθλοφόροι, Κάρπε Χριστοῦ, Ἱεράρχα, καὶ Πάπυλε ἀοίδιμε, στεφανηφόροι Μάρτυρες, τῶν τὴν ὑμῶν ἐκτελούντων, μέμνησθε πάμφωτον μνήμην.

ΤΗΝ ΜΟΝΗΝ ΘΕΟΜΗΤΟΡΑ, ΑΠΑΥΣΤΩΣ ΜΑΚΑΡΙΣΩΜΕΝ

Τὴν μόνην θεομήτορα, ἀπαύστως μακαρίσωμεν, οἱ σεσωσμένοι τῷ ταύτης, ὑπερφυεῖ θείῳ τόκῳ, ἀξιοχρέως μέλποντες, τὴν Θεοτόκον Δέσποιναν· λύτρον ἡμῖν γὰρ τέτοκε, πλημμελημάτων ἀρχαίων, Χριστὸν Τριάδος τὸν ἕνα.

ΜΑΡΤΥΡΩΝ ΚΑΡΠΟΥ ΚΑΙ ΠΑΠΥΛΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Κάρπου καὶ Παπύλου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κάρπου, Παπύλου, Ἀγαθοδώρου, καὶ Ἀγαθονίκης. Κάρπῳ, Παπύλῳ, τοῖς Θεοῦ καρποῖς δύο, Πᾶς πυλεὼν τμηθεῖσιν ἠνοίγη πόλου. Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει, Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων. Οὐκ ἐμποδὼν σοι, Μάρτυς Ἀγαθονίκη, Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος. Κάρπον σὺν Παπύλῳ δεκάτῃ τρίτῃ ἔκτανε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φλωρεντίου. Ὢ θάρσος οἷον Μάρτυρος Φλωρεντίου! Πρὸς τὴν φλόγα τρέχοντος, ὥσπερ πρὸς δρόσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκόρου. Τμηθεὶς ὁ Διόσκορος αἰσχύνει Δία, Τὸν μὴ λαβόντα ψυχαπωλείας κόρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικήτα Πατρικίου τοῦ Ὁμολογητοῦ. Θλίψεις ὑποστὰς εἰκόνων θείων χάριν, Χαίρει χαρὰν Νικήτας, οἵαν οἱ Νόες. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βενιαμὶν τοῦ Διακόνου. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντιγόνου, διὰ ...

ΤΟΥ ΙΗΣΟΥ ΤΑ ΠΑΘΗ ΓΕΝΝΑΙΩΣ

Του Ἰησοῦ τὰ πάθη γενναίως μιμησάμενοι, ἅμα σὺν Ταράχῳ τῷ σοφῷ, ὁ Πρόβος τε καὶ Ἀνδρόνικος, χαίροντες ἤχθησαν ἐν σταδίῳ, παρανόμων ἐλέγχοντες ἀθεΐαν. Ὅθεν ἡμεῖς οἱ ἐκ πόθου τιμῶντες τὴν μνήμην αὐτῶν, ἐν ὕμνοις ἀνευφημοῦμεν, καὶ πιστῶς τοὺς ἀγῶνας κηρύττομεν· ἐθαυμάστωσε γὰρ ὁ Κύριος, ὡς φωστῆρας ἐν κόσμῳ, τῇ πίστει γενναίως ἐναθλήσαντας.

