ΩΣ ΘΕΙΟΣ ΠΟΙΜΗΝ, ΩΣ ΘΑΥΜΑΤΩΝ ΑΥΤΟΥΡΓΟΣ
Ὡς θεῖος ποιμήν, ὡς θαυμάτων αὐτουργὸς τυφλοῖς τὸ βλέπειν, ἐντεύξει Πάτερ ἐχορήγησας, τὴν ἀκοὴν τοῖς κωφεύουσι, κάθαρσιν λεπροῖς, εὐδρομίαν τοῖς χωλοῖς ἀναμέλπουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κηρύττει τὸ σόν, τερατούργημα Σοφὲ εἰς τὸν αἰῶνα, θερμῶν ὑδάτων ἡ ἀνάβλυσις, βωμὸς τῷ τάφῳ σου κείμενος, ὃν ἐκ τῆς Ῥωμαίων μεγίστης, μετηνέγκατο πόλεως, τὸ πονηρὸν ἐξελαθέν, πνεῦμα Ἀβέρκιε.
Λαοῦ ταπεινοῦ, προηγήσω ὑψηλὸς ἐν θεωρίαις, καὶ ἐνεργείαις καὶ δυνάμεσιν, ἀποδειχθεὶς Ἱερώτατε, καὶ τοῦ ὑψηλοῦ Βασιλέως, θεραπευτής, ᾧ κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.