ΛΕΛΑΜΠΡΥΣΜΕΝΟΙ ΣΤΙΓΜΑΣΙ, ΚΑΙ ΩΡΑΙΟΙ ΕΝ ΚΑΛΛΕΣΙ

Λελαμπρυσμένοι στίγμασι, καὶ ὡραῖοι ἐν κάλλεσι, τῆς καλλοποιοῦ Μακάριοι ἀθλήσεως, Κυρίῳ παρίστασθε, στεφανηφόροι πάντοτε, αἴγλης τῆς ἐκεῖθεν, πεμπομένης πλουσίως, πληρούμενοι, καὶ πόθῳ, μελῳδοῦντες ἀπαύστως, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἐν ἑαυτῷ μαινόμενος, ὁ παράφορος τύραννος, ὡς νενικημένος ταῖς ὑμῶν ἐνστάσεσι, τομῶς ἀποφαίνεται, θανατωθῆναι ξίφει ὑμᾶς· Τὸν Δημιουργὸν καὶ Λυτρωτὴν μελῳδοῦντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Οἱ τῆς Τριάδος πρόμαχοι, οἱ καλλίνικοι Μάρτυρες, οἱ τῆς ἀθεΐας τὸν κρυμὸν σκεδάσαντες, τῇ θέρμῃ τῆς πίστεως, τὰ τῶν πιστῶν προπύργια, ἄνθη τὰ τερπνὰ τοῦ νοητοῦ Παραδείσου, λιμένες τῶν ἐν ζάλῃ, οἱ ἀκλόνητοι στῦλοι, Ἀνδρόνικος καὶ Πρόβος,καὶ Τάραχος τιμάσθωσαν.

ΠΟΛΥΕΙΔΕΙΣ ΟΙ ΜΑΡΤΥΡΕΣ, ΑΙΚΙΣΜΟΥΣ ΕΝΕΓΚΟΝΤΕΣ

Πολυειδεῖς οἱ Μάρτυρες, αἰκισμοὺς ἐνεγκόντες, πολλῶν ἐπάθλων ἔτυχον, καὶ βραβείων τῆς νίκης, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, Τάραχος ὁ θεόφρων καὶ Πρόβος καὶ Ἀνδρόνικος, οἱ στερροί, Ἀθλοφόροι, ὧν τὴν σεπτήν, ἐκτελοῦντες μνήμην, τούτους τιμῶμεν, ὑπὲρ ἡμῶν πρεσβεύοντας, τοῦ ῥυσθῆναι πταισμάτων.

ΤΡΙΑΔΟΣ ΗΜΙΝ, ΤΗΝ ΔΟΞΑΝ ΕΜΦΑΝΙΣΑΝΤΕΣ

Τριάδος ἡμῖν, τὴν δόξαν ἐμφανίσαντες, γενναῖοι Χριστοῦ, ὁπλῖται θεῖοι Μάρτυρες, σὺν Ταράχῳ Πρόβος τε καὶ Ἀνδρονικος, ἤλεγξαν ἅπασαν, τῶν τυράννων ἀθεότητα, τῇ πίστει γενναίως ἐναθλήσαντες.

ΦΕΙΣΑΙ ΜΟΥ ΣΩΤΕΡ Ο ΤΕΧΘΕΙΣ, ΚΑΙ ΦΥΛΑΞΑΣ ΤΗΝ ΤΕΚΟΥΣΑΝ ΣΕ ΑΦΘΟΡΟΝ

Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.

ΣΤΡΑΤΕΥΘΕΝΤΕΣ ΤΩ ΧΡΙΣΤΩ....

Στρατευθέντες τῷ Χριστῷ, τὰ ἐπὶ γῆς τερπνὰ κατελίπετε, καὶ τὸν σταυρὸν ἐπ' ὤμων ἄραντες, διὰ βασάνων πολυπλόκων, αὐτῷ ἠκολουθήσατε, καὶ ἐναντίον βασιλέων καὶ τυράννων πολλῶν, μὴ ἀρνησάμενοι αὐτόν, ὑπ' Ἀγγέλων τὰ βραβεῖα τῆς νίκης ἐδέξασθε, τὰς κεφαλὰς ὑμῶν στεφθέντες, καὶ πεπαρρησιασμένῃ τῇ ψυχῇ, φαιδρῶς εἰς τὸν νυμφῶνα τὸν μέγαν συνεληλύθατε· Πρόβε, τὸ κλέος τῶν Μαρτύρων, Τάραχε, τῶν δαιμόνων ὀλοθρευτά, καὶ Ἀνδρόνικε, νίκη τῶν Πιστῶν,παρρησίαν ἔχοντες, τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΩΤΙΩΝ ΑΦΑΙΡΕΣΙΝ, ΥΠΕΣΤΗΣ ΧΑΙΡΩΝ ΤΑΡΑΧΕ

Ὠτίων ἀφαίρεσιν, ὑπέστης χαίρων Τάραχε ἔνδοξε, ὡς εὐήκοος δοῦλος, τοῦ κλίναντός σοι οὓς εὐμενέστατον, καὶ τὰς εὐχάς σου πληρώσαντος, κράζοντος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τεινόμενοι Μάρτυρες, καὶ ταῖς βασάνοις καταικιζόμενοι, σταθηρᾷ διανοίᾳ, τοῖς παρανόμοις ἀντικατέστητε· καὶ νικηφόροι γενόμενοι ψάλλετε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐπλήσθη τὸ πνεῦμά σου, ἐνθέου δρόσου καὶ ἀναψύξεως, ὁπηνίκα τὰς χεῖρας, πυρὶ καὶ κάραν καταφλεγόμενος, ὥσπερ οἱ Παῖδες ἐκραύγαζες Τάραχε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ῥαντίσματι Ἅγιοι, σεπτῶν αἱμάτων πλάνης τοὺς ἄνθρακας, κατασβέσαντες, δρόσον ἡμῖν ἐνθέου βλύζετε χάριτος, καὶ ἰαμάτων προχέετε νάματα, τοῖς εὐφημοῦσιν ὑμῶν, τὴν μνήμην πάντοτε.

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΟΙ ΤΡΕΙΣ, ΕΝ ΕΝΙ ΦΡΟΝΗΜΑΤΙ

Οἱ Ἅγιοι Μάρτυρες οἱ τρεῖς, ἐν ἑνὶ φρονήματι, τῇ τρισαγίῳ θεότητι, ἀεὶ λατρεύοντες, ἀπειλὰς τυράννων, καὶ πληγὰς αἰκίσεων, ὑπέμειναν τῇ πίστει ῥωννύμενοι, Πρόβος καὶ Τάραχος, καὶ ὁ σύναθλος Ἀνδρόνικος, καὶ τῆς νίκης, στεφάνους ἐδέξαντο. Χριστὸν ἐνδυσάμενοι Σταυρόν, ὡς ὅπλον δὲ φέροντες, ἐν ταῖς χερσὶν ὑμῶν Ἅγιοι, στερρῶς καθείλετε, τῶν ἐχθρῶν τὰ θράση, καὶ τῆς νίκης ἔνδοξοι, βραβεῖα ἐκ Θεοῦ ἐκομίσασθε, αὐτῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Τῷ πόθῳ φλεγομενοι Χριστοῦ, Ἀθλοφόροι ἔνδοξοι, ἀκαταγώνιστοι ὤφθητε, ξίφος οὐ κάμινος, οὐ θυμὸς τυράννων, οὐ ποιναὶ κολάσεων, οὐ θάνατος ὑμᾶς ἐξεφόβησεν, ἀλλ' ἐκτελέσαντες, τὸν ἀγῶνα τῆς ἀθλήσεως, ἐπαξίως, στεφάνους ἐδέξασθε.

ΜΑΡΤΥΡΩΝ ΠΡΟΒΟΥ, ΤΑΡΑΧΟΥ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου. Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος, Ἤραντο νίκην, γῆν προβάντες ταράχου. Τμήθη δωδεκάτῃ, Πρόβος, Ἀνδρόνικος, Τάραχός τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Καλλινίκου Μάρτυρος Δομνίνης. Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη, Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀναστασίας τῆς Παρθένου. Οἱ Ἅγιοι ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται. Ὁ Ἅγιος Θεόδωρος, Ἐπίσκοπος Ἐφέσου ἐν εἰρήνῃ τελειοῦται. Αἱ Ἅγιοι Μάρτυρες Μαλεφθᾶ, Ἀνθία καὶ οἱ Μάρτυρες, Ἰουβεντῖνος, Μάξιμος, Δωρόθεος καὶ Διόδωρος, ξίφει καὶ πυρὶ τελειοῦνται. Ὁ Ἅγιος Ἰωάννης, Ἐπίσκοπος Δαμασκοῦ ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΔΙΑΚΟΝΟΙΣ ΕΠΤΑ ΚΑΤΕΙΛΕΓΜΕΝΟΣ, ΩΣ ΠΛΗΡΗΣ ΣΟΦΙΑΣ

Ὁ Διακόνοις ἑπτὰ κατειλεγμένος, ὡς πλήρης σοφίας τε καὶ θείας χάριτος, διακονεῖν μάκαρ Φίλιππε, ταῖς τῶν Ἁγίων, ἅμα Στεφάνῳ χρείαις προκέχρισαι· ὅθεν ἀναιρούμενον, τοῦτον θεώμενος, ἐπὶ Σαμάρειαν ἕδραμες, προστάξει θείᾳ, Θεοῦ τὸν Λόγον κηρύττων ἔνδοξε, καὶ καταυγάζων τοὺς ὑπάρχοντας, ἐν τῷ σκότει τὸ πρίν, οὓς ἐτέλεσας, διὰ Πνεύματος θείου, τῆς ἡμέρας υἱοὺς πάνσοφε. Θεοσημείας χειρί σου τελουμένας, οἱ δῆμοι θεώμενοι, τυφλῶν ἀνάβλεψιν, καὶ παρειμένων ἀνόρθωσιν, καὶ ἀκαθάρτων, οὗπερ κατῴκουν πνευμάτων δίωξιν, ἐξίσταντο Φίλιππε, καὶ συνηλαύνοντο, πρὸς τὴν σωτήριον κάθαρσιν, ἐξ ἀπιστίας, πιστοὶ ἐξαίφνης ἀποδεικνύμενοι, ἅπερ ὁ θεῖος ὡς ἀκήκοεν, Ἀποστόλων χορὸς ἐπευφραίνετο, ὅτι καὶ Σαμαρείας, ἡ πληθὺς Θεῷ προσήνεκται. Ἅρμα τοῦ Λόγου ὑπάρχων Θεηγόρε, ἐφ' ἅρματος βλέψας τε, προσεποχούμενον, καὶ τὰς ζητήσεις ποιούμενον, τὸν τῆς Κανδάκης, φθάνεις εὐνοῦχον τὸν ἀξιάγαστον, καὶ τούτῳ τὴν δήλωσιν, καὶ τὴν σαφήνειαν, τῶν ποθουμένων Μακάριε, καθυποδείξας, πείθεις τὴν θείαν αἰτῆσαι κάθαρσιν, ἧ...

ΙΘΥΤΕΝΕΙΣ ΠΟΙΟΥΜΕΝΟΣ

Ἰθυτενεῖς ποιούμενος, ὁ Κανδάκης Εὐνοῦχος, τὰς τρίβους ἐπὶ ἅρματος, Ἡσαῒου τὴν βίβλον, ἀναγινώσκων ἠπόρει, ὃν ὁ Φίλιππος φθάσας, ὑπὸ τοῦ θείου Πνεύματος, τῶν ἀπόρων τὴν λύσιν, μυσταγωγεῖ, καὶ βαπτίσας, κήρυκα ἀποστέλλει, τῆς Ἰησοῦ Θεότητος, πάσῃ Αἰθιοπίᾳ.

ΥΠΕΡΜΑΧΟΥΝΤΑ

Ὑπερμαχοῦντα ὑπὲρ τῆς Χριστοῦ Ἐκκλησίας, ὁ βροτοκτόνος βλέπειν οὐκ ἰσχύων σε, πειρασμοὺς σοι ἐπεκτείνει, ὅμως ἀκλινὴς μεμένηκας, ἀνδρειοφρόνως πρὸς βασιλεῖς σκαιούς, ἀνθιστάμενος καλῶς, πείθων προσκυνεῖν τὴν εἰκόνα Χριστοῦ Θεόφανες. Τῶν σῶν ἀγώνων εἴληφας ἀξίως τὰ γέρα, καὶ στεφηφόρος, νῦν ἐν Οὐρανοῖς μετ' Ἀγγέλων συνευφραίνῃ, ἔνθα Προφητῶν τὸ σύστημα, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων ὄντως στράτευμα μάκαρ, ἔνθα Πατριαρχῶν αἱ χορεῖαι Πάτερ Θεόφανες. Μὴ ἐπιλάθῃ ἐν ταῖς πρὸς Θεόν σου πρεσβείαις, τῶν ἐκτελούντων, σοῦ τὴν πανσεβάσμιον ἡμέραν ἱεράρχα, πάσης ἀπειλῆς λυτρούμενος, ἀπαγωγῆς τε δεινῆς τῶν ἐναντίων, καὶ θλίψεων πολλῶν, σῴζων καὶ περιέπων ἐκ βλάβης, Πάτερ Θεόφανες.

ΟΡΘΟΤΟΜΗΣΑΣ ΤΟΝ ΛΟΓΟΝ, ΜΑΣΤΙΓΩΝ

Ὀρθοτομήσας τὸν λόγον, μαστίγων πεῖραν ὑπέμεινας, ἐξορίας πικρίας καὶ κακώσεις, κραυγάζων Θεόφανες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Οἱ ποταμοὶ σοι τῶν λόγων, τῶν μελιρρύτων Θεόφανες, τῶν ἀνθρώπων ψυχάς, εὐφροσύνης ἐνθέου ἐπλήρωσαν, ὑμνολογούντων ᾄσμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν. Τον δρόμον σου ἱεράρχα, τετελεκὼς μεταβέβηκας, ἐν ὑψίστοις Χριστῷ, σὺν Ἀγγέλοις κραυγάζων Θεόφανες· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΑΥΤΟΚΙΝΗΤΟΝ ΟΡΓΑΝΟΝ, ΤΑΙΣ ΠΝΟΑΙΣ

Αὐτοκίνητον ὄργανον, ταῖς πνοαῖς ὑπηχούμενον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας· τῇ πυριφθόγγῳ γὰρ γλώττῃ σου, τὰ θεῖα ἑβρόντησας, καὶ κατέφλεξας ἐχθρῶν, δυσσεβῶν τὰ ζιζάνια, τῶν μὴ χρώμασιν, ὑλικοῖς προσκυνούντων τοῦ Κυρίου, καὶ Θεοῦ ἡμῶν τὸ εἶδος, καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ. Ὡς φωστὴρ διαυγέστατος, τῷ πυρσῷ τῶν δογμάτων σου, καταλάμπεις ἅπασαν τὴν ὑφήλιον. Δαυϊτικῶς τὴν κινύραν σου, κινῶν ἐμελῴδησας, τῶν Ἁγίων τοῦ Χριστοῦ, ἀξιέπαινα ᾄσματα, καὶ ἐξέπεμψας, εἰς τὴν ἤπειρον πᾶσαν, διὰ τοῦτο, ἐδοξάσθης ἐπαξίως· Ἱερομύστα Θεόφανες. Ἱερέων ἐν τάγμασιν, Ἀσκητῶν ὁμηγύρεσι, καὶ χοροῖς Μαρτύρων σὺ καταλέλεξαι, ὑπὲρ Χριστοῦ μέχρις αἵματος, στερρῶς ἀνθιστάμενος, παρανόμου δικαστοῦ, διελέγχων ἀπόνοιαν, καὶ προστάγματι, ἀσεβοῦς Βασιλέως τῷ μετώπῳ , ὡς ἐν τίτλῳ διεγράφης, σημειωθεὶς θείᾳ χάριτι.